Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Ephesians
John ChrysostomHom. Eph. 4 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
4.0
Καὶ ὑµᾶς ὄντας νεκροὺς τοῖς παραπτώµασι καὶ ταῖς ἁµαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσµου τούτου, κατὰ τὸν ἄρχοντατῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύµατος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπει θείας, ἐν οἷς καὶ ἡµεῖς πάντες ἀνεστράφηµέν ποτε ἐν ταῖς ἐπιθυµίαις τῆςσαρκὸς ἡµῶν, ποιοῦντες τὰ θελήµατα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦµεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί.
4.1
Ἔστι µὲν νέκρωσις σωµατική· ἔστι δὲ καὶ ψυχική· ἀλλ' ἐκείνης µὲν οὔτε ἔγκληµα µετέχειν οὔτε κίνδυνος· φύσεως γὰρ, οὐ προαιρέσεως τὸ πρᾶγµά ἐστι. Γέγονε µὲν γὰρ ἀπὸ τῆς τοῦ πρωτοπλάστου παραβάσεως, λοιπὸν δὲ εἰς φύσιν τὸ πρᾶγµα ἐξέβη, ἄλλως δὲ καὶ ταχέως λυθήσεται. Αὕτη δὲ ἡ νέκρωσις ἡ ψυχικὴ, προαιρέσεως οὖσα, ἔγκληµα ἔχει καὶ λύσιν οὐδεµίαν. Ὅρα τοίνυν πῶς µέγα σφόδρα ὁ Παῦλος δείξας ἤδη, ὅτι τοῦ νεκροὺς ἀνιστᾷν τὸ ψυχὴν νενεκρωµένην ἰάσασθαι πολλῷ µεῖζόν ἐστι, καὶ νῦν, ὥσπερµέγα, οὕτως αὐτὸ τίθησι. Καὶ ὑµᾶς ὄντας, φησὶ, νεκροὺς τοῖς παραπτώµασι καὶ ταῖς ἁµαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσµου τούτου, κατὰ τὸν ἄρχοντατῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύµατος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς τὸ προσηνὲς τοῦ Παύλου, καὶ πῶς πανταχοῦ παραµυθεῖται τὸν ἀκροατὴν, οὐ βαρῶν αὐτόν; Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Εἰς ἔσχατον κακίας ἠλάσατε( τοῦτο γάρ ἐστι νεκρωθῆναι)· ὥστε µὴ σφόδρα βαρῦναι αὐτοὺς( αἰσχύνονται γὰρ οἱ ἄνθρωποι τῶν προτέρων κακῶν εἰς µέσον φεροµένων, κἂν ἀπολλύµενα ᾖ καὶ κίνδυνον οὐκἔχοντα), δίδωσιν αὐτοῖς συνεργὸν, ὥστε µὴ νοµισθῆναι τὸ πᾶν αὐτῶν εἶναι, καὶ συνεργὸν ἰσχυρόν. Τίνα δὴ τοῦτον; Τὸν διάβολον. Οὕτω δὴ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ· εἰπὼν γὰρ, Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, καὶ τὰ λοιπὰ ἅπαντα καταλέξας, καὶ ἐπαγαγὼν, Βασιλείαν Θεοῦ οὐ κληρονοµήσουσι, τότε φησί· Καὶ ταῦτά τινες ἦτε. Οὐκ εἶπεν ἁπλῶς, Ἦτε, ἀλλὰ, Τινὲς ἦτε· τουτέστιν, Οὕτω πως ἦτε. Ἐνταῦθα σφόδρα ἡµῖν ἐπιφύονται οἱ αἱρετικοί· περὶ γὰρ τοῦ Θεοῦ ταῦτα εἰρῆσθαι λέγουσι, καὶ τὴν ἀχαλίνωτον γλῶσσαν ἐπὶ πολὺ ἐξάγοντες, ταῦτα ἁρµόζουσι τῷ Θεῷ, ἃ τοῦ διαβόλου µόνου ἐστί. Πῶς οὖν αὐτοὺς ἐπιστοµίσοµεν; Ἀπ' αὐτῶν τῶν ῥηµάτων. Εἰ γὰρ δίκαιός ἐστιν, ὥσπερ καὶ ὑµεῖς φατε, ταῦτα δὲ ἔπραξεν, οὐκ ἔτι δικαίου τοῦτο, ἀλλὰ καὶ σφόδρα ἀδίκου καὶ µιαροῦ τὸ πρᾶγµα· µιαρὸς δὲ Θεὸς οὐκ ἂν εἴη ποτέ.∆ ιὰ τί δὲ αὐτὸν ἄρχοντα τοῦ αἰῶνος τούτου φησίν; Ἐπειδὴ πᾶσα σχεδὸν ἡ ἀνθρωπίνη φύσις ἐκείνῳ δέδωκεν ἑαυτὴν, καὶ πάντες αὐτῷ δουλεύουσιν ἑκόντες καὶ προαιρούµενοι. Καὶ τῷ µὲν Χριστῷ µυρία ἐπαγγελλοµένῳ ἀγαθὰ οὐδὲ προσέχει τις· ἐκείνῳ δὲ οὐδὲν ὑπισχνουµένῳ τοιοῦτον, ἀλλ' εἰς γέενναν παραπέµποντι, πάντες ὑπείκουσι. Καὶ ἡ ἀρχὴ ἐν τῷ αἰῶνι τούτῳ, καὶ πλείους οὗτος ἔχει τοῦ Θεοῦ, καὶ µᾶλλον αὐτῷ εἴκοντας ἢ τῷ Θεῷ, πλὴν ὀλίγων, διὰ τὴν ῥᾳθυµίαν τὴν ἡµετέραν. Κατὰ τὴν ἐξουσίαν, φησὶ, τοῦ ἀέρος τοῦ πνεύµατος. Τοῦτο πάλιν φησὶν, ὅτι τὸν ὑπουράνιον ἔχει τόπον, καὶ πνεύµατα ἀέρια αἱ ἀσώµατοι δυνάµεις εἰσὶν αὐτοῦ τοῦ ἐνεργοῦντος. Ὅτι καὶ αἰώνιος αὐτοῦ ἡ ἀρχὴ, τουτέστι, τῷ παρόντι αἰῶνι συγκαταλυοµένη, ἄκουσον ἐν τῷ τέλει τῆς Ἐπιστολῆς λέγοντος αὐτοῦ· Οὐκ ἔστιν ἡµῖν ἡ πάλη πρὸς αἷµα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσµοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Ἵνα γὰρ µὴ κοσµοκράτορας ἀκούσας, καὶ ἄκτιστον αὐτὸν εἶναι φῇς, Τοῦ σκότους τοῦ αἰῶνος, προστίθησι. Καὶ ἀλλαχοῦ αἰῶνα πονηρὸν καλεῖ τὸν καιρὸν τὸν διεστραµµένον, οὐ περὶ τῶν κτισµάτων λέγων. Ἐµοὶ γὰρ δοκεῖ γενόµενος ἄρχων ὑπὸ τὸν οὐρανὸν µὴ µεταπεπτωκέναι τῆς ἀρχῆς, καὶ µετὰ τὴν παράβασιν. Τοῦ νῦν ἐνεργοῦντος, φησὶν, ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς ὅτι οὐ βίᾳ οὐδὲ τυραννίδι, ἀλλὰ πειθοῖ προσάγεται; Ἀπείθειαν γὰρ εἶπεν, ὡς ἄν τις εἴποι, Ἀπάτῃ καὶ πειθοῖ τοὺς πάντας ἐφέλκεται. Καὶ οὐ τούτῳ δὲ µόνον αὐτοὺς παραµυθεῖται, τῷ δοῦναι κοινωνὸν, ἀλλὰ καὶ τῷ ἑαυτὸν τάξαι µετ' ἐκείνων. Ἐν οἷς, φησὶ, καὶ ἡµεῖς πάντες ἀνεστράφηµέν ποτε. Πάντες· οὐκ ἔνι γὰρ εἰπεῖν ὅτι ἐξῆρτό τις. Ἐν ταῖς ἐπιθυµίαις τῆς σαρκὸς ἡµῶν, ποιοῦντες τὰ θελήµατα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦµεν τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποὶ πάντες· τουτέστιν, οὐδὲν πνευµατικὸν φρονοῦντες. Ἀλλ' ἵνα µὴ ταῦτα λέγειν ὑποπτευθῇ ἐπὶ διαβολῇ τῆς σαρκὸς, µηδὲ µέγα νοµίσῃ τις εἶναι τὸ πληµµέληµα, ὅρα πῶς ἀσφαλίζεται· Τὰ θελήµατα τῆς σαρκὸς ἡµῶν, φησὶ, καὶ τῶν διανοιῶν ποιοῦντες, τουτέστι, τὰ τῆς ἡδονῆς πάθη. Παρωξύναµεν, φησὶ, τὸν Θεὸν, καὶ παρωργίσαµεν· τουτέστιν, Ὀργὴ ἦµεν, καὶ οὐδὲν ἕτερον. Ὥσπερ γὰρ ὁ ἀνθρώπου ὢν τέκνον, φύσει ἄνθρωπός ἐστιν, οὕτω καὶ ἡµεῖς ὀργῆς τέκνα ἦµεν, ὡς καὶ οἱ λοιποί· τουτέστιν, Οὐδεὶς ἦν ἐλεύθερος, ἀλλὰ πάντες ἐπράττοµεν ἄξια ὀργῆς. Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει. Οὐχ ἁπλῶς, Ἐλεήµων, ἀλλὰ Πλούσιος, καθάπερ καὶ ἐν ἑτέρῳ φησίν· Ἐν τῷ πλήθει τοῦ ἐλέους σου· καὶ πάλιν, Ἐλέησόν µε κατὰ τὸ µέγα ἔλεός σου.∆ ιὰ τὴν πολλὴν ἀγάπην αὑτοῦ, ἣν ἠγάπησεν ἡµᾶς.∆ είκνυσι πόθεν ἡµᾶς ἠγάπησε. Ταῦτα γὰρ οὐκ ἀγάπης ἄξια, ἀλλ' ὀργῆς καὶ τιµωρίας τῆς ἐσχάτης. Καὶ οὕτω οὖν ἀπὸ πολλοῦ ἐλέους. Καὶ ὄντας ἡµᾶς νεκροὺς τοῖς παραπτώµασι, συνεζωοποίησεν ἐν τῷ Χριστῷ. Πάλιν ὁ Χριστὸς µέσος, καὶ τὸ πρᾶγµα ἀξιόπιστον. Εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ, καὶ ἡµεῖς· ἐζωοποίησε κἀκεῖνον, καὶ ἡµᾶς.
