Homilies on Ephesians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
14.0
∆ ιὸ ἀποθέµενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος µετὰ τοῦ πλησίον αὑτοῦ, ὅτι ἐσµὲν ἀλλήλων µέλη. Ὀργίζεσθε, καὶ µὴ ἁµαρτάνετε· ὁ ἥλιος µὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισµῷ ὑµῶν· µὴ δίδοτε τόπον τῷ διαβόλῳ.
14.1
Εἰπὼν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς, λοιπὸν αὐτὸν καὶ ὑπογράφει κατὰ µέρος. Αὕτη γὰρ εὐµαθεστέρα ἡ διδασκαλία, ὅταν καὶ κατὰ µέρος µανθάνωµεν. Καὶ τί φησι;∆ ιὸ ἀποθέµενοι τὸ ψεῦδος. Ποῖον ψεῦδος; Τὰ εἴδωλα ἆρά φησιν; Οὐδαµῶς· ψεῦδος µὲν γὰρ καὶ ταῦτα· ἀλλὰ νῦν οὐ περὶ τούτων· οὐδὲν γὰρ αὐτοῖς κοινὸν πρὸς αὐτά· ἀλλὰ τὸ πρὸς ἀλλήλους φησὶ, τουτέστι, τὸ δολερὸν καὶ ὕπουλον. Λαλεῖτε ἀλήθειαν ἕκαστος µετὰ τοῦ πλησίον αὑτοῦ. Εἶτα καὶ τὸ ἐντρεπτικώτερον, Ὅτι ἐσµὲν ἀλλήλων µέλη, µηδεὶς ἀπατάτω τὸν πλησίον· ὅ φησιν ὁ Ψαλµῳδὸς ἄνω καὶ κάτω· Χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν οὕτως ἔχθραν ποιοῦν, ὡς τὸ ἀπατᾷν καὶ παραλογίζεσθαι. Ὅρα πῶς πανταχοῦ αὐτοὺς δυσωπεῖ διὰ τοῦ σώµατος. Μὴ ψευδέσθω, φησὶν, ὁ ὀφθαλµὸς τὸν πόδα, µηδὲ ὁ ποῦς τὸν ὀφθαλµόν. Οἷον, ἐὰν βαθὺ ὄρυγµα ᾖ, εἶτα ἄνωθεν ἐπὶ τῆς γῆς καλάµων διακειµένων, καὶ ὑπὸ τῆς γῆς κεκαλυµµένων, ἐν τῇ ἐπιφανείᾳ στερεᾶς γῆς παρέχῃ δόξαντοῖς ὀφθαλµοῖς, οὐχὶ τῷ ποδὶ χρήσεται, καὶ εἴσεται πότερον εἰκῆ καὶ διάκενόν ἐστι κάτω, ἢ ἀντερείδει καὶ ἀντιτυπεῖ; µὴ ψεύδεται ὁ ποῦς, ἀλλ' οὐχ ὅπερ ἐστὶν ἀπαγγέλλει; Τὶ δέ; εἰ ὄφιν ἴδοι ὁ ὀφθαλµὸς, ἢ θηρίον, µὴ ψεύδεται τὸν πόδα; οὐκ εὐθέως ἀπαγγέλλει, κἀκεῖνος παρ' αὐτοῦ µαθὼν, οὐκέτι ἐπέρχεται. Τί δέ; ὅταν µήτε ὁ ὀφθαλµὸς, µήτε ὁ ποῦς εὕρῃ διαγνῶναι, ἀλλὰ τὸ πᾶν τῆς ὀσφρήσεως ᾖ, οἷον πότερον δηλητήριον φάρµακον, ἢ οὒ, µὴ ψεύδεται ἡ ὄσφρησιςτὸ στόµα; Οὐδαµῶς.∆ ιὰ τί; Καὶ γὰρ καὶ ἑαυτὴν προσαπόλλυσιν· ἀλλ' ὅπερ αὐτῇ παρίσταται, λέγει. Τί δέ; ἡ γλῶσσα µὴ ψεύδεται τὸν στόµαχον; οὐκ ἔνθα µὲν πικρὸν ᾖ, τοῦτο ῥίπτει, ἂν δὲ γλυκὺ, παραπέµπει; Ὅρα διακονίαν καὶ δουλείας ἀντίδοσιν· ὅρα πρόνοιαν ἐξ ἀληθείας γεγενηµένην, καὶ ἐκθύµως, ὡς ἄν τις εἴποι. Οὕτω δὴ καὶ ἡµεῖς µὴ ψευδώµεθα, εἰ ἀλλήλων µέλη ἐσµέν. Τοῦτο φιλίας τεκµήριον, τὸ δὲ ἐναντίον ἔχθρας. Τί οὖν, ἂν ἐπιβουλεύῃ, φησί; Τὸ ἀληθὲς µάθε· ἂν γὰρ ἐπιβουλεύῃ, οὐκ ἔστι µέλος. Εἶπε δὲ, Μὴ ψεύδεσθε πρὸς τὰ µέλη. Ὀργίζεσθε, καὶ µὴ ἁµαρτάνετε. Ὅρα σύνεσιν· καὶ λέγει ὅπως µὴ ἁµαρτήσωµεν, καὶ παρακούσαντας πάλιν οὐκ ἐγκαταλιµπάνει· οὐ γὰρ ἀφίησιν αὐτοῦ τὰ σπλάγχνα τὰ πνευµατικά. Καθάπερ γὰρ ὁ ἰατρὸς διαγορεύει µὲν τὰ πρακτέα τῷ κάµνοντι, καὶ µὴ ἀνασχοµένου δὲ ὅµως οὐ καταφρονεῖ, ἀλλὰ τὴν ἐκ τῆς πειθοῦς εἰσάγωνσυµβουλὴν, θεραπεύει πάλιν, οὕτω καὶ ὁ Παῦλος. Ὁ µὲν γὰρ ἐκεῖνο ποιῶν, τὴν δόξαν µόνον ζητεῖ, καὶ ὅτι κατεφρονήθη δάκνεται· ὁ δὲ πανταχοῦ τὴν ὑγείαν τοῦ κάµνοντος ἐπιζητῶν, πρὸς ἓν τοῦτο µόνον ὁρᾷ, ὅπως ἀναστήσῃ τὸν κείµενον. Τοῦτο καὶ ὁ Παῦλος ποιεῖ. Εἶπε, Μὴ ψεύδεσθε· εἰ δέ ποτε γένοιτο ἀπὸ ψεύδους ὀργὴ, καὶ τοῦτο θεραπεύει πάλιν. Τί γάρ φησιν; Ὀργίζεσθε, καὶ µὴ ἁµαρτάνετε. Καλὸν µὲν γὰρ τὸ µὴ ὀργίζεσθαι· εἰ δέ τις ἐµπέσοι ποτὲ εἰς τὸ πάθος, ἀλλὰ µὴ εἰς τοσοῦτον. Ὁ ἥλιος γὰρ, φησὶ, µὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισµῷ ὑµῶν. Βούλει τῆς ὀργῆς ἐµπλησθῆναι; ἀρκεῖ σοι µία ὥρα καὶ δευτέρα καὶ τρίτη· µὴ καταλιπὼν ἐχθροὺς ὑµᾶς ὁ ἥλιος ἀπέλθοι. Ἀπὸ ἀγαθότητος ἀνέτειλε, µὴ ἀπερχέσθω εἰς ἀναξίους λάµψας. Εἰ γὰρ ὁ∆ εσπότης αὐτὸν ἀπὸ πολλῆς ἀγαθότητος ἔπεµψε, καὶ αὐτὸς µὲν ἀφῆκέ σοι τὰ ἁµαρτήµατα, σὺ δὲ τῷ πλησίον οὐκ ἀφίης, ὅρα πόσον τὸ κακόν. Καὶ ἄλλο δὲ µετὰ τούτου· δέδοικε τὴν νύκτα ὁ µακάριος Παῦλος, µὴ λαβοῦσα ἐπ' ἐρηµίας τὸν ἠδικηµένον ἔτι φλεγµαίνοντα, ἀνακαύσῃ τὸ πῦρ. Ἕως µὲν γὰρ ἂν πολλὰ ἐκκρούῃ, τῆς ἡµέρας οὔσης, ἔξεστί σοι ἐµφορεῖσθαι· ὅταν δὲ µέλλοι ἑσπέρα γίνεσθαι, καταλλάττου καὶ πρόσφατον σβέσον τὸ κακόν. Ἂν γὰρ νὺξ ἐπιλάβηται, οὐκ ἀρκέσει ἡ µετὰ ταῦτα ἡµέρα τὸ συναχθὲν καὶ ἐν τῇ νυκτὶ σβέσαι κακόν· ἀλλὰ κἂν τὸ πλέον ὑποτέµῃς, τὸ δὲ ὅλον µὴ δυνηθῇς, πάλιν δίδωσιν ἀπὸ τοῦ ὑπολειφθέντος τῇ ἐπιούσῃ νυκτὶ σφοδροτέραν ἐργάσασθαι τὴν πυράν. Καὶ καθάπερ ὁ ἥλιος, ἂν τὸ νεφωθὲν καὶ πυκνωθὲν τοῦ ἀέρος διὰ τῆς νυκτὸς µὴ ἀρκέσῃ τῇ καθηµερινῇ µαλάξαι καὶ διασκεδάσαι θέρµῃ, ὑπόθεσινχειµῶνος παρέχεται, τῆς νυκτὸς ἐπιλαβοµένης τοῦ λειψάνου, καὶ πάλιν αὐτὸ τρεφούσης ἑτέροις ἀτµοῖς· οὕτω καὶ ἐπὶ τῆς ὀργῆς. Μήτε δίδοτε τόπον τῷ διαβόλῳ. Ὥστε τὸ ἀλλήλους πολεµεῖν, τόπον ἐστὶ δοῦναι τῷ διαβόλῳ.∆ έον γὰρ πάντας συµπεφράχθαι, καὶ κατ' ἐκείνου ἵστασθαι, ἐκλύσαντες ἡµεῖς τὴν πρὸς ἐκεῖνον ἔχθραν, ἐπ' ἀλλήλους κελεύοµεν τρέπεσθαι. Οὐδέποτε γὰρ οὕτως ἔχει τόπον ὁ διάβολος, ὡς ἐν ταῖς ἔχθραις.
14.2
Τὰ µυρία ἐντεῦθεν κακὰ τίκτεται. Καὶ καθάπερ ἕως µὲν ἂν ὦσιν ἡρµοσµένοι λίθοι, καὶ µηδὲν διάκενον ἔχοντες, ἑστήκασιν ἀῤῥαγεῖς· ἂν δὲ βελόνης µόνης διάτρησιν διαµπὰξ γεγενηµένην, ἢ ῥαγάδα τριχὸς ἐπέχουσαν τόπον συµβῇ γενέσθαι, τοῦτο πάντα καταλύει καὶ ἀπόλλυσιν· οὕτω καὶ ἐπὶ τοῦ διαβόλου· ἕως µὲν ἂν ὦµεν πεπυκνωµένοι καὶ συνηρµοσµένοι, οὐδὲν ὅλως ἐπεισάγει τῶν αὑτοῦ· ἐπειδὰν δὲ µικρὸν ἡµᾶς διαχαυνώσῃ, καθάπερ τις χειµάῤῥους ἐπιχέεται. Πανταχοῦ γὰρ ἀρχῆς αὐτῷ χρεία µόνης, καὶ τοῦτό ἐστι τὸ δυσκατόρθωτον· τούτου δὲ γενοµένου, αὐτὸς ἑαυτῷ τὰ πάντα εὐρύνει· λοιπὸν γὰρ διαβολαῖς τὰ ὦτα ἀνέῳγε, καὶ οἱ τὰ ψευδῆ λέγοντες, πιστότεροι· τὴν γὰρ ἔχθραν ἔχουσι δικάζουσαν, οὐ τὴν ἀλήθειαν κρίνουσαν. Καὶ ὥσπερ φιλίας οὔσης, καὶ τὰ ἀληθῆ ψευδῆ φαίνεται τῶν κακῶν· οὕτως ἔχθρας οὔσης, καὶ τὰ ψευδῆ ἀληθῆ· ἕτερος νοῦς, ἕτερον δικαστήριον, οὐκ ἐξ ἴσης ἀκοῦον, ἀλλὰ µετὰ πολλῆς τῆς προσκλίσεως καὶ ἐπιῤῥεπείας. Καθάπερ γὰρ ἐν ζυγῷ µόλυβδος προστεθεὶς τὸ πᾶν εἵλκυσεν· οὕτω καὶ ἐνταῦθα, τὸ τῆς ἔχθρας βάρος, µολύβδου χαλεπώτερον ὄν.∆ ιὸ, παρακαλῶ, πάντα πράττωµεν, ὥστε πρὸ τοῦ ἡλίου σβεννύναι τὰς ἔχθρας. Ἂν γὰρ τῇ ἡµέρᾳ τῇ πρώτῃ µὴ κρατήσῃς καὶ τῇ ἑξῆς, πολλάκις καὶ εἰς ἐνιαυτὸν αὐτὴν ἐξέτεινας, καὶ αὐτὴ ἑαυτὴν ηὔξησε λοιπὸν ἡ ἔχθρα, καὶ οὐ δεῖταί τινος. Καὶ ῥήµατα γὰρ ἑτέρως λεγόµενα ἑτέρως ὑποπτεύειν ποιοῦσα, καὶ σχήµατα καὶ πᾶν ὁτιοῦν ἐκθηριοῖ καὶ ἐξαγριοῖ, καὶ τῶν µαινοµένων χείρω διατίθησιν, οὔτε τὸ ὄνοµα εἰπεῖν, οὔτε ἀκοῦσαι ἀνεχοµένη, ἀλλ' ἀπὸ τῶν λοιδοριῶν ἅπαντα φθεγγοµένη. Πῶς οὖν µαλάξοµεν τὸν θυµόν; πῶς σβέσοµεν τὴν φλόγα; Ἂν τὰ ἑαυτῶν ἁµαρτήµατα ἐννοήσωµεν, καὶ ὅσον ἐσµὲν ὑπεύθυνοι τῷ Θεῷ· ἂν ἐννοήσωµεν, ὅτι οὐ τὸν ἐχθρὸν ἀµυνόµεθα, ἀλλ' ἡµᾶς αὐτούς· ἂν ἐννοήσωµεν, ὅτι τὸν διάβολον εὐφραίνοµεν, ὅτι τὸν ἐχθρὸν τὸν ἡµέτερον, τὸν ὄντως ἐχθρὸν, δι' ὃν τὸ µέλος τὸ ἡµέτερον ἀδικοῦµεν. Βούλει εἶναι µνησίκακος καὶ ἐχθρός; Ἐχθρὸς ἔσο, ἀλλὰ τοῦ διαβόλου, µὴ τοῦ µέλους τοῦ σοῦ.