Homilies on First Thessalonians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
5.0
Τὸ λοιπὸν, ἀδελφοὶ, ἐρωτῶµεν ὑµᾶς καὶ παρακα λοῦµεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ' ἡµῶν τὸ πῶς δεῖ περιπατεῖν ὑµᾶς, καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε µᾶλλον. Οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαµεν ὑµῖν διὰ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστι θέληµα Θεοῦ, ὁ ἁγιασµὸς ὑµῶν.
5.1
Ὅταν πρὸς τὰ κατεπείγοντα στῇ καὶ τὰ ἐν χερσὶ, καὶ µέλλῃ πρὸς τὰ διηνεκῆ ἐµβαίνειν λοιπὸν, καὶ ἃ συνεχῶς ἀκοῦσαι χρὴ, τοῦτο προτίθησι τὸ ῥῆµα, Τὸ λοιπὸν, τουτέστιν, Ἀεὶ µὲν καὶ εἰς τὸ διηνεκὲς ἐρωτῶµεν ὑµᾶς καὶ παρακαλοῦµεν ἐν Κυρίῳ. Βαβαί! οὐδὲ πρὸς τὸ παρακαλεῖν ἑαυτὸν ἀξιόπιστον, εἶναί φησι· καίτοι τίς οὕτως ἀξιόπιστος ἦν; ἀλλὰ τὸν Χριστὸν παραλαµβάνει.∆ ιὰ τοῦ Θεοῦ παρακαλοῦµεν ὑµᾶς, φησί. Τοῦτο γάρ ἐστιν, Ἐν Κυρίῳ. Ὃ καὶ πρὸς Κορινθίους ἔλεγεν· Ὁ Θεὸς ὑµᾶς παρακαλεῖ δι' ἡµῶν. Ἵνα καθὼς παρελάβετε παρ' ἡµῶν. Τὸ, Παρελάβετε, οὐχὶ ῥηµάτων ἐστὶ µόνον, ἀλλὰ καὶ πραγµάτων. Τὸ, Πῶς δεῖ ὑµᾶς περιπατεῖν, πᾶσαν ἐν τούτῳ τὴν ἀναστροφὴν τοῦ βίου δηλοῖ. Καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε µᾶλλον· τουτέστιν, Ἵνα ἐκ πλείονος περιουσίας µὴ µέχρι τῶν ἐντολῶν ἱστᾶσθε, ἀλλ' ἵνα καὶ ὑπερβαίνητε· τοῦτο γάρ ἐστι τὸ, Ἵνα περισσεύητε. Ἐν µὲν γὰρ τοῖς προάγουσι τῆς πίστεως αὐτῶν τῆς στεῤῥᾶς τὸ θαῦµα ἀποδέχεται· ἐνταῦθα δὲ ῥυθµίζει τὸν βίον. Τοῦτο γὰρ προκοπὴ, τὸ καὶ ὑπερβαίνειν τὰς ἐντολὰς καὶ τὰ διατάγµατα· οὐκέτι γὰρ ἀπὸ τῆς διδασκαλικῆς ἀνάγκης, ἀλλ' ἀπὸ τῆς οἰκείας προαιρέσεως γίνεται τὸ πᾶν. Καθάπερ γὰρ τὴν γῆν οὐ τὰ καταβληθέντα δεῖ φέρειν µόνον· οὕτω καὶ τὴν ψυχὴν οὐ µέχρις ἐκείνων ἵστασθαι τῶν καταβληθέντων, ἀλλὰ καὶ ὑπερβαίνειν. Ὁρᾷς ὅτι εἰκότως εἶπεν, ὑπερβαίνειν; Εἰς δύο γὰρ ταῦτα ἀρετὴ διῄρηται, εἰς τὸ ἐκκλίνειν ἀπὸ κακοῦ, καὶ ποιεῖν ἀγαθόν. Οὐ γὰρ ἀρκεῖ τῶν κακῶν ἡ ἀναχώρησις εἰς τὴν τῆς ἀρετῆς προσαγωγὴν, ἀλλ' ὁδὸς µέν τίς ἐστι καὶ ἀρχὴ ἐκεῖ φέρουσα, δεῖ δὲ πολλῆς ἡµῖν τῆς προθυµίας. Τὰ µὲν οὖν φευκτέα ἐν τάξει παραγγελίας αὐτοῖς λέγει, εἰκότως· ταῦτα γὰρ πραττόµενα µὲν φέρει κόλασιν, µὴ πραττόµενα δὲ, οὐδὲ ἐγκώµιον. Τὰ µέντοι τῆς ἀρετῆς, οἷον τὸ κενῶσαι τὰ χρήµατα, καὶ ὅσα τοιαῦτα, οὐκέτι ἐν παραγγελίας τάξει φησίν· ἀλλὰ τί; Ὁ δυνάµενος χωρεῖν χωρείτω. Εἰκὸς οὖν αὐτὸν ἃ µετὰ πολλοῦ φόβου καὶ τρόµου ἦν παρηγγελκὼς αὐτοῖς, καὶ ἀναµιµνήσκειν διὰ τῶν γραµµάτων τούτων ἐκείνης αὐτοὺς τῆς εὐλαβείας.∆ ιόπερ οὐ τίθησιν αὐτὰ, ἀλλ' αὐτοὺς ἀναµιµνήσκει. Οἴδατε γὰρ, φησὶ, τίνας παραγγελίας ἐδώκαµεν ὑµῖν διὰ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστι θέληµα Θεοῦ, ὁ ἁγιασµὸς ὑµῶν. Καὶ θέα πῶς οὐδαµοῦ περὶ ἄλλου τινὸς οὕτω σφοδρῶς αἰνίττεται, ὡς περὶ τούτου· καθάπερ καὶ ἀλλαχοῦ γράφων, φησίν· Εἰρήνην διώκετε µετὰ πάντων καὶ τὸν ἁγιασµὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ τί θαυµάζεις, εἰ τοῖς µαθηταῖς πανταχοῦ περὶ τούτου γράφει, ὅπου γε καὶ Τιµοθέῳ γράφων ἔλεγε· Σαυτὸν ἁγνὸν τήρει; Καὶ ἐν τῇ δευτέρᾳ δὲ Ἐπιστολῇ τῇ πρὸς Κορινθίους γράφων ἔλεγεν· Ἐν ὑποµονῇ πολλῇ, ἐν νηστείαις, ἐν ἁγνότητι. Καὶ πολλαχοῦ ἄν τις εὕροι τοῦτο, καὶ ἐν τῇ πρὸς Ῥωµαίους Ἐπιστολῇ, καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς. Ὄντως γὰρ πᾶσι τοῦτο λυµαίνεται τὸ κακόν· καὶ καθάπερ χοῖρος βορβόρου πεπληρωµένος, οὗ ἂν εἰσέλθῃ, δυσωδίας ἐνέπλησεν ἅπαντα, καὶ τὰς αἰσθήσεις ἐπλήρωσε κόπρου, οὕτω καὶ ἡ πορνεία· δυσέκνιπτον γάρ ἐστι τὸ κακόν. Ὅταν δέ τινες καὶ γυναῖκας ἔχοντες τοῦτο πράττωσι, πόση τῆς ἀτοπίας ἡ ὑπερβολή; Τοῦτο γάρ ἐστι, φησὶ, θέληµα Θεοῦ ὁ ἁγιασµὸς ὑµῶν, ἀπέχεσθαι ὑµᾶς ἀπὸ πάσης πορνείας. Πολλὰ γὰρ εἴδη ἀταξίας, πολύτροποι καὶ ποικίλαι τῆς ἀσελγείας αἱ ἡδοναὶ, ἃς οὐδὲ εἰπεῖν ἀνεκτόν. Εἰπὼν δὲ, Ἀπὸ πάσης πορνείας, καταλιµπάνει τοῖς εἰδόσιν. Εἰδέναι ἕνα ἕκαστον ὑµῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασµῷ καὶ τιµῇ. Μὴ ἐν πάθει ἐπιθυµίας, καθάπερ καὶ τὰ ἔθνη τὰ µὴ εἰδότα τὸν Θεόν. Εἰδέναι, φησὶν, ἕνα ἕκαστον ὑµῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι. Ἄρα µαθήσεώς ἐστι τὸ πρᾶγµα καὶ πολλῆς, ὥστε µὴ ἀσελγαίνειν. Ἄρα ἡµεῖς αὐτὸ κτώµεθα, ὅταν µένῃ καθαρὸν καὶ ἔστιν ἐν ἁγιασµῷ· ὅταν δὲ ἀκάθαρτον, ἁµαρτία· εἰκότως. Οὐ γὰρ ἃ βουλόµεθα πράττει λοιπὸν, ἀλλ' ἃ ἐκείνη ἐπιτάττει· Μὴ ἐν πάθει ἐπιθυµίας, φησίν. Ἐνταῦθα δείκνυσι καὶ τὸν τρόπον, καθ' ὃν χρὴ σωφρονεῖν, ὥστε τὰ πάθη τῆς ἐπιθυµίας ἐκκόπτειν. Καὶ γὰρ καὶ τρυφὴ, καὶ πλοῦτος, καὶ ῥᾳθυµία, καὶ ἀργία, καὶ σχολὴ, καὶ ἅπαντα ταῦτα εἰς ἐπιθυµίαν ἡµᾶς ἐξάγει τὴν ἄτοπον. Καθάπερ, φησὶ, καὶ τὰ ἔθνη τὰ µὴ εἰδότα τὸν Θεόν. Ἐκεῖνοι γὰρ τοιοῦτοί εἰσιν, οἱ µὴ προσδοκῶντες δώσειν δίκην. Τὸ µὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγµατι τὸν ἀδελφόν.
