Homilies on First Thessalonians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
8.0
Τοῦτο γὰρ ὑµῖν λέγοµεν ἐν λόγῳ Κυρίου, ὅτι ἡµεῖς οἱ ζῶντες οἱ περιλειπόµενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ µὴ φθάσωµεν τοὺς κοιµηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσµατι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι. Ἔπειτα ἡµεῖς οἱ ζῶντες οἱ περιλειπόµενοι ἅµα σὺν αὐτοῖς ἁρπαγησόµεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺνΚυρίῳ ἐσόµεθα.
8.1
Οἱ προφῆται µὲν τὸ ἀξιόπιστον τῶν λεγοµένων δεῖξαι βουλόµενοι, πρὸ τῶν ἄλλων ἁπάντων τοῦτο λέγουσιν· Ὅρασις, ἣν εἶδεν Ἡσαΐας· καὶ πάλιν, Ῥῆµα Κυρίου, ὃ ἐγενήθη πρὸς Ἱερεµίαν· καὶ πάλιν, Τάδε λέγει Κύριος, καὶ ὅσα τοσαῦτα. Πολλοὶ δὲ καὶ αὐτὸν καθήµενον ὁρῶσι τὸν Θεὸν, ὡς αὐτοῖς ἰδεῖν δυνατόν. Ὁ δὲ Παῦλος οὐ καθήµενον ἰδὼν, ἀλλ' ἔχων ἐν ἑαυτῷ λαλοῦντα τὸν Χριστὸν, ἀντὶ τοῦ, Τάδε λέγει Κύριος, ἔλεγεν, Ἢ δοκιµὴν ζητεῖτε τοῦ ἐν ἡµῖνλαλοῦντος Χριστοῦ; καὶ πάλιν, Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, δεικνὺς ὅτι οὐδὲν αὐτοῦ ἐστιν· ὁ γὰρ Ἀπόστολος τὰ τοῦ ἀποστείλαντος φθέγγεται. Καὶ πάλιν,∆ οκῶ δὲ κἀγὼ Πνεῦµα Θεοῦ ἔχειν. Ἐκεῖνα µὲν οὖν πνεύµατι πάντα ἐφθέγγετο, τοῦτο δὲ, ὃ λέγει νῦν, καὶ ῥητῶς ἤκουσε παρὰ τοῦ Θεοῦ· ὥσπερ καὶ ἐκεῖνο, ὅπερ τοῖς Ἐφεσίων πρεσβυτέροις διαλεγόµενος ἔλεγε, Μακάριόν ἐστι µᾶλλον διδόναι, ἢ λαµβάνειν, κατὰ τὸ σιωπώµενον ἤκουσεν. Ἴδωµεν τοίνυν τί καὶ νῦν φησι. Τοῦτο γὰρ ὑµῖν λέγοµεν ἐν λόγῳ Κυρίου, ὅτι ἡµεῖς οἱ ζῶντες οἱ περιλειπόµενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ µὴ φθάσωµεν τοὺς κοιµηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσµατι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι τῇ ἐσχάτῃ καταβήσεται ἀπ' οὐρανοῦ. Ὅπερ καὶ ὁ Χριστὸς τότε φησὶν, Αἱ δυνάµεις τῶν οὐρανῶν σαλευθήσονται. Τί δήποτε ἐν σάλπιγγι; Καὶ γὰρ ἐν τῷ Σιναίῳ ὄρει τοῦτο ὁρῶµεν, καὶ ἀγγέλους κἀκεῖ. Τί δὲ βούλεται ἡ φωνὴ τοῦ ἀρχαγγέλου; Καθάπερ ἐπὶ τῶν παρθένων ἔλεγεν· ἐγείρεσθε, ἦλθεν ὁ νυµφίος. Ἤτοι τοῦτό φησιν, ἢ ὅτι καθάπερ ἐπὶ βασιλέως, οὕτω καὶ τότε ἔσται, ἀγγέλων πρὸς τὴν ἀνάστασιν ὑπηρετουµένων. Λέγει γὰρ, ἀναστῶσιν οἱ νεκροί· καὶ γίνεται τὸ ἔργον, οὐ τῶν ἀγγέλων πρὸς τοῦτο ἰσχυόντων, ἀλλὰ τοῦ ῥήµατος αὐτοῦ· ὡσανεὶ βασιλέως κελεύσαντος καὶ εἰπόντος· Ἐξέλθοιεν οἱ συγκεκλεισµένοι, καὶ οἱ ὑπηρέται ἐξάγοιεν, οὐκέτι λοιπὸν ἀπὸ τῆς οἰκείας ἰσχύος, ἀλλ' ἀπὸ τῆς φωνῆς ἐκείνης τοῦτο ποιοῦσι. Τοῦτο καὶ ἀλλαχοῦ ὁ Χριστὸς λέγει· Ἀποστελεῖ τοὺς ἀγγέλους αὑτοῦ µετὰ σάλπιγγος µεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέµων, ἀπ' ἄκρων αὐτῶν. Καὶ πανταχοῦ τοὺς ἀγγέλους ὁρᾷς διατρέχοντας. Τὸν οὖν ἀρχάγγελον οἶµαι τὸν ἐφεστῶτα εἶναι τοῖς ἀπεσταλµένοις βοῶντα τοῦτο, ὅτι ἑτοίµους ποιεῖτε πάντας· πάρεστι γὰρ ὁ κριτής. Τί ἐστιν, Ἐν τῇ ἐσχάτῃ σάλπιγγι;∆ είκνυσιν ἐνταῦθα πολλὰς τὰς σάλπιγγας γινοµένας, καὶ πρὸς τῇ ἐσχάτῃ καταβαίνοντα τὸν κριτήν. Καὶ οἱ νεκροὶ, φησὶν, ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡµεῖς οἱ ζῶντες οἱ περιλειπόµενοι ἅµα σὺν αὐτοῖς ἁρπαγησόµεθα ἐν νεφέλαις εἰςἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόµεθα. Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις Εἰ µέλλει καταβαίνειν, τίνος ἕνεκεν ἁρπαγησόµεθα; Τιµῆς ἕνεκεν. Καὶ γὰρ βασιλέως εἰς πόλιν εἰσελαύνοντος, οἱ µὲν ἔντιµοι πρὸς ἀπάντησιν ἐξίασιν, οἱ δὲ κατάδικοι ἔνδον µένουσι τὸν κριτήν· καὶ πατρὸς φιλοστόργου παραγενοµένου, οἱ µὲν παῖδες, καὶ ἄξιοι παῖδες εἶναι, ἐπ' ὀχήµατος ἐξάγονται ὥστε ἰδεῖν καὶ καταφιλῆσαι· οἱ δὲ προσκεκρουκότες τῶν οἰκετῶν ἔνδον µένουσιν. Ἐπὶ τοῦ ὀχήµατος φερόµεθα τοῦ Πατρός· καὶ γὰρ αὐτὸς ἐν νεφέλαις ὑπέλαβεν αὐτὸν, καὶ ἡµεῖς ἐν νεφέλαις ἁρπαγησόµεθα. Ὁρᾷς τὴν τιµὴν ὅση; καὶ τὴν ἀπάντησιν καταβαίνοντι ποιούµεθα, καὶ τὸ πάντων µακαριώτερον, οὕτω σὺν αὐτῷ ἐσόµεθα. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰ αἰνέσεις αὐτοῦ; Ὅσων ἀγαθῶν ἠξίωσε τὸ γένος τὸ ἀνθρώπινον! πρῶτοι οἱ τελευτήσαντες ἐγείρονται, καὶ οὕτως ὁµοῦ ἡ ἀπάντησις γίνεται. Ἄβελ ὁ πρὸ πάντων τετελευτηκὼς ὁµοῦ µετὰ τῶν ζώντων τότε ἀπαντήσει. Ὥστε οὐδὲν ἔσται πλέον ἐκείνοις κατὰ τοῦτο, ἀλλ' ὁ διαφθαρεὶς, ὁ τοσαῦτα ἔχων ἐν τῇ γῇ ἔτη, µετ' ἐκείνων ἀπαντήσεται, καὶ ἅπαντες οἱ ἄλλοι. Εἰ γὰρ ἡµᾶς ἐκεῖνοι ἀνέµειναν ἵνα στεφανωθῶµεν, καθὼς ἑτέρωθί φησι γράφων, Τοῦ Κυρίου περὶ ἡµῶν κρεῖττόν τι προβλεψαµένου, ἵνα µὴ χωρὶςἡµῶν τελειωθῶσι· πολλῷ µᾶλλον καὶ ἡµεῖς ἐκείνους· µᾶλλον δὲ ἐκεῖνοι µὲν ἀνέµειναν, ἡµεῖς δὲ οὐκέτι· ἐν γὰρ ἀτόµῳ ἡ ἀνάστασις γίνεται, ἐν ῥιπῇ ὀφθαλµοῦ. Τὸ δὲ λέγειν, ὅτι συνάγονται, τοῦτο δηλοῖ, ὅτι ἀνίστανται µὲν πανταχοῦ, συνάγονται δὲ ὑπὸ τῶν ἀγγέλων. Τὸ µὲν οὖν ἀναστῆναι, τῆς τοῦ Θεοῦ δυνάµεως ἔργον ἐστὶ, τῇ γῇ κελεύοντος ἀφεῖναι τὴν παρακαταθήκην, καὶ οὐδεὶς ὁ ὑπηρετούµενος, ὥσπερ τότεἐκάλεσε τὸν Λάζαρον, Λάζαρε, δεῦρο ἔξω· τὸ δὲ ἀγαγεῖν, τῶν ὑπηρετῶν γίνεται. Ἀλλ' εἰ συνάγουσι, καὶ περιτρέχουσιν ἄγγελοι, πῶς αὐτοὶ ἐνταῦθα ἁρπάζονται; Μετὰ τὸ καταβῆναι ἁρπάζονται, µετὰ τὸ συναχθῆναι· ἅµα γὰρ οὐδενὸς εἰδότος τοῦτο γίνεται. Ὅταν γὰρ ἴδωσι τὴν γῆν κλονουµένην, κόνιν ἀναµι γνυµένην, ἴσως πάντοτε ἐγειρόµενα τὰ σώµατα, οὐδενὸς πρὸς τοῦτο ὑπηρετοῦντος, ἀλλὰτοῦ κελεύσµατος ἀρκοῦντος τὴν γῆν πεπληρωµένην πᾶσαν κενῶσαι· ἐννόησον γὰρ ὅσον ἐστὶ τοὺς ἀπὸ τοῦ Ἀδὰµ µέχρι τῆς αὐτοῦ παρουσίας πάντας ἐκείνους ἑστάναι τότε µετὰ γυναικῶν καὶ παίδων· ὅταν ἴδωσι τοσοῦτον ἐπὶ τῆς γῆς θόρυβον, τότε εἴσονται. Ὥσπερ οὖν ἐπὶ τῆς κατὰ σάρκα οἰκονοµίας οὐδὲν προεωράκεισαν, οὕτω καὶ τότε.
