Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Thessalonians
John ChrysostomHom. 1 Thess. 3 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
3.0
Μνηµονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡµῶν καὶ τὸν µόχθον· νυκτὸς γὰρ καὶ ἡµέρας ἐργαζό µενοι πρὸς τὸ µὴ ἐπιβαρῆσαί τινα ὑµῶν, ἐκη ρύξαµεν εἰς ὑµᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ὑµεῖς µάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ ἀµέµπτως καὶ δικαίως ὑµῖν τοῖς πιστεύουσιν ἐγενήθηµεν, καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑµῶν, ὡς πατὴρτέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑµᾶς καὶ παραµυθούµενοι, καὶ µαρτυρόµενοι εἰς τὸ περιπατῆσαι ὑµᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλέσαντος ὑµᾶς εἰς τὴν ἑαυτοῦβασιλείαν καὶ δόξαν.
3.1
Τὸν διδάσκαλον οὐδὲν ἐπαχθὲς χρὴ λογίζεσθαι τῶν εἰς σωτηρίαν τῶν µαθητῶν συντεινόντων. Εἰ γὰρ ὁ µακάριος Ἰακὼβ νυκτὸς καὶ ἡµέρας κατεκόπτετο εἰς τὴν τῶν ποιµνίων φυλακὴν, πολλῷ µᾶλλον τὸν τὰς ψυχὰς ἐµπεπιστευµένον, κἂνἐπίµοχθον ἔργον ᾖ, κἂν εὐτελὲς, πάντα δεῖ ποιεῖν, πρὸς ἓν ὁρῶντα µόνον, τὴν σωτηρίαν τῶν µαθητευοµένων, καὶ τὴν ἐκεῖθεν δόξαν γινοµένην τῷ Θεῷ. Ὅρα γοῦν πῶς καὶ ὁ Παῦλος κῆρυξ καὶ ἀπόστολος ὢν τῆς οἰκουµένης, καὶ τοιαύτην τιµὴν ἐπανῃρηµένος, εἰργάζετο ταῖς χερσὶ πρὸς τὸ µὴ ἐπιβαρῆσαιτοὺς µαθητευοµένους. Μνηµονεύετε γὰρ, φησὶν, ἀδελφοὶ, τὸν κόπον ἡµῶν καὶ τὸν µόχθον. Εἶπε προλαβὼν, ὅτι∆ υνάµενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους φησίν· Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόµενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν; Οὕτω καὶ ὁ Χριστὸς διέταξε τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου ζῇν. Ἀλλ' ἐγὼ, φησὶν, οὐκ ἠθέλησα, ἀλλ' ἐκοπίων. Καὶ οὐχ ἁπλῶς εἰργάζετο, ἀλλὰ µετὰ πολλῆς τῆς σπουδῆς. Καὶ ὅρα τί φησι· Μνηµονεύετε γάρ· οὐκ εἶπε, τὰς εὐεργε. 30] σίας τὰς παρ' ἐµοῦ, ἀλλὰ, Τὸν κόπον ἡµῶν καὶ τὸν µόχθον. Νυκτὸς καὶ ἡµέρας ἐργαζόµενοι πρὸς τὸ µὴ ἐπιβαρῆσαί τινα ὑµῶν οὕτως ἐκηρύξαµεν εἰς ὑµᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Κορινθίοις δὲ ἕτερόν φησιν· Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιόν τι εἰς ὑµῶν διακονίαν. Καίτοι καὶ ἐκεῖ εἰργάζετο· ἀλλ' οὐκ ἀνέµνησε τούτου, ἀλλ' ἕτερον ἔθηκε πληκτικώτερον· ὡς ἂν εἰ ἔλεγεν, ὅτι Παρ' ἑτέρων ἐτράφην ὑµῖν ὑπηρετῶν. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ τί; Νυκτὸς καὶ ἡµέρας ἐργαζόµενοι. Καὶ ἐκεῖ µέν φησι· Καὶ παρὼν πρὸς ὑµᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενὸς, καὶ, Ἔλαβον ὀψώνιον πρὸς τὴν ὑµῶν διακονίαν· ἐνταῦθα δὲ δείκνυσιν ἐν πενίᾳ ὄντας τοὺς ἄνδρας· ἐκεῖ δὲ οὐχ οὕτω.∆ ιὰ τοῦτο συνεχῶς αὐτοὺς παραφέρει µάρτυρας· Ὑµεῖς γὰρ, φησὶ, µάρτυρες, καὶ ὁ Θεός· ἀξιόπιστον ποιῶν τὸν λόγον, κἀκεῖνο τιθεὶς, ὃ αὐτοὺς µάλιστα ἐπληροφόρει· ἐκεῖνο µὲν γὰρ ἄδηλον τοῖς ἀγνοοῦσι, τοῦτο δὲ πᾶσι λοιπὸν ἀναµφίβολον. Καὶ µὴ θαυµάσῃς· οὐδὲ γὰρ ἔβλεπεν, ὅτι Παῦλος ἦν ὁ ταῦτα λέγων, ἀλλ' ἐκ πολλοῦ τοῦ περιόντος βούλεται αὐτοὺς πληροφορεῖν.∆ ιὰ τοῦτό φησιν· Ὑµεῖς µάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ δικαίως καὶ ἀµέµπτως ὑµῖν τοῖς πιστεύουσιν ἐγενήθηµεν. Ἔδει αὐτοὺς πάλιν ἐπαινεῖν· διὰ τοῦτο ταῦτα προτίθησιν, ἃ ἦν ἱκανὰ αὐτοὺς πεῖσαι. Συλλογίζεται γὰρ, ὅτι ὁ ἐν χρείᾳ ἐκεῖ καταστὰς καὶ µὴ λαβὼν, πολλῷ µᾶλλον νῦν. Ὡς ὁσίως καὶ δικαίως καὶ ἀµέµπτως ἡµῖν τοῖς πιστεύουσιν ἐγενήθηµεν, καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑµῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑµᾶς, καὶ παραµυθούµενοι. Ἀνωτέρω τὸ τῆς ἀναστροφῆς εἰπῶν, ἐνταῦθα τὸ τῆς ἀγάπης φησίν· ὃ καὶ µᾶλλον ἦν ἢ τῆς προστασίας. Καὶ τοῦ ἀτύφου τὸ εἰρηµένον. Ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑµᾶς καὶ παραµυθούµενοι καὶ µαρτυρόµενοι εἰς τὸ περιπατῆσαι ὑµᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑµᾶς εἰςτὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. Ὅτε εἶπε, Καὶ διαµαρτυρόµενοι, τότε πατέρων µέµνηται, δεικνὺς ὅτι Εἰ καὶ διεµαρτυρόµεθα, ἀλλὰ τοῦτο οὐ σφοδρῶς, ἀλλ' ὡς πατέρες. Ἕνα ἕκαστον ὑµῶν. Βαβαὶ! ἐν τοσούτῳ πλήθει µηδένα παραλιπεῖν, µὴ µικρὸν, µὴ µέγαν, µὴ πλούσιον, µὴ πένητα. Παρακαλοῦντες, πρὸς τί εἶπε; Πρὸς τὸ φέρειν πάντα. Καὶ παραµυθούµενοι καὶ διαµαρτυρόµενοι. Παρακαλοῦντες· οὐκ ἄρα δόξαν ἐζήτουν· Καὶ διαµαρτυρόµενοι· οὐκ ἄρα ἐκολάκευον. Εἰς τὸ περιπατῆσαι ὑµᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑµᾶς εἰς τὴν αὑτοῦ βασιλείαν καὶ δόξαν. Ὅρα πάλιν πῶς διηγούµενος, καὶ διδάσκει καὶ παραµυθεῖται· εἰ γὰρ εἰς βασιλείαν ἐκάλεσε, πάντα δεῖ φέρειν. Παρακαλοῦµεν, οὐχ ἵνα ἡµῖν χαρίσησθέ τι, ἀλλ' ἵν' ἐπιτύχητε τῆς βασιλείας τῶν οὐρανῶν.∆ ιὰ τοῦτο καὶ ἡµεῖς εὐχαριστοῦµεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ' ἡµῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ, καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑµῖν τοῖς πιστεύουσιν. Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι ἡµεῖς µὲν πάντα ἀµέµπτως πράττοµεν, ὑµεῖς δὲ ἀνάξια τῆς ἡµετέρας ἀναστροφῆς ἐποιήσατε· οὐ γὰρ ὡς ἀνθρώπων ἀκούοντες, διέκεισθε ἡµῶν ἀκούοντες, ἀλλ' ὡς αὐτοῦ τοῦ Θεοῦ παραινοῦντος, οὕτω προσείχετε. Πόθεν δῆλον; Ὥσπερ γὰρ τὸ µὴ ἐν κολακείᾳ µηδὲ ἐν κενοδοξίᾳ κηρῦξαι ἀπὸ τῶν οἰκείων πειρασµῶν δείκνυσι, καὶ τῆς ἐκείνων µαρτυρίας, καὶ ὧν ἔπραττεν· οὕτω καὶ τὸ ἐκείνους ὀρθῶς δέξασθαι τὸν λόγον, ἀπὸ τῶν πειρασµῶν. Πόθεν γὰρ, φησὶν, εἰ µὴ ὡς τοῦ Θεοῦ λέγοντος ἠκούετε, τοιούτους ἐφέρετε κινδύνους; Καὶ ὅρα τὸ ἀξίωµα· Ὑµεῖς γὰρ, φησὶ, µιµηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑµεῖς ὑπὸτῶν ἰδίων συµφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡµᾶς ἐκδιωξάντων, καὶ Θεῷµὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων· κωλυόντων ἡµᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁµαρτίας πάντοτε. Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.