5.2
Καλῶς εἶπε, Μὴ ὑπερβαίνειν· καὶ γὰρ ἑκάστῳ ὁ Θεὸς ἀπένειµε γυναῖκα, καὶ ὅρους ἔθηκε τῇ φύσει, τὴν µίξιν ἐκείνην τὴν πρὸς τὴν µίαν. Ὥστε ἡ πρὸς τὴν ἑτέραν παράβασίς ἐστι καὶ λῃστεία καὶ πλεονεξία· µᾶλλον δὲ πάσης λῃστείας χαλεπωτέρα. Οὐ γὰρ οὕτως ἀλγοῦµεν, τῶν χρηµάτων ἡµῖν ἐκφορουµένων, ὡς τοῦ γάµου διορυττοµένου. Ἀδελφὸν καλεῖς, καὶ πλεονεκτεῖς, καὶ ἐν οἷς οὐ χρή; Ἐνταῦθα περὶ µοιχείας φησίν· ἀνωτέρω δὲ καὶ περὶ πορνείας πάσης. Ἐπειδὴ γὰρ ἔµελλε λέγειν µὴ ὑπερβαίνειν µηδὲ πλεονεκτεῖν τὸν ἀδελφὸν, προλαβὼν µὴ νοµίσῃς, φησὶν, ὅτι ἐπὶ τῶν ἀδελφῶν µόνον ταῦτά φηµι, ἀλλ' οὐδὲ τὰς ἑτέρων γυναῖκας, οὐδὲ τὰς ἁπλῶς ἀνάνδρους καὶ κοινὰς ἔχειν χρή. Πάσης πορνείας ἀπέχεσθαι δεῖ· διό φησι,∆ ιότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων. Παρεκάλεσε πρῶτον, ἐνέτρεψεν εἰπὼν, Καθάπερ καὶ τὰ ἔθνη· εἶτα ἀπὸ λογισµῶν τὸ ἄτοπον ἔδειξε. Τοῦτο δὲ ἦν τὸ, Πλεονεκτεῖν τὸν ἀδελφόν. Ἐπάγει λοιπὸν τὸ κεφάλαιον· διό φησιν, Ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείποµεν ὑµῖν καὶ διεµαρτυράµεθα. Οὐδὲ γὰρ ἀτιµωρητὶ ταῦτα πράξοµεν, οὐδὲ τοσαύτης ἀπολαύσοµεν ἡδονῆς, ὅσην ὑποστησόµεθα κόλασιν. Οὐ γὰρ ἐκάλεσεν ἡµᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ' ἐν ἁγιασµῷ. Ἐπειδὴ εἶπε, Τὸν ἀδελφὸν, καὶ ἐπήγαγεν, ὅτι ὁ Θεὸς ἐκδικεῖ, δεικνὺς ὅτι κἂν ἄπιστος τοῦτο πάθῃ, τιµωρίαν ὁ πεποιηκὼς δώσει, οὕτως εἶπεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐκ ἐκεῖνον ἐκδικῶν τιµωρεῖταί σε, ἀλλ' ἐπειδὴ εἰς αὐτὸν ὕβρισας· αὐτός σε ἐκάλεσε, τὸν καλέσαντα ὕβρισας.∆ ιὰ τοῦτο ἐπήγαγε· Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦµα τὸ ἅγιον αὐτοῦ εἰς ἡµᾶς. Ὥστε κἂν τὴν βασιλίδα διαφθείρῃς, φησὶ, κἂν τὴν δούλην τὴν σὴν ὕπανδρον οὖσαν, ὅµοιον τὸ ἔγκληµα.∆ ιὰ τί; Ὅτι οὐ τὰ ἀδικούµενα ἐκδικεῖ πρόσωπα, ἀλλ' ἑαυτόν· σὺ γὰρ ὁµοίως ἐµολύνθης, ὁµοίως τὸν Θεὸν ὕβρισας. Καὶ γὰρ καὶ τοῦτο κἀκεῖνο µοιχεία, ἐπειδὴ καὶ τοῦτο κἀκεῖνο γάµος· κἂν µὴ µοιχεύσῃς, πορνεύσῃς δὲ, καίτοι οὐκ ἔχει ἄνδρα ἡ πόρνη, ἀλλ' ὅµως ὁ Θεὸς ἐκδικεῖ, ἐπειδὴ ἑαυτὸν ἐκδικεῖ. Οὐ γὰρ οὕτως ἐκείνου καταφρονῶν τοῦτο ποιεῖς, ὡς τοῦ Θεοῦ· καὶ δῆλον ἐκεῖθεν. Ἐκεῖνον µὲν γὰρ καὶ λανθάνων ποιεῖς, τὸν δὲ Θεὸν ὁρῶντα οὐ προσποιῇ. Εἰπὲ γάρ µοι, εἴ τις ἁλουργίδος ἀξιωθεὶς παρὰ τοῦ βασιλέως, καὶ µυρίας ἑτέρας τιµῆς, καὶ κελευσθεὶς ἀξίως ζῇν τῆς τιµῆς, ἀπελθών τινι προσφθαρείηγυναικὶ, τίνα ὕβρισεν; ἐκείνην, ἢ τὸν βασιλέα τὸν δεδωκότα; Ὕβρισται µὲν κἀκείνη, ἀλλ' οὐχ ὁµοίως.∆ ιὸ, παρακαλῶ, φυλαττώµεθα τὴν ἁµαρτίαν ταύτην. Καθάπερ γὰρ ἡµεῖς τὰς γυναῖκας κολάζοµεν, ὅταν ἡµῖν συνοικοῦσαι ἑτέροις ἑαυτὰς δῶσιν· οὕτω καὶ ἡµεῖς κολαζόµεθα, κἂν µὴ ὑπὸ τῶν νόµων Ῥωµαίων, ἀλλ' ὑπὸ τοῦ Θεοῦ. Καὶ γὰρ καὶ τοῦτο µοιχεία ἐστί. Μοιχεία γὰρ οὐ µόνον τὸ ἑτέρῳ συνεζευγµένην µοιχᾶσθαι, ἀλλὰ καὶ τὸ δεδεµένον αὐτὸν γυναικί. Πρόσεχε ἀκριβῶς ᾧ λέγω· εἰ γὰρ καὶ φορτικὸν πολλοῖς τὸ λεγόµενον, ἀλλ' ἀναγκαῖον εἰπεῖν ὥστε διορθώσασθαι τοῦ λοιποῦ. Οὐ τοῦτο δὲ µόνον ἐστὶ µοιχεία, ὅταν ἀνδρὶ συνεζευγµένην διαφθείρωµεν γυναῖκα, ἀλλὰ κἂν ἀφετὴν καὶ λελυµένην, αὐτοὶ δεδεµένοι γυναικὶ, µοιχείατὸ πρᾶγµά ἐστι. Τί γὰρ, εἰ ἡ µοιχευοµένη οὐ δέδεται; Ἀλλὰ σὺ δέδεσαι· τὸν νόµον παρέβης, ἠδίκησας τὴν σάρκα τὴν σήν.∆ ιὰ τί γὰρ, εἰπέ µοι, τὴν γυναῖκα κολάζεις, κἂν πορνευθῇ λελυµένῳ ἀνδρὶ καὶ µὴ ἔχοντι γυναῖκα; Ὅτι µοιχεία ἐστί. Καίτοι ὁ πορνεύσας αὐτὴν, οὐκ ἔχει γυναῖκα, ἀλλ' αὐτὴ δέδεται ἀνδρί. Οὐκοῦν καὶ σὺ δέδεσαι γυναικί. Ὥστε ὁµοίως καὶ τὸ σὸν µοιχεία ἐστίν. Ὁ ἀπολύσας γὰρ, φησὶ, παρεκτὸς λόγου πορνείας τὴν γυναῖκα αὑτοῦ, ποιεῖ αὐτὴν µοιχευθῆναι· καὶ ὁ ἀπολελυµένην γαµῶν, µοιχᾶται. Εἰ ὁ γαµῶν ἀπολελυµένην µοιχᾶται, ὁ µετὰ τῆς ἑαυτοῦ γυναικὸς, καὶ ταύτῃ προσφθειρόµενος, οὐ πολλῷ µᾶλλον τοῦτο ποιεῖ; Παντί που δῆλον. Ἀλλὰ πρὸς µὲν ὑµᾶς ἱκανῶς τοὺς ἄνδρας εἴρηται ταῦτα· περὶ γὰρ τῶν τοιούτων φησὶ καὶ ὁ Χριστὸς, Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται. Τῶν δὲ νέων ἕνεκεν εἰπεῖν ἀναγκαῖον πρὸς ὑµᾶς, µᾶλλον δὲ οὐ τοσοῦτον δι' ἐκείνους, ὅσον δι' ὑµᾶς· οὐκ ἐκείνοις γὰρ, ἀλλὰ καὶ ὑµῖν ταῦτα ἁρµόδια, καὶ πῶς, ἤδη λέξω· Ὁ µὴ µαθὼν πορνεύει οὐδὲ µοιχεύειν εἴσεται· ὁ δὲ πόρναις ἐγκαλινδούµενος, καὶ ἐπὶ τοῦτο ταχέως ἥξει· κἂν µὴ ὑπάνδροις, ἀλλὰ λελυµέναις συµφθαρήσεται γυναιξί.