8.2
Ὅταν οὖν ταῦτα γένηται, τότε καὶ ἡ φωνὴ τοῦ ἀρχαγγέλου ἔσται τοῖς ἀγγέλοις ἐπιτάττοντος καὶ βοῶντος, καὶ αἱ σάλπιγγες, µᾶλλον δὲ ὁ τῶνσαλπίγγων ἦχος. Ποῖος ἄρα τρόµος ἕξει, ποῖος φόβος τοὺς ἐπὶ τῆς γῆς ἀποµένοντας; Μία γὰρ ἁρπάζεται, καὶ µία καταλιµπάνεται· καὶ εἷς παραλαµβάνεται, καὶ εἷς ἀφίεται. Τίς ἔσται ἡ ψυχὴ ἐκείνων, ὅταν τοὺς µὲν αἰροµένους ὁρῶσιν, ἑαυτοὺς δὲ ἀφιεµένους; ἆρα οὐ πάσης γεέννης φοβερώτερον αὐτοὺς ταῦτα διασαλεῦσαι δυνήσεται; Ὑποθώµεθα τοίνυν ἤδη τοῦτο παρεῖναι τῷ λόγῳ. Εἰ γὰρ θάνατος αἰφνίδιος, ἢ πόλεων σεισµοὶ, καὶ ἀπειλαὶ οὕτω ποιοῦσι τὰς ἡµετέρας ψυχάς· ὅταν τὴν γῆν ἀναῤῥηγνυµένην ἴδωµεν καὶ πεπληρωµένην πάντων ἐκείνων, ὅταν τῶν σαλπίγγων ἀκούσωµεν, ὅταν τῆς φωνῆς τοῦ ἀρχαγγέλουπάσης σάλπιγγος λαµπροτέρας οὔσης, ὅταν τὸν οὐρανὸν συνανελκόµενον, ὅταν αὐτὸν παραγινόµενον τὸν ἁπάντων βασιλέα τὸν Θεὸν, τίς ἄρα ἡµῖν ἔσται ἡ ψυχή; Φρίξωµεν, παρακαλῶ, καὶ φοβηθῶµεν, ὡς ἤδη τούτων γινοµένων· µὴ τῇ µελλήσει παραµυθώµεθα ἑαυτούς· ὅταν γὰρ πάντως δέῃ γενέσθαι, οὐδὲν ἡ µέλλησις ὠφελεῖ. Πόσος ὁ τρόµος; πόσος ὁ φόβος τότε; Εἴδετέ ποτε τοὺς ἀπαγοµένους τὴν ἐπὶ θάνατον; ποίαν νοµίζετε αὐτοῖς εἶναι τὴν ψυχὴν, τὴν µέχρι τῆς πύλης ὁδὸν βαδίζουσι; πόσων θανάτων οὐ χείρονα; τί οὐκ ἂν ἕλοιντο καὶ πρᾶξαι καὶ παθεῖν, ὥστε ἀπαλλαγῆναι τῆς ἀχλύος ἐκείνης τοῦ νέφους; Ἐγὼ πολλῶν ἤκουσα λεγόντων τῶν φιλανθρωπίᾳ βασιλικῇ µετὰ τὴν ἀπαγωγὴν εἰς τοὐπίσω κληθέντων, ὅτι οὐδὲ ἀνθρώπους ἑώρων τοὺςἀνθρώπους, τεθορυβηµένης τῆς ψυχῆς καὶ ἐκπεπληγµένης καὶ ἐξεστηκυίας. Εἰ τοίνυν σωµατικὸς θάνατος οὕτως ἡµᾶς φοβεῖ, ὅταν αἰώνιος παραγένηται, τί πεισόµεθα; Καὶ τί λέγω περὶ τῶν ἀπαγοµένων; ὄχλος περιέστηκε τότε, οἱ πλείους οὐδὲ εἰδότες αὐτούς. Εἴ τις ἐκείνων τὰς ψυχὰς περιεσκόπησεν, οὐδεὶς οὕτως ὠµὸς, οὐδεὶς οὕτω θρασὺς, οὐδεὶς οὕτω γενναῖος, ὃς οὐ καταπεπτωκυῖαν αὐτὴν ἔχει, παρειµένηνὑπὸ τοῦ φόβου καὶ τῆς ἀθυµίας. Εἰ δὲ ἑτέρων ἀναιρουµένων τὸν θάνατον τοῦτον, τὸν ὕπνου οὐδὲν διαφέροντα, οἱ µηδὲν κοινωνοῦντες οὕτω διατίθενται· ὅταν ἡµεῖς αὐτοὶ τοῖς µείζοσι περιπίπτωµεν, τίς ἄρα ἔσται κατάστασις; Οὐκ ἔστιν, οὐκ ἔστι, πιστεύσατε, παραστῆσαι λόγῳ τὸ πάθος. Ναὶ, φησίν· ἀλλὰ φιλάνθρωπος ὁ Θεὸς, καὶ οὐδὲν τούτων ἔσται. Οὐκοῦν εἰκῆ γέγραπται. Οὒ, φησὶν, ἀλλὰ πρὸς ἀπειλὴν µόνον, ἵνα σωφρονῶµεν. Ἐὰν οὖν µὴ σωφρονῶµεν, ἀλλὰ µένωµεν κακοὶ, οὐκ ἐπάξει τὴν κόλασιν, εἰπέ µοι; οὐκοῦν οὐδὲ τοῖς ἀγαθοῖς ἀποδώσει τὰς ἀµοιβάς; Ναὶ, φησίν· ἐκεῖνο γὰρ αὐτῷ πρέπον ἐστὶ καὶ ὑπὲρ τὴν ἀξίαν εὐεργετεῖν. Ὥστε ἐκεῖνα µὲν ἀληθῆ καὶ πάντως ἔσται· τὰ δὲ τῶν κολάσεων οὐ πάντως, ἀλλ' ἀπειλῆς ἕνεκεν καὶ φόβου; Πόθεν ὑµᾶς πείσω, οὐκ οἶδα. Ἂν εἴπω ὅτι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, ἐὰν εἴπω ὅτι ἀπελεύσονται εἰς πῦρ αἰώνιον, ἂν τὸν πλούσιον παραγάγωἤδη κολαζόµενον, πάντα ἀπειλῆς εἶναι ἐρεῖτε. Πόθεν οὖν ὑµᾶς πείσω; Σατανικὸς γὰρ οὗτος ὁ λογισµὸς, χάριν ἀνόνητον χαριζόµενος, καὶ ῥᾳθύµους ποιῶν. Πῶς οὖν αὐτὸν ἐξέλωµεν; Ὅσα ἂν εἴπωµεν ἀπὸ τῶν Γραφῶν, ἐρεῖτε ὅτι ἀπειλῆς ἕνεκεν. Ἀλλὰ τοῦτο µὲν περὶ τῶν µελλόντων ἔχοι τις ἂν εἰπεῖν· περὶ δὲ τῶν ἐκβεβηκότων καὶ τέλος ἐσχηκότων, οὐκέτι. Ἠκούσατε πάντες περὶ τοῦ κατακλυσµοῦ· µὴ καὶ ἐκεῖνα ἀπειλῆς ἕνεκεν εἴρηται; οὐχὶ καὶ ἐξέβη καὶ γέγονε; Τοιαῦτα καὶ ἐκεῖνοι πολλὰ ἔλεγον· καὶ ἐν ἑκατὸν ἔτεσι τῆς κιβωτοῦ τεκταινοµένης, καὶ τῶν ξύλων ὑφαινοµένων, καὶ τοῦ δικαίου βοῶντος, οὐδεὶς ὁ πιστεύων ἦν. Ἀλλ' ἐπειδὴ οὐκ ἐπίστευσαν τῇ διὰ τῶν ῥηµάτων ἀπειλῇ, ὑπέστησαν τὴν διὰ τῶν πραγµάτων τιµωρίαν. Τοῦτο καὶ ἡµεῖς πεισόµεθα, ἂν µὴ πιστεύσωµεν.∆ ιά τοι τοῦτο καὶ τὴν παρουσίαν αὐτοῦ ταῖς ἡµέραις παραβάλλει τοῦ Νῶε· ἐπειδὴ καθάπερ ἐκείνῳ τῷ κατακλυσµῷ ἠπίστησάν τινες, οὕτω καὶ τῷ κατακλυσµῷ τῆς γεέννης. Μὴ ἀπειλὴ ἐκεῖνά ἐστιν; οὐχὶ ἔργον γέγονεν; Εἶτα ὁ κόλασιν οὕτως ἀθρόον τότε ἐπαγαγὼν, οὐ πολλῷ µᾶλλον καὶ νῦν ἐπάξει; οὐ γὰρ δὴ ἐλάττονα τῶν τότε τὰ νῦν γινόµενα. Πῶς; Ὅτι, τότε εἰσῆλθον, φησὶν, οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ αἱ ἐπιµιξίαι ἦσαν τὸ δεινόν· νῦν δὲ οὐδέν ἐστιν εἶδος κακίας ὅπερ ἀτόλµητον. Ἆρα οὖν πιστεύετε ὅτι γέγονεν ὁ κατακλυσµὸς, ἢ λῆρος ὑµῖν δοκεῖ; Καίτοι γε καὶ τὰ ὄρη, ἔνθα ἡ κιβωτὸς ἱδρύνθη, µαρτυρεῖ, τὰ Ἀρµενίας λέγω.
8.3
Πλὴν ἐκ περιουσίας πολλῆς καὶ ἐφ' ἕτερον ἐκείνου σαφέστερον ἄξω τὸν λόγον. Ἐπεδήµησέ τις ὑµῶν τῇ Παλαιστίνῃ ποτέ; λοιπὸν γὰρ οὐκέτι λόγον, ἀλλὰ πράγµατα ἐρῶ· καίτοι καὶ τὰ πρότερα πραγµάτων σαφέστερα ἦν· ἅπερ γὰρ ἂν εἴπῃ ἡ Γραφὴ, ταῦτα τῶν ὁρωµένων πιστότερα. Ἐπεδήµησεν οὖν ὑµῶν τις τῇ Παλαιστίνῃ ποτέ; ἔγωγε οἶµαι. Τί οὖν; Μαρτυρήσατέ µοι ὑµεῖς οἱ τοὺς τόπους ἑωρακότες πρὸς τοὺς οὐ γενοµένους ἐκεῖ. Ἀσκάλωνος γὰρ ἄνω καὶ Γάζης εἰς αὐτὸ τοῦ Ἰορδάνου ποταµοῦ τὸ τέλος, ἔστι χώρα πολλή τις καὶ εὔφορος· µᾶλλον δὲ ἦν· νῦν γὰρ οὐκ ἔστιν· αὕτη δὴ οὖν ὡς παράδεισος ἦν. Εἶδε γὰρ, φησὶ, Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἦν ποτιζοµένη, ὡς παράδεισος τοῦ Θεοῦ. Αὕτη δὴ οὖν ἡ οὕτως εὐθαλὴς, καὶ πρὸς πάσας τὰς χώρας ἁµιλλωµένη, ἡ φθάνουσα τῇ εὐθηνίᾳ τὸν παράδεισον τοῦ Θεοῦ, πασῶν τῶν ἐρήµων ἐρηµοτέραἐστὶ νῦν· καὶ ἕστηκε µὲν