Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Thessalonians
John ChrysostomHom. 1 Thess. 4 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
4.0
∆ ιὰ τοῦτο κἀγὼ µηκέτι στέγων, ἔπεµψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑµῶν, µή πως ἐπεί ρασεν ὑµᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡµῶν. Ἄρτι δὲ ἐλθόντος Τιµοθέου πρὸς ἡµᾶς ἀφ' ὑµῶν, καὶ εὐαγγελισαµένου ἡµῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑµῶν, καὶ ὅτι ἔχετε µνείαν ἡµῶν πάντοτεἀγαθὴν, ἐπιπο θοῦντες ἡµᾶς ἰδεῖν, καθάπερ καὶ ἡµεῖς ὑµᾶς· διὰ τοῦτο παρεκλήθηµεν, ἀδελφοὶ, ἐφ' ὑµῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡµῶν, διὰ τῆς ὑµῶν, πίστεως· ὅτι νῦν ζῶµεν, ἐὰν ὑµεῖς στήκητε ἐν Κυρίῳ.
4.1
Ζήτηµα πρόκειται τήµερον ἡµῖν παρὰ πολλῶν ζητούµενον, καὶ πολλαχόθεν συλλεγόµενον. Τί δὲ τὸ ζήτηµά ἐστι;∆ ιὰ τοῦτο, φησὶ, κἀγὼ µηκέτι στέγων, ἔπεµψα Τιµόθεον εἰς τὸ γνῶναι τὴν πίστιν ὑµῶν. Τί λέγεις; ὁ τοσαῦτα εἰδὼς, ὁ ἀπόῤῥητα ἀκούσας ῥήµατα, ὁ µέχρι τρίτου ἀνελθὼν οὐρανοῦ, οὗτος οὐκ οἶδε, καὶ ἐν Ἀθήναις ὤν; καίτοι οὐ πολλοῦ ὄντος τοῦ διαστήµατος, οὐδὲ πρὸ πολλοῦ χωρισθεὶς αὐτῶν· Ἀπορφανισθέντες γὰρ, φησὶν, ἀφ' ὑµῶν πρὸς καιρὸν ὥρας. Οὐκ οἶδε οὖν ὁ τοιοῦτος τὰ Θεσσαλονικέων, ἀλλ' ἀναγκάζεται πέµψαι Τιµόθεον εἰς τὸ γνῶναι τὴν πίστιν αὐτῶν· Μή πως ἐπείρασεν ὑµᾶς, φησὶν, ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡµῶν; Τί οὖν ἄν τις εἴποι; ὅτι οὐ πάντα ᾔδεισαν οἱ ἅγιοι; Καὶ ὅτι οὐκ ᾔδεισαν, πολλαχόθεν ἄν τις µάθοι, ἀπό τε τῶν πρώτων, ἀπό τε τῶν µετὰ ταῦτα· καθάπερ Ἑλισσαῖος περὶ τῆς γυναικὸς ἠγνόησε· καθάπερ Ἠλίας ἔλεγε πρὸς τὸν Θεόν· Ἐγὼ ὑπελείφθην µόνος, καὶ ζητοῦσι τὴν ψυχήν µου.∆ ιὰ τοῦτο ἤκουε παρὰ τοῦ Θεοῦ, ὅτι Κατέλιπον ἐµαυτῷ ἑπτακισχιλίους ἄνδρας. Καθάπερ ὁ Σαµουὴλ πάλιν, ἡνίκα ἀπεστάλη χρῖσαι τὸν∆ αυΐδ· Εἶπε, φησὶ, Κύριος πρὸς αὐτόν· Μὴ πρόσχες εἰς τὴν ὄψιν αὐτοῦ, µηδὲ εἰς τὴν ἕξιν τοῦ µεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἄνθρωπος ὄψεται ὁ Θεός· ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Τοῦτο δὲ γίνεται κατὰ πολλὴν τοῦ Θεοῦ κηδεµονίαν. Πῶς καὶ τίνι τρόπῳ; Αὐτῶν τε ἕνεκεν τῶν ἁγίων, καὶ τῶν πιστευόντων αὐτοῖς. Καθάπερ γὰρ καὶ διωγµοὺς συγχωρεῖ γίνεσθαι, οὕτως αὐτοὺς συγχωρεῖ πολλὰ καὶ ἀγνοεῖν, ἵνα καταστέλλωνται.