3.2
Ὑµεῖς, φησὶ, µιµηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Πολλὴ ἡ παραµυθία. Οὐδὲν, φησὶν, θαυµαστὸν εἰς ὑµᾶς ταῦτα πράττειν αὐτοὺς, ὅπου γε καὶ εἰς τοὺς συµφυλέτας αὐτῶν. Καὶ τοῦτο δὲ τοῦ τὸ κήρυγµα εἶναι ἀληθὲς οὐ µικρὸν τεκµήριον, ὅπου γε καὶ Ἰουδαῖοι πάντα ἠνέσχοντο ὑποµεῖναι. Ὅτι καὶ ὑµεῖς τὰ αὐτὰ, φησὶν, ἐπάθετε ὑπὸ τῶν ἰδίων συµφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Ἔχει τι πλέον τῷ εἰπεῖν, κἀκεῖνοι ἐν τῇ Ἰουδαίᾳ· δείκνυσι γὰρ ὅτι ἥδοντο πανταχοῦ, ὡς ἀθλήσαντες. Λέγει οὖν, ὅτι Καὶ ὑµεῖς τὰ αὐτὰ ἐπάθετε. Καὶ τί θαυµαστὸν πάλιν, εἰ καὶ εἰς ὑµᾶς, ὅπου γε καὶ εἰς τὸν∆ εσπότην τὰ αὐτὰ ἐτόλµων; Ὁρᾷς, πῶς αὐτὸ εἰσήγαγε µεγάλην ἔχον τὴν παραµυθίαν; Καὶ συνεχῶς τοῦτο στρέφει, καὶ ἐν πάσαις σχεδὸν εὕροι τις ἂν αὐτὸ ταῖς ἐπιστολαῖς ἀκριβῶς ἐξετάζων, πῶς ἐν τοῖς πειρασµοῖς ἀεὶ τὸν Χριστὸνπαραφέρει διαφόρως. Ὅρα γοῦν· καὶ ἐνταῦθα κατηγορῶν τῶν Ἰουδαίων, εἰς ἀνάµνησιν αὐτοὺς φέρει τοῦ∆ εσπότου, καὶ τῶν τοῦ∆ εσπότου παθηµάτων· οὕτως οἶδε µεγίστην παραµυθίαν ἔχον τὸ πρᾶγµα. Τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, φησίν. Ἀλλ' ἠγνόησαν αὐτὸν ἴσως. Μάλιστα µὲν οὖν ᾔδεσαν. Τί δαί; οὐχὶ καὶ τοὺς ἰδίους προφήτας ἀπέκτειναν καὶ ἐλιθοβόλησαν, ὧν καὶ τὰ τεύχη περιφέρουσι; Καὶ µὴν ταῦτα οὐκ ἀληθείας ἕνεκεν διεπράξαντο. Οὐκ ἄρα παραµυθία µόνον ἐστὶν ἐπὶ τοῖς πειρασµοῖς. ἀλλὰ καὶ ὑπόµνησις τοῦ µὴ νοµίζειν ὅτι δι' ἀλήθειαν ταῦτα ποιοῦσι, καὶ διὰ τοῦτο θορυβεῖσθαι. Καὶ ἡµᾶς, φησὶν, ἐκδιωξάντων. Καὶ ἡµεῖς, φησὶ, µυρία δεινὰ πεπόνθαµεν. Καὶ Θεῷ µὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, κωλυόντων ἡµᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσι. Πᾶσιν ἀνθρώποις, φησὶν, ἐναντίων. Πῶς; Εἰ γὰρ τῇ οἰκουµένῃ δεῖ λαλῆσαι, οὗτοι δὲ κωλύουσι, κοινοὶ τῆς οἰκουµένης εἰσὶν ἐχθροί. Τὸν Χριστὸν ἐφόνευσαν, τοὺς προφήτας, τὸν Θεὸν ὑβρίζουσι, κοινοὶ τῆς οἰκουµένης εἰσὶν ἐχθροὶ, ἡµᾶς ἐλαύνουσι τοὺς ἐπὶ σωτηρίᾳ παραγενοµένους· τί θαυµαστὸν, εἰ καὶ εἰς ὑµᾶς τοιαῦτα ἐπεδείξαντο, ὅπου γε καὶ ἐν τῇ Ἰουδαίᾳ; Κωλυόντων ἡµᾶς, φησὶ, τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσι. Βασκανίας ἄρα ἐστὶ τὸ τὴν τῶν πάντων ἐµποδίζειν σωτηρίαν. Εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁµαρτίας πάντοτε. Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Οὐκέτι ταῦτα ἔσται οἷα τὰ πρότερα, οὐκέτι ἐπάνοδος, οὐκέτι πέρας· ἀλλ' ἐγγὺς ἐφέστηκεν ἡ ὀργή. Πόθεν δῆλον; Ἀπὸ τούτου, ἀφ' οὗ προεῖπεν ὁ Χριστός. Οὐ γὰρ τοῦτο µόνον ἔχει παραµυθίαν τὸ κοινωνοὺς τῶν θλίψεων λαβεῖν, ἀλλὰ καὶ τὸ τοὺς θλίβοντας ἀκοῦσαι τιµωρουµένους. Εἰ δὲ ἡ ἀναβολὴ λυπεῖ, παραµυθείσθω τὸ µηκέτι ἀνανεύειν αὐτούς. Μᾶλλον δὲ καὶ τὴν ἀναβολὴν συνέστειλε τῷ εἰπεῖν, Ἡ ὀργὴ, δεικνὺς πάλιν ὀφειλοµένην καὶ προωρισµένην, καὶ προφητευοµένην. Ἡµεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ' ὑµῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαµεν τὸ πρόσωπον ὑµῶν ἰδεῖν ἐνπολλῇ ἐπιθυµίᾳ. Οὐκ εἶπε, χωρισθέντες, ἀλλ' ὃ πλέον ἦν. Εἶπεν ἀνωτέρω περὶ τῆς κολακείας, δεικνὺς ὅτι οὐ κολακεύει, ὅτι οὐ ζητεῖ δόξαν· λέγει ἐνταῦθα περὶ τῆς ἀγάπης. Ἐπειδὴ εἶπεν ἀνωτέρω· Ὡς πατὴρ τέκνα, Ὡς τροφὸς, ἐνταῦθα καὶ ἕτερόν φησιν, Ἀπορφανισθέντες, ὅπερ ἐστὶ παίδων πατέρας ζητούντων. Καὶ µὴ ἐκεῖνοι ἀπωρφανίσθησαν. Οὒ, φησὶν, ἀλλ' ἡµεῖς. Εἰ γάρ τις τὸν πόθον ἐξετάσειε, καθάπερ παιδία µικρὰ ἀπροστάτευτα, ἄωρον ὀρφανίαν ὑποστάντα, ἐν πολλῷ πόθῳ τῶν γονέων εἰσὶν, οὐ διὰ τὴν φύσινµόνον αὐτὴν, ἀλλὰ καὶ διὰ τὴν ἐρηµίαν· οὕτω δὴ καὶ ἡµεῖς. Ἐκ τούτου καὶ τὴν ἀθυµίαν αὐτοῦ δείκνυσιν, ἐνᾗ ἦν διὰ τὸν χωρισµόν. Καὶ ταῦτα, φησὶν, οὐκ ἔνι εἰπεῖν, ὅτι πολὺν χρόνον ἀνεµείναµεν, ἀλλὰ Πρὸς καιρὸν, καὶ τοῦτο Προσώπῳ, οὐ καρδίᾳ· ἀεὶ γὰρ ὑµᾶς ἔχοµεν ἐν τῇ διανοίᾳ. Ὅρα ὅση ἀγάπη· καίτοι ἔχων αὐτοὺς διαπαντὸς ἐν καρδίᾳ, καὶ τὴν κατ' ὄψιν ἐζήτει παρουσίαν. Μή µοι λέγε τὴν περιττὴν φιλοσοφίαν· τοῦτο ἀληθῶς θερµῆς ἀγάπης, τὸ καὶ ἰδεῖν καὶ ἀκοῦσαι καὶ εἰπεῖν, καὶ πολλὰ ἂν τοῦτο συµβάλλοιτο. Περισσοτέρως, φησὶν, ἐσπουδάσαµεν. Τί ἐστι, Περισσοτέρως; Ἢ τοῦτό ἐστιν εἰπεῖν, ὅτι Σφόδρα ὑµῶν ἐξεχόµεθα· ἢ ὡς εἰκὸς ἦν, Ὥραν ἀπολειφθέντες ἐσπουδάσαµεν τὸ πρόσωπον ὑµῶν ἰδεῖν. Ὅρα τὸν µακάριον Παῦλον, ὅταν µὴ δι' ἑαυτοῦ δύνηται πληροῦν αὐτοῦ τὸν πόθον, δι' ἑτέρων τοῦτο ποιοῦντα· ὥσπερ ὅτε πρὸς Φιλιππησίους τὸν Τιµόθεον πέµπει, καὶ πρὸς Κορινθίους πάλιν τὸν αὐτὸν, δι' ἑτέρων αὐτοῖς συγγινόµενος, ὅταν µὴ δύνηται δι' ἑαυτοῦ. Ἐρώµενος γὰρ ἦν µανικός τις καὶ ἀκάθεκτος, καὶ ἀκαρτέρητος εἰς φιλίαν.∆ ιὸ ἠθελήσαµεν ἐλθεῖν πρὸς ὑµᾶς. Ὅπερ ἐστὶν ἀγάπης. Καίτοι γε ἐνταῦθα οὐδεµίαν ἑτέραν χρείαν φησὶν, ἀλλ' ἵνα ἴδωµεν ὑµᾶς. Ἐγὼ µὲν Παῦλος, καὶ ἅπαξ καὶ δίς· καὶ ἐνέκοψεν ὁ Σατανᾶς.
3.3
Τί λέγεις; ὁ Σατανᾶς ἐγκόπτει; Ναί· οὐ γὰρ Θεοῦ τοῦτο ἔργον ἦν. Ἐπὶ µὲν γὰρ τῶν Ῥωµαίωνφησὶν, ὅτι ὁ Θεὸς ἐκώλυσε· καὶ ἀλλαχοῦ δέ φησιν ὁ Λουκᾶς, ὅτι Τὸ Πνεῦµα διεκώλυσεν αὐτοὺς ἐλθεῖν εἰς τὴν Ἀσίαν· καὶ Κορινθίοις τοῦ Πνεύµατός φησιν εἶναι τὸ ἔργον, ἐνταῦθα δὲ µόνον τοῦ Σατανᾶ. Τίνα δὲ λέγει ἐγκοπὴν τοῦ Σατανᾶ; Πειρασµούς τινας ἀπροσδοκήτους καὶ σφοδρούς. Γενοµένης γὰρ αὐτῷ, φησὶν, ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων, κατείχετο ἐν τῇ Ἑλλάδι τρεῖς µῆνας. Ἕτερον δέ ἐστιν οἰκονοµίας ἕνεκεν παραµένειν καὶ ἑκόντα, καὶ ἕτερον ἐγκοπτόµενον. Ἐκεῖ µὲν γὰρ φησί·∆ ιὸ µηκέτι τόπον ἔχων ἐν τοῖς κλίµασι τούτοις, καὶ, Φειδόµενος ὑµῶν οὐκέτι ἦλθον εἰς Κόρινθον· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τί; Ὅτι ὁ Σατανᾶς ἐνέκοψεν. Ἐγὼ µὲν, φησὶ, Παῦλος, καὶ ἅπαξ καὶ δίς. Ὅρα πῶς φιλοτιµεῖται καὶ ἐγκαλλωπίζεται. θέλων δεῖξαι, ὅτι µάλιστα πάντων αὐτοὺς ἐφίλει. Τὸ, Ἐγὼ µὲν Παῦλος, ἀντὶ τοῦ· Εἰ καὶ µὴ οἱ ἄλλοι, φησί. Κἀκεῖνοι µὲν γὰρ ἤθελον µόνον, ἐγὼ δὲ καὶ ἐπεχείρησα. Τίς γὰρ ἡµῖν ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως; Ἢ οὐχὶ καὶ ὑµεῖς ἔµπροσθεν τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ; Μακεδόνες εἰσὶ, εἰπέ µοι, ἡ ἐλπίς σου, ὦ µακάριε Παῦλε; Οὐχ οὗτοι µόνοι, φησί· διὰ τοῦτο ἐπήγαγεν· Ἢ οὐχὶ καὶ ὑµεῖς; Τίς γάρ ἐστιν ἡµῖν, φησὶν, ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως; Ἆρα ἐπιγινώσκετε τὰ ῥήµατα γυναικῶν ὄντα πάνυ διαθερµαινοµένων τοῖς σπλάγχνοις, καὶ πρὸς παιδία µικρὰ διαλεγοµένων; Καὶ στέφανος, φησὶ, καυχήσεως. Οὐ γὰρ ἤρκει τὸ στέφανος ὄνοµα δεῖξαι τὴν λαµπρότητα, ἀλλὰ προσέθηκε καὶ, Καυχήσεως. Πόσης πυρώσεως τοῦτο; Οὐκ ἄν ποτε µήτηρ, οὐδὲ πατὴρ, εἴ γε ὁµοῦ συνῆλθον, καὶ τὸν ἑαυτῶν ἀνεµίξαντο πόθον, ἠδυνήθησαν δεῖξαι ἰσόῤῥοπον ὄντα τῷ Παύλῳ τὸν ἑαυτῶν πόθον. Χαρὰ, φησὶ, καὶ στέφανος· τουτέστι, Μᾶλλον ἐφ' ὑµῖν, φησὶν, ἀγάλλοµαι, ἢ ἐπὶ στεφάνῳ. Ἐννόησον γὰρ ὅσον ἐστὶν Ἐκκλησίαν ὁλόκληρον παρεῖναι φυτευθεῖσαν καὶ ῥιζωθεῖσαν ὑπὸ Παύλου. Τίς οὐκ ἂν ἐπὶ τοσαύτῃ πολυπαιδίᾳ καὶ εὐπαιδίᾳ ἀγάλλοιτο; Ὥστε οὐδὲ τοῦτο κολακείας ἐστίν. Οὐ γὰρ εἶπεν, Ὑµεῖς, ἁπλῶς, ἀλλὰ, Καὶ ὑµεῖς, µετὰ τῶν ἄλλων. Ὑµεῖς γάρ ἐστε ἡ δόξα ἡµῶν καὶ ἡ χαρά.∆ ιὸ µηκέτι στέγοντες εὐδοκήσαµεν καταλειφθῆναι ἐν Ἀθήναις µόνοι. Τοῦτο εἶπεν ἀντὶ τοῦ, εἱλόµεθα. Καὶ ἐπέµψαµεν Τιµόθεον τὸν ἀδελφὸν ἡµῶν, καὶ διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡµῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Καὶ τοῦτο οὐ τὸν Τιµόθεον ἐπαίρων, φησὶν, ἀλλ' αὐτοὺς τιµῶν, ὅτι τὸν συνεργὸν, καὶ διάκονον τοῦ Εὐαγγελίου αὐτοῖς ἔπεµψεν· ὡς ἂν εἰ ἔλεγεν· Ἀποσπάσαντες ἀπὸ τῶν ἔργων ἐπέµψαµεν πρὸς ὑµᾶς τὸν διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡµῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Εἶτα καὶ ἡ αἰτία· Εἰς τὸ στηρίξαι ὑµᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑµῶν, τῷ µηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. Τί δὴ ἐνταῦθά φησιν; Ἐπειδὴ τῶν διδασκάλων οἱ πειρασµοὶ θορυβοῦσι τοὺς µαθητὰς, τότε δὲ πολλοῖς περιέπεσε πειρασµοῖς, ὡς καὶ αὐτός φησιν, ὅτι Ἐνέκοψεν ἡµᾶς ὁ Σατανᾶς· ἀνακτώµενος αὐτοὺς οὕτως εἴρηκεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Καὶ ἅπαξ καὶ δεύτερον ἤθελον ἐλθεῖν, καὶ οὐκ ἴσχυσα· ὃ πολλῆς βίας ἦν. Εἰκὸς δὲ τοῦτο θορυβῆσαι αὐτούς. Οὐ γὰρ οὕτως ἐπὶ τοῖς οἰκείοις πειρασµοῖς, ὡς ἐπὶ τοῖς τῶν διδασκάλων θορυβοῦνται οἱ µαθηταί· ὥσπερ οὐδὲ οὕτως ἐπὶ τῶν οἰκείων θορυβεῖται πειρασµῶν στρατιώτης, ὡς ὅταν τὸν στρατηγὸν ἴδῃ βεβληµένον. Εἰς τὸ στηρίξαι ὑµᾶς, φησίν. Ἄρα διὰ τὸ µὴ θορυβηθῆναι ἔπεµψεν, ἀλλ' οὐχ ὡς ἐλλείποντάς τι τῆς πίστεως, οὐδ' ὡς ὀφείλοντάς τι µαθεῖν. Καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑµῶν, τῷ µηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείµεθα. Καὶ γὰρ ὅτε πρὸς ὑµᾶς ἦµεν, προελέγοµεν ὑµῖν, ὅτι µέλλοµεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο, καὶ οἴδατε. Οὐ δεῖ θορυβεῖσθαι, φησί· καὶ γὰρ οὐδὲν ξένον, οὐδὲν παρ' ἐλπίδα συµβαίνει· ὅπερ ἱκανὸν ἦν αὐτοὺς διαναστῆσαι. Ὁρᾷς ὅτι διὰ τοῦτο καὶ ὁ Χριστὸς προέλεγε τοῖς µαθηταῖς; ἄκουσον γὰρ αὐτοῦ λέγοντος· Ἀπάρτι εἶπον ὑµῖν πρὸ τοῦ γενέσθαι, ἵν', ὅταν γένηται, πιστεύσητε. Μέγα γὰρ, ὄντως µέγα εἰς παραµυθίαν τῶν ἄλλων, τὸ παρὰ τῶν διδασκάλων ἀκοῦσαι τὰ γινόµενα. Ὥσπερ γὰρ ὁ κάµνων παρὰ τοῦ ἰατροῦ, ἐὰν ἀκούσῃ ὅτι τόδε γίνεται καὶ τόδε, οὐ σφόδρα θορυβεῖται· ἐὰν δὲ ἀπροσδοκήτως ἐκβῇ, ὡς κἀκείνου ἀπορηθέντος, καὶ τοῦ νοσήµατος µείζονος τῆς τέχνης γενοµένου, ἀλύει καὶ θορυβεῖται· οὕτω καὶ ἐνταῦθα. Ἅπερ προειδὼς, ὁ Παῦλος, προεῖπεν αὐτοῖς Ὅτι µέλλοµεν θλίβεσθαι· Καθὼς, φησὶ, καὶ ἐγένετο καὶ οἴδατε. Οὐχ ὅτι ἐγένετο τοῦτο λέγει µόνον, ἀλλ' ὅτι πολλὰ καὶ ἄλλα προεῖπε, καὶ ἐξέβη. Εἰς τοῦτο κείµεθα. Ὥστε οὐχ ὑπὲρ τῶν παρελθόντων µόνον οὐ δεῖ θορυβεῖσθαι καὶ ταράττεσθαι· τοῦτο γάρ ἐστι σαίνεσθαι· ἀλλ' οὐδ' ὑπὲρ τῶν µελλόντων, εἴ τι συµβαίη τοιοῦτον. Εἰς τοῦτο γὰρ κείµεθα.
