Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Thessalonians
John ChrysostomHom. 1 Thess. 9 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
9.0
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑµῖν. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡµέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται.
9.1
Οὐδὲν οὕτως, ὡς ἔοικε, περίεργόν ἐστι καὶ λίχνον πρὸς τὴν τῶν ἀφανῶν καὶ τῶν κεκαλυµµένων µάθησιν, ὡς ἡ τῶν ἀνθρώπων φύσις. Τοῦτο δὲ αὐτῇ συµβαίνειν εἴωθεν, ὅταν ἀτελῆ καὶ µηδέπω κατηρτισµένην τὴν διάνοιαν ἔχῃ. Καὶ γὰρ τῶν παίδων οἱ ἀφελέστεροι οὐ διαλιµπάνουσιν ἀποκναίοντες καὶ τροφέας καὶ παιδαγωγοὺς καὶ πατέρας τῇ πυκνότητι τῶν πεύσεων, ἐν αἷςοὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ, πότε τόδε ἐστὶ, καὶ πότε τόδε. Συµβαίνει δὲ τοῦτο καὶ ἀπὸ τοῦ θρύπτεσθαι, καὶ ἀπὸ τοῦ µηδὲν ἔχειν ποιεῖν. Πολλὰ µὲν οὖν ἐπείγεται µανθάνειν ἤδη καὶ καταλαµβάνειν ἡµῶν ἡ διάνοια, µάλιστα δὲ τὸν περὶ τῆς συντελείας καιρόν. Καὶ τί θαυµαστὸν, εἰ ἡµεῖς τοῦτο πάσχοµεν; καὶ γὰρ αὐτοὶ οἱ ἅγιοι ἐκεῖνοι οἱ ἀπόστολοι µάλιστα αὐτὸ πάντων πεπόνθασι, καὶ πρὸ µὲν τοῦ πάθους προσελθόντες λέγουσι τῷ Χριστῷ· Εἰπὲ ἡµῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σηµεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; µετὰ δὲ τὸ πάθος καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἔλεγον πρὸς αὐτόν· Εἰπὲ ἡµῖν, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ· καὶ οὐδὲν πρὸ τούτου αὐτὸν ἤροντο. Ἀλλ' οὐ µετὰ ταῦτα οὕτως, Ὅτε γὰρ τοῦ Πνεύµατος τοῦ ἁγίου κατηξιώθησαν, οὐ µόνον αὐτοὶ οὐκ ἐρωτῶσιν, οὐδὲ ἀσχάλλουσι πρὸς τὴν ἄγνοιαν, ἀλλὰκαὶ τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας πολυπραγµοσύνην καταστέλλουσιν. Ἄκουσον γοῦν οἷα νῦν ὁ µακάριος Παῦλός φησι· Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑµῖν.∆ ιὰ τί µὴ εἶπεν, ὅτι οὐδεὶς οἶδε; διὰ τί µὴ εἶπεν, ὅτι οὐκ ἀπεκαλύφθη, ἀλλ', Οὐ χρείαν ἔχετε γράφεσθαι ὑµῖν; Ὅτι ἐκείνως µὲν ἂν ἐλύπησε µᾶλλον· οὕτω δὲ παρεµυθήσατο εἰπών. Τῷ γὰρ, Οὐ χρείαν ἔχετε, καὶ ὡς περιττὸν, καὶ ὡς ἀσύµφορον, ζητεῖν οὐκ εἴασε. Ποῖον γὰρ, εἰπέ µοι, τὸ κέρδος; Θῶµεν εἶναι τὴν συντέλειαν µετὰ εἴκοσιν ἔτη, µετὰ τριάκοντα, µετὰ ἑκατόν· τί τοῦτο πρὸς ἡµᾶς; οὐχὶ ἑκάστῳ ἡ συντέλεια τὸ τῆς αὐτοῦ ζωῆς πέρας ἐστί; τί πολυπραγµονεῖς καὶ ὠδίνεις ὑπὲρ τοῦ κοινοῦ τέλους; Ἀλλ' ὅπερ ἐν τοῖς ἄλλοις πάσχοµεν, τοῦτο καὶ ἐν τούτῳ. Καθάπερ γὰρ ἐν τοῖς ἄλλοις τὰ ἴδια ἀφέντες, τὰ κοινὰ µεριµνῶµεν λέγοντες· Ὁ δεῖνα πόρνος, ὁ δεῖνα µοιχὸς, ἐκεῖνος ἥρπασεν ἄλλος ἠδίκησε, τῶν δὲ ἑαυτοῦ οὐδεὶς οὐδένα λόγον ποιεῖται, ἀλλὰ πάντων φροντίζει µᾶλλον, ἢ τῶν οἰκείων· οὕτω καὶ ἐνταῦθα, ἀφέντες τὸ οἰκεῖον ἕκαστος τέλος µεριµνᾷν, τὴν κοινὴν βουλόµεθα κατάλυσιν µαθεῖν. Τί γάρ σοι κοινὸν πρὸς ἐκείνην ἐστίν; Ἂν ταύτην καλῶς διάθῃ τὴν τελευτὴν, οὐδὲν παρ' ἐκείνης πείσῃ δεινόν. Ἔστω πόῤῥω, ἔστω ἐγγύς· οὐδὲν τοῦτο πρὸς ἡµᾶς.∆ ιὰ τοῦτο οὐκ εἶπεν ὁ Χριστὸς, ἐπειδὴ µὴ συνέφερε. Καὶ πῶς οὐ συνέφερε, φησίν; Αὐτὸς οἶδεν ὁ κρύψας, διὰ τί µὴ συνέφερεν· ἄκουε γὰρ αὐτοῦ λέγοντος τοῖς ἀποστόλοις· Οὐχ ὑµῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τί περιεργάζεσθε λοιπόν; οἱ περὶ Πέτρον τὸν κορυφαῖον ταῦτα ἤκουσαν, ὡς τὰ µείζονα ἑαυτῶν ζητοῦντες µαθεῖν. Ναὶ, φησὶν, ἀλλ' ἐνῆν τὰ τῶν Ἑλλήνων ἐπιστοµίζειν οὕτω στόµατα. Πῶς, εἰπέ µοι; Ἐπειδὴ ἐκεῖνοι, φησὶ, τὸν κόσµον τοῦτον θεὸν λέγουσιν εἶναι· εἰ δὲ τὸν καιρὸν ᾔδειµεν τῆς καταλύσεως, ἐπεστοµίσαµεν ἂν αὐτῶν τὰ στόµατα. Πάνυ γε· τοῦτο γάρ ἐστι τὸ ἐπιστοµίζον ἐκείνους, τὸ µαθεῖν, ὅτι ποτὲ καταλύεται, ἢ τὸ µαθεῖν πότε καταλύεται; Εἰ ἐπιστοµίζειν βούλεσθε, τοῦτο λέγετε πρὸς αὐτοὺς, ὅτι πέρας ἕξει· εἰ µὴ πείθονται τούτῳ, οὐδὲ ἐκείνῳ πείσονται. Ἄκουσον τοῦ Παύλου λέγοντος· Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡµέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται· οὐχ ἡ κοινὴ µόνον, ἀλλὰ καὶ ἡ ἑκάστου ἰδία· αὕτη γὰρ ἐκείνην µιµεῖται, ἐπειδὴ ὁµοία αὐτῇ ἐστι καὶ συγγενής. Ὅπερ γὰρ ἀθρόως ἐκείνη, τοῦτο αὕτη κατὰ µέρος ποιεῖ· καὶ τῆς συντελείας ὁ καιρὸς ἀπὸ τοῦ Ἀδὰµ ἔλαβε τὴν ἀρχὴν, τό τε τέλος ἑκάστου ἡµῶν τῆς ζωῆς εἰκὼν συντελείας ἐστὶ, καὶ οὐκ ἄν τις ἁµάρτοισυντέλειαν αὐτὸ εἰπών. Ὅταν γὰρ µυρίοι καθ' ἑκάστην ἡµέραν τελευτῶσι, καὶ ἀναµένωσι τὴν ἡµέραν ἐκείνην ἅπαντες, καὶ πρὸ ἐκείνης οὐδεὶς ἀνίσταται, οὐχὶ ἐκείνης τὸ ἔργον ἐστίν; Εἰ δὲ βούλεσθε µαθεῖν διὰ τί ἀποκέκρυπται αὕτη, καὶ διὰ τί ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται, ἐγὼ, ὡς ἐµαυτῷ δοκῶ καλῶς ἔχειν, ἐρῶ. Οὐδεὶς ἂν ἀρετῆς ἐπεµελήθη ποτὲ παρὰ τὸν ἅπαντα βίον, εἰ δῆλον ἦν καὶ µὴ ἀπεκέκρυπτο· ἀλλ' εἰδὼς αὐτοῦ τὴν τελευταίαν ἡµέραν, καὶ µυρία ἐργασάµενος δεινὰ, καὶ τῷ λουτρῷ τότε προσελθὼν, οὕτως ἂν ἀπῆλθεν. Εἰ γὰρ νῦν, τοῦ τῆς ἀδηλίας φόβου κατασείοντος τὰς ἁπάντων ψυχὰς, πάντες τὸν ἔµπροσθεν βίον ἅπαντα ἐν κακίᾳ καταναλώσαντες, εἰς ἐσχάταςἀναπνοὰς τῷ βαπτίσµατι διδόασιν ἑαυτούς· εἰ καὶ σφόδρα ὑπὲρ τούτου ἦσαν πεπεικότες ἑαυτοὺς, τίς ἄν ποτε ἀρετῆς ἐπεµελήθη; Εἰ γὰρ, καὶ φόβου ἐπικειµένου, πολλοὶ χωρὶς φωτίσµατος ἀπῆλθον, καὶ οὐδὲ οὗτος αὐτοὺς ὁ φόβος ἐπαίδευσε ζῶντας ἐπιµελεῖσθαι τῶν τῷ Θεῷ δοκούντων· εἰ καὶ οὗτος ἀνῄρητο ὁ φόβος, τίς ἂν ἐγένετό ποτε σώφρων; τίς δὲ ἐπιεικής; Οὐκ ἔστιν οὐδείς. Καὶ ἕτερον δὲ πάλιν πολὺς ὁ τοῦ θανάτου φόβος κατέχει νῦν, καὶ ὁ τῆς ζωῆς ἔρως· εἰ δὲ ᾔδει ἕκαστος, ὅτι αὔριον πάντως τεθνήξεται, οὐδὲν ἂν παρῃτήσατο τολµῆσαι πρὸ τῆς ἡµέρας ἐκείνης, ἀλλὰ καὶ ἔσφαξεν οὓς ἂν ἠθέλησε, καὶ µυρίαἂν εἰργάσατο δεινὰ, τοὺς ἐχθροὺς ἀµυνόµενος.
9.2
Ἄνθρωπος γὰρ µιαρὸς καὶ τῆς ἐνθάδε ζωῆς ἀπεγνωκὼς οὐδὲ αὐτοῦ λόγον ἔχει τοῦ τὴν ἁλουργίδα περικειµένου. Ὁ τοίνυν πεπεισµένος ὅτι πάντως ἀπελθεῖν δεῖ, καὶ ἀµυνεῖται τὸν ἐχθρὸν, καὶ πρότερον ἀναπαύσας αὐτοῦ τὴν ψυχὴν, οὕτως ἂν ἐδέξατο τὴν τελευτήν. Εἴπω τι καὶ τρίτον ἕτερον; Οἱ φιλοζωοῦντες, καὶ σφόδρα τῶν ἐνθάδε ἐφιέµενοι, ὑπὸ τῆς ἀθυµίας ἂν καὶ τῆς λύπης διεφθάρησαν. Εἰ γάρ τις τῶν νέων ὅτι πρὸ τοῦ γήρως δέξεται τὴν τελευτὴν ἠπίστατο, καθάπερ τὰ νωθρότατα τῶν θηρίων, ἐπειδὰν συλληφθῇ, µᾶλλον τοιαῦταγίνεται, προσδοκῶντα τὴν τελευτὴν, οὕτως ἂν διετέθη καὶ οὗτος. Οὐδὲ αὐτοὶ οἱ γενναῖοι ἄνδρες µισθὸν ἂν ἔσχον. Εἰ γὰρ ᾔδεσαν ὅτι πάντως µετὰ τρία ἔτη ἀπελθεῖν δεῖ, καὶ πρὸ ἐκείνων οὐ δυνατὸν, ποῖον ἂν ἔσχον µισθὸν, κατατολµῶντες τῶν δεινῶν; Εἶπε γὰρ ἄν τις πρὸς αὐτοὺς, ὅτι Ἐπειδὴ θαῤῥεῖτε ὑπὲρ τῶν τριῶν ἐτῶν, διὰ τοῦτο τοῖς κινδύνοις ἑαυτοὺς ἐκδιδόατε, εἰδότες ὅτι ἄλλως οὐκ ἔνι ὑµᾶς ἀπελθεῖν. Ὁ γὰρ ἐξ ἑκάστου κινδύνου προσδοκῶν τεθνήξεσθαι, καὶ εἰδὼς ὅτι ζήσεται µὲν µὴ παραβουλευσάµενος, τεθνήξεται δὲ τοιαῦτα τολµῶν, τῆς αὐτοῦπροθυµίας καὶ τοῦ καταφρονεῖν τῆς ἐνθάδε ζωῆς µέγιστον ἐξήνεγκε τεκµήριον. Ἀπὸ δὲ ὑποδείγµατος τοῦτο ὑµῖν ποιήσω φανερόν· Εἰπέ µοι, εἰ ὁ πατριάρχης Ἀβραὰµ προειδὼς ὅτι οὐ σφάξει τὸν υἱὸν ἀνήγαγεν, ἆρα ἂν ἔσχε τινὰ µισθόν; Τί δὲ, εἰ ὁ Παῦλος προειδὼς, ὅτι οὐ τεθνήξεται, ὑπερεῖδε τῶν κινδύνων, ποῦ δὲ καὶ θαυµαστός; Οὕτω γὰρ καὶ ὁ νωθρότατος εἰς πῦρ ἐνέβη ἂν, εἴ τινα ἀξιόπιστον ἐγγυητὴν εὗρε τῆς ἀσφαλείας. Ἀλλ' οὐχ οἱ τρεῖς παῖδες τοιοῦτοι· ἀλλὰ τί; Ἄκουε αὐτῶν λεγόντων· Βασιλεῦ, ἔστι Θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡµᾶς ἐκ τῶν χειρῶν σου, καὶ ἐκ τῆς καµίνου ταύτης· καὶ ἐὰν µὴ, γνωστὸν ἔστω σοι, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύοµεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας, οὐ προσκυνοῦµεν. Ὁρᾶτε πόσα κέρδη ἐστὶ, καὶ πλείονα τούτων ἐκ τοῦ ἀγνοεῖν τὴν τελευτήν; Τέως δὲ ταῦτα ἀπόχρη µαθεῖν.∆ ιὰ τοῦτο ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται· ἵνα µὴ εἰς κακίαν ἐξαγάγωµεν ἑαυτοὺς, ἵνα µὴ εἰς ῥᾳθυµίαν, ἵνα µὴ τὸν µισθὸν ἡµῶν ὑποτέµηται. Αὐτοὶ γὰρ ἀκριβῶς, φησὶν, οἴδατε. Τί οὖν περιεργάζεσθε, εἰ πεπεισµένοι ἐστέ; Ὅτι δὲ ἄδηλον τὸ µέλλον, ἐξ ὧν ὁ Χριστὸς εἶπε, µάνθανε· ὅτι δὲ διὰ τοῦτο εἶπεν, ἄκουσον τί φησι· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται.∆ ιὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ὅταν δὲ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ µὴ ἐκφύγωσιν. Ἐνταῦθα τοῦτο ᾐνίξατο, ὅπερ καὶ ἐν τῇ δευτέρᾳ εἶπεν Ἐπιστολῇ. Ἐπειδὴ γὰρ οὗτοι µὲν ἦσαν ἐν θλίψεσιν, οἱ δὲ πολεµοῦντες αὐτοὺς ἐν ἀνέσει καὶ ἐν τρυφῇ, εἶτα αὐτὸς µὲν παρεµυθεῖτο τὰ παρόντα δεινὰ τῷ τῆςἀναστάσεως λόγῳ, ἐκεῖνοι δὲ ἐπηρέαζον ἐκ τῶν προγονικῶν ἐνθυµηµάτων φθεγγόµενοι καὶ ἔλεγον. Πότε ἔσται;( ὅπερ καὶ οἱ προφῆται ἔλεγον· Οὐαὶ οἱ λέγοντες, τὸ τάχος ἐγγισάτω, ἃ ποιήσει ὁ Θεὸς, ἵνα ἴδωµεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶµεν· καὶ πάλιν· Οὐαὶ οἱ ἐπιθυµοῦντες τὴν ἡµέραν Κυρίου( οὐ γὰρ ἁπλῶς ἐπιθυµοῦντας λέγει, ἀλλὰ τοὺς ἐκ τοῦ ἀπιστεῖν ἐπιθυµοῦντας)· καὶ, Ἡ ἡµέρα Κυρίου σκότος, φησὶ, καὶ οὐ φῶς)· διὰ τοῦτο εἴρηκεν οὕτω. Καὶ ὅρα πῶς αὐτοὺς παραµυθεῖται· ὡς ἂν εἰ ἔλεγε· Μὴ τὸ ἐν εὐπαθείᾳ εἶναι αὐτοὺς τεκµήριον ποιείσθωσαν τοῦ µὴ παραγίνεσθαι τὴν κρίσιν· οὕτω µὲν οὖν καὶ παραγίνεται. Ἄξιον δὲ καὶ ἐκεῖνο ζητῆσαι· εἰ ὁ Ἀντίχριστος ἔρχεται, καὶ ὁ Ἠλίας ἔρχεται, πῶς ὅταν λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αὐτοῖς αἰφνίδιος ὄλεθρος ἐφίσταται; ταῦτα γὰρ οὐκ ἀφίησι µὴ εἰδέναι τὴν ἡµέραν, τεκµήρια ὄντα τῆς παρουσίας αὐτῆς. Ἀλλ' οὐ τοῦτον τὸν καιρὸν αἰνίττεται, τοῦ Ἀντιχρίστου λέγω, οὔτε τὴν ἡµέραν ἐκείνην φησὶν, ὅτι σηµεῖον ἔσται τῆς παρουσίας τοῦ Χριστοῦ, ἀλλ' ὅτι ὁΧριστὸς οὐχ ἕξει σηµεῖον, ἀλλ' ἀθρόον καὶ ἀπροσδοκήτως ἥξει. Καὶ µὴν τῇ κυούσῃ, φησὶν, οὐκ ἐφίσταται ἀδήλως· οἶδε γὰρ ὅτι µετὰ ἐννέα µῆνας ἔσται ὁ τόκος. Καὶ σφόδρα µὲν οὖν ἀδήλως· αἱ µὲν γὰρ ἑπταµηνιαῖα ἔτεκον, αἱ δὲ ἐννεαµηνιαῖα· ἄλλως δὲ καὶ ἡ ἡµέρα καὶ ἡ ὥρα ἄδηλος τοῦ τόκου. Πρὸς τοῦτο οὖν φησι ταῦτα ὁ Παῦλος. Καὶ ἀκριβὴς ἡ εἰκών· οὐ γὰρ πολλὰ τῆς ὠδῖνός ἐστι τὰ τεκµήρια· πολλαὶ γοῦν οὕτω καὶ ἐν ὁδοῖς καὶ τῆς οἰκίας ἔξω, µὴ προειδυῖαι, ἔτεκον. Οὐ τὸ ἄδηλον δὲ µόνον ἐνταῦθα ᾐνίξατο, ἀλλὰ καὶ τὸ τῆς ὀδύνης πικρόν. Ὥσπερ γὰρ ἐκείνη παίζουσα, γελῶσα, οὐδὲν ὅλως προορωµένη, ἐξαίφνης ἀῤῥήτοις κατασχεθεῖσα πόνοις διακόπτεται ταῖς ὠδῖσιν· οὕτω καὶ αἱ ψυχαὶ ἐκεῖναι, τῆς ἡµέρας ἐπελθούσης ἐκείνης. Καὶ οὐ µὴ ἐκφύγωσιν. Εἶτα δεικνὺς ὅτι οὐ περὶ αὐτῶν ταῦτα λέγει, ἐπήγαγεν· Ὑµεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡµέρα ὑµᾶς ὡς κλέπτης καταλάβῃ.
9.3
Ἐνταῦθα τὸν σκοτεινὸν καὶ ἀκάθαρτον βίον φησί. Καθάπερ γὰρ ἐν νυκτὶ πάντα πράττουσιν οἱ µιαροὶ καὶ πονηροὶ τῶν ἀνθρώπων, πάντας λανθάνοντες, καὶ ἐν σκότῳ κατακλείοντες ἑαυτούς. Εἰπὲ γάρ µοι, οὐχὶ τὴν ἑσπέραν παρατηρεῖ ὁ µοιχός; καὶ οὐχὶ τὴν νύκτα ὁ κλέπτης; ὁ τυµβωρύχος οὐχὶ πᾶσαν τὴν ἐργασίαν ἐν νυκτὶ ἔχει; Τί οὖν; οὐχὶ ὡς κλέπτης αὐτοὺς καταλαµβάνει; οὐχὶ καὶ αὐτοῖς ἀδήλως ἐφίσταται; Ἀλλὰ προΐσασι; Πῶς οὖν λέγει, Οὐ χρείαν ἔχετε γράφεσθαι ὑµῖν; Ἐνταῦθα οὐ πρὸς τὸ ἄδηλόν φησιν, ἀλλὰ πρὸς τὴν συµφοράν· τουτέστιν, οὐκ ἐπὶ κακῷ τῷ αὐτῶν ἥξει. Ἀδήλως µὲν γὰρ ἥξει καὶ αὐτοῖς, πλὴν ἀλλ' οὐδενὶ περιβαλεῖ λυπηρῷ. Ἵνα ἡ ἡµέρα, φησὶν, ὡς κλέπτης ὑµᾶς καταλάβῃ. Ἐπὶ γὰρ ἐγρηγορότων καὶ ἐν φωτὶ ὄντων, κἂν γένηταί τις εἴσοδος λῃστοῦ, οὐδὲν λυµήνασθαι δυνήσεται· οὕτω καὶ ἐπὶ τῶν ὀρθῶς ζώντων· ἀλλ' ἐκείνους τοὺς καθεύδοντας πάντων γυµνώσας ἄπεισι, τοὺς τοῖς ἐνθάδε θαῤῥοῦντας. Εἶτα καὶ ἄλλο ὑπὲρ αὐτῶν· ἐπάγει γάρ· Πάντες γὰρ ὑµεῖς, φησὶν, υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡµέρας. Καὶ πῶς ἔνι, φησὶν, υἱοὺς ἡµέρας εἶναι; Ὡς υἱοὺς ἀπωλείας, ὡς υἱοὺς γεέννης.∆ ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε τοῖς Φαρισαίοις· Οὐαὶ ὑµῖν, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν γεέννης υἱόν· καὶ ὁ Παῦλος·∆ ι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, τουτέστι, τοὺς τὰ τῆς γεέννης πράττοντας, τοὺς τὰ τῆς ἀπειθείας. Ὥσπερ οὖν υἱοὶ τοῦ Θεοῦ οἱ τὰ τῷ Θεῷ δοκοῦντα πράττοντες, οὕτω καὶ υἱοὶ ἡµέρας καὶ υἱοὶ φωτὸς, οἱ τὰ τοῦ φωτὸς πράττοντες. Οὐκ ἐσµὲν νυκτὸς οὐδὲ σκότους. Ἄρα οὖν µὴ καθεύδωµεν, ὡς καὶ οἱ λοιποὶ, ἀλλὰ γρηγορῶµεν καὶ νήφωµεν. Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσι· καὶ οἱ µεθυσκόµενοι, νυκτὸς µεθύουσιν· ἡµεῖς δὲ ἡµέρας ὄντες, νήφωµεν.∆ είκνυσιν ἐνταῦθα ὅτι τὸ ἐν ἡµέρᾳ εἶναι ἡµῶν ἐστι. Καὶ ἐνταῦθα µὲν, ἐπὶ τῆς ἡµέρας ταύτης καὶ τῆς νυκτὸς λέγω, οὐχ ἡµῶν ἐστιν, ἀλλὰ καὶ ἀκόντων ἡµῶν ἔρχεται ἡ νὺξ, καὶ µὴ βουλοµένων ὁ ὕπνος ἐφίσταται· ἐπὶ δὲ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ ὕπνου, οὐκέτι, ἀλλ' ἔξεστι διαπαντὸς ἐγρηγορέναι, ἔξεστι διαπαντὸς ἡµέραν ἄγειν. Τοὺς γὰρ τῆς ψυχῆς ὀφθαλµοὺς κλεῖσαι, καὶ τὸν ἀπὸ τῆς κακίας ὕπνον ἐπαγαγεῖν, οὐκ ἔστι φύσεως, ἀλλὰ προαιρέσεως. Ἀλλὰ γρηγορῶµεν, φησὶ, καὶ νήφωµεν. Ἔξεστι γὰρ ἐγρηγορότα καθεύδειν, µηδὲν πράττοντα ἀγαθόν· διὰ τοῦτο ἐπήγαγε, Καὶ νήφωµεν. Καὶ γὰρ ἐν ἡµέρᾳ ἂν γρηγορῇ τις, µὴ νήφῃ δὲ, µυρίοις περιπεσεῖται δεινοῖς, Ὥστε γρηγορήσεως ἐπίτασις ἡ νῆψίς ἐστιν. Οἱ καθεύδοντες, φησὶ, νυκτὸς καθεύδουσι, καὶ οἱ µεθυσκόµενοι, νυκτὸς µεθύουσι. Μέθην ἐνταῦθά φησιν οὐ τὴν ἀπὸ τοῦ οἴνου µόνον, ἀλλὰ καὶ τὴν ἀπὸ πάντων τῶν κακῶν. Καὶ γὰρ µέθη ψυχῆς πλοῦτος, καὶ χρηµάτων ἐπιθυµία, καὶ σωµάτων ἔρως, καὶ πᾶν ὅπερ ἂν εἴπῃς, µέθη ψυχῆς ἐστι.∆ ιὰ τί δὲ ὕπνον τὴν κακίαν ἐκάλεσεν; Ὅτι πρῶτον µὲν ἀνενέργητός ἐστι πρὸς τὴν ἀρετὴν ὁ τοιοῦτος· ἔπειτα, ὅτι πάντα φαντασιοῦται, καὶ οὐδὲν ἀληθὲς ὁρᾷ, ἀλλ' ὀνειράτων ἐστὶ µεστὸς, καὶ ἀτόπων πολλάκις πραγµάτων· ἂν δέ τι χρηστὸν ἴδῃ, οὐδὲν ἔχει βέβαιον οὐδὲ πεπηγός. Τοιοῦτον ὁ παρὼν βίος ἐστίν· ὀνειράτων καὶ φαντασίας γέµει. Ὁ πλοῦτος ὄναρ, ἡ δόξα, πάντα τὰ τοιαῦτα. Ὁ καθεύδων, τὰ µὲν ὄντα καὶ ἀληθῶς ὑφεστῶτα οὐχ ὁρᾷ, τὰ δὲ µὴ ὄντα. ὡς ὄντα φαντασιοῦται. Τοιαύτη ἡ κακία ἐστὶ, καὶ ὁ ἐν κακίