Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Thessalonians
John ChrysostomHom. 1 Thess. 1 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
1.0
Παῦλος καὶ Σιλουανὸς καὶ Τιµόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑµῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶνκαὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστοῦµεν τῷ Θεῷ πάντοτε περὶ ὑµῶν, µνείαν ὑµῶν ποιούµενοι ἐπὶ τῶν προ σευχῶν ἡµῶν, ἀδιαλείπτως µνηµονεύοντες ὑµῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑποµονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ἔµπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡµῶν.
1.1
Τί δήποτε Ἐφεσίοις µὲν ἐπιστέλλων, καὶ τὸν Τιµόθεον ἔχων µεθ' ἑαυτοῦ, οὐχὶ συνέταξεν ἑαυτῷ, καίτοι γνωριζόµενον παρ' αὐτοῖς καὶ θαυµαζόµενον( Τὴνγὰρ δοκιµὴν αὑτοῦ γινώσκετε, φησὶν, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐµοὶ ἐδούλευσε· καὶ πάλιν, Οὐδένα ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑµῶν µεριµνήσει)· ἐνταῦθα δὲ συντάττει αὐτὸν ἑαυτῷ; Ἐµοὶ δοκεῖ ὅτι ἔµελλεν αὐτὸν πέµπειν εὐθέως, καὶ περιττὸν ἦν ἐπιστέλλειν τὸν τὰ γράµµατα ὅσον οὔπω καταληψόµενον· φησὶ γὰρ, Τοῦτον µὲν ἐλπίζω πέµψαι ἐξαυτῆς. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἐπανελθὼν ἦν, ὥστε εἰκότως ἐπέστελλεν· Ἄρτι γὰρ ἐλθόντος Τιµοθέου, φησὶ, πρὸς ἡµᾶς ἀφ' ὑµῶν.∆ ιὰ τί δὲ αὐτοῦ προτίθησι τὸν Σιλουανὸν, καίτοι µυρία αὐτῷ µαρτυρῶν ἀγαθὰ, καὶ πάντων αὐτὸν προτιθείς; Ἴσως µὲν ἀξιοῦντος τοῦτο αὐτοῦ κατὰ πολλὴν ταπεινοφροσύνην, καὶ παρακαλοῦντος. Ἐπειδὴ γὰρ τὸν διδάσκαλον ἑώρα οὕτω ταπεινοφρονοῦντα, ὡς τὸν µαθητὴν ἑαυτῷ συντάττειν, πολλῷ µᾶλλον τοῦτο αὐτὸς ἐζήτησεν ἄν. Παῦλος γὰρ, φησὶ, καὶ Σιλουανὸς καὶ Τιµόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων. Οὐδὲν ἐνταῦθα περὶ ἑαυτοῦ τίθησιν, οὐχ Ὁ ἀπόστολος, οὐχ Ὁ δοῦλος. Ἐµοὶ δοκεῖ, διὰ τὸνεοκατηχήτους εἶναι τοὺς ἄνδρας, καὶ µηδέπω αὐτοῦ πεῖραν εἰληφέναι, οὐ τίθησι τὸ ἀξίωµα· ἄλλως δὲ καὶ ἀρχὴ τοῦ κηρύγµατος ἔτι ἦν τοῦ πρὸς αὐτούς. Τῇ Ἐκκλησίᾳ, φησὶ, Θεσσαλονικέων. Καλῶς. Ἐπεὶ γὰρ εἰκὸς ἦν ὀλίγους εἶναι καὶ οὐδέπω συνεστάναι, διὰ τοῦτο αὐτοὺς παραµυθεῖται διὰ τοῦ ὀνόµατος τῆς Ἐκκλησίας· ἔνθα γὰρ πολὺς παρεληλύθει χρόνος, καὶ τὸ τῆς Ἐκκλησίας σύστηµα πολὺ ἦν, οὐ τίθησι τοῦτο. Ἐπειδὴ δὲ ὄνοµα πλήθους ἐστὶν, ὡς τὰ πολλὰ, τὸ τῆς Ἐκκλησίας ὄνοµα, καὶ συστήµατος ἤδη συγκεκροτηµένου, διὰ τοῦτο αὐτοὺς οὕτω καλεῖ. Ἐν Θεῷ, φησὶ, Πατρὶ, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ. Τῇ Ἐκκλησίᾳ, φησὶ, Θεσσαλονικέων τῇ ἐν Θεῷ. Ἰδοὺ πάλιν τὸ, Θεός, ἐπὶ τοῦ Πατρὸς, καὶ ἐπὶ τοῦ Υἱοῦ. Τὸ δὲ, Ἐν Θεῷ, φησὶν, ἐπειδὴ πολλαὶ Ἐκκλησίαι καὶ Ἰουδαϊκαὶ καὶ Ἑλληνικαὶἦσαν. Μέγα τὸ ἀξίωµα, καὶ οὗ ἴσον οὐδὲν, εἰ ἐν Θεῷ ἐστι. Γένοιτο τοίνυν καὶ ταύτην τὴν Ἐκκλησίαν οὕτω καλεῖσθαι· δέδοικα δὲ µὴ µακρὰν ᾖ τῆς προσηγορίας ταύτης. Εἴ τις γὰρ ἁµαρτίας δοῦλος, οὐ δύναται λέγεσθαι ἐν Θεῷ. Χάρις ὑµῖν καὶ εἰρήνη. Εἶδες εὐθὺς ἀπὸ ἐγκωµίων τὸ προοίµιον τῆς ἐπιστολῆς; Εὐχαριστοῦµεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑµῶν, µνείαν ὑµῶν ποιούµενοι ἐπὶ τῶν προσευχῶν ἡµῶν. Τὸ γὰρ εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ αὐτῶν, µαρτυροῦντός ἐστιν αὐτοῖς πολλὴν προκοπὴν, ὅταν µὴ µόνον ἐπαινῶνται αὐτοὶ, ἀλλὰ καὶ Θεὸς εὐχαριστῆται, ὡς αὐτὸς ἐργασάµενος τὸ πᾶν.∆ ιδάσκει δὲ αὐτοὺς καὶ µετριάζειν, µονονουχὶ λέγων, ὅτι τῆς τοῦ Θεοῦ δυνάµεώς ἐστι τὸ πᾶν. Τὸ µὲν οὖν εὐχαριστεῖν τῶν κατορθωµάτων ἕνεκεν τίθησι· τὸ δὲ µεµνῆσθαι αὐτῶν ἐπὶ τῶν προσευχῶν, τῆς ἀγάπης τῆς πρὸς αὐτούς. Εἶτα δεικνὺς ὅτι οὐ µόνον ἐπὶ τῶν προσευχῶν µέµνηται, ἀλλὰ καὶ χωρὶς τῶν εὐχῶν, ὅπερ πολλάκις ποιεῖ· Ἀδιαλείπτως, φησὶ, µνηµονεύοντες ὑµῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑποµονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡµῶν ἸησοῦΧριστοῦ, ἔµπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡµῶν. Τί ἐστιν; Ἀδιαλείπτως µνηµονεύοντες; Ἤτοι µνηµονεύοντες ἔµπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς, ἢ τοῦ κόπου τῆς ἀγάπης µνηµονεύοντες τοῦ ὄντος ἔµπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡµῶν. Οὐχ ἁπλῶς δὲ εἶπεν· Ἀδιαλείπτως µνηµονεύοντες, ἀλλ' Ὑµῶν. Εἶτα πάλιν, ἵνα µὴ νοµίσῃς ἁπλῶς µηδὲ τὸ Ὑµῶν εἰρῆσθαι, ἐπήγαγεν· Ἔµπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡµῶν. Ἐπειδὴ γὰρ οὐδεὶς ἐπῄνει τῶν ἀνθρώπων τὰ γινόµενα, οὐδεὶς µισθὸν ἀπεδίδου, καὶ τοῦτο προστίθησι, µονονουχὶ λέγων, Θαῤῥεῖτε, ἔµπροσθεν τοῦΘεοῦ κάµνετε. Τί ἐστι, Τοῦ ἔργου τῆς πίστεως; Ὅτι οὐδὲν ὑµῶν παρέκλινε τὴν ἔνστασιν· τοῦτο γὰρ ἔργον πίστεως. Εἰ πιστεύεις, πάντα πάσχε· εἰ δὲ µὴ πάσχεις, οὐ πιστεύεις. Μὴ γὰρ οὐ τοιαῦτά ἐστι τὰ ἐπηγγελµένα, ὡς καὶ µυρίους θανάτους πείσεσθαι τὸν πιστεύοντα ἀνελέσθαι; Οὐρανῶν βασιλεία πρόκειται καὶ ἀθανασία καὶ ζωὴ αἰώνιος. Ὁ τοίνυν πιστεύων, πάντα πείσεται. Ἄρα ἡ πίστις διὰ τῶν ἔργων δείκνυται. Εἰκότως οὖν οὕτως εἶπε, δηλῶν, ὅτι Οὐχ ἁπλῶς, ἀλλὰ διὰ τῶν ἔργων αὐτὴν ἐπεδείξασθε, διὰ τῆς ἐνστάσεως, διὰ τῆς προθυµίας. Καὶ τοῦ κόπου τῆς ἀγάπης. Ποῖος γὰρ κόπος τὸ φιλεῖν ἁπλῶς; Οὐδείς· τὸ δὲ γνησίως φιλεῖν κόπος πολύς. Ὅταν γὰρ, εἰπέ µοι, µυρία κινῆται τῆς ἀγάπης ἡµᾶς ἀφελκύσαι βουλόµενα, ἡµεῖς δὲ πρὸς πάντα ἀντιτείνωµεν, οὐχὶ κόπος ἐστί; Τί γὰρ οὐκ ἔπαθον οὗτοι, ὥστε µὴ ἀποστῆναι τῆς ἀγάπης; οὐχὶ ἐπὶ τὸν ὑποδοχέα Παύλου ἦλθον οἱ πολεµοῦντες τῷ κηρύγµατι, καὶ µὴ εὑρόντες αὐτὸν, ἔσυρον τὸν Ἰάσονα ἐπὶ τοὺς πολιτάρχας; Μικρὸς οὗτος κόπος, εἰπέ µοι, µηδέπω τῶν σπερµάτων παγέντων, τοσοῦτον χειµῶνα φέρειν, τοσούτους πειρασµούς; Καὶ ἱκανὰ αὐτὸν ἀπῄτησαν. Καὶ ἱκανὰ, φησὶ, δοὺς, ἐξέπεµψε τὸν Παῦλον. Μικρὸν τοῦτο, εἰπέ µοι; οὐχὶ καὶ ἑαυτὸν ἀντ' ἐκείνου τῷ κινδύνῳ ὑπέθηκε; Τοῦτο κόπον φησὶν ἀγάπης, ὅτι οὕτω προσεδέθησαν.