∆ ιὰ τοῦτο ἡµᾶς ὥπλισε τῷ θυµῷ ὁ Θεὸς, οὐχ ἵνα τὸ ξίφος κατὰ τῶν ἡµετέρων σωµάτων, ἀλλ' ἵνα ὁλόκληρον τὴν µάχαιραν εἰς τὸ τοῦ διαβόλουστῆθος βαπτίζωµεν. Ἐκεῖ τὸ ξίφος ἔγκλεισον µέχρι τῆς λαβῆς, εἰ βούλει, καὶ τὴν λαβὴν αὐτὴν, καὶ µηδέποτε ἐκσπάσῃς, ἀλλὰ καὶ ἕτερον πρόσθες. Τοῦτο δὲ ἔσται, ὅταν ἡµῶν φειδώµεθα, ὅταν εἰρηνικῶς πρὸς ἀλλήλους διακεώµεθα. Ἐῤῥέτω χρήµατα, ἐῤῥέτω δόξα καὶ εὐδοκίµησις· πάντων τὸ µέλος τὸ ἐµὸν ἐµοὶ τιµιώτερον. Ταῦτα λέγωµεν πρὸς ἑαυτούς· µὴ τὴν φύσιν ἀδικῶµεν τὴν ἡµετέραν, ἵνα χρήµατα κτησώµεθα, ἵνα δόξης ἐπιτύχωµεν. Ὁ κλέπτων, µηκέτι κλεπτέτω, φησίν. Ὁρᾷς τίνα τὰ µέλη τοῦ παλαιοῦ ἀνθρώπου; ψεῦδος, µνησικακία, κλοπή.∆ ιὰ τί µὴ εἶπεν, Ὁ κλέπτων κολαζέσθω, βασανιζέσθω, στρεβλούσθω, ἀλλὰ, Μηκέτι κλεπτέτω· µᾶλλον δὲ κοπιάτω ἐργαζόµενος τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχῃ µεταδιδόναι τῷ χρείαν ἔχοντι; Ποῦ οἱ Καθαροὶ λεγόµενοι, οἱ παντὸς ῥύπου γέµοντες, καὶ τοῦτο ἑαυτοὺς ὀνοµάζειν τολµῶντες; Ἔστι γὰρ, ἔστιν ἀποδύσασθαι τὸ ἔγκληµα, οὐ τῷ στῆναι µόνον τοῦ ἁµαρτήµατος, ἀλλὰ καὶ τῷ ἀγαθόν τι ἐργάσασθαι. Ὁρᾶτε πῶς ἀπολύεσθαι τὰ ἁµαρτήµατα δεῖ; Ἔκλεψαν, τοῦτό ἐστι τὸ ἁµάρτηµα πρᾶξαι· οὐκ ἔκλεψαν, τοῦτο οὐκ ἔστι τὸ ἁµάρ τηµα λῦσαι· ἀλλὰ πῶς; Εἰ ἐκοπίασαν, καὶ ἑτέροις µετέδωκαν· οὕτως ἔλυσαν τὸ ἁµάρτηµα. Οὐχ ἁπλῶς ἡµᾶς ἐργάζεσθαι βούλεται, ἀλλ' ὥστε κοπιᾷν, ὥστε ἑτέροις µεταδιδόναι· καὶ γὰρ ὁ κλέπτων ἐργάζεται, ἀλλὰ κακόν. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόµατος ὑµῶν µὴ ἐκπορευέσθω. Τίς ἐστι σαπρός; Ὅν φησιν ἀλλαχοῦ καὶ ἀργὸν, καταλαλιὰ, αἰσχρολογία, εὐτραπελία, µωρολογία. Ὁρᾷς πῶς τὰς ῥίζας ἐκκόπτει τῆς ὀργῆς, τὸ ψεῦδος, τὴν κλοπὴν, τὴν ἄκαιρον διάλεξιν; Τὸ δὲ, Μηκέτι κλεπτέτω, οὐκ ἐκείνοις συγγινώσκων τοσοῦτόν φησιν, ὅσον τοὺς ἠδικηµένους πράους καθιστῶν, καὶ τῷ µηκέτι τὰ αὐτὰ παθεῖνἀρκεῖσθαι παραινῶν. Καλῶς δὲ καὶ περὶ λόγων διδάσκει. Οὐ γὰρ πραγµάτων µόνον, ἀλλὰ καὶ ῥηµάτων τίνοµεν δίκας. Ἀλλ' εἴ τις ἀγαθὸς, φησὶ, πρὸς οἰκοδοµὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Τουτέστιν, Ὅπερ οἰκοδοµεῖ τὸν πλησίον, τοῦτο φθέγγου µόνον, περιττὸν δὲ µηδέν.