δένδρα, καὶ καρπὸν ἔχει· ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν ὑπόµνηµα. Ἑστήκασι µὲν γὰρ ῥόαι, καὶ τὸ ξύλον λέγω καὶ ὁ καρπὸς, λαµπρὰν τὴν ἐπιφάνειαν ἔχουσαι, καὶ τῷ ἀγνῶτι παρέχουσαι πολλὰς τὰς ἐλπίδας· εἰ δὲ ληφθεῖεν εἰς χεῖρας, διακλασθεῖσαι καρπὸν µὲν οὐδένα, κόνιν δὲ καὶ τέφραν πολλὴν δεικνύουσιν ἐναποκειµένην ἔνδον. Τοιαύτη καὶ ἡ γῆ πᾶσα· κἂν λίθον εὕρῃς, τετεφρωµένον εὑρήσεις. Καὶ τί λέγω λίθον καὶ ξύλα καὶ γῆν, ὅπου γε καὶ ἀὴρ, καὶ τὰ ὕδατα µετέσχε τῆς συµφορᾶς; Καθάπερ γὰρ σώµατος ἐµπρησθέντος καὶ κατακαυθέντος, τὸ µὲν σχῆµα µένει, καὶ ὁ τύπος ἐν τῇ τοῦ πυρὸς ὄψει, καὶ ὄγκος καὶ ἡ ἀναλογία, ἡ δὲδύναµις οὐκέτι· οὕτω δὴ ἐκεῖ γῆν ἔστιν ἰδεῖν, ἀλλ' οὐδὲν ἔχουσαν γῆς, ἀλλὰ πάντα τέφραν· δένδρα καὶ καρποὺς, ἀλλ' οὐδὲν ἔχοντα δένδρων οὐδὲ καρπῶν· ἀέρα καὶ ὕδωρ, ἀλλ' οὐδὲν ἀέρος οὐδὲ ὕδατος· καὶ γὰρ καὶ ταῦτα τετέφρωται. Καίτοι πῶς ἂν ἀὴρ ἐµ πρησθείη ποτέ; πῶς δ' ἂν ὕδωρ µένον ὕδωρ; ξύλα µὲν γὰρ καὶ λίθους δυνατὸν καίειν, ἀέρα δὲ καὶ ὕδωρ οὐδαµῶς δυνατόν. Ἡµῖν οὐ δυνατὸν, τῷ δὲ αὐτὰ ποιήσαντι δυνατόν. Τοιγαροῦν οὐδὲν ἕτερον ἢ κάµινός ἐστιν ὁ ἀὴρ, κάµινος τὸ ὕδωρ· πάντα ἄκαρπα, πάντα ἄγονα, πάντα τῆς προλαβούσης ὀργῆς εἰκόνες, τῆς µελλούσης τεκµήρια. Μὴ καὶ ταῦτα ἀπειλαὶ ῥηµάτων; µὴ καὶ ταῦτα ψόφοι ῥηµάτων; Ἐµοὶ µὲν γὰρ οὐδὲ τὰ πρότερα ἄπιστα, ἀλλ' ὁµοίως τοῖς ὁρωµένοις τὰ µὴ ὁρώµενα πιστά· τῷ δὲ ἀπίστῳ καὶ ταῦτα ἱκανὰ πίστιν παρασχεῖν. Εἴ τις ἀπιστεῖ τῇ γεέννῃ, τὰ Σόδοµα λογιζέσθω, τὰ Γόµοῤῥα ἐννοείτω, τὴν τιµωρίαν τὴν γεγενηµένην, καὶ ἔτι µένουσαν. Τοῦτο τοῦ διαιωνίζειν τὴν κόλασιν τεκµήριον. Φορτικὰ ταῦτα· ἐκεῖνα δὲ οὐ φορτικὰ, ὅταν λέγῃς, ὅτι οὐκ ἔστι γέεννα, ἀλλ' ἁπλῶς ἠπείλησεν ὁ Θεός; ὅταν ἐκλύσῃς τὰς χεῖρας τοῦ λαοῦ; Σύ µε ταῦτα ἀναγκάζεις λέγειν ὁ διαπιστῶν. Εἰ τοῖς ῥήµασιν ἐπίστευσας τοῦ Χριστοῦ, οὐκ ἠναγκαζόµην τὴν ἀπὸ τῶν πραγµάτων πίστιν παραγαγεῖν· ἐπειδὴ δὲ ἐκεῖνα πέφευγας, καὶ ἑκὼν καὶ ἄκων πεισθήσῃ λοιπόν. Τί γὰρ ἔχεις περὶ τῶν Σοδόµων εἰπεῖν; Βούλει καὶ τὴν αἰτίαν µαθεῖν, δι' ἣν τότε ταῦτα ἐγένετο; Ἓν ἦν ἁµάρτηµα χαλεπὸν µὲν καὶ ἐπάρατον, πλὴν ἀλλ' ἕν· παισὶν ἐπεµαίνοντο οἱ τότε, καὶ διὰ τοῦτο ταύτην ἔδοσαν τὴν δίκην. Νῦν δὲ µυρία καὶ ἴσα, καὶ χαλεπώτερα γίνεται τούτων ἁµαρτήµατα. Εἶτα ὁ ὑπὲρ ἑνὸς ἁµαρτήµατος τοσαύτην ἐκχέων ὀργὴν, καὶ µήτε τοῦ Ἀβραὰµ τὴν ἱκετηρίαν δυσωπηθεὶς, µήτε τὸν ἔνοικον Λὼτ, τὸν ὑπὲρ τῆς εἰς τοὺςδούλους αὐτοῦ τιµῆς τὰς θυγατέρας εἰς ὕβριν προέµενον τὰς ἑαυτοῦ, τοσούτων ὄντων τῶν ἁµαρτηµάτων, φείσεται; Γέλως ὄντως ταῦτα καὶ λῆρος