5.3
Τί οὖν παραινῶ; Ὥστε τὰς ῥίζας ἐκτέµνειν, ὅσοι παῖδας ἔχετε νέους, καὶ πρὸς τὸν κοσµικὸν αὐτοὺς βίον ἀγαγεῖν µέλλετε, ταχέως ὑπὸ τὸν τοῦ γάµου ζυγὸν ἕλκετε. Ἐπειδὴ γὰρ ἔτι νέοις οὖσιν ἐνοχλεῖ τὰ τῶν ἐπιθυµιῶν, τὸν µὲν πρὸ τοῦ γάµου χρόνον παραινέσεσιν, ἀπειλαῖς, φόβοις, ἐπαγγελίαις, µυρίοις ἑτέροιςαὐτοὺς κατέχετε· κατὰ δὲ τὸν τοῦ γάµου καιρὸν, µηδεὶς ἀναβαλλέσθω( ἰδοὺ νυµφευτρίας φθέγγοµαι ῥήµατα) ἁρµόζειν ὑµῖν τοὺς παῖδας. Ἀλλ' οὐκ αἰσχύνοµαι ταῦτα λέγων· ἐπειδὴ µηδὲ Παῦλος ᾐσχύνθη λέγων, Μὴ ἀποστερεῖτε ἀλλήλους, ὃ τούτου δοκεῖ αἰσχυντηρότερον εἶναι· ἀλλ' οὐκ ᾐσχύνθη. Οὐ γὰρ τοῖς ῥήµασι προσεῖχεν, ἀλλὰ τοῖς ἔργοις τοῖς ἀπὸ τῶν ῥηµάτων κατορθουµένοις. Ὅταν οὖν ὁ παῖς αὐξηθῇ, πρὸ στρατείας, πρὸ τοῦ βίου τοῦ ἄλλου, τὰ περὶ τοῦ γάµου φρόντιζε. Κἂν ἐκεῖνος ἴδῃ ὅτι ταχέως αὐτῷ τὴν νύµφην ἄγεις, καὶ ὅτι βραχὺς ὁ καιρὸς ὁ ἐν µέσῳ, δυνήσεται διακαρτερῆσαι τὴν φλόγα· ἂν δὲ ἐννοήσῃ ὅτι ῥᾳθυµεῖς σὺ καὶ βραδύνεις καὶ περιµένεις, τότε προσόδους κτήσεται πολλὰς, καὶ τότε αὐτῷ τοὺς γάµους ποιήσεις, ἀπογνοὺς πρὸςτὸ µακρὸν τοῦ χρόνου ταχέως ὀλισθήσει πρὸς πορνείαν. Ἀλλ' οἴµοι! ἡ ῥίζα τῶν κακῶν καὶ ἐνταῦθα ἡ φιλαργυρία. Ἐπειδὴ γὰρ οὐδενὶ µέλει πῶς σώφρων, πῶς ἐπιεικὴς ὁ παῖς γένηται, ἀλλὰ µεµήνασι πρὸς τὸν χρυσὸν ἅπαντες, τούτου ἕνεκεν οὐδεὶς ταύτην ποιεῖταιτὴν σπουδήν.∆ ιὸ παρακαλῶ πρῶτον αὐτῶν τὰς ψυχὰς ῥυθµίζειν. Ἂν γὰρ ἁγνῇ τῇ νύµφῃ προσέλθῃ, ἂν ἐκείνης µόνον ἴδῃ τὸ σῶµα, καὶ ὁ πόθος ἔσται σφοδρὸς, καὶ ὁ τοῦ Θεοῦ φόβος µείζων, καὶ τίµιος ὁ γάµος ὄντως, καθαρὰ καὶ ἀµίαντα σώµατα δεχόµενος, καὶ τὰ τικτόµενα πολλῆς εὐλογίας ἔσται µεστὰ, καὶ ἀλλήλοις εἴξουσιν, ὅ τε νυµφίος καὶ ἡ νύµφη· ἑτέρων γὰρ ἠθῶν ὄντες ἑκάτεροι ἄπειροι, ἀλλήλοις ὑποταγήσονται. Νεώτερος δὲ ἀρχόµενος ἀσελγαίνειν, καὶ πορνικῶν ἠθῶν πεῖραν λαβὼν, µέχρι µὲν τῆς πρώτης ἑσπέρας καὶ τῆς δευτέρας ἐπαινέσεται τὴν αὐτοῦ γυναῖκα· µετὰ δὲ ταῦτα ταχέως πρὸς ἐκείνην ἐξολισθήσει τὴν ἀσέλγειαν, τὸν ἐκκεχυµένον καὶ ἄτακτον γέλωτα, ζητῶν τὰ πολλῆς ἀνελευθερίας γέµοντα ῥήµατα, τὰ σχήµατα τὰ διακεκλασµένα, τὴν ἄλλην ἀσχηµοσύνην πᾶσαν, ἣν ἡµᾶς οὐκ ἀνεκτὸν εἰπεῖν. Ταῦτα δὲ ἡ ἐλευθέρα παρέχειν οὐκ ἀνέχεται, οὐδὲ καταῤῥυπαίνειν ἑαυτήν. Ἐπὶ κοινωνίᾳ γὰρ βίου καὶ παιδοποιίᾳ κατηγγυήθη τῷ ἀνδρὶ, οὐκ ἐπὶ ἀσχηµοσύνῃ καὶ γέλωτι· ἵνα οἰκουρῇ, ἵνα παιδεύῃ κἀκεῖνον εἶναι σεµνὸν, οὐχ ἵνα αὐτῷ ὑπεκκαύµατα παρέχῃ πορνείας. Ἀλλ' ἡδέα σοι φαίνεται τὰ τῆς πόρνης σχήµατα; Οἶδα κἀγώ· καὶ γὰρ ἡ Γραφὴ τοῦτό φησι· Μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης.∆ ιὰ γὰρ τοῦτο ταῦτα πάντα ποιῶ, ὥστε µὴ τοῦ µέλιτος ἐκείνου πεῖραν λαβεῖν· εἰς γὰρ χολὴν εὐθέως τρέπεται. Καὶ τοῦτο αὐτό φησι καὶ ἡ Γραφή· Ἥτις πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον µέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονηµένον µᾶλλον µαχαίρας διστόµου. Τί λέγεις; Ἀνάσχεσθέ µού τι καὶ ἀκάθαρτον, ὡς εἰπεῖν, φθεγγοµένου, καὶ ἀπαναισχυντοῦντος, καὶ ἀπερυθριῶντος· οὐ γὰρ ἑκὼν τοῦτο πάσχω, ἀλλὰ διὰ τοὺς οὐκ αἰσχυνοµένους τὰ πράγµατα, τὰ ῥήµατα αὐτὸς ἀναγκάζοµαι λέγειν. Πολλὰ δὲ καὶ ἐν ταῖς Γραφαῖς ὁρῶµεν τοιαῦτα. Καὶ γὰρ καὶ ὁ Ἰεζεκιὴλ ὀνειδίζων τὴν Ἱερουσαλὴµ, πολλὰ τοιαῦτα φθέγγεται, καὶ οὐκ αἰσχύνεται· καὶ εἰκότως· οὐ γὰρ ἐξ οἰκείου πάθους αὐτὰ ἔλεγεν, ἀλλ' ἀπὸ κηδεµονίας. Κἂν γὰρ τὰ ῥήµατα δοκῇ εἶναι ἀπρεπῆ, ἀλλ' ὁ σκοπὸς οὐκ ἀπρεπὴς, ἀλλὰ καὶ σφόδρα ἁρµόζων τῷ βουλοµένῳ ἀκαθαρσίαν ἐκβαλεῖν ψυχῆς· ἂν γὰρ µὴ αὐτὰ τὰ ῥήµατα ἀκούσῃ ἡ ἀναίσχυντος ψυχὴ, οὐκ ἐντρέπεται. Καὶ γὰρ ἰατρὸς βουλόµενος σηπεδόνα ἐκβαλεῖν, πρότερον τοὺς δακτύλους εἰς τὸ τραῦµα καθίησι, κἂν µὴ πρότερον µολύνῃ τὰς ἰωµένας χεῖρας, ἰάσασθαιοὐ δυνήσεται. Οὕτω κἀγὼ, ἂν µὴ πρότερον τὸ στόµα µολύνω τὸ ἰώµενον ὑµῶν τὰ πάθη, οὐ δυνήσοµαι ὑµᾶς ἰάσασθαι. Μᾶλλον δὲ οὐδὲ τοῦτο µολύνεται, οὔτε ἐκεῖναι αἱ χεῖρες. Τί δήποτε; Ὅτι οὐκ ἔστιν ἡ ἀκαθαρσία φυσικὴ, οὐδὲ ἐκ τοῦ ἡµετέρου σώµατος, ὥσπερ οὐδὲ ἐκεῖ ἐκ τῶν ἐκείνου χειρῶν, ἀλλ' ἐξ ἀλλοτρίων. Εἰ δὲ ἔνθα ἀλλότριον σῶµα, οὐ παραιτεῖται ἐκεῖνος βαπτίσαι τὰς ἑαυτοῦ χεῖρας· ἔνθα τὸ ἡµέτερον σῶµα, παραιτησόµεθα, εἰπέ µοι; σῶµα γὰρ ἡµέτερον ὑµεῖς, ἀσθενὲς µὲν καὶ ἀκάθαρτον, ἡµέτερον δέ.