3.4
Ἀκούσωµεν οἷς ἐστιν ὦτα ἀκούειν· εἰς τοῦτο κεῖται ὁ Χριστιανός. Τὸ, Εἰς τοῦτο κείµεθα, περὶ πάντων λέγει τῶν πιστῶν. Εἰς τοῦτο κείµεθα· καὶ ἡµεῖς ὡσανεὶ εἰς ἄνεσιν κείµενοι, ξενοπαθοῦµεν. Μᾶλλον δὲ τίνος ἕνεκεν ξενοπαθοῦµεν; οὐδὲ γὰρ θλίψεως καιρὸς, οὐδὲ πειρασµὸς κατέλαβεν, εἰ µὴ ἀνθρώπινος. Εὔκαιρον καὶ πρὸς ὑµᾶς εἰπεῖν, Οὔπω µέχρις αἵµατος ἀντικατέστητε πρὸς τὴν ἁµαρτίαν ἀνταγωνιζόµενοι. Μᾶλλον δὲ οὐ τοῦτο εὔκαιρον εἰπεῖν πρὸς ὑµᾶς, ἀλλὰ ποῖον; Οὔπω χρηµάτων κατεφρονήσατε. Ἐκείνοις µὲν γὰρ τοῖς τὰ αὐτῶν ἀπολωλεκόσιν ἅπαντα εἰκότως ταῦτα ἐλέγετο· τοῖς δὲ τὰ αὐτῶν ἔχουσι, τοῦτο· Τίς ἡρπάγη χρήµατα διὰ Χριστόν; τίς ἐῤῥαπίσθη; τίς ὑβρίσθη; µέχρι ῥηµάτων, λέγω. Πόθεν ἡ καύχησις; πόθεν δύνασαι παῤῥησίαν ἔχειν; Τοσαῦτα ἔπαθε δι' ἡµεῖς ἐχθροὺς ὄντας ὁ Χριστός· τί δυνάµεθα ἐπιδεῖξαι ἡµεῖς ὧν δι' αὐτὸν πεπόνθαµεν; Ὧν µὲν πεπόνθαµεν, οὐδέν· ὧν δὲ πάσχοµεν παρ' αὐτοῦ καλῶν, µυρία. Πόθεν ἡµῖν ἡ παῤῥησία ἔσται κατ' ἐκείνην τὴν ἡµέραν; Οὐκ ἴστε, ὅτι καὶ ὁ στρατιώτης, ὅταν µυρία τραύµατα καὶ ὠτειλὰς ἐπιδεικνύηται, τότε δυνήσεται λαµπρὸς εἶναι παρὰ τῷ βασιλεῖ; ἂν δὲ µηδὲν ἔχῃ δεῖξαι κατόρθωµα, κἂν µηδὲν ᾖ προσκεκρουκὼς, ἐν τοῖς ἐσχάτοις τετάξεται; Ἀλλ' οὐκ ἔστι πολέµου καιρὸς, φησίν. Εἰ γὰρ ἦν, εἰπέ µοι, τίς ἂν ἠγωνίσατο; τίς ἂν ἐπεπήδησε; τίς ἂν τὴν φάλαγγα διέξωσε; Τάχα οὐδείς· ὅταν γὰρ ἴδω ὅτι χρηµάτων οὐ καταφρονεῖς ἕνεκεν τοῦ Χριστοῦ, πῶς σοι πιστεύσω ὅτι πληγῶν καταφρονήσεις; Εἰπὲ, φέρετε τοὺς ὑβρίζοντας γενναίως, καὶ εὐλογεῖτε αὐτούς; Τοῦτο οὐ ποιεῖς, ἀλλὰ παρακούεις. Ὃ κίνδυνον οὐκ ἔχει, οὐ ποιεῖς, καὶ πληγὰς οἴσεις, εἰπέ µοι, ἔνθα πολὺ τὸ τῆς ὀδύνης καὶ τῆς ἀλγηδόνος; Οὐκ ἴστε ὅτι ἐν εἰρήνῃ τὰ τοῦ πολέµου γυµνάζεσθαι χρή; οὐχ ὁρᾶτε τοὺς στρατιώτας τούτους, οἳ, καὶ µηδενὸς ἐνοχλοῦντος πολέµου, ἀλλ' εἰρήνης οὔσης βαθείας, τὰ ὅπλα ἀποσµηξάµενοι, καὶ µετὰ τῶνδιδασκάλων τῶν τὰ τακτικὰ διδασκόντων αὐτοὺς, εἰς ὕπτια πεδία καὶ εὐρύχωρα καθ' ἑκάστην, ὡς εἰπεῖν, ἡµέραν ἐξιόντες, τὰ τοῦ πολέµου γυµνάζονται µετὰπολλῆς τῆς ἀκριβείας; Τίς τοῦτο εἰργάσατο τῶν πνευµατικῶν στρατιωτῶν; Οὐδὲ εἷς.∆ ιὰ τοῦτο ἐν τοῖς πολέµοις χαῦνοι καὶ βάναυσοι, καὶ πᾶσιν εὐάλωτοι γινόµεθα. Πόσης δὲ νωθείας τὸ µὴ ἡγεῖσθαι πολέµου καιρὸν εἶναι τὸν παρόντα, τοῦ Παύλου βοῶντος· Πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται; καὶ τοῦ Χριστοῦ λέγοντος· Ἐν τῷ κόσµῳ θλῖψιν ἕξετε; Καὶ πάλιν τοῦ µακαρίου Παύλου λαµπρᾷ τῇ φωνῇ βοῶντος καὶ λέγοντος· Οὐκ ἔστιν ἡµῖν ἡ πάλη πρὸς αἷµα καὶ σάρκα; καὶ πάλιν· Στῆτε οὖν περιζωσάµενοι τὴν ὀσφὺν ὑµῶν ἐν ἀληθείᾳ; Καὶ οὐδεὶς ἐκείνων εἶπε τότε, Τί ὁπλίζεις ἡµᾶς, πολέµου οὐκ ὄντος; τί µάτην ἡµῖν πράγµατα παρέχεις; θωρακίζεις τοὺς στρατιώτας, ἐξὸν ἀναπαύεσθαι καὶ ἡσυχάζειν; Ἀλλ' εἴπερ τις εἶπε ταῦτα, ἀνθυπήνεγκεν ἄν· Μάλιστα µὲν οὖν, εἰ καὶ µὴ ἦν πόλεµος, ἔδει τὰ τοῦ πολέµου µεριµνᾷν. Ὁ γὰρ ἐν εἰρήνῃ τῶν τῆς µάχης φροντίζων, φοβερὸς ἔσται ἐν τῷ καιρῷ τῆς µάχης· ὁ δὲ ἄπειρος τῶν πολεµικῶν, µᾶλλον θορυβηθήσεται καὶ ἐν εἰρήνῃ. Τί δήποτε; Ὅτι δακρύσεται ὑπὲρ ὧν ἔχει, καὶ ὅτι µὴ δυνάµενος ὑπερµαχεῖν αὐτῶν, ὀδυνηθήσεται. Τοῦ γὰρ δειλοῦ καὶ ἀπείρου καὶ πρὸς τὰς µάχας βαναύσου τὰ κτήµατα πάντων ἐστὶ τῶν ἀνδρείων καὶ πολεµεῖν εἰδότων· ὥστε διὰ τοῦτο πρῶτον ὑµᾶς ὁπλίζω. Ἔπειτα δὲ καὶ πολέµου καιρὸς πᾶς ὁ τῆς ζωῆς ἡµῶν ἐστὶ χρόνος. Πῶς καὶ τίνι τρόπῳ; Ὁ διάβολος ἐφέστηκεν ἀεί. Ἄκουσον τί περὶ αὐτοῦ φησι. Περιέρχεται ὠρυόµενος ὡς λέων, ἁρπάσαι θέλων. Σωµατικὰ πάθη µυρία ἐπιτίθεται ἡµῖν, ἅπερ ἀναγκαῖον διελθεῖν, ἵνα µὴ µάτην ἑαυτοὺς ἀπατῶµεν. Τί γὰρ, εἰπέ µοι, ἡµῖν οὐ πολεµεῖ; οὐ πλοῦτος, κάλλος, τρυφὴ, δυναστεία, ἐξουσία, βασκανία, δόξα, ἀπόνοια; Οὐ γὰρ µόνον ἡ ἡµετέρα δόξα πολεµεῖ κωλύουσα πρὸς ταπεινοφροσύνην καταπίπτειν, ἀλλὰ καὶ ἡ ἑτέρων εἰς φθόνον ἡµᾶς καὶ βασκανίαν ἐξάγουσα. Τί δὲ τὰ ἐναντία, πενία, ἀτιµία, τὸ καταφρονεῖσθαι, τὸ ἀπεῤῥῖφθαι, τὸ µηδεµίαν ἔχειν ἰσχύν; Ἀλλὰ ταῦτα µὲν ἐν ἡµῖν· τὰ δὲ παρὰ ἀνθρώπων, πονηρίαι, ἐπιβουλαὶ, δόλοι, συκοφαντίαι, περιστάσεις µυρίαι· ὁµοίως καὶ τὰ παρὰ τῶν δαιµόνων, ἀρχαὶ, ἐξουσίαι, κοσµοκράτορες τοῦ σκότους τοῦ αἰῶνος τούτου, τὰ πνευµατικὰ τῆς πονηρίας. Ἄλλοι ἐσµὲν χαίροντες, ἄλλοι ἀλγοῦντες· ἀµφότερα παρεκτροπή. Ἀλλ' ὑγεία, ἀλλ' ἀσθένεια. Πόθεν οὐχ ἁµαρτήσεταί τις; Βούλεσθε καὶ ἀπὸ τοῦ Ἀδὰµ ἀρξάµενος ὑµῖν εἴπω εὐθέως ἀπὸ τῆς ἀρχῆς; Τί τὸν πρωτόπλαστον εἷλεν; Ἡδονὴ καὶ βρώµατα καὶ φιλαρχίας ἔρως. Τί τὸν µετ' ἐκεῖνον τὸν υἱὸν τὸν ἐκείνου; Βασκανία καὶ φθόνος. Τί τοὺς ἐπὶ Νῶε; Σωµάτων ἡδοναὶ, καὶ τὰ ἀπὸ τούτων τικτόµενα κακά. Τί τὸν υἱὸν τὸν τούτου; Ὕβρις καὶ ἄδεια. Τί τοὺς Σοδοµίτας; Ὕβρις καὶ ἀσέλγεια καὶ πλησµονὴ ἄρτων. Πολλάκις δὲ καὶ πενία τοῦτο ποιεῖ· διὰ τοῦτο σοφός τις ἔλεγε· Πλοῦτον δὲ καὶ πενίαν µή µοι δῷς. Μᾶλλον δὲ οὐ πλοῦτος, οὐδὲ πενία, ἀλλ' ἡ µὴ δυναµένη τούτοις ἑκατέροις προαίρεσις χρήσασθαι. Ἐπίγνωθι, φησὶν, ὅτι ἐν µέσῳ παγίδων διαβαίνεις.
3.5
Θαυµαστῶς εἶπεν ὁ µακάριος Παῦλος· Εἰς τοῦτο κείµεθα· οὐκ εἶπεν ἁπλῶς, ὅτι πειραζόµεθα, ἀλλ' Εἰς τοῦτο κείµεθα, ἀντὶ τοῦ, εἰς τοῦτο ἐγενήθηµεν. Τοῦτο τὸ ἔργον ἡµῶν, οὗτος ὁ βίος, καὶ σὺ ἄνεσιν ζητεῖς; Οὐκ ἐφέστηκεν ὁ δήµιος τὴν πλευρὰν καταξαίνων, καὶ θῦσαι καταναγκάζων· ἀλλ' ἐφέστηκεν ἐπιθυµία σφοδρὰ χρηµάτων καὶ πλεονεξίας, ἐξορύττουσα τοὺς ὀφθαλµοὺς ἡµῖν. Οὐδεὶς στρατιώτης πυρὰν ἡµῖν ἀνῆψεν, οὐδὲ ἔθηκεν ἐπὶ κρατίκλης· ἀλλ' ὁ τῶν σωµάτων φλογµὸς µᾶλλον ἐκείνων ἐξάπτει τὴν ψυχήν. Οὐ πάρεστι βασιλεὺς µυρία ἐπαγγελλόµενος ἀγαθὰ καὶ δυσωπῶν· ἀλλὰ πάρεστιν ἡ δοξοµανία χεῖρον ἐκείνου γαργαλίζουσα. Μέγας πόλεµος ὄντως, καὶ πολὺ µέγας, ἂν ἐθέλωµεν νήφειν· ἔχει στεφάνους καὶ ὁ παρὼν καιρός· ἄκουε Παύλου λέγοντος· Λοιπὸν ἀπόκειταί µοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει µοι ὁ δίκαιος κριτής· οὐ µόνον δὲ ἐµοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ὅταν ἀπολέσῃς παιδίον ἀγαπητὸν µονογενὲς, ἐν πλούτῳ πολλῷ τρεφόµενον, ἐλπίδας ὑποφαῖνον χρηστὰς, αὐτό σοι µέλλον µόνον διαδέχεσθαι τὸνκλῆρον, µὴ στενάξῃς, ἀλλ' εὐχαρίστησον τῷ Θεῷ, καὶ δόξαζε τὸν εἰληφότα, καὶ οὐδὲν ἔσῃ τοῦ Ἀβραὰµ κατὰ τοῦτο χείρων. Καθάπερ γὰρ ἐκεῖνος τῷ Θεῷ ἔδωκε κελεύσαντι, οὕτω σὺ λαβόντος αὐτοῦ οὐκ ἐστέναξας. Νόσῳ περιέπεσες χαλεπῇ, καὶ πολλοὶ παραγίνονται ἀναγκάζοντες, οἱ µὲν ἐπῳδαῖς, οἱ δὲ περιάµµασιν, οἱ δὲ ἑτέροις τισὶ παραµυθήσασθαι τὸ κακόν; διὰ τὸν τοῦ Θεοῦ φόβον ἤνεγκας γενναίως καὶ ἀκλινῶς, καὶ πάντα ἂν εἵλου παθεῖν ἢ ὑποστῆναί τι τῶν εἰδωλικῶν πρᾶξαι; τοῦτό σοι µαρτυρίου στέφανον φέρει. Καὶ µὴ ἀµφίβαλλε. Καὶ πῶς καὶ τίνι τρόπῳ; ἐγὼ λέγω. Ὅτι καθάπερ ἐκεῖνος τὰς ἀπὸ τῶν βασάνων ὀδύνας φέρει γενναίως, ὥστε µὴ προσκυνῆσαι τὸ εἴδωλον, οὕτω καὶ σὺ τὰς ἀπὸ τῆς νόσου φέρειςἀλγηδόνας, ὥστε µηδενὸς δεηθῆναι τῶν παρ' ἐκείνου, µηδὲ πρᾶξαι ἅπερ ἐπιτάττει. Ἀλλὰ σφοδρότεραι ἐκεῖναι; Ἀλλ' αὗται µακρότεραι, ὥστε εἰς ἴσον καταλήγει. Πολλάκις δὲ καὶ σφοδρότεραι. Τί γὰρ, εἰπέ µοι, ὅταν καύσων ἔνδον ἐνοχλῇ καὶ φλέγῃ, καὶ τῶν ἄλλων παραινούντων ἀποσείσῃ τὴν ἐπῳδὴν, οὐχὶ µαρτυρίου στέφανον ἀνεδήσω; Πάλιν ἀπώλεσέ τις χρήµατα; πολλοὶ οἱ παραινοῦντες πρὸς µάντεις ἀπελθεῖν· σὺ δὲ τὸν τοῦ Θεοῦ φόβον, ἐπειδὴ κεκώλυται, εἵλου µᾶλλον µὴ λαβεῖν τὰ χρήµατα, ἢ παρακοῦσαι τοῦ Θεοῦ; ἴσον ἔχεις τὸν µισθὸν τῷ εἰς πένητας αὐτὰ δεδωκότι· ἂν ἀπολέσας εὐχαριστήσῃς, καὶ δυνάµενος πρὸς µάντεις ἀπελθεῖν, ἀνάσχῃ µὴ λαβεῖν αὐτὰ µᾶλλον, ἢ οὕτω λαβεῖν, ἴσον ἔχεις εἰς κέρδος τῷ διὰ τὸνΘεὸν κενώσαντι ταῦτα. Καθάπερ γὰρ ἐκεῖνος διὰ τὸν τοῦ Θεοῦ φόβον εἰς τοὺς δεοµένους ἐκένωσεν, οὕτω καὶ σὺ διὰ τὸν τοῦ Θεοῦ φόβον, ἁρπασάντων ἐκείνων, οὐκ ἀνέλαβες. Ἡµεῖς κύριοι καὶ τοῦ ἀδικεῖν ἑαυτοὺς, καὶ τοῦ µή· ἕτερος δὲ οὐδείς. Καὶ, εἰ βούλεσθε, ἐπ' αὐτῆς τῆς κλοπῆς τὸ πρᾶγµα γυµνάσωµεν.