∆ ιὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἐδόθη µοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν ἵνα µε κολαφίζῃ, ἵνα µὴ ὑπεραίρωµαι· καὶ πάλιν, ἵνα καὶ οἱ ἄλλοι µὴ µεγάλα περὶ αὐτὸν φαντάζωνται. Εἰ γὰρ ἀπὸ σηµείων θεοὺς αὐτοὺς εἶναι ἐνόµισαν, πολλῷ µᾶλλον, εἰ διαπαντὸς ἐπέµενον τὰ πάντα εἰδότες. Καὶ τοῦτο καὶ αὐτὸς πάλιν φησίν· Ἵνα µή τις εἰς ἐµὲ λογίσηται ὑπὲρ ὃ βλέπει µε, ἢ ἀκούει τι ἐξ ἐµοῦ. Καὶ πάλιν ἄκουε τοῦ Πέτρου λέγοντος, ἡνίκα τὸν χωλὸν ἐθεράπευσε· Τί ἡµῖν ἀτενίζετε ὡς ἰδίᾳ δυνάµει ἢ εὐσεβείᾳ τοῦτο πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Εἰ δὲ καὶ αὐτῶν τοῦτο λεγόντων καὶ ποιούντων, ὅµως καὶ ἀπὸ τῶν ὀλίγων καὶ µικρῶν οὕτως ἐτίκτοντο ὑπόνοιαι πονηραὶ, πολλῷ µᾶλλον ἀπὸ τῶν µεγάλων. Καὶ δι' ἕτερον δὲ ταῦτα συνεχωρεῖτο. Ἵνα γὰρ µή τις ἔχῃ λέγειν, ὅτι οὐχὶ ἄνθρωποι ὄντες κατώρθωσαν ἅπερ κατώρθωσαν, καὶ οὕτω πάντες ὕπτιοι γίνωνται, διὰ τοῦτο δείκνυσι καὶ αὐτοὺς ὄνταςἐν ἀσθενείᾳ, ἵνα τῶν ἀγνωµονεῖν βουλοµένων πᾶσαν ἐγκόψῃ ἀναισχυντίας πρόφασιν.∆ ιὰ τοῦτο ἀγνοεῖ, διὰ τοῦτο καὶ πολλάκις προθέµενος οὐκ ἔρχεται, ἵνα µάθωσιν ὅτι πολλὰ οὐκ οἶδε. Πολὺ οὖν ἐκ τούτου τὸ κέρδος ἦν. Ἦ γὰρ ἂν ἦσαν ἔτι καὶ οὕτω λέγοντές τινες, ὅτι Οὗτός ἐστιν ἡ δύναµις τοῦ Θεοῦ ἡ µεγάλη, καὶ ἄλλοι τινὲς, ὅτι Ὁ δεῖνα καὶ ὁ δεῖνα. Εἰ µὴ ταῦτα ἐγένοντο, τί οὐκ ἂν ἐνόµισαν; Ἐνταῦθα δὲ δοκεῖ µέντοι εἶναι αὐτῶν κατηγορία· τῷ δὲ ἀκριβῶς σκοποῦντι καὶ πολὺ τὸ θαῦµα αὐτῶν ἐµφαίνει, καὶ τῶν πειρασµῶν ἡ ὑπερβολὴ δείκνυται. Πῶς, πρόσεχε. Εἰ γὰρ προεῖπες αὐτοῖς ὅτι, Εἰς τοῦτο κείµεθα, καὶ Μηδεὶς θορυβείσθω, τί πάλιν πέµπεις τὸν Τιµόθεον, ὥσπερ δεδοικὼς µή τι γένηται ὧν οὐ βούλει; Τοῦτο µὲν οὖν ἀπὸ πολλῆς ἀγάπης ποιεῖ· οἱ γὰρ φιλοῦντες καὶ τὰ ἀσφαλῆ ὑποπτεύουσιν ἀπὸ τῆς πολλῆς θερµότητος· τοῦτο δὲ ἀπὸ τῶν πολλῶν πειρασµῶν. Εἶπον µὲν γὰρ, ὅτι Εἰς τοῦτο κείµεθα· ἡ δὲ ὑπερ βολὴ τῶν κακῶν ἐφόβησέ µε.∆ ιὸ οὐκ εἶπεν, ὅτι Καταγνοὺς ὑµῶν ἀποστέλλω, ἀλλὰ, Μηκέτι στέγων· ὃ µᾶλλον φιλίας ἦν. Τί ἐστι, Μή πως ἐπείρασεν ὑµᾶς ὁ πειράζων; Ὁρᾷς ὅτι τὸ ἐν ταῖς θλίψεσι σαλεύεσθαι διαβολικόν ἐστι, καὶ τῆς ἐκείνου παρατροπῆς; Ὅταν γὰρ ἡµᾶς αὐτοὺς µὴ δυνηθῇ, ἑτέρως δι' ἡµῶν τοὺς ἀσθενεστέρους παρασαλεύει· ὅπερ ὑπερβαλλούσης ἀσθενείας ἐστὶ, καὶ οὐδεµίαν ἐχούσης ἀπολογίαν· καθάπερ ἐπὶ τοῦ Ἰὼβ πεποίηκε, τὴν γυναῖκα διεγείρας· Εἰπέ τι ῥῆµα, φησὶ, πρὸς Κύριον, καὶ τελεύτα. Ἴδε πῶς αὐτὴν ἐπείρασε.∆ ιὰ τί δὲ µὴ εἶπεν, ἐσάλευσεν, ἀλλ', Ἐπείρασεν; Ὅτι τοσοῦτον, φησὶν, ὑπώπτευσα µόνον, ὅσον πειρασθῆναι ὑµᾶς· οὐ γὰρ δὴ τὴν πεῖραν αὐτοῦ σάλον καλεῖ. Ὁ γὰρ δεχόµενος αὐτοῦ τὴν προσβολὴν, ἐσαλεύθη. Βαβαὶ! πόση φιλοστοργία τοῦ Παύλου· οὐκ ἔµελεν αὐτῷ τῶν θλίψεων οὐδὲ τῶν ἐπιβουλῶν. Οἶµαι γὰρ αὐτὸν ἐκεῖ τότε µεµενηκέναι· καθάπερ φησὶν ὁ Λουκᾶς, ὅτι ἐν τῇ Ἑλλάδι ἔµεινε τρίµηνον, γενοµένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων.
4.2
Οὐκ ἔµελεν οὖν αὐτῷ τῶν κινδύνων, ἀλλὰ τῶν µαθητευοµένων. Ὁρᾷς ὅτι πάντα φυσικὸν πατέρα παρεληλύθει; Ἡµεῖς µὲν γὰρ ἐν ταῖς θλίψεσι καὶ τοῖς κινδύνοις πάντων τὴν µνήµην ἐκβάλλοµεν· αὐτὸς δὲ οὕτως ἐδεδοίκει καὶ ἔτρεµεν ὑπὲρ τῶν παίδων, ὡς καὶ ὃν µόνον εἶχε παραµυθίαν, τὸν Τιµόθεον καὶ κοινωνὸν καὶ συνεργὸν, τοῦτον ἐν αὐτοῖςτοῖς κινδύνοις πέµψαι πρὸς αὐτούς. Καὶ εἰς κενὸν, φησὶ, γένηται ὁ κόπος ἡµῶν.∆ ιὰ τί; εἰ γὰρ καὶ παρετράπησαν, οὐ παρὰ τὴν σὴν αἰτίαν, οὐ παρὰ τὴν σὴν ῥᾳθυµίαν. Ἀλλ' ὅµως καὶ τούτων ὄντων, κεκενῶσθαί µοι τὸν κόπον νοµίζω ἀπὸ τῆς πολλῆς φιλαδελφίας. Μή πως ἐπείρασεν ὑµᾶς ὁ πειράζων. Πειράζει δὲ οὐκ εἰδὼς εἰ καταβαλεῖ. Εἶτ' ἐκεῖνος µὲν καὶ ὡς οὐκ εἰδὼς ἐπέρχεται, ἡµεῖς δὲ εἰδότες ὅτι σφόδρα αὐτοῦ περιεσόµεθα, οὐ νήφοµεν; Ὅτι δὲ οὐκ εἰδὼς ἡµῖν προσβάλλει, ἐπὶ τοῦ Ἰὼβ ἐδήλωσεν. Ἔλεγε γὰρ πρὸς τὸν Θεὸν ὁ πονηρὸς ἐκεῖνος δαίµων· Οὐ σὺ περιέφραξας αὐτοῦ τὰ ἔσω καὶ τὰ ἔξω; Περίελε αὐτοῦ τὰ ὑπάρχοντα· ἦ µὴν εἰς πρόσωπόν σε εὐλογήσει. Πειράζει. Ἂν ἴδῃ τι ἀσθενὲς, ἐπεχείρησεν· ἂν ἰσχυρὸν, ἀπέστη. Καὶ εἰς κενὸν, φησὶ, γένηται ὁ κόπος ἡµῶν. Ἀκούσωµεν ἅπαντες, πῶς ἔκαµνεν ὁ Παῦλος. Οὐκ εἶπεν, ἔργον, ἀλλ' Ὁ κόπος· οὐκ εἶπε, καὶ ὑµεῖς ἀπολεῖσθε, ἀλλ', Ὁ κόπος ἡµῶν. Ὥστε εἰ καὶ συνέβη τι, εἰκὸς ἐγίνετο· ἐπειδὴ δὲ οὐ συνέβη, πολὺ τὸ θαῦµα. Ταῦτα µὲν προσεδοκήσαµεν, φησὶν, ἐξέβη δὲ τὰ ἐναντία· οὐ γὰρ µόνον προσθήκην θλίψεως οὐδεµίαν παρ' ὑµῶν ἐλάβοµεν, ἀλλὰ καὶ παράκλησιν. Ἄρτι δὲ ἐλθόντος Τιµοθέου, φησὶ, πρὸς ἡµᾶς ἀφ' ὑµῶν, καὶ εὐαγγελισαµένου ἡµῖν τὴν πίστιν, καὶ τὴν ἀγάπην ὑµῶν. Καὶ εὐαγγελισαµένου, φησίν. Ὁρᾷς τὴν περιχάρειαν Παύλου; Οὐκ εἶπεν, ἀπαγγείλαντος, ἀλλ', Εὐαγγελισαµένου· τοσοῦτον ἀγαθὸν ἡγεῖτο τὴν ἐκείνων βεβαίωσιν καὶ τὴν ἀγάπην. Ἀνάγκη γὰρ ἐκείνης βεβαίας µενούσης καὶ ταύτην ἐστηρίχθαι. Καὶ τῇ ἀγάπῃ δὲ αὐτῶν ἔχαιρεν, ὅτι σηµεῖον τῆς πίστεως ἦν, Καὶ ὅτι ἔχετε, φησὶ, µνείαν ἡµῶν ἀγαθὴν πάντοτε ἐπιποθοῦντες ἡµᾶς ἰδεῖν, καθάπερ καὶἡµεῖς ὑµᾶς. Τουτέστι µετὰ ἐπαίνων. Οὐχ ὅτε παρῆµεν, οὐδ' ὅτε ἐθαυµατουργοῦµεν, ἀλλὰ καὶ νῦν, ὅτε πόῤῥω ἐσµὲν, καὶ µαστιζόµεθα, καὶ µυρία πάσχοµεν δεινὰ, µνείαν ἡµῶν ἀγαθὴν ἔχετε. Ἀκούσατε πῶς θαυµάζονται µαθηταὶ µνείαν ἀγαθὴν περὶ διδασκάλων ἔχοντες, πῶς µακαρίζονται. Μιµώµεθα τούτους· ἡµᾶς γὰρ αὐτοὺς ὠφελοῦµεν, οὐ τοὺς ἀγαπωµένους. Ἐπιποθοῦντες ἡµᾶς, φησὶν, ἰδεῖν, καθάπερ καὶ ἡµεῖς ὑµᾶς. Καὶ τοῦτο δὲ αὐτοὺς εὔφρανε. Τὸ γὰρ µαθεῖν τὸν φιλοῦντα, ὅτι τοῦτο οἶδεν ὁ φιλούµενος, ὅτι φιλεῖται, πολλὴ παραµυθία καὶ παράκλησις.∆ ιὰ τοῦτο παρεκλήθηµεν, ἀδελφοὶ, ἐφ' ὑµῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡµῶν διὰ τῆς ὑµῶν πίστεως· ὅτι νῦν ζῶµεν, ἐὰν ὑµεῖς στήκητε ἐν Κυρίῳ. Τί Παύλου ἴσον γένοιτ' ἂν, ὃς τὴν τῶν πλησίον σωτηρίαν ἐνόµιζεν εἶναι τὴν ἑαυτοῦ, καθάπερ σῶµα πρὸς µέλη, οὕτω πρὸς πάντας διακείµενος; τίς δυνήσεται ταύτην ῥῆξαι τὴν φωνὴν νῦν; µᾶλλον δὲ τίς δυνήσεται οὕτω φρονῆσαί ποτε; Οὐκ ἠξίου χάριν αὐτοὺς εἰδέναι αὐτῷ τῶν πειρασµῶν τῶν ὑπὲρ αὐτῶν, ἀλλὰ χάριν αὐτοῖς ᾔδει, ὅτι οὐκ ἐσαλεύθησαν διὰ τοὺς πειρασµοὺς τοὺς αὐτοῦ· ὡς ἂν εἰ ἔλεγεν, ὅτι Ὑµῖν µᾶλλον, ἢ ἡµῖν ἀπὸ τῶν πειρασµῶν ἐγένετο βλάβη· ὑµεῖς ἐπειράσθητε µᾶλλον ἢ ἡµεῖς, ὑµεῖς οἱ µηδὲν παθόντες, ἡµῶν τῶν παθόντων. Ἐπειδὴ ταῦτα, φησὶν, εὐηγγελίσατο ἡµᾶς ὁ Τιµόθεος, οὐδὲν αἰσθανόµεθα τῶν λυπηρῶν, ἀλλὰ, Παρεκλήθηµεν ἐπὶ πάσῃ τῇ θλίψει· οὐ ταύτῃ δὲ µόνον, ἀλλὰ καὶ Τῇ ἀνάγκῃ ἡµῶν, φησίν· εἰκότως.∆ ιδασκάλου γὰρ ἀγαθοῦ οὐδὲν ἂν ἅψαιτο λοιπὸν, ἕως ἂν τὰ τῶν µαθητῶν κατὰ γνώµην αὐτῷ προχωρῇ.∆ ι' ὑµῶν, φησὶ, παρεκλήθηµεν· τουτέστιν, ὑµεῖς ἡµᾶς ἐστερεώσατε. Καὶ µὴν τοὐναντίον ἦν· τὸ γὰρ παθόντας µὴ ἐνδοῦναι, ἀλλὰ στῆναι γενναίως, ἱκανὸν τοὺς µαθητὰς στηρίξαι. Ἀλλ' αὐτὸς ἅπαν τοὐναντίον ποιεῖ, καὶ εἰς ἐκείνους περιτρέπει τὸ ἐγκώµιον· ὑµεῖς ἡµᾶς ἠλείψατε, φησίν· ὑµεῖς ἡµῖν ἀναπνεῦσαι δεδώκατε· ὑµεῖς οὐκ ἀφήκατε τῶν πειρασµῶν αἰσθέσθαι. Καὶ οὐκ εἶπεν, ἀνεπνεύσαµεν, οὐδὲ, παρεµυθήθηµεν· ἀλλὰ τί; Νῦν ζῶµεν· δεικνὺς ὅτι καὶ πειρασµὸν καὶ θάνατον οὐδὲν ἄλλο ἡγεῖται, ἢ τὸ σκάνδαλον τὸ ἐκείνων, ὅπου γε καὶ ζωὴν τὴν ἐκείνων προκοπήν. Πῶς ἂν ἄλλος τις ἢ τὴν λύπην τὴν ἐπὶ τῇ τῶν µαθητῶν ἀσθενείᾳ, ἢ τὴν χαρὰν ἐδήλωσεν; Οὐκ εἶπε, χαίροµεν, ἀλλὰ, Ζῶµεν, ζωὴν λέγων τὴν µέλλουσαν.
4.3
Ὥστε ἄνευ τούτου οὐδὲ ζῇν τὸ ζῇν ἡγούµεθα. Οὕτω τοὺς διδασκάλους διακεῖσθαι χρὴ, οὕτω τοὺς µαθητὰς, καὶ οὐδὲν ἄτοπον ἔσται ποτέ. Εἶτα προσλιπαίνων αὐτὸ, ὅρα τί φησι· Τίνα γὰρ εὐχαριστίαν δυνάµεθα τῷ Θεῷ ἀνταποδοῦναι περὶ ὑµῶν ἐπὶ πάσῃ τῇ χαρᾷ, ᾗ χαίροµεν δι' ὑµᾶς ἔµπροσθεν τοῦ Θεοῦ ἡµῶν, νυκτὸς καὶἡµέρας ὑπερεκπερισσοῦ δεόµενοι εἰς τὸ ἰδεῖν ὑµῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήµατα τῆς πίστεως ὑµῶν; Οὐχὶ ζωῆς, φησὶν, αἴτιοι ἡµῖν γεγένησθε µόνον, ἀλλὰ καὶ εὐφροσύνης πολλῆς, καὶ τοσαύτης, ὡς µηδὲ εὐχαριστῆσαι δύνασθαι τῷ Θεῷ κατ' ἀξίαν. Τὸ ὑµῶν κατόρθωµα δῶρον εἶναι, φησὶ, τοῦ Θεοῦ ἡγούµεθα· τοιαῦτα ἡµᾶς εὐηργετήσατε, ὡς τοῦ Θεοῦ νοµίζειν εἶναι· µᾶλλον δὲ καὶ ἔργον Θεοῦ· οὐ γὰρ ἀνθρωπίνης ψυχῆς οὐδὲ σπουδῆς τοσοῦτον φρόνηµα. Νυκτὸς, φησὶ, καὶ ἡµέρας ὑπερεκπερισσοῦ δεόµενοι. Καὶ τοῦτο τῆς χαρᾶς σηµεῖον. Καθάπερ γάρ τις γεωργὸς, ἀκούων περὶ τῆς αὐτοῦ χώρας τῆς πονηθείσης αὐτῷ, ὅτι βρίθεται τοῖς καρποῖς, ποθεῖ κατ' ὄψιν τὴν τοσαύτην ἰδεῖν ἡδονήν· οὕτω καὶ Παῦλος τὴν Μακεδονίαν. Ὑπερεκπερισσοῦ δεόµενοι. Ὅρα τὴν ὑπερβολήν. Εἰς τὸ ἰδεῖν ὑµῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήµατα τῆς πίστεως ὑµῶν. Ἐνταῦθα πολὺ τὸ ζήτηµα. Εἰ γὰρ νῦν ζῇς ὅτι ἑστήκασι, καὶ Τιµόθεος εὐηγγελίσατό σε τὴν πίστιν αὐτῶν καὶ τὴν ἀγάπην, καὶ τοσαύτης εἶ χαρᾶς µεστὸς, ὡς µηδὲ δύνασθαι τῷ Θεῷκατ' ἀξίαν εὐχαριστῆσαι, πῶς ἐνταῦθα τὰ ὑστερήµατα τῆς πίστεως αὐτῶν εἶναι φῄς; ἆρα µὴ κολακείας τὰ ῥήµατα ἐκεῖνα; Μηδαµῶς· µὴ γένοιτο. Προλαβὼν γὰρ ἐµαρτύρησεν, ὅτι πολλοὺς ἄθλους ὑπέµειναν, καὶ οὐδὲν χεῖρον διετέθησαν τῶν ἐν τῇ Ἰουδαίᾳ Ἐκκλησιῶν. Τί οὖν ἐστιν; Οὐ πάσης ἀπέλαυσαν τῆς διδασκαλίας, οὐδὲ ὅσα ἐχρῆν µαθεῖν ἔµαθον· καὶ τοῦτο δηλοῖ πρὸς τῷ τέλει. Ἴσως δὲ καὶ ἐζητεῖτο παρ' αὐτοῖς περὶ τῆς ἀναστάσεως, καὶ πολλοὶ ἦσαν οἱ θορυβοῦντες αὐτοὺς, οὐκέτι τοῖς πειρασµοῖς, οὐδὲ τοῖς κινδύνοις, ἀλλ' ὑποκρινόµενοι τοὺς διδασκάλους. Τοῦτό φησι, Τὰ ὑστερήµατα τῆς πίστεως· καὶ διὰ τοῦτο οὕτως ἐνέφηνε, καὶ οὐκ εἶπεν, εἰς τὸ στηριχθῆναι, ἀλλὰ, Καταρτίσαι. Ἔνθα µὲν γὰρ περὶ αὐτῆς τῆς πίστεως ἐδεδοίκει, Ἔπεµψα, φησὶ, Τιµόθεον εἰς τὸ στηρίξαι ὑµᾶς· ἐνταῦθα δὲ, τὰ ὑστερήµατα λέγει καταρτίσαι, ὃ διδασκαλίας µᾶλλόν ἐστιν, ἢ βεβαιώσεως· καθάπερ καὶ ἀλλαχοῦ φησιν· Ἵνα ἦτε κατηρτισµένοι εἰς πᾶν ἔργον ἀγαθόν. Τὸ δὲ κατηρτισµένον ἐκεῖνό ἐστιν, ᾧ ὀλίγον τι λείπει· τοῦτο γὰρ καταρτίζεται. Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡµῶν, καὶ ὁ Κύριος ἡµῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡµῶν πρὸς ὑµᾶς. Ὑµᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡµεῖς εἰς ὑµᾶς. Τοῦτο ὑπερβαλλούσης ἀγάπης, τὸ µὴ µόνον καθ' ἑαυτὸν εὔχεσθαι, ἀλλὰ καὶ ἐν τῇ ἐπιστολῇ τὴν εὐχὴν ἐντίθεσθαι· τοῦτο ζεούσης ψυχῆς, καὶ ὄντως ἀκαρτερήτου· τοῦτο δεῖγµα καὶ τῶν ἐκεῖ γεγενηµένων εὐχῶν· ἅµα δὲ καὶ ἀπολογία, ὅτι οὐχ ἑκόντες, οὐδὲ ῥᾳθυµοῦντες οὐ παραγίνονται. Ὡς ἂν εἰ ἔλεγεν· Αὐτὸς δὲ ὁ Θεὸς ἐκκόψαι τοὺς πειρασµοὺς τοὺς πανταχοῦ περιέλκοντας ἡµᾶς, ὥστε ὀρθὴν ἐλθεῖν πρὸς ὑµᾶς. Ὑµᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι. Ὁρᾷς τὴν µανίαν τῆς ἀγάπης τὴν ἀκάθεκτον, τὴν διὰ τῶν ῥηµάτων δεικνυµένην; Πλεονάσαι, φησὶ, καὶ περισσεύσαι, ἀντὶ τοῦ, αὐξήσαι. Ὡς ἂν εἴποι τις, Ἐκ περιουσίας πως ἐπιθυµεῖ φιλεῖσθαι παρ' αὐτῶν. Καθάπερ, φησὶ, καὶ ἡµεῖς εἰς ὑµᾶς. Τουτέστι, Τὸ µὲν ἡµέτερον ἤδη ἐστί· τὸ δὲ ὑµέτερον ἀξιοῦµεν γενέσθαι. Ὁρᾷς ποῦ βούλεται τὴν ἀγάπην ἐκτείνεσθαι; οὐκ εἰς ἀλλήλους µόνον, ἀλλὰ πανταχοῦ. Τοῦτο γὰρ ὄντως ἀγάπης τῆς κατὰ Θεὸν, τὸ πάντας περιπλέκεσθαι· ἂν δὲ τὸν δεῖνα µὲν ἀγαπᾷς, τὸν δεῖνα δὲ µηκέτι, κατὰ ἄνθρωπον ἡ φιλία. Ἀλλ' οὐχ ἡ ἡµετέρα τοιαύτη. Καθάπερ καὶ ἡµεῖς εἰς ὑµᾶς· εἰς τὸ στηρίξαι ὑµῶν τὰς καρδίας ἀµέµπτους ἐν ἁγιωσύνῃ ἔµπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡµῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦµετὰ πάντων τῶν ἁγίων αὐτοῦ. Τὴν ἀγάπην δείκνυσιν αὐτοῖς κέρδος φέρουσαν, οὐ τοῖς φιλουµένοις. Βούλοµαι, φησὶ, πλεονάσαι τὴν ἀγάπην ταύτην, ἵνα µηδεὶς µῶµος γένηται. Οὐκ εἶπεν, ὑµᾶς στηρίξαι, ἀλλὰ, Τὰς καρδίας ὑµῶν· Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισµοὶ πονηροί. Ἔνεστι γὰρ µηδὲν πράττοντα, πονηρὸν εἶναι, οἷον βασκανίαν ἔχειν, ἀπιστίαν, δόλον, τὸ χαίρειν ἐπὶ τοῖς κακοῖς, τὸ µὴ εἶναι φιλικὸν, τὸ δόγµαταἔχειν διεστραµµένα· ταῦτα πάντα τῆς καρδίας ἐστί· τὸ δὲ τούτων καθαρεύειν, ἐστὶν ἁγιωσύνη. Κυρίως µὲν γὰρ ἁγιωσύνη λέγεται ἡ σωφροσύνη κατ' ἐξοχὴν ἐπειδὴ καὶ ἀκαθαρσία ἡ πορνεία καὶ ἡ µοιχεία· καθολικῶς δὲ πᾶσα ἁµαρτία ἀκαθαρσία, καὶ πᾶσα ἀρετὴ καθαρότης· Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ. Καθαροὺς τοὺς πάντῃ καθαρούς φησιν.
4.4
Οἶδα γὰρ καὶ τὰ ἄλλα οὐχ ἧττον τὴν ψυχὴν ῥυποῦν. Ὅτι γὰρ πονηρία µολύνει τὴν ψυχὴν, ἄκουε τοῦ προφήτου λέγοντος· Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήµ· καὶ πάλιν, Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑµῶν. Οὐκ εἶπε, τὰς πορνείας· ὥστε οὐ πορνεία µόνον, ἀλλὰ καὶ τὰ ἄλλα µολύνει τὴν ψυχήν. Στηρίξαι ὑµῶν, φησὶ, τὰς καρδίας ἀµέµπτους ἐν ἁγιωσύνῃ ἔµπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡµῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦµετὰ πάντων τῶν ἁγίων αὐτοῦ. Κριτὴς ἄρα τότε ἔσται ὁ Χριστός· οὐκ ἔµπροσθεν δὲ αὐτοῦ, ἀλλὰ καὶ τοῦ Πατρὸς παρεστήκαµεν κρινόµενοι. Ἢ τοῦτό φησιν, ὅτι ἀµέµπτους ἔµπροσθεν τοῦ Θεοῦ δεῖ γενέσθαι· ὅπερ ἀεὶ λέγω, τὸ ἐνώπιον τοῦ Θεοῦ( αὕτη γὰρ ἡ ἀρετὴ εἰλικρινής), οὐκ ἐνώπιον ἀνθρώπων. Ἄρα ἡ ἀγάπη ἀµέµπτους ποιεῖ· καὶ γὰρ ὄντως ἀµέµπτους ποιεῖ. Καὶ ἐµοῦ ποτὲ τοῦτο διηγουµένου πρός τινα, καὶ λέγοντος, ὅτι ἡ ἀγάπη ἀµέµπτους ποιεῖ, καὶ οὐκ ἀφίησιν ἡ πρὸς τὸν πλησίον φιλία παρείσδυσίντινα γενέσθαι τῆς πληµµελίας, καὶ τὰ ἄλλα πάντα διεξιόντος καὶ ἐπεξερχοµένου τῷ λόγῳ, τῶν ἐµοί τις γνωρίµων ὑποβαλὼν ἑαυτὸν, φησί· Τί οὖν ἡ πορνεία; οὐκ ἔνεστιν οὖν καὶ φιλεῖν καὶ πορνεύειν; καὶ ἀπὸ φιλίας µὲν τοῦτο γίνεται. Πλεονεξία µὲν οὖν καὶ µοιχεία καὶ φθόνος καὶ ἐπιβουλαὶ καὶ ὅσα τοιαῦτα ἀπὸ ἀγάπης τῆς τῶν πλησίον ἀνακόψαι δυνήσεται· ἡ δὲ πορνεία πῶς; φησίν. Ἐγὼ τοίνυν εἶπον, ὅτι ἡ ἀγάπη καὶ τοῦτο δύναται ἀνακόψαι. Εἰ γὰρ φιλοίη τις τὴν πορνευοµένην γυναῖκα, καὶ τῶν ἄλλων αὐτὴν ἀνδρῶν ἀπαγαγεῖν πειράσεται, οὐχὶ δὲ καὶ αὐτὸς προστιθέναι τῇ ἁµαρτίᾳ. Ὥστε σφόδρα µισοῦντός ἐστι τὴν πορνευοµένην τὸ πορνεύειν εἰς αὐτήν· φιλοῦντος δὲ ὄντως τὸ ἀπαγαγεῖν αὐτὴν τῆς µυσαρᾶς ἐκείνης πράξεως. Καὶ οὐκ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἁµάρτηµα, ὃ µὴ, καθάπερ πῦρ, ἀναλίσκει τῆς ἀγάπης ἡ δύναµις. Εὐκολώτερον γὰρ φρύγανον εὐτελὲς ἀντιστῆναι πυρᾷ πολλῇ, ἢ τῆς ἁµαρτίας τὴν φύσιν τῇ τῆς ἀγάπης δυνάµει. Ταύτην οὖν φυτεύσωµεν ἐν ταῖς ἑαυτῶν ψυχαῖς, ἵνα µετὰ τῶν ἁγίων πάντων στῶµεν· καὶ γὰρ ἐκεῖνοι πάντες εὐη ρέστησαν ἀπὸ τῆς εἰς πλησίον ἀγάπης. Πόθεν ἀνῃρέθη, καὶ οὐκ ἀνεῖλεν ὁ Ἄβελ; Πάντως τῷ σφόδρα φιλεῖν τὸν ἀδελφόν· οὐδὲ δέξασθαι τοιοῦτον ἠνείχετο λογισµόν. Πόθεν ἐδέξατο τὸν τῆς βασκανίας ὄλεθρον ὁ Κάϊν; οὐ γὰρ ἂν λοιπὸν εἴποιµι αὐτὸν τοῦ Ἄβελ ἐγὼ ἀδελφὸν, ὅτι οὐκ ἀσφαλῶς ἠρήρειστο παρ' αὐτῷ τὰ τῆς ἀγάπης θεµέλια. Πόθεν εὐδοκίµησαν οἱ τοῦ Νῶε παῖδες; οὐκ ἐπειδὴ σφόδρα ἐφίλουν τὸν πατέρα, οὐδὲ τὴν γύµνωσιν ἠνέσχοντο ἰδεῖν. Ὁ ἕτερος δὲ πόθεν κατηράθη; οὐκ ἀπὸ τοῦ µὴ φιλεῖν; Ὁ δὲ Ἀβραὰµ πόθεν ηὐδοκίµησεν; οὐκ ἀπὸ τῆς ἀγάπης, τὰ περὶ τὸν ἀδελφιδοῦν διαπραξάµενος; τὰ περὶ τὴν ἱκετηρίαν τὴν ὑπὲρ τῶν Σοδοµιτῶν; Σφόδρα γὰρ, σφόδρα φιλόστοργοι ἦσαν οἱ ἅγιοι, καὶ συµπαθητικοί. Ἐννόησον γάρ µοι πῶς