4.2
Ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα πάντα εἴρηται; Εἶδες τὸ ὑπερβάλλον µέγεθος τῆς δυνάµεως αὐτοῦ εἰς ἡµᾶς τοὺς πιστεύοντας; τοὺς νεκροὺς, τοὺς υἱοὺς ὀργῆς, τούτους ἐζωοποίησεν. Εἶδες τὴν ἐλπίδα τῆς κλήσεως; Συνήγειρε καὶ συνεκάθισεν. Εἶδες τὴν δόξαν τῆς κληρονοµίας αὐτοῦ; Ναὶ, φησὶν, ἀλλὰ τὸ µὲν, Συνήγειρε, δῆλον· τὸ δὲ, Συνεκάθισεν ἡµᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, πῶς ἕστηκεν; Ὡς τὸ, Συνήγειρεν· οὐδέπω γὰρ οὐδείς ἐστιν ἐγηγερµένος, εἰ µὴ ὅτι τῆς κεφαλῆς ἀναστάσης, καὶ ἡµεῖς ἠγέρθηµεν, ὡς καὶ ἐκεῖ τοῦ Ἰακὼβ προσκυνήσαντος, καὶ ἡγυνὴ προσεκύνησε τὸν Ἰωσήφ. Οὐκοῦν οὕτω καὶ συνεκάθισε τῆς γὰρ κεφαλῆς καθεζοµένης καὶ τὸ σῶµα συγκάθηται.∆ ιὰ τοῦτο ἐπήγαγεν· Ἐν Χριστῷ Ἰη σοῦ. Ἢ εἰ µὴ τοῦτο, ἀλλὰ συνήγειρε διὰ τοῦ λουτροῦ, πῶς οὖν συνεκάθισεν; Εἰ γὰρ ὑποµένοµεν, φησὶ, καὶ συµβασιλεύσοµεν· εἰ ἀπεθάνοµεν, καὶ συζήσοµεν. Ὄντως Πνεύµατος χρεία καὶ ἀποκαλύψεως, ὥστε τὸ βάθος νοῆσαι τῶν µυστηρίων τούτων. Εἶτα, ἵνα µὴ ἀπιστήσῃς, ὅρα τί ἐπάγει· Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχοµένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὑτοῦ ἐν χρηστότητι ἐφ' ἡµᾶς ἐν Χριστῷ Ἰησοῦ. Ἐπειδὴ γὰρ εἶπε τὰ περὶ τοῦ Χριστοῦ, ταῦτα δὲ οὐδὲν ἦν πρὸς ἡµᾶς( Τί γὰρ, φησὶ, πρὸς ἡµᾶς, εἰ ἐκεῖνος ἀνέστη); ἔδειξε µὲν οὖν ὅτι καὶ πρὸς ἡµᾶς, εἴ γε οὗτος ἡµῖν ἥνωται· πλὴν ὅτι καὶ τὰ ἡµῶν κατ' ἰδίαν φησίν· Ὄντας γὰρ ἡµᾶς νεκροὺς τοῖς παραπτώµασι συνήγειρε καὶ συνεκάθισεν. Ὥστε, ὅπερ ἔφην, µὴ ἀπίστει, ἀπό τε τῶν προτέρων ἀπό τε τῆς κεφαλῆς ἀπό τε τοῦ βούλεσθαι ἐνδείκνυσθαι αὐτὸν τὴν ἀγαθότητα λαβὼν τὴν ἀπόδειξιν. Πῶς γὰρ ἐνδείξεται, ἂν τοῦτο µὴ γένηται; Καὶ ἐνδείξεται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχοµένοις. Τί; Ὅτι καὶ µεγάλα τὰ ἀγαθὰ ἦν, καὶ πάντων πιστότερα. Νῦν µὲν γὰρ λῆρος εἶναι δοκεῖ τοῖς ἀπίστοις τὰ λεγόµενα, τότε δὲ πάντες εἴσονται. Βούλει µαθεῖν καὶ πῶς συνεκάθισεν; Ἄκουε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τοῖς µαθηταῖς· Καθίσεσθε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ πάλιν, Τὸ δὲ καθίσαι ἐκ δεξιῶν µου καὶ ἐξ εὐωνύµων οὐκ ἔστιν ἐµὸν δοῦναι, ἀλλ' οἷς ἡτοίµασται παρὰ τοῦ Πατρός. Ὥστε ἡτοίµασται. Καὶ καλῶς εἶπεν· Ἐνχρηστότητι ἐφ' ἡµᾶς ἐν Χριστῷ Ἰησοῦ. Τὸ γὰρ καθίσαι ἐκ δεξιῶν τιµῆς ἐστι τῆς ὑπὲρ πᾶσαν τιµὴν, καὶ µεθ' ἣν ἑτέρα οὐκ ἔστι. Τοῦτο οὖν λέγει, ὅτι καὶ ἡµεῖς καθεδούµεθα. Ὄντως ὑπερβάλλων πλοῦτος, ὄντως ὑπερβάλλον τὸ µέγεθος τῆς δυνάµεως αὐτοῦ, µετὰ Χριστοῦ καθίσαι. Κἂν µυρίας ψυχὰς ἔχῃς, οὐκ ἀπολλύεις αὐτὰς ἕνεκεν αὐτοῦ; εἰ γὰρ εἰς πῦρ ἐµβῆναι ἔδει, τοῦτο οὐκ ἐχρῆν ἑτοίµως ὑποµεῖναι; Καὶ αὐτὸς δὲ πάλιν φησί· Θέλω, ἵνα ὅπου εἰµὶ ἐγὼ, καὶ οἱ διάκονοι ὦσιν οἱ ἐµοί. Εἰ γὰρ κατακόπτεσθαι ἔδει καθ' ἑκάστην ἡµέραν, ὑπὲρ τούτων οὐκ ἐχρῆν προθύµως καταδέχεσθαι; Ἐννόησον ποῦ ἐκάθισεν ἐκεῖνος. Ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας. Καὶ τίνι συγκάθησαι; Ἐκείνῳ. Τίς ὤν; Νεκρὸς, φύσει τέκνον ὀργῆς. Καὶ τί κατώρθωσας; Οὐδέν. Ὄντως νῦν εὔκαιρον ἀναβοῆσαι· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Τῇ γὰρ χάριτί ἐστε σεσωσµένοι, φησίν. Ἵνα γὰρ µὴ τὸ µέγεθος τῶν εὐεργεσιῶν ἐπάρῃ σε, ὅρα πῶς σε καταστέλλει· Τῇ χάριτί ἐστε σεσωσµένοι, φησί.∆ ιὰ πίστεως. Εἶτα ἵνα µὴ πάλιν τὸ αὐτεξούσιον λυµήνηται, ἔθηκε καὶ τὰ ἡµῶν· καὶ πάλιν αὐτὸ ἀνεῖλε, καί φησι· Καὶ τοῦτο οὐκ ἐξ ἡµῶν. Οὐδὲ ἡ πίστις, φησὶν, ἐξ ἡµῶν· εἰ γὰρ µὴ ἦλθεν, εἰ γὰρ µὴ ἐκάλεσε, πῶς ἠδυνάµεθα πιστεῦσαι; Πῶς γὰρ, φησὶ, πιστεύσουσιν, ἐὰν µὴ ἀκούσωσιν; Ὥστε οὐδὲ τὸ τῆς πίστεως ἡµέτερον. Θεοῦ, φησὶ, τὸ δῶρον· οὐκ ἐξ ἔργων. Μὴ γὰρ ἤρκει ἡ πίστις σῶσαι, φησίν; Ἀλλ' ἵνα µὴ κενοὺς µηδὲ ἀργοὺς σώσῃ, ταύτην ἐζήτησεν ὁ Θεὸς, φησίν· Εἶπεν, ὅτι ἡ πίστις σώζει, ἀλλὰ διὰ Θεοῦ· ἐπειδὴ γὰρ ὁ Θεὸς ἠθέλησεν, ἡ πίστις ἔσωσεν. Ἐπεὶ πῶς σώζει ἡ πίστις, εἰπέ µοι, ἄνευ ἔργων; Τοῦτο αὐτὸ Θεοῦ δῶρόν ἐστιν, Ἵνα µή τις καυχήσηται, ἵνα εὐγνώµονας περὶ τὴν χάριν ποιήσῃ. Τί οὖν, φησὶν, αὐτὸς ἐκώλυσεν ἐξ ἔργων δικαιωθῆναι; Οὐδαµῶς· ἀλλ', Οὐδεὶς, φησὶν, ἐξ ἔργων ἐδικαιώθη, ἵνα δειχθῇ τοῦ Θεοῦ ἡ χάρις καὶ ἡ φιλανθρωπία. Οὐχὶ ἔχοντας ἔργα ἀπώσατο, ἀλλὰ προδεδοµένους ἀπὸ τῶν ἔργων χάριτι ἔσωσεν, ὥστε µηδένα λοιπὸν ἔχειν καυχᾶσθαι.