1.2
Καὶ ὅρα· πρῶτον ἐκείνων λέγει τὰ κατορθώµατα, καὶ τότε τὰ ἑαυτοῦ, ἵνα µὴ δόξῃ µεγαληγορεῖν, µηδὲ προλήψει φιλεῖν αὐτούς. Καὶ τῆς ὑποµονῆς, φησίν. Οὐ γὰρ πρὸς ἕνα χρόνον ὁ διωγµὸς ἐκεῖνος γέγονεν, ἀλλὰ διαπαντός· οὐδὲ τῷ διδασκάλῳ µόνον Παύλῳ ἐπολέµουν, ἀλλὰ καὶ τοῖς µαθητευοµένοις. Εἰ γὰρ πρὸς ἐκείνους οὕτω διέκειντο τοὺς θαύµατα ἐργαζοµένους, τοὺς αἰδεσίµους, τί οἴει πρὸς τοὺς συνοικοῦντας αὐτοῖς, καὶ συµπολίτας, καὶἀθρόον ἀποστάντας; Ὅπερ οὖν αὐτοῖς καὶ µαρτυρεῖ, λέγων, ὅτι Μιµηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Καὶ τῆς ἐλπίδος, φησὶ, τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, ἔµπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡµῶν. Καλῶς οὕτως εἶπε· ταῦτα γὰρ πάντα ἀπὸ πίστεως γίνεται καὶ ἐλπίδος. Ὥστε οὐ τὴν ἀνδρείαν αὐτῶν µόνον ἐδήλου τὰ γενόµενα, ἀλλ' ὅτι καὶ µετὰ πληροφορίας ἐπίστευον τοῖς ἀποκειµένοις ἐπάθλοις.∆ ιὰ γὰρ τοῦτο συνεχώρει ὁ Θεὸς εὐθέως γενέσθαι διωγµοὺς, ἵνα µή τις εἴπῃ, ὅτι ἁπλῶς καὶ κολακείᾳ τὸ κήρυγµα συνίστατο, καὶ ἵνα τὸ θερµὸν αὐτῶνδειχθῇ, καὶ ὅτι οὐ πεισµονὴ ἀνθρωπίνη, ἀλλὰ Θεοῦ δύναµις ἦν ἡ τὰς τῶν πιστευόντων ψυχὰς πείθουσα, ὥστε καὶ πρὸς θανάτους µυρίους παρασκευάζεσθαι· ὅπερ οὐκ ἂν ἦν, εἰ µὴ εὐθέως κατὰ βάθους τὸ κήρυγµα ἐπεπήγει καὶ εἰστήκει ἀκλινές. Εἰδότες, ἀδελφοὶ ἠγαπηµένοι, ὑπὸ Θεοῦ τὴν ἐκλογὴν ὑµῶν, ὅτι τὸ Εὐαγγέλιον ἡµῶν οὐκ ἐγενήθη πρὸς ὑµᾶς ἐν λόγῳ µό νον, ἀλλὰ καὶ ἐν δυνάµει, καὶ ἐν Πνεύµατι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ· καθὼς οἴδατε οἷοι ἐγενήθηµεν ἐν ἡµῖν ὑµᾶς. Τί ἐστιν ὃ λέγει· Οἴδατε οἷοι ἐγενήθηµεν ἐν ὑµῖν; Ἐνταῦθα καὶ τῶν αὐτοῦ κατορθωµάτων ἅπτεται, ἀλλ' ἐπεσκιασµένως· βούλεται γὰρ πρότερον τοῖς ἐκείνων ἐγκωµίοις ἐπεξελθεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἤδειµεν ὅτι τῶν γενναίων ἦτε καὶ µεγάλων ἀνδρῶν, ὅτι τῶν ἐκλεκτῶν· διὰ τοῦτο καὶ ἡµεῖς πάντα ὑποµένοµεν δι' ὑµᾶς. Τὸ γὰρ, Οἷοι ἐγενήθηµεν ἐν ὑµῖν, τοῦτό ἐστι δηλοῦντος, ὅτι µετὰ πολλῆς προθυµίας καὶ πολλῆς σφοδρότητος ἕτοιµοί ἐσµεν τὰς ψυχὰς ἡµῶν ἐκδοῦναιδι' ὑµᾶς· καὶ τούτου δὲ οὐχ ἡµῖν χάρις, ἀλλ' ὑµῖν, ὅτι ἐκλεκτοὶ ἦτε.∆ ιὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Καὶ ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτούς. Ὑπὲρ γὰρ τῶν τοῦ Θεοῦ ἀγαπητῶν τί οὐκ ἄν τις πάθοι; Καὶ εἰπὼν τὸ αὐτοῦ, µονονουχί φησιν· Εἰ γὰρ καὶ ἀγαπητοὶ καὶ ἐκλεκτοὶ, πάντα εἰκότως ὑποµένοµεν. Οὐ γὰρ δὴ τὸ ἐπαινεῖν αὐτοὺς ἐῤῥώννυε µόνον, ἀλλὰ καὶ τὸ ὑποµιµνήσκειν, ὅτι καὶ αὐτοὶ τῆς ἐκείνων προθυµίας ἀντίῤῥοπον ἀνδρείαν ἐπεδείξαντο. Φησὶ γοῦν· Καὶ ὑµεῖς µιµηταὶ ἡµῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάµενοι τὸν λόγον ἐν θλίψει πολλῇ, µετὰ χαρᾶς Πνεύµατος ἁγίου. Βαβαί! πόσον τὸ ἐγκώµιον! οἱ µαθηταὶ ἐξαίφνης ἐγένοντο διδάσκαλοι· οὐκ ἤκουσαν µόνον τῶν λόγων, ἀλλὰ καὶ πρὸς τὴν αὐτὴν κορυφὴν τῷ Παύλῳ ἔφθασαν. Ἀλλ' οὐδὲν τοῦτο πρὸς τὸ ἑξῆς· ὅρα γὰρ ποῦ αὐτοὺς ἀνάγει λέγων· Μιµηταὶ ἐγένεσθε τοῦ Κυρίου. Πῶς;∆ εξάµενοι τὸν λόγον ἐν θλίψει πολλῇ, µετὰ χαρᾶς Πνεύµατος ἁγίου. Οὐχ ἁπλῶς µετὰ θλίψεως, ἀλλὰ µετὰ πολλῆς. Καὶ ἔνεστι τοῦτο ἀπὸ τῶν Πράξεων τῶν ἀποστολικῶν µαθεῖν, πῶς ἐπήγειραν τὸν διωγµὸν ἐπ' αὐτούς· Καὶ πάντας, φησὶ, τοὺς πολιτάρχας ἐτάραξαν, καὶ τὴν πόλιν ἀνεπτέρωσαν κατ' αὐτῶν. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι Ἐθλίβητε µὲν καὶ ἐπιστεύσατε, ἀλγοῦντες δὲ, ἀλλὰ καὶ χαίροντες σφόδρα. Ὅπερ καὶ οἱ ἀπόστολοι ἐποίουν· Χαίροντες, φησὶν, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόµατος τοῦ Χριστοῦ ἀτιµασθῆναι. Τὸ γὰρ θαυµαστὸν, τοῦτό ἐστιν· εἰ καὶ οὐδὲ ἐκεῖνο µικρὸν, τὸ φέρειν ὁπωσδήποτε θλίψεις· τοῦτο δὲ ἤδη τῶν τὴν ἀνθρωπίνην φύσιν ὑπερβαινόντων ἦν, καὶ ὥσπερ ἀπαθὲς σῶµα ἐχόντων. Πῶς δὲ µιµηταὶ τοῦ Κυρίου ἐγένοντο; Ὅτι καὶ αὐτὸς πολλὰ παθήµατα ὑπέµεινε, καὶ οὐκ ἤλγει, ἀλλ' ἔχαιρεν· ἑκὼν γὰρ ἐπὶ τοῦτο ἤρχετο.∆ ι' ἡµᾶς ἑαυτὸν ἐκένωσεν, ἔµελλεν ἐµπτύεσθαι καὶ ῥαπίζεσθαι, σταυροῦσθαι· καὶ οὕτως ἔχαιρε ταῦτα πάσχων, ὡς τῷ Πατρὶ λέγειν·∆ όξασόν µε. Μετὰ χαρᾶς, φησὶ, Πνεύµατος ἁγίου. Ἵνα µή τις εἴπῃ· Πῶς θλίψεως λέγεις; πῶς χαρᾶς; πῶς ἀµφότερα ἔνι συνελθεῖν; ἐπήγαγε· Μετὰ χαρᾶς Πνεύµατος ἁγίου. Ἡ θλῖψις ἐν τοῖς σωµατικοῖς, καὶ ἡ χαρὰ ἐν τοῖς πνευµατικοῖς. Πῶς; Τὰ µὲν γινόµενα, λυπηρά· τὰ δὲ ἐξ αὐτῶν τικτόµενα, οὐκέτι· οὐ γὰρ ἀφίησι τὸ Πνεῦµα. Ὥστε ἔνεστι καὶ πάσχοντα µὴ χαίρειν, ὅταν ὑπὲρ ἁµαρτηµάτων τις πάσχῃ· καὶ µαστιζόµενον ἥδεσθαι, ὅταν διὰ τὸν Χριστόν τις πάσχῃ.