14.3
∆ ιὰ τοῦτο γάρ σοι στόµα καὶ γλῶσσαν ἔδωκεν ὁ Θεὸς, ἵνα εὐχαριστῇς αὐτῷ, ἵνα οἰκοδοµῇς τὸν πλησίον· ὡς ἐὰν καθαιρῇς τὴν οἰκοδοµὴν, βέλτιον σιγᾷν, καὶ µηδέποτε φθέγγεσθαι. Καὶ γὰρ χεῖρες τεχνίτου, ἀντὶ τοῦ τοὺς τοίχους ἐξυφαίνειν µαθοῦσαι καθαιρεῖν, ἐκκόπτεσθαι δίκαιαι ἂν εἶεν. Καὶ γὰρ ὁ Ψαλµῳδὸς τοῦτό φησιν· Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια. Τοῦτο πάντων αἴτιον τῶν κακῶν, τὸ στόµα· µᾶλλον δὲ οὐ τὸ στόµα, ἀλλ' οἱ κακῶς αὐτῷ χρώµενοι. Ἐντεῦθεν ὕβρεις, λοιδορίαι, βλασφηµίαι, ἐκκαύµατα τῶν ἡδονῶν, φόνοι, µοιχεῖαι, κλοπαὶ, πάντα ἀπὸ τούτου τίκτεται. Καὶ πῶς, φησὶ, φόνοι; Ἀπὸ ὕβρεως εἰς ὀργὴν, ἀπὸ ὀργῆς εἰς πληγὰς, ἀπὸ πληγῶν εἰς φόνον ἐξέβης. Πῶς µοιχεῖαι; Ἡ δεῖνά σε φιλεῖ, φησὶν, ἐφθέγξατό τι περὶ σοῦ χρηστὸν, ἐχάλασέ σου τὸν τόνον, εἶτα καὶ σοὶ οὕτως ἀνάπτεται τὰ τῆς ἐπιθυµίας.∆ ιὰ τοῦτο ὁ Παῦλος ἔλεγεν, Εἴ τις ἀγαθός. Ἐπεὶ οὖν πολὺ τὸ χύµα τῶν λόγων, εἰκότως ἀδιορίστως εἶπεν, ἐκεῖνα φθέγγεσθαι κελεύσας, καὶ τύπον δοὺς ὁµιλίας. Ποῖον δὴ τοῦτον; Εἴ τις οἰκοδοµεῖ, εἰπών. Ἢ τοῦτό φησιν, ἵνα χάριν σοι εἰδῇ ὁ ἀκούων. Οἷον, ἐπόρνευσεν ὁ ἀδελφός· µὴ ἐκπόµπευε τὴν ὕβριν. Μηδὲ ἐντρύφα· οὐδὲν ὠφέλησας τὸν ἀκούοντα, ἀλλὰ καὶ ἔβλαψας, εἰκότως, ἧλον αὐτῷ δούς. Ἂν µέντοι τὰ πρακτέα παραινῇ, πολλὴν αὐτῷ δίδως τὴν χάριν· ἂν παιδεύσῃς εὔφηµον ἔχειν στόµα, ἂν διδάξῃς µηδένα κακηγορεῖν, µάλιστα αὐτὸν ἐπαίδευσας, καὶ χάριν αὐτῷ δέδωκας· ἂν περὶ κατανύξεως, ἂν περὶ εὐλαβείας, ἂν περὶ ἐλεηµοσύνης διαλεχθῇς, πάντα ταῦτα µαλάττει αὐτοῦ τὴν ψυχήν. Ὑπὲρ τούτων πάντων χάριν ὁµολογήσει. Ἂν µέντοι γέλωτα κινήσῃς, ἂν αἰσχρὸν φθέγξῃ, µᾶλλον ἐξῆψας· ἂν ἐπαινέσῃς τὴν πονηρίαν, κατέβαλες καὶ ἀπώλεσας. Τοῦτο οὖν ἔστιν εἰπεῖν· ἢ ἵνα κεχαριτωµένους αὐτοὺς ἐργάσηται, οὕτως εἶπε. Καθάπερ γὰρ τὸ µύρον χάριν δίδωσι τοῖς µεταλαµβάνουσιν, οὕτω καὶ λόγος ἀγαθός· διὰ τοῦτο καί τις ἔλεγε, Μύρον ἐκκενωθὲν ὄνοµά σου· ἀποπνεῖν αὐτοὺς ἐποίει ἀπὸ τῆς εὐωδίας ἐκείνης. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ παραινεῖ, τοῦτο καὶ νῦν λέγει, ἑκάστῳ οἰκοδοµεῖν τὸν πλησίον ἐπιτρέπων κατὰ δύναµιν τὴν ἑαυτοῦ; Ὁ ἑτέροις οὖν τοιαῦτα παραινῶν, πολλῷ µᾶλλον σαυτῷ. Καὶ µὴ λυπεῖτε, φησὶ, τὸ Πνεῦµα τὸ ἅγιον. Φρικωδέστε ρον καὶ φοβερώτερον τοῦτο, ὅπερ καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας Ἐπιστολῇ φησι· καὶ γὰρ ἐκεῖ τοιοῦτόν τι λέγει· Ὁ γὰρ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν. Οὕτω καὶ ἐνταῦθα. Ἂν εἴπῃς ὑβριστικὸν ῥῆµα, ἂν πλήξῃς τὸν ἀδελφὸν, οὐκ ἐκεῖνον ἔπληξας, ἀλλὰ τὸ Πνεῦµα ἐλύπησας. Εἶτα καὶ ἡ προσθήκη τῆς εὐεργεσίας, ἵνα µείζων γένηται ἡ κατηγορία. Καὶ µὴ λυπεῖτε τὸ Πνεῦµα τὸ ἅγιον, φησὶν, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡµέραν ἀπολυτρώσεως. Τοῦτο ἡµᾶς ἔδειξεν ἀγέλην βασιλικὴν, τοῦτο ἡµᾶς πάντων τῶν πρώτων ἀπέστησε, τοῦτο οὐκ ἀφῆκε κεῖσθαι µετὰ τῶν ὑπευθύνων τῆς ὀργῆς τοῦ Θεοῦ, καὶσὺ αὐτὸ λυπεῖς; Ὅρα πῶς ἐκεῖ µὲν φοβερῶς, Ὁ γὰρ ἀθετῶν, φησὶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν· ἐνταῦθα δὲ ἐντρεπτικῶς, Μὴ λυπεῖτε τὸ Πνεῦµα τὸ ἅγιον, φησὶν, ἐν ᾧ ἐσφραγίσθητε. Ἡ σφραγὶς αὕτη ἐπὶ τοῦ στόµατος κείσθω· µὴ ἀνέλῃς τὰ σήµαντρα. Στόµα πνευµατικὸν οὐδὲν τοιοῦτον φθέγγεται. Μὴ εἴπῃς, Οὐδέν ἐστιν, ἂν αἰσχρὸν εἴπω, ἂν τὸν δεῖνα ὑβρίσω.∆ ιὰ τοῦτο µέγα ἐστὶ κακὸν, ἐπειδὴ οὐδὲν εἶναι δοκεῖ. Τὰ γὰρ µηδὲν εἶναι δοκοῦντα, εὐκόλως καὶ καταφρονεῖται, τὰ δὲ καταφρονούµενα καὶ αὔξεται, τὰ δὲ αὐξόµενα καὶ ἀνίατα γίνεται. Στόµα ἔχεις πνευµατικόν; Ἐννόησον τί ἐφθέγξω εὐθέως ῥῆµα τεχθεὶς, ποία ἀξία τοῦ στόµατός σου. Πατέρα καλεῖς τὸν Θεὸν, καὶ τὸν ἀδελφὸν εὐθέως ὑβρίζεις; Ἐννόησον πόθεν Πατέρα καλεῖς τὸν Θεόν. Ἀπὸ φύσεως; ἀλλ' οὐκ ἂν ἔχοις. Ἀπὸ ἀρετῆς; ἀλλ' οὐδὲ τοῦτο. Ἀλλὰ πόθεν; Ἀπὸφιλανθρωπίας µόνης, ἀπὸ εὐσπλαγχνίας, ἀπὸ ἐλέου πολλοῦ. Ὅταν οὖν Πατέρα καλῇς τὸν Θεὸν, µὴ τοῦτο µόνον ἐννόει, ὅτι ἀνάξια τῆς εὐγενείας ἐκείνης πράττεις ὑβρίζων, ἀλλ' ὅτι καὶ ἀπὸ φιλανθρωπίας ἔχειςτὴν εὐγένειαν. Μὴ τοίνυν αὐτὴν καταισχύνῃς, ἀπὸ µὲν φιλανθρωπίας λαβὼν, ὠµότητι δὲ κεχρηµένος πρὸς τοὺς ἀδελφούς. Πατέρα καλεῖς τὸν Θεὸν, καὶ ὑβρίζεις; Ἀλλ' οὐ ταῦτα τοῦ υἱοῦ τοῦ Θεοῦ. Τὸ ἔργον τοῦ υἱοῦ τοῦ Θεοῦ, τοῖς ἐχθροῖς ἀφιέναι, ὑπὲρ τῶν σταυρούντων εὔχεσθαι, ὑπὲρ τῶν µισούντων τὸ αἷµα ἐκχέειν. Ταῦτά ἐστιν ἄξια τοῦ υἱοῦ τοῦ Θεοῦ, τοὺς ἐχθροὺς, τοὺς ἀγνώµονας, τοὺς κλέπτας, τοὺς ἰταµοὺς, τοὺς ἐπιβουλεύοντας, τούτους ἀδελφοὺς ποιεῖσθαικαὶ κληρονόµους, οὐχὶ τοὺς ἀδελφοὺς γινοµένους, τούτους ὡς ἀνδράποδα ὑβρίζειν.
14.4
Ἐννόησον τίνα ἐφθέγξατο ῥήµατα τὸ στόµα τὸ σὸν, ποίας ἄξια τραπέζης· ἐννόησον τίνων ἅπτεται, τίνων γεύεται, ποίας ἀπολαύει τροφῆς. Οὐδὲν ἡγῇ ποιεῖν δεινὸν τὸν ἀδελφὸν κατηγορῶν; Πῶς οὖν καλεῖς ἀδελφόν; Εἰ δὲ οὐκ ἔστιν ἀδελφὸς, πῶς λέγεις, Πάτερ ἡµῶν; τὸ γὰρ, Ἡµῶν, πολλῶν ἐστι προσώπων σηµαντικόν. Ἐννόησον µετὰ τίνων ἕστηκας κατὰ τὸν καιρὸν τῶν µυστηρίων, µετὰ τῶν Χερουβὶµ, µετὰ τῶν Σεραφίµ. Τὰ Σεραφὶµ οὐχ ὑβρίζει, ἀλλὰ µίαν αὐτοῖς χρείαν µόνον τὸ στόµα πληροῖ, τὸ δοξολογεῖν, τὸ δοξάζειν τὸν Θεόν. Πῶς οὖν δυνήσῃ σὺ µετ' ἐκείνων λέγειν, Ἅγιος, ἅγιος, ἅγιος, εἰς ὕβριν τῷ στόµατι κεχρηµένος; Εἰπὲ δή µοι, εἰ σκεῦος εἴη βασιλικὸν, καὶ ἀεὶ ἐδεσµάτων ἔµπλεων βασιλικῶν, καὶ εἰς τοῦτο ἀποτεταγµένον, εἶτά τις αὐτῷ τῶν οἰκετῶν χρήσαιτο εἰςκόπρον ἆρα τολµήσει πάλιν µετ' ἐκείνων τῶν σκευῶν τῶν εἰς ἐκεῖνα ἀποτεταγµένων αὐτὸ ἀποτίθεσθαι τῆς κόπρου ἐµπεπλησµένον; Οὐδαµῶς. Τοιοῦτόν τί ἐστιν ἡ κακηγορία, τοιοῦτόν ἐστιν ἡ ὕβρις. Πάτερ ἡµῶν. Καὶ τί; τοῦτο µόνον; Ἄκουε καὶ τῶν ἑξῆς· Ὁ ἐν τοῖς οὐρανοῖς. Εὐθέως εἶπες, Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ ἀνέστησέ σε τὸ ῥῆµα, ἐπτέρωσέ σου τὴν διάνοιαν, ἔδειξεν ὅτι Πατέρα ἔχεις ἐν τοῖς οὐρανοῖς. Μηδὲν πρᾶττε, µηδὲν λέγε τῶν ἐπὶ γῆς. Εἰς ἐκείνην σε τὴν τάξιν ἔστησε τὴν ἄνω, ἐκείνῳ σε ἐνέκρινε τῷ χορῷ· τί σαυτὸν κάτω καθέλκεις; παρὰ τὸν θρόνον ἕστηκας τὸν Βασιλικὸν, καὶ ὑβρίζεις; Οὐ δέδοικας µὴ ὕβριν τὸ πρᾶγµα ἡγήσηται ὁ βασιλεύς; ἀλλ' ἂν µὲν οἰκέτης ἐφ' ἡµῶν τὸν ὁµόδουλον τύπτῃ, ἢ ὑβρίζῃ, κἂν δικαίως τοῦτο ποιῇ, εὐθέως ἐπιτιµῶµεν, ὕβριν τὸ πρᾶγµα ἡγούµενοι· σὺ δὲ µετὰ τῶν Χερουβὶµ ἑστὼς παρὰ τὸν θρόνον τοῦ Βασιλέως, ὑβρίζεις τὸν ἀδελφόν; Οὐχ ὁρᾷς τὰ ἅγια ταῦτα σκεύη; οὐχὶ πρὸς ἕν ἐστιν αὐτῶν διαπαντὸς ἡ χρεία; µή τις τολµᾷ πρὸς ἄλλο τι χρήσασθαι αὐτοῖς; Σὺ τῶν σκευῶν ἁγιώτερος εἶ τούτων, καὶ πολλῷ ἁγιώτερος· τί τοίνυν ῥυπαίνεις σαυτὸν καὶ µολύνεις; Ἐν τοῖς οὐρανοῖς ἕστηκας, καὶ ὑβρίζεις; µετὰ ἀγγέλων πολιτεύῃ, καὶ ὑβρίζεις; φιλήµατος ἠξίωσαι∆ εσποτικοῦ, καὶ ὑβρίζεις; τοσούτοις σου τὸ στόµα ἐκόσµησεν ὁ Θεὸς ὕµνοις ἀγγελικοῖς, τροφῇ οὐκέτι ἀγγελικῇ, ἀλλ' ὑπὲρ ἀγγελικὴν, φιλήµατι τῷ αὐτοῦ, περιπλοκαῖς ταῖς πρὸςαὐτὸν, καὶ ὑβρίζεις; Μὴ, παρακαλῶ. Μεγάλων τὸ πρᾶγµα αἴτιον κακῶν, πόῤῥω ψυχῆς Χριστιανῆς. Οὐ πείθο µέν σε λέγοντες, οὐδὲ ἐντρέποµεν; Οὐκοῦν ἄξιον φοβῆσαι λοιπόν· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ὁ εἰπὼν τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχος ἔσται τῇ γεέννῃ τοῦ πυρός. Εἰ δὲ τὸ κουφότερον πάντων γέενναν προξενεῖ, ὁ τὰ τολµηρὰ λέγων, τίνος οὐκ ἔσται ἄξιος; Παιδεύσωµεν ἡµῶν πρὸς εὐφηµίαν τὸ στόµα· µέγα ἀπὸ τούτου κέρδος, µεγάλη ἀπὸ τῆς ὕβρεως ἡ βλάβη· οὐκ ἔστιν ἐνταῦθα χρήµατα δαπανῆσαι. Ἐπιθῶµεν θύραν καὶ µοχλὸν, κατεσθίωµεν ἑαυτοὺς, ἐὰν ῥῆµά ποτε φορτικὸν ἐκπηδήσῃ τῶν ὀδόντων· παρακαλῶµεν τὸν Θεὸν, παρακαλῶµεν τὸν ὑβρισµένον, µὴ ἀναξιοπαθῶµεν· ἑαυτοὺς ἐπλήξαµεν, οὐκ ἐκεῖνον· ἐπιθῶµεν τὸ φάρµακον τὴν εὐχὴν καὶ τὴν πρὸς τὸν ὑβρισµένον καταλλαγήν. Ἂν ἐν τοῖς ῥήµασι τοσαύτην ποιώµεθα πρόνοιαν, πολλῷ µᾶλλον ἐν τοῖς πράγµασι νόµους τιθῶµεν ἑαυτοῖς. Κἂν φίλους ἔχωµεν, κἂν οὑστινασοῦν, καὶ εἴποιεν κακῶς τινα, ἢ ὑβρίσαιεν, ἀπαίτησον αὐτοὺς καὶ εἴσπραξαι δίκην. Μανθάνωµεν ὅλως, ὅτι κἂν ἁµάρτηµα τὸ τοιοῦτόν ἐστιν· ἂν γὰρ µάθωµεν, ταχέως ἀποστησόµεθα. Ὁ δὲ Θεὸς τῆς εἰρήνης φυλάξοι ὑµῶν καὶ τὸν νοῦν, καὶ τὴν γλῶσσαν, καὶ τειχίσοι ἀσφαλεῖ τειχίῳ τῷ αὐτοῦ φόβῳ, ἐν Χριστῷ Ἰησοῦ καὶ Κυρίῳ ἡµῶν, µεθ' οὗτῷ Πατρὶ ἡ δόξα ἅµα τῷ ἁγίῳ Πνεύµατι.