5.4
Τί οὖν ἐστιν ὅ φηµι, καὶ δι' ὃ τοσαύτην ἐποιησάµην παραίνεσιν; Ὅτι ἱµάτιον µὲν, ὅπερ ὁ δοῦλος ἔχει, οὐκ ἂν ἕλοιό ποτε φορέσαι βδελυττόµενος διὰ τὸν ῥύπον, ἀλλ' ἕλοιο ἂν γυµνὸς εἶναι, ἢ ἐκείνῳ χρήσασθαι· σώµατι δὲ ἀκαθάρτῳ καὶ ῥυπαρῷ, καὶ οὐ τῷ παιδὶ τῷ σῷ µόνον, ἀλλὰ µυρίοις ἑτέροις χρησιµεύοντι καταχρήσῃ, καὶ οὐ βδελύξῃ; Ἠσχύνθητε ἀκούσαντες; Ἀλλ' ἐν τοῖς ἔργοις αἰσχύνθητε, µὴ ἐν τοῖς ῥήµασι. Καὶ τὰ ἄλλα πάντα παρίηµι, τὸ τῶν ἠθῶν δύστροπον καὶ µιαρὸν, τὸ τῆς ἄλλης ζωῆς δουλικὸν καὶ ἀνελεύθερον. Εἰπέ µοι, πρὸς τὴν αὐτὴν καὶ καὶ σὺ καὶ ὁ οἰκέτης ὁ σός; καὶ εἴθε ὁ οἰκέτης µόνον, ἀλλὰ καὶ ὁ δήµιος. Καὶ χεῖρας µὲν τοῦ δηµίου οὐκ ἂν ἀνάσχοιο κατασχεῖν· τὴν δὲ ἓν ἐκείνῳ σῶµα γενοµένην περιπλέκῃ καὶ καταφιλεῖς, καὶ οὐ φρίττεις οὐδὲ δέδοικας; οὐκ αἰσχύνῃ, οὐκ ἐντρέπῃ, οὐκ ἀγωνιᾷς; Εἶπον µὲν πρὸς τοὺς πατέρας τοὺς ὑµετέρους, ὅτι δεῖ ταχέως πρὸς γάµον ἄγειν ὑµᾶς· ἀλλ' ὅµως οὐδὲ ὑµεῖς ἀνεύθυνοι τῆς κολάσεως. Εἰ γὰρ µὴ καὶ ἄλλοι νέοι µᾶλλον ἦσαν πολλοὶ ἐν σωφροσύνῃ ζῶντες, καὶ πάλαι καὶ νῦν, ἴσως ἄν τις ὑµῖν ἦν ἀπολογία· εἰ δὲ εἰσὶ, πόθεν ἕξετε εἰπεῖν, ὅτι οὐκ ἠδυνήθηµεν κατασχεῖν τὴν φλόγα τῆς ἐπιθυµίας; Ἐκεῖνοι γὰρ κατηγοροῦσιν ὑµῶν οἱ δυνηθέντες, τῷ τῆς αὐτῆς φύσεως µετέχειν. Ἀκούετε τοῦ Παύλου λέγοντος· Εἰρήνην διώκετε καὶ τὸν ἁγιασµὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἡ ἀπειλὴ αὕτη οὐχ ἱκανὴ φοβῆσαι; Ὁρᾷς ἑτέρους δι' ὅλου σωφρονοῦντας καὶ ἐν σεµνότητι διάγοντας, καὶ σὺ οὐδὲ µέχρι τῶν τῆς νεότητος χρόνων καρτερεῖς; ὁρᾷς ἑτέρους καταπα λαίσαντας µυριάκις τὴν ἡδονὴν, καὶ σὺ οὐδὲ ἅπαξ ἀνέχῃ; Εἰ βούλεσθε, τὴν αἰτίαν ἐγὼ λέγω. Οὐ γὰρ ἡ νεότης αἰτία· ἐπεὶ ἔµελλον πάντες οἱ νέοι ἀκόλαστοι εἶναι· ἀλλ' ἡµεῖς ἑαυτοὺς ὠθοῦµεν εἰς τὴν πυράν. Ὅταν γὰρ ἀνέλθῃς εἰς θέατρον, καὶ καθίσῃς γυµνοῖς µέλεσι γυναικῶν τοὺς ὀφθαλµοὺς ἑστιῶν, πρὸς µὲν καιρὸν ἥσθης, ὕστερον δὲ πολὺν ἐκεῖθενἔθρεψας τὸν πυρετόν. Ὅταν ἴδῃς ὥσπερ σώµατος τύπῳ γυναῖκας φαινοµένας, ὅταν καὶ θεάµατα καὶ ᾄσµατα µηδὲν ἕτερον ἀλλ' ἢ ἔρωτας ἀτόπους ἔχοντα, Ἡ δεῖνα, φησὶ, τὸνδεῖνα ἐφίλησε, καὶ οὐκ ἐπέτυχε, καὶ ἀπήγξατο, καὶ εἰς µητέρας τοὺς ἀτόπους ἔρωτας