1.3
Τοιαύτη γὰρ ἡ τοῦ Πνεύµατος χαρά· ἀντὶ τῶν δοκούντων εἶναι ἀνιαρῶν, ἐκφύει τὴν ἡδονήν. Ἔθλιψαν ὑµᾶς, φησὶ, καὶ ἐδίωξαν, ἀλλ' οὐκ ἀφῆκεν ὑµᾶς τὸ Πνεῦµα οὐδὲ ἐν ἐκείνοις· ἀλλ' ὥσπερ ἐν πυρὶ ἐδροσίζοντο οἱ παῖδες οἱ τρεῖς, οὕτω καὶ ὑµεῖς ἐν ταῖς θλίψεσιν. Ὥσπερ δὲ ἐκεῖ οὐ τῆς τοῦ πυρὸς φύσεως τὸ δροσίζειν, ἀλλὰ τοῦ Πνεύµατος τοῦ διασυρίζοντος· οὕτω καὶ ἐνταῦθα, οὐ τῆς φύσεως τῆς θλίψεως τὸ τὴν χαρὰν τίκτειν, ἀλλὰ τοῦ διὰ τὸν Χριστὸν πάσχειν, καὶ τοῦ Πνεύµατος τοῦ δροσίζοντος, καὶ διὰτῆς καµίνου τῶν πειρασµῶν ἐν ἀνέσει ποιοῦντος. Μετὰ χαρᾶς, φησὶν, οὐχ ἁπλῶς, ἀλλὰ πολλῆς· τοῦτο γάρ ἐστι Πνεύµατος ἁγίου. Ὥστε γενέσθαι ὑµᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ. Καὶ µὴν ἐν ὑστέρῳ ἦλθε πρὸς αὐτούς· ἀλλ' οὕτως ἐλάµψατε, φησὶν, ὡς τῶν προλαβόντων γενέσθαι διδάσκαλοι. Καὶ τοῦτο ἀποστολικόν. Οὐ γὰρ εἶπεν· Ὥστε τύπους γενέσθαι πρὸς τὸ πιστεῦσαι, ἀλλὰ τοῖς ἤδη πιστεύουσι τύπος ἐγένεσθε· τουτέστι· Πῶς δεῖ πιστεύειν εἰς Θεὸν ὑµεῖς ἐδιδάξατε, οἱ ἀπὸ προοιµίων εἰς τοὺς ἀγῶνας ἐµβάντες. Καὶ ἐν τῇ Ἀχαίᾳ, φησί· τουτέστι, τῇ Ἑλλάδι. Ὁρᾷς ὅσονἐστὶ προθυµία; Ὅτι χρόνου οὐ δεῖται, οὐδὲ µελλήσεως, οὐδὲ ἀναβολῆς· ἀλλ' ἀρκεῖ παραστῆσαι µόνον ἑαυτὸν, καὶ πάντα ἤνυσται. Οὕτω γοῦν καὶ οὗτοι ὕστερον προσελθόντες τῷ κηρύγµατι, τῶν πρώτων ἐγένοντο διδάσκαλοι. Μηδεὶς οὖν ἀπογινωσκέτω· κἂν πολὺν ἀναλώσας χρόνον µηδὲν ἐργασάµενος ᾖ, ἔνεστιν αὐτῷ καὶ διὰ µικροῦ τοσοῦτον ἐργάσασθαι, ὅσον οὐδὲ ἐν τῷ ἔµπροσθεν χρόνῳ. Εἰ γὰρ ὁ µηδέπω πιστεύσας, τοσοῦτον ἔλαµψεν ἐν ἀρχῇ, πολλῷ µᾶλλον οἱ ἤδη πιστεύσαντες. Μηδεὶς πάλιν τοῦτο ἐννοῶν ῥᾳθυµείτω, µαθὼν ὅτι ἐξὸν ἐν βραχεῖ χρόνῳ τὸ πᾶν ἀνακτήσασθαι· τὸ γὰρ µέλλον ἄδηλον, καὶ κλέπτης ἐστὶν ἡ ἡµέρα τοῦ Κυρίου, ἀθρόον ἡµῖν καθεύδουσιν ἐπιτιθεµένη· ἀλλ' ἐὰν µὴ καθεύδωµεν, οὐχ ὡς κλέπτης ἡµῖν ἐπιθήσεται, οὐδὲ ἀπαρασκευάστους ἀπάξει. Ἐὰν γὰρ γρηγορῶµεν καὶ νήφωµεν, οὐκέτι ἡµῖν ὡς κλέπτης ἐπιθήσεται, ἀλλ' ὡς ἄγγελος βασιλικὸς καλῶν ἡµᾶς ἐπὶ τὰ ἡτοιµασµένα ἡµῖν ἀγαθά· ἂν δὲ καθεύδωµεν, ὡς κλέπτης ἐφίσταται. Μηδεὶς τοίνυν καθευδέτω, µηδεὶς ἀργὸς ἔστω πρὸς ἀρετήν· τοῦτο γάρ ἐστιν ὕπνος. Οὐκ ἴστε, ὅταν καθεύδωµεν, πῶς οὐκ ἔστιν ἐν ἀσφαλεῖ τὰ ἡµέτερα, πῶς εὐεπιβούλευτα; ὅταν δὲ γρηγορῶµεν, οὐ δεῖ τοσαύτης ἡµῖν φυλακῆς. Ὅταν καθεύδωµεν, καὶ µετὰ πολλῆς φυλακῆς ἀπολλύµεθα πολλάκις· καὶ θύραι καὶ µοχλοὶ καὶ φύλακες καὶ προφύλακες, καὶ ὅµως ἐπεισῆλθεν ὁ κλέπτης. Τί δὴ ταῦτα λέγω; Ὅτι ἂν γρηγορῶµεν, οὐ δεησόµεθα τῆς ἑτέρων βοηθείας· ἂν δὲ καθεύδωµεν, οὐδὲν ἡµᾶς ἡ ἑτέρων ὀνήσει βοήθεια, ἀλλὰ καὶ µετ' ἐκείνης ἀπολλύµεθα. Καλὸν εὐχῆς ἀπολαύειν τῆς τῶν ἁγίων, ἀλλ', ὅταν καὶ αὐτοὶ ἐνεργοὶ ὦµεν. Καὶ τί µοι δεῖ, φησὶν, εὐχῆς τῆς παρ' ἑτέρων, ὅταν ἐνεργὸς ὦ, καὶ µὴ καταστήσω ἐµαυτὸν ἐν χρείᾳ; Οὐδὲ ἐγὼ βούλοµαι· ἀλλ' ἀεὶ ἐν χρείᾳ ἐσµὲν, ἐὰν εὖ φρονῶµεν. Παῦλος οὐκ εἶπε· Τί µοι δεῖ εὐχῆς; καίτοι γε τῶν εὐχοµένων οὐκ ὄντων ἀξίων αὐτοῦ, µᾶλλον δὲ οὐδὲ ἴσων· καὶ σὺ λέγεις· Τί µοι δεῖ εὐχῆς; Πέτρος οὐκ εἶπε· Τί µοι δεῖ εὐχῆς; Εὐχὴ γὰρ ἦν, φησὶν, ἐκτενὴς γινοµένη ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ· καὶ σὺ λέγεις· Τί µοι δεῖ εὐχῆς;∆ ιὰ τοῦτό σοι δεῖ, ἐπειδὴ νοµίζεις µηδὲν δεῖσθαι. Κἂν ὡς Παῦλος γένῃ, χρείαν ἔχεις εὐχῆς. Μὴ ὕψου σαυτὸν, ἵνα µὴ ταπεινωθῇς, Ἀλλ' ὅπερ ἔφην, ἂν µὲν ἐνεργοὶ ὦµεν καὶ αὐτοὶ, ἀνύουσι καὶ αἱ ὑπὲρ ὑµῶν εὐχαί. Ἄκουε Παύλου λέγοντος· Οἶδα γὰρ, φησὶν, ὅτι τοῦτό µοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑµῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύµατος Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡµᾶς χάρισµα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡµῶν. Καὶ σὺ λέγεις· Τί µοι δεῖ εὐχῆς; Ἂν δὲ ἀργῶµεν, οὐδεὶς ἡµᾶς εὐχόµενος ὀνῆσαι δυνήσεται. Τί ὠφέλησεν Ἱερεµίας τοὺς Ἰουδαίους; οὐχὶ τρίτον προσῆλθε τῷ Θεῷ, καὶ τρίτον ἤκουσε· Μὴ προσεύχου µηδὲ ἀξίου ὑπὲρ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσοµαί σου; Τί ὠφέλησε τὸν Σαοὺλ ὁ Σαµουήλ; οὐχὶ µέχρις ἐσχάτης ἡµέρας ἐπένθει περὶ αὐτοῦ, οὐχ ἁπλῶς ηὔχετο µόνον; Τί ὠφέλησε τοὺς Ἰσραηλίτας; Οὐχὶ ἔλεγεν· Ἐµοὶ δὲ µὴ γένοιτο ἁµαρτεῖν διαλιπόντα εὐχόµενον ὑπὲρ ὑµῶν; οὐχὶ πάντες ἀπώλοντο; Οὐδὲν οὖν ὠφελοῦσι, φησὶν, αἱ εὐχαί; Ὠφελοῦσι καὶ µεγάλα, ἀλλ' ὅταν καὶ ἡµεῖς πράττωµέν τι· συµπράττουσι µὲν γὰρ αἱ εὐχαὶ καὶ βοηθοῦσι· συµπράττει δέ τις καὶ βοηθεῖ τῷ καὶ αὐτῷ ἐργαζοµένῳ· ἂν δὲ ἀργὸς µένῃς, οὐδὲν µέγα ὠφεληθήσῃ.