∆ ιέτεµε τὸν τοῖχον ὁ κλέπτης, εἰσεπήδησεν εἰς τὸν θάλαµον, ἐξεφόρησε χρυσία πολυτίµητα καὶ λίθους τιµίους, ἁπλῶς θησαυρὸν ὁλόκληρον ἐξέβαλε, καὶοὐχ ἑάλω. Τὸ µὲν γενόµενον βαρὺ, καὶ δοκεῖ ζηµία τὸ πρᾶγµα εἶναι, οὐκ ἔστι δὲ οὐδέπω, ἀλλ' ἐν σοὶ κεῖται ἢ ζηµίαν αὐτὸ ποιῆσαι, ἢ κέρδος. Καὶ πῶς ἂν γένοιτο τοῦτο κέρδος; φησίν. Ἐγὼ τοῦτο ἀποδεῖξαι πειράσοµαι πῶς. Σοῦ βουλοµένου, κέρδος ἔσται µέγα· µὴ βουληθέντος δὲ, χαλεπωτέρα τῆς γενοµένης ζηµία. Καθάπερ γὰρ ἐπὶ τῶν τεχνιτῶν ὕλης ὑποκειµένης, ὁ µὲν ἔµπειρος τῆς τέχνης εἰς δέον αὐτῇ κέχρηται, ὁ δὲ ἄπειρος ἠφάνισε, καὶ ἐποίησεν αὐτῷ ζηµίαν· οὕτω καὶ ἐπὶ τῶν πραγµάτων. Πῶς οὖν ἔσται κέρδος; Ἂν εὐχαριστήσῃς τῷ Θεῷ, ἂν µὴ κωκύῃς ὀξὺ, ἂν τὰ τοῦ Ἰὼβ εἴπῃς ῥήµατα· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· γυµνὸς ἐξῆλθον ἐκ κοιλίας µητρός µου, γυµνὸς καὶ ἀπελεύσοµαι. Τί λέγεις, Ὁ Κύριος ἀφείλετο; Ὁ κλέπτης ἀφείλετο, καὶ πῶς δυνήσῃ, φησὶν, εἰπεῖν, Ὁ Κύριος ἀφείλετο; Μὴ θαυµάσῃς· καὶ γὰρ καὶ ὁ Ἰὼβ, ἃὁ διάβολος ἀφείλετο, ταῦτα, ἔφησεν, Ὁ Κύριος ἀφείλετο. Εἰ δὲ ἐκεῖνος οὕτως ἐθάῤῥησεν εἰπεῖν, πῶς ἃ ὁ κλέπτης ἔλαβεν, οὐκ ἐρεῖς σὺ, ὅτι ὁ Κύριος ἀφείλετο; Τίνα θαυµάζεις, εἰπέ µοι, τὸν τὰ αὐτοῦ κενώσαντα εἰς πένητας, ἢ τὸν Ἰὼβ ἐπὶ τῶν ῥηµάτων τούτων; ἆρα µὴ ἔλαττον ἔχει τοῦ ἐλεηµοσύνην δόντος ἐκεῖνος ὁ µὴ δοὺς τότε; Μὴ γὰρ εἴπῃς, Οὐκ ἔχω χάριν, οὐκ ἐµῆς γνώµης τὸ πρᾶγµα ἦν· οὐκ εἰδότος οὐδὲ βουλοµένου, ὁ λῃστὴς ἔλαβε· ποῖος ἔσται µοι µισθός; Οὐδὲ τοῦ Ἰὼβ εἰδότος, οὐδὲ βουλοµένου, ταῦτα ἔλαβε· πῶς γάρ; ἀλλ' ὅµως ἤθλησεν. Ἔξεστι καὶ σοὶ τοσοῦτον λαβεῖν µισθὸν, ὅσον ἂν εἰ ἑκὼν ἔῤῥιψας αὐτά. Καὶ εἰκότως τοῦτον µᾶλλον θαυµάζοµεν τὸν ἐπηρείας εὐχαρίστως φέροντα, ἢ τὸν ἑκόντα διδόντα. Τί δήποτε; Ὅτι ἐκεῖνος µὲν τοῖς ἐπαίνοις τρέφεται, καὶ τῷ συνειδότι καὶ χρηστὰς ἔχει τὰς ἐλπίδας· καὶ πρότερον γενναίως ἐνεγκὼν τὴν στέρησιν τῶν χρηµάτων, τότε αὐτὰ ἔῤῥιψεν· οὗτος δὲ ἔτι προσδεδεµένος ἀφῃρέθη βίᾳ. Οὐκ ἔστι δὲ ἴσον, πρότερον πεισθέντα ἀποστῆναι χρηµάτων, οὕτως αὐτὰ κενῶσαι, καὶ ἔτι αὐτῶν κρατοῦντα ἀποστερηθῆναι. Ἂν ταῦτα εἴπῃς τὰ ῥήµατα, λήψῃ πολ λαπλασίονα, καὶ πλείονα ἢ ὁ Ἰώβ. Ἐκεῖνος µὲν γὰρ τὰ διπλασίονα ἐνταῦθα ἔλαβε· σοὶ δὲ ὁ Χριστὸς ἑκατονταπλασίονα ἐπηγγείλατο. Οὐκ ἐβλασφήµησας διὰ τὸν φόβον τοῦ Θεοῦ, ἐχρήσω µάντεσιν, εὐχαρίστησας κακῶς παθών; ὅµοιος εἶ τῷ καταπεφρονηκότι· καὶ γὰρ καὶ ταῦτα οὐ γίνεται, ἂν µὴ καταφρονήσῃς πρότερον. Οὐκ ἔστι δὲ ἴσον ἐν πολλῷ χρόνῳ µελετῆσαι καταφρονῆσαι τῶν χρηµάτων, καὶ ἀθρόον ζηµίαν συµβᾶσαν ἐνεγκεῖν. Οὕτω γίνεται κέρδος ἡ ζηµία, καὶ οὐδὲν βλαβήσῃ, ἀλλὰ καὶ ὠφεληθήσῃ παρὰ τοῦ διαβόλου.