διατίθεται ἐξ ἀγάπης ὁ καὶ πυρὸς κατατολµῶν Παῦλος, ὁ ἀδαµάντινος, ὁ στεῤῥὸς, ὁ ἀκλινὴς, ὁ πάντοτε συγκεκροτηµένος, ὁ καθηλωµένος τῷ φόβῳ τοῦ Θεοῦ, ὁ ἀκαµπής. Τίς γὰρ ἡµᾶς, φησὶ, χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγµὸς, ἢ λιµὸς, ἢ γυµνότης, ἢ κίνδυνος, ἢ µάχαιρα· Ὁ τούτων τοίνυν ἁπάντων κατατολµῶν, καὶ γῆς καὶ θαλάσσης, ὁ τῶν ἀδαµαντίνων τοῦ ᾅδου πυλῶν καταγελῶν, ὃν οὐδὲν ὑφίστατο ὅλως· οὗτος ἐπειδή τινων ἀγαπητῶν εἶδε δάκρυα, οὕτω κατεκλάσθη καὶ συνετρίβη ὁ ἀδάµας, ὡς µηδὲ κρύψαι τὸ πάθος, ἀλλ' εἰπεῖν εὐθέως· Τί ποιεῖτε κλαίοντες, καὶ συνθρύπτοντές µου τὴν καρδίαν; Τί λέγεις· εἰπέ µοι· ἐκείνην τὴν ἀδαµαντίνην ψυχὴν συντρίψαι δάκρυον ἴσχυσε; Ναὶ, φησί· πρὸς πάντα γὰρ ἀντέχω, πλὴν τῆς ἀγάπης· αὕτη µου περιγίνεται καὶ κρατεῖ. Τοῦτο τῷ Θεῷ δοκεῖ. Ἄβυσσος αὐτὸν οὐ συνέτριψεν ὑδάτων, καὶ µικρὰ δάκρυα συνέτριψε. Τί ποιεῖτε κλαίοντες καὶ συντρίβοντές µου τὴν καρδίαν; Πολλὴ γὰρ αὐτῆς ἡ ἰσχύς. Θέλεις αὐτὸν ἰδεῖν πάλιν κλαίοντα; ἄκουε αὐτοῦ ἀλλαχοῦ λέγοντος· Τριετίαν, νύκτα καὶ ἡµέραν, φησὶν, οὐκ ἐπαυσάµην µετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Ἀπὸ πολλῆς ἀγάπης ἐδεδοίκει, µή τις ἐπεισέλθῃ λύµη. Καὶ πάλιν· Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑµῖν διὰ πολλῶν δακρύων. Τί δὲ ὁ Ἰωσὴφ, εἰπέ µοι, ὁ στεῤῥὸς, ὁ πρὸς τυραννίδα τοσαύτην στὰς, ὁ πρὸς τοσαύτην ἔρωτος πυρὰν οὕτω γενναῖος ὀφθεὶς, ὁ οὕτω καταγωνισάµενοςκαὶ καταπαλαίσας τῆς δεσποίνης τὴν τοσαύτην µανίαν; τί γὰρ οὐκ ἔθελγε τότε; ὄψις εὐπρεπὴς, ἀξιώµατος τῦφος, ἱµατίων πολυτέλεια, ἀρωµάτων εὐοσµία( καὶ γὰρ καὶ ταῦτα καταµαλάττειν οἶδε ψυχήν), ῥήµατα πάντων µαλακώτερα;
4.5
Ἴστε γὰρ ὅτι ἡ ἐρῶσα, καὶ οὕτω σφοδρῶς, οὐδὲν ταπεινὸν παραιτήσεται εἰπεῖν, σχῆµα ἱκέτιδος ἀναλαβοῦσα. Οὕτω γὰρ κατεκλάσθη ἡ χρυσοφοροῦσα γυνὴ, καὶ ἐν ἀξιώµατι οὖσα βασιλικῷ, ὡς τοῦ παιδὸς τοῦ αἰχµαλώτου πρὸς τὰ γόνατα ἴσως ἑαυτὴν ῥῖψαι, ἴσως δὲκαὶ παρακαλέσαι δακρύουσαν καὶ τῶν γονάτων ἁπτοµένην, καὶ τοῦτο οὐχ ἅπαξ, οὐ δεύτερον, ἀλλὰ πολλάκις µηχανησαµένην. Ἐνῆν καὶ ὀφθαλµὸν ἰδεῖν τότε µάλιστα λάµποντα· οὐ γὰρ ἁπλῶς εἰκὸς αὐτὴν, ἀλλὰ µετὰ πολλῆς τῆς περιεργίας καλλωπίζεσθαι, ἅτε βουλοµένην πολλοῖς τοῖς δικτύοις ἑλεῖν τὸ ἀρνίον τοῦ Χριστοῦ. Πρόσθες µοι ἐνταῦθα καὶ µαγείας πολλάς. Ἀλλ' ὅµως ὁ ἀκαµπὴς οὗτος, ὁ στεῤῥὸς, ὁ πεπετρωµένος, ἐπειδὴ τοὺς ἀδελφοὺς εἶδε τοὺς ἀπεµπολήσαντας, τοὺς εἰς λάκκον βαλόντας, τοὺςἀποδοµένους, τοὺς καὶ ἀποκτεῖναι βουλοµένους, τοὺς καὶ τοῦ δεσµωτηρίου καὶ τῆς τιµῆς αἰτίους γενοµένους· ἐπειδὴ ἤκουσε παρ' αὐτῶν, ἃ τὸν πατέρα διέθηκαν· Εἴπωµεν γὰρ, φησὶν, ὅτι ὁ εἷς θηριόβρωτος γέγονε· κατεκλάσθη, συνεµαλάχθη, συνετρίβη, καὶ ἔκλαυσε· καὶ µὴ φέρων τὸ πάθος, εἰσελθὼν Ἐνεκρα τεύσατο, τουτέστιν, ἀπεµάξατο. Τί τοῦτο; δακρύεις, ὦ Ἰωσήφ; Καὶ µὴν οὐκ ἄξια τὰ παρόντα δακρύων, ἀλλ' ὀργῆς