ἐκκυλισθέντας· ὅταν καὶ δι' ἀκοῆς ταῦτα δέχῃ, καὶ διὰ γυναικῶν, καὶ διὰ τύπων, ἤδη δὲ καὶ διὰ γερόντων ἀνδρῶν( καὶ γὰρ πολλοὶ προσωπεῖα περιθέντες ἑαυτοῖς, ἐκεῖ γυναικίζονται), πόθεν, εἰπέ µοι, δυνήσῃ σωφρονῆσαι λοιπὸν, ἐκείνων τῶν διηγηµάτων, ἐκείνων τῶν θεαµάτων, ἐκείνων τῶν ἀκουσµάτων κατεχόντων σουτὴν ψυχὴν, καὶ ὀνείρων τοιούτων διαδεχοµένων λοιπόν; πέφυκε γὰρ ὡς τὰ πολλὰ τοιαῦτα φαντασιοῦσθαι ἡ ψυχὴ, οἷα ἂν ἐν ἡµέρᾳ βούλεται καὶ ἐπιθυµεῖ. Ὅταν οὖν ἐκεῖ µὲν καὶ πράγµατα βλέπῃς αἰσχρὰ, καὶ ῥήµατα ἀκούῃς αἰσχρότερα, καὶ τὰ µὲν τραύµατα δέχῃ, τὰ δὲ φάρµακα µὴ ἐπιτιθῇς, πῶς οὐκ εἰκότωςἡ σηπεδὼν αὐξηθήσεται; πῶς ἡ νόσος οὐκ ἐπιταθήσεται, καὶ πολλῷ µᾶλλον, ἢ ἐπὶ τοῖς ἡµετέροις σώµασι; Κουφότερον γὰρ, εἴγε ἐβουλόµεθα, τῶν σωµάτων ἡ προαίρεσις τὰ τῆς διορθώσεως ἐδέχετο. Ἐκεῖ µὲν γὰρ καὶ φαρµάκων καὶ ἰατρῶν καὶ χρόνου δεῖ· ἐνταῦθα δὲ ἀρκεῖ θελήσαντα, καὶ ἀγαθὸν γενέσθαι καὶ κακόν. Ὥστε µᾶλλον ἐδέξω τὴν νόσον. Ὅταν µὲν οὖν τὰ µὲν βλάπτοντα συµφορῶµεν, µηδένα δὲ λόγον ποιώµεθα τῶν ὠφελούντων, πότε ἔσται τις ὑγεία;∆ ιὰ τοῦτο καὶ Παῦλος ἔλεγε, Καθάπερ καὶ τὰ ἔθνη τὰ µὴ εἰδότα τὸν Θεόν. Αἰσχυνθῶµεν. φοβηθῶµεν, εἰ τὰ µὴ εἰδότα τὸν Θεὸν ἔθνη πολλάκις σωφρονεῖ· ἐντραπῶµεν, ὅταν ἐκείνων χείρους ὦµεν. Εὔκολον κατορθῶσαι σωφροσύνην, ἂν ἐθέλωµεν, ἂν ἀπάγωµεν τῶν βλαπτόντων ἑαυτούς· ἐπεὶ οὐδὲ πορνείαν διαφυγεῖν εὔκολον, ἂν µὴ θέλωµεν. Τί γὰρ τοῦ βαδίζειν ἐπ' ἀγορᾶς εὐκολώτερον; ἀλλ' ὑπὸ τῆς πολλῆς βλακείας δύσκολον γέγονεν, οὐκ ἐπὶ γυναικῶν µόνον, ἀλλ' ἤδη καὶ ἐπὶ ἀνδρῶν. Τί τοῦ καθεύδειν εὐκολώτερον; ἀλλὰ καὶ τοῦτο δύσκολον πεποιήκαµεν. Πολλοὶ γοῦν τῶν πλουσίων δι' ὅλης περιστρέφονται τῆς νυκτὸς, τῷ µὴ περιµένειν τὴν χρείαν τοῦ ὕπνου, καὶ τότε καθεύδειν. Καὶ ὅλως οὐδὲν δύσκολον βουλοµένων, ὥσπερ οὐδὲν εὔκολον µὴ βουλοµένων ἡµῶν· πάντων γὰρ ἡµεῖς κύριοι.∆ ιὰ τοῦτο καὶ ἡ Γραφὴ, Ἂν θέλητε, καὶ εἰσακούσητέ µου· καὶ πάλιν, Ἂν µὴ θέλητε, φησὶ, µηδὲ εἰσακούσητέ µου. Ὥστε ἐν τῷ θέλειν, καὶ τῷ µὴ θέλειν κεῖται τὸ πᾶν.∆ ιὰ τοῦτο καὶ κολαζόµεθα καὶ ἐπαινούµεθα. Γένοιτο δὲ τῶν ἐπαινουµένων γενοµένους ἡµᾶς τυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.