καὶ πλάνη καὶ διαβολικὴ ἀπάτη. Βούλει καὶ ἕτερον ἐπαγάγω; Τὸν Φαραὼ πάντως ἀκούεις τὸν Αἰγυπτίων βασιλέα· οὐκοῦν οἶδας καὶ τὴν δίκην ἣν ἔδωκε, καὶ πῶς αὐτοῖς ἅρµασι καὶ ἵπποις µετὰ τοῦ στρατοπέδου παντὸς εἰς τὸ Ἐρυθραῖον κατεποντίσθη πέλαγος. Βούλει καὶ ἕτερα µαθεῖν; ἐκεῖνος µὲν γὰρ ἴσως ἀσεβὴς ἦν, µᾶλλον δὲ οὐκ ἴσως, ἀλλ' ὄντως ἀσεβὴς ἦν. Βούλει καὶ ἐκ τῶν πιστευόντων καὶ προσεχόντων τῷ Θεῷ, βίου δὲ οὐκ ὄντων ὀρθοῦ, τιµωρουµένους ἰδεῖν; ἄκουσον τοῦ Παύλου λέγοντος· Μηδὲ πορνεύωµεν, καθώς τινες αὐτῶν ἐξεπόρνευσαν, καὶ ἔπεσον ἐν µιᾷ ἡµέρᾳ εἰκοσιτρεῖς χιλιάδες· µηδὲ γογγύζωµεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ· µηδὲ ἐκπειράζωµεν τὸν Χριστὸν, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Εἰ δὲ πορνεία τοσοῦτον ἴσχυσεν, εἰ δὲ γογγυσµὸς, τί οὐκ ἐργάσεται τὰ ἡµέτερα; Εἰ δὲ µὴ ἀπαιτεῖ νῦν δίκην, µὴ θαυµάσῃς· ἐκεῖνοι µὲν γὰρ οὐκ ᾔδεσαν τὴν γέενναν· διὸ ταῖς παρὰ πόδας ἐκολάζοντο τιµωρίαις· σὺ δὲ ὅσα ἂν ἁµάρτῃς, κἂν µηδεµίαν δίκην δῷς, ἀποτίσεις ἐκεῖ. Εἶτα τοὺς µὲν νηπιωδεστέρους, καὶ οὐ τοσαῦτα πταίοντας τοσαῦτα ἐκόλαζεν, ἡµῶν δὲ φείσεται; Οὐκ ἂν ἔχοι λόγον. Κἂν γὰρ τὰ αὐτὰ ἁµάρτωµεν ἐκείνοις, µείζονός ἐσµεν κολάσεως ἄξιοι.∆ ιὰ τί; Ὅτι πλείονος ἀπελαύσαµεν χάριτος. Ὅταν δὲ καὶ πλείονα καὶ µείζονα ἐκείνων πταίωµεν, τίνα οὐχ ὑποστησόµεθα δί κην; Ἐκεῖνοι( καὶ µὴ µέ τις νοµιζέτω θαυµάζοντα αὐτοὺς, ἢ συγγινώσκοντα αὐτοῖς λέγειν, µὴ γένοιτο· ὅταν γὰρ ὁ Θεὸς κολάζῃ, ὁ τὴν ἐναντίαν φέρων ψῆφον, ἀπὸ διαβολικῆς διανοίας τοῦτο ποιεῖ· οὐ τοίνυν ἐπαινῶν αὐτοὺς, οὐδὲ συγγινώσκων τοῦτό φηµι, ἀλλὰ δεικνὺς τὴν ἡµετέραν κακίαν)· ἐκεῖνοι τοίνυν, εἰ καὶ ἐγόγγυζον, ἀλλ' εἰς ἔρηµον ἤρχοντο· ἡµεῖς δὲ πατρίδα ἔχοντες, καὶ ἐν οἰκίαις ταῖς ἡµετέραις ὄντες, γογγύζοµεν. Ἐκεῖνοι δὲ, εἰ καὶ ἐπόρνευον, ἀλλ' ἀπὸ Αἰγυπτιακῶν ἐξελθόντες ἄρτι κακῶν, καὶ νόµου σχεδὸν οὐκ ἀκούσαντες τοιούτου· ἡµεῖς δὲ ἐκ προγόνων τὰ σωτήρια παραλαβόντες δόγµατα· ὥστε µείζονος κολάσεώς ἐσµεν ἄξιοι. Βούλει καὶ ἕτερα ἀκοῦσαι, ὅσα ἔπαθον ἐν Παλαιστίνῃ, λιµοὺς, λοιµοὺς, πολέµους, αἰχµαλωσίας, τὰς ἐπὶ Βαβυλωνίων, τὰς ἐπὶ Ἀσσυρίων, τὰ ὑπὸΜακεδόνων κακὰ, τὰ ἐπὶ Ἀδριανοῦ καὶ Οὐεσπασιανοῦ; Βούλοµαί σοι, ἀγαπητὲ, τὶ διηγήσασθαι, ἀλλὰ µὴ ἀποπηδήσῃς· µᾶλλον δὲ πρὸ τούτου ἕτερον ἐρῶ. Λιµὸς ἐγένετό ποτε, φησὶ, καὶ ὁ βασιλεὺς ἐβάδιζεν ἐπὶ τοῦ τείχους· εἶτα γυνὴ προσελθοῦσα ταῦτα φθέγγεται πρὸς αὐτὸν τὰ ῥήµατα· Βασιλεῦ, εἶπέ µοι ἡ γυνὴ αὕτη· Ὀπτήσωµέν σου σήµερον τὸν υἱὸν καὶ φάγωµεν, καὶ αὔριον τὸν ἐµόν· καὶ ὠπτήσαµεν, καὶ ἐφάγοµεν· καὶ τὸν αὐτῆς οὐκέτι ἔδωκε. Τί ταύτης τῆς συµφορᾶς χαλεπώτερον; Πάλιν ἀλλαχοῦ ὁ προφήτης φησί· Χεῖρες γυναικῶν οἰκτιρµόνων ἥψησαν τὰ τέκνα αὐτῶν. Ἰουδαῖοι µὲν οὖν τοιαύτην ἔδοσαν δίκην· ἡµεῖς δὲ οὐ πολλῷ µᾶλλον δώσοµεν;