καὶ θυµοῦ καὶ ἀγανακτήσεως, µεγάλης τιµωρίας καὶ ἀνταποδόσεως· ἔχεις εἰς χεῖρας τοὺς ἐχθροὺς τοὺς ἀδελφοκτόνους, δύνασαι τὸν θυµὸν ἐµπλῆσαι. Καίτοι οὐδὲ τοῦτο ἀδικία· οὐ γὰρ αὐτὸς ἄρχεις χειρῶν ἀδίκων, ἀλλ' ἀµύνῃ τοὺς ἠδικηκότας. Μὴ γάρ µοι πρὸς τὸ ἀξίωµα ἴδῃς· οὐ τῆς ἐκείνων ἐγένετο γνώµης, ἀλλὰ τοῦ Θεοῦ τοῦ καταχέαντός σοι τὴν χάριν. Τί κλαίεις; Ἀλλ' εἶπεν ἄν· Μή µοι γένοιτο ἐν πᾶσιν εὐδοκιµήσαντι πάντα καταλῦσαι ἐκεῖνα διὰ ταύτης τῆς µνησικακίας· δακρύων ὄντως καιρός· οὐκ εἰµὶ τῶν θηρίων ἀγριώτερος· ἐκεῖνα πρὸς τὴν φύσιν σπένδεται, πᾶν ὁτιοῦν πάθῃ δεινόν. Κλαίω, φησὶν, ὅτι µε ὅλως τοιαῦτα διέθηκαν. Τοῦτον καὶ ἡµεῖς µιµώµεθα, καὶ πενθῶµεν τοὺς ἠδικηκότας· µὴ ὀργιζώµεθα πρὸς αὐτούς· ὄντως γὰρ δακρύων ἄξιοι, ἧς ἑαυτοὺς τιµωρίας καὶ καταδίκης ὑπευθύνους καθιστῶσιν. Οἶδα πῶς κλαίετε νῦν, πῶς χαίρετε, καὶ τὸν Παῦλον θαυµάζοντες, καὶ τὸν Ἰωσὴφ ἐκπληττόµενοι, καὶ µακαρίζοντες. Ἀλλ' εἴ τις ἐχθρὸν ἔχει, εἰς µνήµην αὐτὸν νῦν λαµβανέτω, εἰς νοῦν βαλλέσθω· ἵνα, ἕως ἔτι ζεῖ τῇ µνήµῃ τῶν ἁγίων ἡ καρδία, δυνηθῇ τὸ πεπηγὸς τῆς µήνιδος λῦσαι, καὶ τὸ τραχὺ καὶ ἀπεσκληκὸς καταµαλάξαι. Οἶδα ὅτι µετὰ τὴν ἐντεῦθεν ἔξοδον, µετὰ τὸ παύσασθαί µε λέγοντα, κἂν ἀποµείνῃ τι τῆς θέρµης καὶ τῆς ζέσεως, οὐ τοσοῦτόν ἐστιν, ὅσον νῦν ἐν τῇ ἀκροάσει. Εἴ τις οὖν, εἴ τις κατέψυκται, λυέτω τὴν πάχνην· πάχνη γὰρ ὄντως καὶ κρυµὸς ἡ µνησικακία. Ἀλλὰ καλέσωµεν τὸν ἥλιον τῆς δικαιοσύνης, ἀξιώσωµεν αὐτὸν ἐπαφεῖναι τὰς ἀκτῖνας, καὶ οὐκέτι ἔσται πάχνη παχεῖα, ἀλλ' ὕδωρ πότιµον. Ἂν ἅψηται τὸ τοῦ ἡλίου τῆς δικαιοσύνης πῦρ τῆς ἡµετέρας ψυχῆς, οὐδὲν ἐάσει πεπηγὸς, οὐδὲν σκληρὸν, οὐδὲν καυστικὸν, οὐδὲν ἄκαρπον· πάντα ὥριµα, πάντα γλυκέα, πάντα πολλῆς γέµοντα τῆς ἡδονῆς ἐπιδείξει. Ἂν ἀγαπῶµεν ἀλλήλους, ἥξει κἀκείνη ἡ ἀκτίς.∆ ότε µοι, παρακαλῶ, µετὰ προθυµίας ταῦτα λέγειν· ποιήσατέ µε ἀκοῦσαι ὅτι ἀπὸ τῶν ῥηµάτων τούτων ἠνύσαµέν τι· ὅτι ἐχθρόν τις ἀπελθὼν, εὐθέως περιέβαλεν ἄµφω τὼ χεῖρε, περιεπλάκη, περιεχύθη, κατεφίλησεν, ἐδάκρυσε. Κἂν θηρίον ἐκεῖνος ᾖ, κἂν λίθος, κἂν ὁτιοῦν, ὑπὸ τῆς αὐτῆς φιλοφροσύνης ἡµερωθήσεται.∆ ιὰ τί γάρ σου ἐχθρός ἐστιν; ὕβρισέ σε; ἀλλ' οὐδὲν ἠδίκησεν. Ἀλλὰ χρηµάτων ἕνεκεν περιορᾷς τὸν ἀδελφὸν ἐχθραίνοντα; Μὴ, παρακαλῶ. Πάντα λύσωµεν. Ἡµέτερος ὁ καιρός· χρησώµεθα αὐτῷ εἰς δέον. Τὰ σχοινία τῶν ἁµαρτηµάτων διακόψωµεν· πρὶν ἢ ἀπελθεῖν εἰς τὸ κριτήριον, αὐτοὶ κρίνωµεν ἀλλήλους. Ὁ ἥλιος, φησὶ, µὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισµῷ ὑµῶν. Μηδεὶς ἀναβαλλέσθω· αἱ ἀναβολαὶ µελλήσεις τίκτουσιν. Ἂν σήµερον ὑπέρθῃ, µᾶλλον ἐρυθριᾷς· κἂν τὴν αὔριον προσθῇς, µείζων ἡ αἰσχύνη· κἂν τὴν τρίτην, ἔτι πλέον. Μὴ δὴ καταισχύνωµεν ἑαυτοὺς, ἀλλ' ἀφῶµεν, ἵνα ἀφεθῇ ἡµῖν. Εἰ δὲ ἀφεθῇ, πάντων ἐπιτευξόµεθα τῶν ἐν οὐρανῷ ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note