3.6
Πῶς δὲ καὶ ζηµία γίνεται χαλεπή; Ὅταν τὴν ψυχὴν ζηµιωθῇς. Εἰπὲ γάρ µοι, ἀπεστέρησέ σε χρηµάτων ὁ κλέπτης; διὰ τί σὺ σαυτὸν ἀποστερεῖς σωτηρίας, διὰ τί ἀλγῶν ἐφ' οἷς παρ' ἑτέρων κακῶς ἔπαθες, αὐτὸς πλείοσι περιβάλλεις σαυτὸν κακοῖς; Ἐκεῖνός σε ἴσως πενίᾳ περιέβαλε, σὺ δὲ σαυτὸν ἐν τοῖς καιρίοις µάλιστα καταβλάπτεις κακούργως· ἐκεῖνος ἀπεστέρησέ σε τὰ ἐκτός σου ὄντα, καὶ ὕστερον καὶ ἄκοντός σου ἀποπηδήσοντα· σὺ δὲ τὸν αἰώνιον πλοῦτον σαυτὸν ἀφαιρῇ. Ἐλύπησέ σε ὁ διάβολος ἀφελόµενος τὰ χρήµατα; λύπησον αὐτὸν καὶ σὺ εὐχαριστήσας, καὶ µὴ εὐφράνῃς. Ἂν πρὸς µάντεις ἀπέλθῃς, εὔφρανας· ἂν εὐχαριστήσῃς τῷ Θεῷ, καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν. Καὶ ὅρα τί γίνεται· οὔτε αὐτὰ εὑρήσεις ἀπελθὼν πρὸς τοὺς µάντεις· οὐ γάρ ἐστιν ἐκείνων εἰδέναι· εἰ δέ που καὶ εἶπον ἐπιτυχόντες, καὶ τὴν ψυχὴν προσαπολλύεις, καὶ ὑπὸ τῶν ἀδελφῶν καταγελασθήσῃ τῶν σῶν, καὶ πάλιν αὐτὰ κακῶς ἀπολεῖς. Ὁ γὰρ δαίµων εἰδὼς ὅτι ζηµίαν οὐ φέρεις, ἀλλ' ὑπὲρ τούτων καὶ τὸν Θεόν σου ἀρνῇ, πάλιν χρήµατα δίδωσιν, ἵνα ἀφορµὴν σχῇ τοῦ πάλιν σε ἀπατῆσαι. Εἰ δὲ καὶ λέγοιεν οἱ µάντεις, µὴ θαυµάζετε· ἀσώµατός ἐστιν ὁ δαίµων, πανταχοῦ περίεισιν· αὐτὸς αὐτοὺς ὁπλίζει τοὺς λῃστάς· οὐ γὰρ ἄνευ δαίµονος ταῦτα γίνεται. Εἰ τοίνυν ὁπλίζει τούτους, καὶ οἶδε καὶ ποῦ κατατίθενται· οὐκ ἀγνοεῖ τοὺς αὐτοῦ ὑπηρέτας. Οὐκ ἔστι δὲ θαυµαστὸν τοῦτο· ἂν ἴδῃ ἀλγοῦντά σε τῇ ζηµίᾳ, καὶ ἑτέραν ἐπάγει· ἂν ἴδῃ καταγελῶντα καὶ καταφρονοῦντα, ἀποστήσεται ταύτης τῆς ὁδοῦ. Καθάπερ γὰρ ἡµεῖς ἐκεῖνα τοὺς ἐχθροὺς διατίθεµεν ἐν οἷς λυποῦµεν αὐτούς· ἂν δὲ ἴδωµεν ὅτι οὐκ ἀλγοῦσιν, ἀφιστάµεθα λοιπὸν, ὡς οὐκ ἔχοντες αὐτοὺς δακεῖν· οὕτω καὶ ὁ διάβολος. Τί λέγεις; οὐχ ὁρᾷς τοὺς ἐν τῇ θαλάσσῃ πλέοντας, πῶς οὐ φροντίζουσι χρηµάτων, χειµῶνος γινοµένου, ἀλλὰ καὶ τὰ ὄντα ῥίπτουσι; καὶ οὐδεὶς λέγει, Τί ποιεῖς, ἄνθρωπε; τῷ χειµῶνι συµπράττεις καὶ τῷ ναυαγίῳ; πρὶν ἤ σε τὸ κῦµα τὸν πλοῦτον ἀφέληται, σὺ ταῖς σαυτοῦ χερσὶ τοῦτο ποιεῖς; τί πρὸ τοῦ ναυαγίου ναυαγίῳ περιβάλλεις σαυτόν; Ἀλλὰ ταῦτα µὲν ἂν εἴποι ἄγροικος ἄνθρωπος, καὶ τῶν ἐν θαλάττῃ πειρασµῶν ἄπειρος· ὁ µέντοι ναυτικὸς, καὶ τί µὲν ἐργάζεται γαλήνην, τί δὲ ποιεῖ χειµῶνα ἀκριβῶς ἐπιστάµενος, καὶ καταγελάσεται τοῦ ταῦτα λέγοντος·∆ ιὰ γὰρ τοῦτο ῥίπτω, φησὶν, ἵνα µὴ κλυδὼν γένηται. Οὕτω καὶ ὁ ἔµπειρος τῶν ἐν τῷ βίῳ πραγµάτων καὶ τῶν πειρασµῶν, ὅταν ἴδῃ τὸν χειµῶνα ἐπιστάντα, καὶ τὰ πνευµατικὰ τῆς πονηρίας ναυάγιονἐργάσασθαι βουλόµενα, καὶ τὰ λείποντα τῶν χρηµάτων ῥίπτει. Ἐγένετο κλοπή σοι, ποίησον ἐλεηµοσύνην, καὶ κουφίζεις τὸ πλοῖον. Ἥρπασαν οἱ λῃσταί; σὺ δὸς τὰ λείψανα τῷ Χριστῷ· οὕτω καὶ τὴν ἐπὶ τοῖς προτέροις παραµυθήσῃ πενίαν. Κούφισον τὸ πλοῖον, µὴ κατάσχῃς τὰ µείναντα, ἵνα µὴ περιαντλῆται τὸ σκάφος. Ἐκεῖνοι, ἵνα σώµατα φυλάξωσιν, ἐκβολὴν ποιοῦνται τῶν σκευῶν, καὶ οὐ περιµένουσι τὸ κῦµα ἐπελθὸν περιτρέψαι τὸ σκάφος· σὺ ἵνα ψυχὰς σώσῃ, οὐ παύσεις τὸ ναυάγιον; Πειράσατε, εἰ ἀπιστεῖτε, παρακαλῶ, πειράσατε, καὶ ὄψεσθε τὴν δόξαν τοῦ Θεοῦ. Ὅταν σοί τι λυπηρὸν συµβῇ, δὸς ἐλεηµοσύνην εὐθέως, εὐχαρίστησον ὅτι συνέβη, καὶ ὄψει πόση χαρὰ ἐπεισέρχεται. Τὸ γὰρ κέρδος τὸ πνευµατικὸν κἂν ὀλίγον ᾖ, τοσοῦτόν ἐστιν, ὡς πᾶσαν ἀποκρύψαι ζηµίαν σωµατικήν. Ἕως ἂν ἔχῃς διδόναι τῷ Χριστῷ, πλουτεῖς. Εἰπέ µοι, εἰ συληθέντι σοι προσελθὼν ὁ βασιλεὺς χεῖρα ὑπέτεινεν ἀξιῶν τι λαβεῖν παρὰ σοῦ, ἆρα οὐκ ἂν ἐνόµισας πάντων εἶναι πλουσιώτερος, εἰ µηδὲµετὰ τοσαύτην πενίαν ἐπαισχύνεταί σε ὁ βασιλεύς; Μὴ συναρπαγῇς· µόνον κράτησον σαυτοῦ, καὶ κρατήσεις τῆς τοῦ διαβόλου ἐπιβουλῆς. Ἔξεστί σοι κερδᾶναι µεγάλα. Κα ταφρονήσωµεν πλούτου, ἵνα µὴ καταφρονήσωµεν τῆς ψυχῆς, Πῶς δὲ ἄν τις καταφρονήσειεν; Οὐχ ὁρᾶτε τὰ λαµπρὰ τῶν σωµάτων, καὶ τοὺς ἐρῶντας αὐτῶν· ἕως µὲν ἂν ἐν ὄψεσιν ᾖ, ἐκκαίεται τὸ πῦρ, λαµπρὰ ἄνεισιν ἡ φλόξ· ἐπειδὰν δέ τις αὐτοὺς ἀπαγάγῃ πόῤῥω, πάντα ἔσβεσται, πάντα κεκοίµισται; Οὕτω καὶ ἐπὶ τοῦ πλούτου, µηδεὶς χρυσία κατασκευαζέτω, µηδεὶς λίθους τιµίους, µηδεὶς περιδέῤῥαια· δελεάζει τοὺς ὀφθαλµοὺς ὁρώµενα. Εἰ δὲ βούλει πλουτεῖν ὡς οἱ παλαιοὶ, πλούτει µὴ ἐν χρυσίῳ, ἀλλ' ἐν τοῖς ἀναγκαίοις, ἵνα καὶ ἐξ ἑτοίµου παρέχῃς τοῖς ἄλλοις· µὴ φιλόκοσµος ἔσο· ὁ τοιοῦτος πλοῦτος καὶ τοῖς λῃσταῖς ἐστιν εὐεπιβούλευτος, καὶ ἡµῖν παρέχει φροντίδας· µὴ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ κτῶ, ἀλλ' ἔστωσαν ἀποθῆκαι σίτου, οἴνου, ἐλαίου· ἔστωσαν, οὐχ ἵνα πάλιν διαπραθεῖσαι ἄργυρον ἐργάσωνται, ἀλλ' ἵνα τοῖς δεοµένοις χορηγῶνται. Ἂν ἀπάγωµεν ἑαυτοὺς ἐκείνων τῶν περιττῶν, ἐπιτευξόµεθα τῶν οὐρανίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰςτοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note