8.4
Βούλει καὶ ἑτέρας αὐτῶν ἀκοῦσαι συµφοράς; τὰ Ἰωσήππου ἔπελθε, καὶ µαθήσῃ πᾶσαν ἐκείνην τραγῳδίαν, ἂν ἄρα σε πείσωµεν ἀπὸ τούτων ὅτι ἔστι γέεννα. Ἐννόησον γάρ· εἰ ἐκεῖνοι ἐκολάζοντο, διὰ τί ἡµεῖς µὴ κολαζόµεθα; ἢ πῶς εἰκὸς ἡµᾶς µὴ κολάζεσθαι, χείρονα ἐκείνων πταίοντας; ἦ δῆλον, ὅτι διὰ τὸ ἀποκεῖσθαι ἡµῖν τὴν κόλασιν; Εἰ δὲ βούλει, καὶ ἐπὶ προσώπου ἑνὸς ἑκάστου ἐρῶ πῶς ἐκολάσθησαν· Ἀδελφὸν ἀπέκτεινεν ὁ Κάϊν.∆ εινὸν µὲν τὸ ἁµάρτηµα· πῶς γὰρ οὔ; ἀλλ' ἔδωκε δίκην, καὶ χαλεπὴν, καὶ µυρίων ἀνταξίαν θανάτων, καὶ ὑπὲρ ἧς εἵλετο ἂν καὶ µυριάκις ἀποθανεῖν· ἄκουε γὰρ αὐτοῦ λέγοντος, Εἰ ἐκβάλλεις µε ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσοµαι, καὶ ἔσται πᾶς ὁ εὑρίσκων µε, ἀποκτενεῖ µε. Εἰπὲ οὖν µοι, οὐ τὰ αὐτὰ πράττουσιν ἐκείνῳ πολλοὶ καὶ νῦν; ὅταν γὰρ µὴ σαρκικὸν, ἀλλὰ πνευµατικὸν ἀνέλῃς ἀδελφὸν, οὐχὶ ταυτὸν εἰργάσω; Τί γὰρ, εἰ καὶ µὴ ξίφει, ἀλλ' ἑτέρῳ τρόπῳ, ὅταν δυνάµενος λῦσαι λιµὸν, περιίδῃς; Τί οὖν; οὐδεὶς ἐφθόνησε νῦν τῷ ἀδελφῷ; οὐδεὶς περιέβαλε κινδύνοις; ἀλλ' ἐνταῦθα οὐκ ἔδωκαν δίκην. Ἀλλὰ δώσουσιν. Εἶτα ὁ µὲν µὴ νόµων ἀκούσας γραπτῶν µηδὲ προφητῶν, µήτε σηµεῖα θεασάµενος µεγάλα, τοσαύτην δίδωσι τιµωρίαν· ὁ δὲ ἑτέρως τὰ αὐτὰ δεδρακὼς, καὶ µηδὲ τοσούτοις παραδείγµασι σωφρονιζόµενος, ἀτιµώρητος ἔσται; καὶ ποῦ τὸ δίκαιον τοῦ Θεοῦ; ἢ ποῦ τὸ ἀγαθόν; Πάλιν ξύλα τις συλλέξας ἐν τῷ σαββάτῳ, κατελεύσθη· καίτοι γε µικρὰ αὕτη ἡ ἐντολὴ, καὶ τῆς περιτοµῆς φαυλοτέρα. Εἶτα ὁ µὲν ξύλα συλλέξας ἐν σαββάτῳ ἐλιθάσθη, οἱ δὲ µυρία ἐργασάµενοι πολλάκις παράνοµα ἀπῆλθον ἀτιµώρητοι. Ἂν οὖν µὴ γέεννα ᾖ, ποῦ τὸ δίκαιον, ποῦ τὸ ἀπροσωπόληπτον; Καίτοι πολλὰ ἐγκαλεῖ αὐτοῖς τοιαῦτα, ὅτι τὰ σάββατα οὐ τηροῦσι. Πάλιν ἄλλος τις ὁ Χαρµεὶ, ἀνάθηµα κλέψας, µετὰ τοῦ γένους ἐλιθάσθη παντός. Τί οὖν; οὐδεὶς ἐξ ἐκείνου ἱερόσυλος γέγονεν; Ὁ Σαοὺλ πάλιν φεισάµενος παρὰ τὸ τῷ Θεῷ δοκοῦν, τοσαύτην ὑπέστη τιµωρίαν· οὐδεὶς οὖν ἐφείσατο ἐξ ἐκείνου; Εἴθε µὲν οὖν τοῦτο· οὐχὶ µᾶλλον θηρίων ἀλλήλους κατεσθίοµεν παρὰ τὸ τῷ Θεῷ δοκοῦν, καὶ οὐδεὶς ἔπεσεν ἐν πολέµῳ. Πάλιν οἱ τοῦ Ἠλεὶ υἱοὶ ἐπειδὴ πρὸ τοῦ θυµιάµατος ἤσθιον, δίκην ἔδοσαν χαλεπωτάτην µετὰ τοῦ πατρός. Οὐδεὶς οὖν ἐγένετο πατὴρ ῥᾴθυµος περὶ παῖδας; οὔτε µοχθηροὶ παῖδες; ἀλλ' οὐδεὶς ἔδωκε δίκην. Πότε οὖν δώσουσιν, ἂν γέεννα µὴ ᾖ; Πάλιν µυρία ἄν τις ἔχοι καταλέγειν ἕτερα. Τί