4.3
Εἶτα ἵνα µὴ ἀκούσας, ὅτι οὐκ ἐξ ἔργων ἀλλὰ πίστει τὸ πᾶν κατωρθώθη, ἀργὸς µένῃ, ὅρα τί ἐπήγαγεν· Αὐτοῦ γάρ ἐσµεν ποίηµα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίµασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωµεν. Ὅρα αὐτὸν τί φησι· τὴν ἀναγέννησιν ἐνταῦθα αἰνίττεται. Ὄντως κτίσις ἑτέρα ἐστίν· ἐκ τοῦ µὴ ὄντος εἰς τὸ εἶναι παρήχθηµεν. Ὅπερ ἦµεν πρότερον, ἀπεθάνοµεν, τουτέστιν, ὁ παλαιὸς ἄνθρωπος· ὅπερ οὐκ ἦµεν πρότερον, ἐγενόµεθα. Ἄρα κτίσις τὸ πρᾶγµά ἐστι, καὶ τῆς ἑτέρας τιµιωτέρα· ἐξ ἐκείνης µὲν γὰρ τὸ ζῇν, ἐκ δὲ ταύτης τὸ καλῶς ζῇν ἡµῖν περιγέγονεν. Ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίµασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωµεν· οὐχ ἵνα ἀρξώµεθα, ἀλλ', Ἵνα περιπατήσωµεν· διαρκοῦς γὰρ ἡµῖν χρεία τῆς ἀρετῆς καὶ ἐκτεταµένης εἰς τὴν τελευτὴν τὴν ἡµετέραν. Οὐδὲ γὰρ, εἰ βαδίζειν ὁδὸν ἔδει εἰς πόλιν φέρουσαν βασιλικὴν, εἶτα τὸ πλέον αὐτῆς ἀνύσαντες, περὶ τὸ τέλος αὐτὸ µαλακισθέντες ἐκαθίσαµεν, ὤνησενἂν ἡµᾶς τὸ βαδίσαι· οὕτως οὐδὲ ἡ ἐλπὶς τῆς κλήσεως ὠνήσειεν ἄν τι τοὺς κεκτηµένους τὸ πρᾶγµα, ἂν µὴ ἀξίως περιπατήσωµεν τοῦ καλέσαντος. Κληθέντες οὖν ἐπ' ἔργοις ἀγαθοῖς, µένωµεν ἅπαντα ἐργαζόµενοι.∆ ιὰ τοῦτο γὰρ ἐκλήθηµεν, οὐχ ἵνα ἓν ἔργον ἐργασώµεθα, ἀλλ' ἵνα πάντα. Ὥσπερ γὰρ αἰσθήσεις ἡµῖν πέντε εἰσὶ, καὶ πάσαις εἰς δέον κεχρῆσθαι δεῖ, οὕτω καὶ πάσαις ταῖς ἀρεταῖς. Εἰ δέ τις σωφρονοίη µὲν, ἀνελεήµων δὲ εἴη, ἢ ἐλεήµων µὲν εἴη, πλεονέκτης δὲ, ἢ ἀπέχοιτο µὲν τῶν ἀλλοτρίων, τῶν δὲ αὑτοῦ µὴ µεταδιδοῖ, πάντα εἰκῆ γίνεται. Οὐ γὰρ ἀρκεῖ µία µόνον ἀρετὴ παραστῆσαι τῷ βήµατι τοῦ Χριστοῦ µετὰ παῤῥησίας ἡµᾶς, ἀλλὰ πολλῆς ἡµῖν δεῖ καὶ ποικίλης καὶ παντοδαπῆς, καὶπάσης αὐτῆς. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος τοῖς µαθηταῖς· Πορευθέντες µαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάµην ὑµῖν· καὶ πάλιν, Ἂν λύσῃ τις µίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, τουτέστιν, ἐν τῇ ἀναστάσει. Οὐ γὰρ δὴ εἰς βασιλείαν εἰσελεύσεται· οἶδε γὰρ καὶ αὐτὸν τὸν καιρὸν τῆς ἀναστάσεως βασιλείαν καλεῖν. Μίαν ἐὰν λύσῃ, φησὶν, ἐλάχιστος κληθήσεται. Ὥστε πασῶν ἡµῖν δεῖ. Καὶ ὅρα πῶς οὐκ ἔνι χωρὶς ἐλεηµοσύνης εἰσελθεῖν, ἀλλὰ κἂν αὕτη µόνη ἐλλίπῃ, εἰς τὸ πῦρ ἀπελευσόµεθα. Ἀπέλθετε γὰρ, φησὶν, οἱ κατηραµένοι εἰς τὸ πῦρ αἰώνιον τὸ ἡτοιµασµένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ἐπείνασα, καὶ οὐκ ἐδώκατέ µοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ µε. Εἶδες πῶς οὐδὲν ἕτερον ἐγκληθέντες, διὰ τοῦτο µόνον ἀπώλοντο; Καὶ αἱ παρθένοι διὰ τοῦτο µόνον ἐξεβλήθησαν τοῦ νυµφῶνος, καίτοι γε σωφροσύνην εἶχον· ἀλλ' ἐπειδὴ τῆς ἀπὸ ἐλεηµοσύνης ἦσαν ἔρηµοι βοηθείας, τῷ νυµφίῳ οὐ συνεισῆλθον. Εἰρήνην, φησὶ, µετὰ πάντων διώκετε, καὶ τὸν ἁγιασµὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐννόησον τοίνυν, ὅτι χωρὶς µὲν σωφροσύνης οὐκ ἔνι ἰδεῖν τὸν Κύριον· οὐ πάντως δὲ µετὰ σωφροσύνης δυνατὸν ἰδεῖν· πολλάκις γὰρ ἕτερον ἐνεπόδισε. Πάλιν ἂν πάντα κατορθώσωµεν, τὸν δὲ πλη σίον οὐδὲν ὠφελήσωµεν, οὐδὲ οὕτως εἰσελευσόµεθα εἰς τὴν βασιλείαν. Πόθεν δῆλον; Ἀπὸ τῶν τὰ τάλαντα πιστευθέντων οἰκετῶν. Ἐκεῖ γὰρ πᾶσα ἡ ἀρετὴ ἀκέραιος ἦν, καὶ οὐδὲν ἐλέλειπτο· ἀλλ' ἐπειδὴ περὶ τὴν ἐργασίαν ὀκνηρὸς γέγονεν, εἰκότως ἐξεβάλλετο. Ἔστι καὶ ἀπὸ λοιδορίας µόνης εἰς γέενναν ἐµπεσεῖν· Ὁ γὰρ λέγων, φησὶ, τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Κἂν ἅπαντά τις κατορθώσῃ, ὑβριστὴς δὲ ᾖ, οὐκ εἰσελεύσεται. Καὶ µή τις ὠµότητα καταγινωσκέτω τοῦ Θεοῦ, εἰ τοὺς τοῦτο ἐπταικότας ἐκβάλλει τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ ἐπ' ἀνθρώπων, κἂν ὁτιοῦν τῶν παρανόµων ἐργάσηταί τις, ἐξέπεσε τῆς τοῦ βασιλέως ὄψεως, κἂν νόµον ἕνα τῶν κειµένων παραβῇ· κἂν συκοφαντήσῃ κατηγορῶν, ἀπώλεσε τὴν ἀρχήν· κἂν µοιχεύσῃ καὶ ἁλῷ, ἀνάξιος γέγονε· κἂν µυρία ᾖ κατωρθωκὼς, ἀπόλλυται· κἂν φόνον ἐργάσηται, καὶ δειχθῇ, καὶ τοῦτο ἱκανὸν αὐτὸν διαφθεῖραι. Εἰ δὲ οἱ τῶν ἀνθρώπων νόµοι τοσαύτης ἀπολαύουσι τῆς φυλακῆς, πόσῳ µᾶλλον οἱ τοῦ Θεοῦ! Ἀλλ' ἀγαθός ἐστι, φησί, Μέχρι τίνος τὸν µωρὸν τοῦτονλόγον φθεγγόµεθα; Μωρὸν δὲ εἶπον, οὐχ ὅτι οὐκ ἀγαθός ἐστιν, ἀλλ' ὅτι τὴν ἀγαθότητα αὐτοῦ νοµίζοµεν εἰς ταῦτα χρησίµην ἡµῖν εἶναι, καίτοι µυρία πολλάκιςδιαλεχθέντων ἡµῶν περὶ τούτου. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Μὴ εἴπῃς, ὅτι Ὁ οἰκτιρµὸς αὐτοῦ ὁ πολὺς τὸ πλῆθος τῶν ἁµαρτιῶν µου ἐξιλάσεται. Οὐχὶ κωλύει λέγειν ἡµᾶς, Ὁ οἰκτιρµὸς αὐτοῦ πολύς· µὴ γένοιτο· οὐ τοῦτο παραινεῖ, ἀλλὰ βούλεται ἡµᾶς καὶ συνεχῶς τοῦτο λέγειν, καὶ διὰ τοῦτο πάντα κινεῖ Παῦλος· ἀλλὰ διὰ τὰ ἑξῆς· Μὴ ἐπὶ τούτῳ, φησὶ, θαύµαζε τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἐπὶ τῷ ἁµαρτάνειν, καὶ λέγειν· Οἰκτιρµὸς αὐτοῦ τὸ πλῆθος τῶν ἁµαρτιῶν µου ἐξιλάσεται.
4.4