1.4
Ἐπεὶ εἰ ἴσχυον αἱ εὐχαὶ ἀργοῦντας ἡµᾶς εἰσαγαγεῖν εἰς τὴν βασιλείαν, διὰ τί µὴ πάντες Ἕλληνες γίνονται Χριστιανοί; οὐχὶ ὑπὲρ παντὸς τοῦ κόσµου εὐχόµεθα; οὐχὶ καὶ Παῦλος τοῦτο ἐποίει; οὐχὶ πάντας ἀξιοῦµεν ἐπιστραφῆναι; Εἰπὲ γὰρ, διὰ τί οἱ πονηροὶ µὴ γίνονται χρηστοί; ἆρα οὐχὶ δῆλον, ὅτι διὰ τὸ µὴ δύνασθαι παρ' ἑαυτῶν τι εἰσενεγκεῖν; Μεγάλα τοίνυν ὠφελοῦσιν αἱ εὐχαὶ, ὅταν καὶ ἡµεῖς τὰ παρ' ἑαυτῶν εἰσφέρωµεν. Βούλει µαθεῖν ὅσα ὠφέλησαν εὐχαί; ἐννόει µοι τὸν Κορνήλιον, τὴν Ταβιθάν· ἄκουε δὲ καὶ τοῦ Ἰακὼβ λέγοντος πρὸς τὸν Λάβαν· Εἰ µὴ ὁ φόβος τοῦ πατρός µου ἦν µοι, νῦν ἄν µε κενὸν ἐξαπέστειλας· ἄκουε δὲ καὶ τοῦ Θεοῦ πάλιν λέγοντος· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐµὲ, καὶ διὰ∆ αυῒδ τὸν παῖδά µου. Ἀλλὰ πότε; Ἐπὶ Ἐζεκίου δικαίου ὄντος. Ἐπεὶ εἴ γε ἴσχυον εὐχαὶ καὶ ἐπὶ τῶν σφόδρα πονηρῶν, διὰ τί µὴ καὶ, ὅτε ὁ Ναβουχοδονόσορ ἦλθεν, εἶπε τοῦτο ὁ Θεὸς, ἀλλ' ἐξέδωκε τὴν πόλιν; Ἐπειδὴ µεῖζον ἴσχυσεν ἡ πονηρία. Πάλιν αὐτὸς οὗτος ὁ Σαµουὴλ ηὔξατο ὑπὲρ τῶν Ἰσραηλιτῶν, καὶ ἤνυσεν· ἀλλὰ πότε; Ὅτε καὶ αὐτοὶ εὐηρέστουν, τότε ἐτροπώσατο τοὺς ἐχθρούς. Καὶ τίς χρεία, φησὶ, τῆς παρ' ἑτέρου εὐχῆς, ὅταν ἐγὼ εὐαρεστῶ; Μηδέποτε τοῦτο εἴπῃς, ἄνθρωπε. Χρεία, καὶ πολλῆς χρεία εὐχῆς· ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος περὶ τῶν φίλων τοῦ Ἰώβ· Καὶ προσεύξεται, φησὶ, περὶ ὑµῶν, καὶ ἀφεθήσεται ὑµῖν ἡ ἁµαρτία· ἐπειδὴ ἥµαρτον µὲν, οὐχ ἁµαρτίαν δὲ µεγάλην. Ἀλλ' αὐτὸς οὗτος ὁ δίκαιος ὁ σώσας τοὺς φίλους αὑτοῦ τότε ἀπὸ εὐχῆς, ἐν τῷ καιρῷ τῷ Ἰουδαϊκῷ οὐκ ἠδυνήθη σῶσαι τοὺς Ἰουδαίους ἀπολλυµένους. Καὶ ἵνα µάθῃς, ἄκουε τοῦ Θεοῦ λέγοντος διὰ τοῦ προφήτου· Ἂν στῇ Νῶε, καὶ Ἰὼβ, καὶ∆ ανιὴλ, οὐκ ἐξελοῦνται τοὺς υἱοὺς αὑτῶν καὶ τὰς θυγα τέρας· ἐπειδὴ ὑπερίσχυσεν ἡ κακία· καὶ πάλιν, Ἐὰν στῇ Μωϋσῆς, καὶ Σαµουήλ. Καὶ ὅρα πῶς πρὸς τοὺς δύο προφήτας τοῦτο λέγεται, ἐπειδὴ ἀµφότεροι ἠξίωσαν ὑπὲρ αὐτῶν, καὶ οὐκ ἐπέτυχον. Καὶ γὰρ ὁ Ἰεζεκιὴλ ἐπειδὴ ἔλεγεν· Οἴµοι, Κύριε! ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ· ὁ Θεὸς, δηλῶν ὅτι δικαίως τοῦτο ποιεῖ, καὶ οὐκ αὐτοῦ καταφρονῶν οὐ δέχεται τὴν ὑπὲρ αὐτῶν ἱκεσίαν, δείκνυσιν αὐτῷ τὰ ἁµαρτήµατα αὐτῶν, µονονουχὶ λέγων· Ἱκανὰ µὲν οὖν καὶ ταῦτά σε πεῖσαι ὅτι οὐ καταφρονῶν σου, ἀλλὰ διὰ τὰς ἁµαρτίας αὐτῶν τὰς πολλὰς οὐ δέχοµαι τὴν ἱκετηρίαν· ἀλλ' ὅµως ἐπάγει καὶ τοῦτο, Ἐὰν στῇ Νῶε, καὶ Ἰὼβ, καὶ∆ ανιήλ. Καὶ εἰκότως ἐκείνῳ µᾶλλον ταῦτα λέγει, ἐπειδὴ ὁ πολλὰ παθὼν αὐτός ἐστιν. Εἶπές µοι, φησὶν, ἐπὶ βολβίτων φαγεῖν, καὶ ἔφαγον· εἶπές µοι, καὶ ἐξυράµην· εἶπές µοι, καὶ ἐπὶ τοῦ ἑνὸς πλευροῦ ἐκοιµήθην· εἶπές µοι δι' ὀπῆς ἐξελθεῖν βασταζόµενον, καὶ ἐξῆλθον· ἔλαβές µου τὴν γυναῖκα, καὶ εἶπές µοι µὴ πενθῆσαι, καὶ οὐκ ἐπένθησα, ἀλλ' ἤνεγκα γενναίως· µυρία ἕτερα εἰργασάµην δι' αὐτούς· καὶ ἐγώ σε ἀξιῶ ὑπὲρ αὐτῶν, καὶ οὐ πείθῃ;∆ εικνὺς τοίνυν ὁ Θεὸς, ὅτι οὐ καταφρονῶν αὐτοῦ τοῦτο ποιεῖ, λέγει· Κἂν Νῶε, κἂν Ἰὼβ, κἂν∆ ανιὴλ ᾖ, καὶ ὑπὲρ υἱῶν ἀξιώσωσι καὶ θυγατέρων, οὐ πείθοµαι. Καὶ τῷ Ἱερεµίᾳ πάλιν ἐλάττονα µὲν πάσχοντι ἀπὸ τῶν τοῦ Θεοῦ προσταγµάτων, πλείονα δὲ ἀπὸ τῆς αὐτῶν πονηρίας, τί φησιν; Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσι; Ναὶ, φησὶ, ποιοῦσιν· ἀλλὰ δι' ἐµὲ ποίησον.∆ ιὰ τοῦτό φησι πρὸς αὐτόν· Ἐὰν στῇ Μωϋσῆς καὶ Σαµουήλ· Μωϋσῆς ὁ πρῶτος νοµοθέτης, ὁ πολλάκις αὐτοὺς ἐξελόµενος κινδύνων, ὁ εἰπὼν, Εἰ µὲν ἀφῇς αὐτοῖς τὴν ἁµαρτίαν, ἄφες· εἰ δὲ µὴ, κἀµὲ ἐξάλειψον. Εἰ τοίνυν οὗτος ἦν νῦν, καὶ ταῦτα ἔλεγεν, οὐκ ἂν ἐπέτυχε· καὶ εἰ Σαµουὴλ πάλιν, ὁ καὶ αὐτὸς ἐξελόµενος αὐτοὺς, ὁ ἐκ πρώτης ἡλικίας θαυµασθείς. Πρὸς µὲν γὰρ ἐκεῖνον εἶπον, ὅτι ὡσανεὶ φίλος πρὸς φίλον, οὕτω διειλέχθην, καὶ οὐ δι' αἰνιγµάτων· πρὸς δὲ τοῦτον εἶπον, ὅτι ἐν πρώτῃ ἡλικίᾳ ὤφθην αὐτῷ, καὶ διὰ τοῦτον δυσωπηθεὶς ἀποκλεισθεῖσαν τὴν προφητείαν ἀνέῳξα. Καὶ γὰρ ἦν, φησὶ, ῥῆµα τίµιον, καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα. Ἐὰν οὗτοι τοίνυν στῶσιν, οὐδὲν ὀνήσουσι. Καὶ περὶ τοῦ Νῶε δὲ λέγει,∆ ίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ ἦν Νῶε· καὶ περὶ τοῦ Ἰὼβ, Ἄµεµπτος, δίκαιος, ἀληθινὸς, Θεοσεβής. Τούτους οὖν στάντας, καὶ∆ ανιὴλ, ὃν καὶ Θεὸν ἐνόµισαν οἱ Χαλδαῖοι, οὐκ ἐξελεῖν ἰσχῦσαί φησιν υἱοὺς αὐτῶν καὶ θυγατέρας. Ταῦτα τοίνυν εἰδότες, µήτε καταφρονῶµεν τῶν εὐχῶν τῶν ἁγίων, µήτε τὸ πᾶν αὐταῖς ἐπιῤῥίπτωµεν, τοῦτο µὲν, ἵνα µὴ ῥᾳθυµῶµεν καὶ εἰκῇ ζῶµεν, ἐκεῖνοδὲ, ἵνα µὴ πολλοῦ κέρδους ἐκπέσωµεν· ἀλλὰ καὶ παρακαλῶµεν εὔχεσθαι ὑπὲρ ἡµῶν καὶ χεῖρας ὀρέγειν, καὶ αὐτοὶ ἐχώµεθα τῆς ἀρετῆς· ἵνα δυνηθῶµεν ἐπιτυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note