δέ; ὁ Ἀνανίας καὶ ἡ Σάπφειρα, οὐκ ἐπειδὴ ἔκλεψαν ἐξ ὧν ἀνέθηκαν, παραχρῆµα ἐτιµωρήθησαν; Οὐδεὶς οὖν ἄρα ἐξ ἐκείνου ταῦτα ἐποίησε; πῶς οὖν οὐκ ἔδωκαν τὴν αὐτὴν δίκην; Ἆρά σε πείθοµεν ὅτι γέεννα ἔστιν, ἢ πλειόνων σοι δεῖ παραδειγµάτων; Οὐκοῦν καὶ ἐπὶ τὰ ἄγραφα ἥξοµεν, τὰ νῦν ἐν τῷ βίῳ γινόµενα· ἀναγκαῖον γὰρ πάντοθεν ταύτην ἡµῖν συλλεγῆναι τὴν ἔννοιαν, ἵνα µὴ µάτην ἑαυτοῖς χαριζόµενοι, βλάπτωµεν ἑαυτούς. Οὐχ ὁρᾷς πολλοὺς ἐν συµφοραῖς, τὰ σώµατα ἀναπήρους, µυρία πάσχοντας δεινὰ, ἑτέρους δὲ εὐδοκιµοῦντας; διὰ τί οἱ µὲν φόνων διδόασι δίκας, οἱ δὲ οὔ; Ἄκουσον τοῦ Παύλου λέγοντος· Τινῶν αἱ ἁµαρτίαι πρόδηλοί εἰσι, τισὶ δὲ καὶ ἐπακολουθοῦσι. Πόσοι διέφυγον ἀνδροφόνοι; πόσοι τυµβωρύχοι; Ἀλλ' ἀφείσθω ταῦτα. Πόσους οὐχ ὁρᾷς κολαζοµένους κόλασιν χαλεπήν; οἱ µὲν νόσῳ µακρᾷ παρεδόθησαν, οἱ δὲ βασάνοις διηνεκέσιν, οἱ δὲ ἑτέροις µυρίοις δεινοῖς. Ὅταν οὖν ἴδῃς τὰ αὐτὰ ἐκείνοις τετολµηκότα, ἢ καὶ πολλῷ πλείονα, καὶ µὴ διδόντα δίκην, οὐχὶ καὶ ἄκων ὁµολογήσεις τὴν γέενναν; Ἔκλεγε τούτους τοὺς ἐνταῦθα πρὸ σοῦ κεκολασµένους χαλεπῶς, ἐννόει ὅτι ὁ Θεὸς προσωπολήπτης οὐκ ἔστι, καὶ ὅτι µυρία ἐργασάµενος κακὰ, οὐδὲν τοιοῦτον πέπονθας, καὶ ἕξεις τὴν ἔννοιαν τῆς γεέννης. Οὕτω γὰρ ἡµῖν αὐτὴν ὁ Θεὸς ἐγκατέσπειρεν, ὡς µηδένα ἀγνοῆσαι τοῦτό ποτε. Καὶ γὰρ ποιηταὶ καὶ φιλόσοφοι καὶ µυθολόγοι, καὶ πάντες ἁπλῶς ἄνθρωποι, περὶ τῆς ἀνταποδόσεως ἐφιλοσόφησαν τῆς ἐκεῖ, καὶ ἐν ᾅδουκολάζεσθαι εἰρήκασι τοὺς πολλούς. Εἰ δὲ ἐκεῖνα µῦθοι, ἀλλ' οὐ τὰ παρ' ἡµῖν. Ταῦτα οὐχ ἁπλῶς φοβῆσαι βουλόµενος εἶπον, οὐδὲ βαρῦναι τὰς ὑµετέρας ψυχὰς, ἀλλὰ σωφρονίσαι, καὶ κουφοτέρας ἐργάσασθαι. Ἐβουλόµην καὶ αὐτὸς ἐγὼ µὴ εἶναι κόλασιν, καὶ µάλιστα πάντων ἐγώ. Τί δήποτε; Ὅτι ὑµῶν µὲν ἕκαστος ὑπὲρ τῆς ἑαυτοῦ ψυχῆς δέδοικεν· ἐγὼ δὲ καὶ τῆς προστασίας ταύτης εὐθύνας ὑφέξω· ὥστε µάλιστα πάντων ἐµὲ διαφυγεῖν ἀδύνατον. Ἀλλ' οὐκ ἔστι µὴ εἶναι κόλασιν καὶ γέενναν. Τί πάθω; Πάλιν ἐπαποροῦσι καί φασι· Ποῦ οὖν τοῦ Θεοῦ τὸ φιλάνθρωπον; Πανταχοῦ. Μᾶλλον δὲ ἐν ἑτέρῳ περὶ τούτου διαλέξοµαι καιρῷ, ἵνα µὴ τοὺς περὶ γεέννης συγχέωµεν λόγους. Τέως δὲ ὅπερ ἐκερδάναµεν ἀπὸ τῶν εἰρηµένων, µὴ διαῤῥυῇ κέρδος γὰρ οὐ µικρὸν πεπεῖσθαι περὶ γεέννης. Ἡ γὰρ τῶν τοιούτων λόγων µνήµη καθάπερ τι πικρὸν φάρµακον, πᾶσαν κακίαν ἀποσµῆξαι δυνήσεται, συνεχῶς ὑµῶν ἐνιζάνουσα τῇ διανοίᾳ. Χρώµεθα τοίνυν αὐτῷ, ἵνα καθαρὰν καρδίαν ἐντεῦθεν ἔχοντες, οὕτω καταξιωθῶµεν ἰδεῖν, ἃ µήτε ὀφθαλµὸς εἶδε, µήτε οὖς ἤκουσε, µήτε ἐπὶκαρδίαν ἀνθρώπου ἀνέβη· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.