∆ ιὰ γὰρ τοῦτο τοσαῦτα καὶ ἡµεῖς περὶ ἀγαθότητος διαλεγόµεθα, οὐχ ἵνα ταύτῃ θαῤῥοῦντες πάντα πράττωµεν, ἐπεὶ ἡ ἀγαθότης ἐπὶ λύµῃ τῆς ἡµετέραςἔσται σωτηρίας, ἀλλ' ἵνα µὴ ἀπογινώσκωµεν ἐν τοῖς ἁµαρτήµασιν, ἀλλὰ µετανοῶµεν. Τὸ γὰρ χρηστὸν τοῦ Θεοῦ εἰς µετάνοιάν σε ἄγει, οὐκ εἰς πλείονα κακίαν. Εἰ δὲ µοχθηρὸς γένῃ διὰ τὴν χρηστότητα, σὺ διαβάλλεις µᾶλλον αὐτὴν παρὰ τοῖς ἀνθρώποις· πολλοὺς γὰρ ὁρῶ κατηγοροῦντας τῆς µακροθυµίας τοῦ Θεοῦ. Ὥστε δίκην δώσεις, οὐκ εἰς δέον αὐτῇ χρησάµενος. Φιλάνθρωπος ὁ Θεός; ἀλλὰ καὶ δίκαιος κριτής. Ἁµαρτίας συγχωρῶν; ἀλλὰ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὑπερβαίνει ἀδικίας, ἐξαιρεῖ ἀνοµίας; ἀλλὰ καὶ ἐξέτασιν ποιεῖται. Πῶς οὖν οὐκ ἐναντία ταῦτα; Οὐκ ἐναντία, ἂν τοῖς χρόνοις αὐτὰ διέλωµεν. Ἐξαιρεῖ ἀνοµίας ἐνταῦθα καὶ διὰ λουτροῦ καὶ διὰ µετανοίας· ἐξέτασιν ποιεῖται τῶν πεπραγµένων ἐκεῖ διὰ πυρὸς καὶ βασάνων. Ἂν τοίνυν ἐργασάµενος ὦ, φησὶν, ὀλίγα κακὰ, καὶ δι' ἓν αὐτῶν ἐκβάλλωµαι καὶ τῆς βασιλείας ἐκπίπτω, τίνος ἕνεκεν οὐκ ἐργάζοµαι πάντα κακά; Ἀγνώµονος οἰκέτου ὁ λόγος· πλὴν ἀλλ' ὅµως καὶ τοῦτον ἐπιλυσόµεθα τὸν λόγον. Μὴ ἐργάζου τὰ κακὰ, ἵνα σαυτὸν ὠφελήσῃς· βασιλείας µὲν γὰρ πάντες ὁµοίως ἐκπεσούµεθα, ἐν δὲ γεέννῃ οὐ τὴν αὐτὴν δώσοµεν δίκην πάντες, ἀλλ' ὁ µὲν µείζονα, ὁ δὲ ἡµερωτέραν. Εἰ µὲν γὰρ σὺ κἀκεῖνος κατεφρονήσατε, καὶ ὁ τὰ πολλὰ καὶ ὁ τὰ ὀλίγα ὁµοίως ἐκπεσεῖσθε τῆς βασιλείας· εἰ δὲ οὐχ ὁµοίως κατεφρονήσατε, ἀλλ' ὁ µὲν µεῖζον, ὁ δὲ ἔλαττον, ἐν τῇ γεέννῃ τῆς διαφορᾶς αἰσθήσεσθε. Τί οὖν, φησὶν, ἀπειλεῖ τοῖς ἐλεηµοσύνην µὴ δεδωκόσιν, εἰς τὸ πῦρ ἀπελεύσεσθαι, καὶ οὐχ ἁπλῶς εἰς τὸ πῦρ, ἀλλ' εἰς τὸ ἡτοιµασµένον τῷ διαβόλῳ καὶτοῖς ἀγγέλοις αὐτοῦ; τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι οὐδὲν οὕτω τὸν Θεὸν παροξύνει, ὡς τὸ τοὺς φίλους ἀδικεῖν. Εἰ γὰρ τοὺς ἐχθροὺς φιλεῖν δεῖ, ὁ καὶ τοὺς φιλοῦντας ἀποστρεφόµενος, καὶ τῶν Ἑλλήνων κατὰ τοῦτο χείρων ὢν, τίνος οὐκ ἔσται κολάσεως ἄξιος; Ὥστε ἐνταῦθα τὸ µέγεθος τοῦ ἁµαρτήµατος µετὰ τοῦ διαβόλου τὸν τοιοῦτον εἰκότως ἐποίησεν ἀπελθεῖν. Οὐαὶ γὰρ τῷ ἐλεηµοσύνην, φησὶ, µὴ ἐργαζοµένῳ. Εἰ δὲ ἐπὶ τῆς Παλαιᾶς τοῦτο ἦν, πολλῷ µᾶλλον ἐπὶ τῆς Καινῆς· εἰ ἔνθα συγκεχώρητο χρηµάτων κτῆσις καὶ ἀπόλαυσις καὶ ἐπιµέλεια, τοσαύτη πρόνοια ἐγένετο τῆς εἰς τοὺς πένητας βοηθείας, πόσῳ µᾶλλον, ἔνθα κελευόµεθα πάντα ῥῖψαι! Τί γὰρ οὐκ ἐποίουν ἐκεῖνοι;∆ εκάτας, καὶ πάλιν δεκάτας ἑτέρας παρεῖχον· ὀρφανοῖς, χήραις, προσηλύτοις ἐπήρκουν. Ἀλλὰ ἐµοί τις θαυµάζων τινὰ ἔλεγε·∆ εκάτας δίδωσιν ὁ δεῖνα. Πόσης αἰσχύνης τοῦτο γέµει, εἰὃ ἐπὶ τῶν Ἰουδαίων οὐκ ἦν θαυµασµοῦ, τοῦτο ἐπὶ τῶν Χριστιανῶν θαυµαστὸν γέγονεν; Εἰ τότε κίνδυνος ἦν, τὸ δεκάτας ἀπολιπεῖν, ἐννόησον ὅσον ἐστὶ νῦν. Ἡ µέθη πάλιν οὐ κληρονοµεῖ τὴν βασιλείαν. Ἀλλὰ τίς ὁ τῶν πολλῶν λόγος; Οὐκοῦν εἰ κἀγὼ κἀκεῖνος ἐν τοῖς αὐτοῖς, οὐ µικρὰ παραµυθία. Τί οὖν ἂν εἴποιµεν; Μάλιστα µὲν, οὐ τῆς αὐτῆς σὺ κἀκεῖνος ἀπολαύσεις τιµωρίας· ἄλλως δὲ, οὐδὲ παραµυθία τοῦτό ἐστι. Τότε γὰρ ἡ κοινωνία τῶν παθῶν ἔχει παραµυθίαν, ὅταν σύµµετρα ᾖ τὰ δεινά· ὅταν δὲ ὑπερβαίνῃ, καὶ ἐν ἐκστάσει ἡµᾶς ποιῇ, οὐκέτι ἀφίησι λοιπὸν ἔχειν παραµυθίαν. Εἰπὲ γὰρ τῷ καταικιζοµένῳ καὶ εἰς τὴν πυρὰν ἐµβεβηκότι, ὅτι Καὶ ὁ δεῖνα τοῦτο πάσχει· ἀλλ' οὐδὲ αἰσθήσεται τῆς παραµυθίας. Οὐχὶ πάντες ὁµοῦ ἀπώλοντο οἱ Ἰσραηλῖται; ποίαν τοῦτο αὐτοῖς παραµυθίαν ἔφερεν; οὐχὶ µᾶλλον αὐτὸ τοῦτο αὐτοὺς ἐλύπει;∆ ιὸ καὶ ἔλεγον· Ἀπολώλαµεν, ἐξολώλαµεν, παρανηλώµεθα. Ποία τοίνυν αὕτη παραµυθία; Μάτην ἑαυτοὺς παραµυθούµεθα ταύταις ταῖς ἐλπίσι. Μία µόνη παραµυθία ἐστὶ, τὸ µὴ ἐµπεσεῖν εἰς τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον· ἐµπεσόντα δὲ οὐκ ἔνι παραµυθίας τυχεῖν, ἔνθα ὁ βρυγµὸς τῶν ὀδόντων, ἔνθα ὁ κλαυθµὸς, ἔνθα σκώληξ ἀτελεύτητος, ἔνθα πῦρ ἄσβεστον. Ἐννοήσεις γὰρ ὅλως τινὰ, εἰπέ µοι, παραµυθίαν, ἐν τοσαύτῃ θλίψει καὶ στενοχωρίᾳ ὤν; ἐν σαυτῷ γὰρ ἔσῃ λοιπόν. Μὴ, δέοµαι καὶ παρακαλῶ, µὴ ἑαυτοὺς εἰκῆ ἀπατῶµεν, καὶ τούτοις τοῖς λόγοις παραµυθώµεθα, ἀλλὰ ταῦτα πράττωµεν, ἅπερ ἡµᾶς σῶσαι δυνήσεται. Συγκαθίσαι τῷ Χριστῷ πρόκειται, καὶ σὺ περὶ τούτων ἀκριβολογῇ; Εἰ γὰρ µηδὲν ἕτερον ἦν ἁµάρτηµα, ὑπὲρ τῶν ῥηµάτων τούτων πόσην κόλασιν ἡµᾶς ἐχρῆν ὑποστῆναι, ὅτι οὕτω νωθεῖς, ὅτι οὕτω ταλαίπωροι καὶῥᾴθυµοί ἐσµεν, ὡς καὶ τοσαύτης προκειµένης τιµῆς ταῦτα λέγειν; Ὢ πόσα στενάξεις, ὅταν ἀκούσῃ τότε τοὺς κατωρθωκότας καλουµένους ἐπὶ βασιλείαν καὶ τιµωµένους! ὅταν ἴδῃς ἀπὸ δούλων καὶ ἀπὸ δυσγενῶνὀλίγα καµόντας ἐνταῦθα, τοῦ θρόνου µετέχοντας ἐκεῖ τοῦ βασιλικοῦ διαπαντός! Οὐχὶ τῆς κολάσεώς σοι ταῦτα χείρονα ἔσται; Εἰ γὰρ νῦν ὁρῶν εὐδοκιµοῦντάς τινας, καὶ οὐδὲν πάσχων κακὸν, πάσης τιµωρίας χεῖρον τοῦτο νοµίζεις, καὶ ὑπὸ τούτου µό νου διαφθείρῃ, καὶπενθεῖς σαυτὸν, καὶ δακρύεις, καὶ µυρίων εἶναι θανάτων κρίνεις ἄξιον, τί τότε ὑποστήσῃ; Εἰ γὰρ µὴ γέεννα ἦν, αὐτὴ ἡ ἔννοια τῆς βασιλείας οὐκ ἦν ἱκανὴ ἀπολέσαι καὶ διαφθεῖραι; Καὶ ὅτι τοῦτο οὕτως ἕξει, ἱκανὸν ἀπὸ τῆς πείρας τῶν πραγµάτων µαθεῖν· Μὴ τοίνυν εἰκῆ ψυχαγωγῶµεν ἑαυτοὺς τοῖς τοιούτοις ῥήµασιν, ἀλλὰ προσέχωµεν, καὶ φροντίζωµεν τῆς ἑαυτῶν σωτηρίας, καὶ ἀρετῆς ἐπιµελώµεθα, καὶ πρὸς τὴν τῶν καλῶν ἐργασίαν ἑαυτοὺς διεγείρωµεν, ἵνα καταξιωθῶµεν τυχεῖν τῆς τοσαύτης δόξης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν.

Intertext edge

Open linked passage

Note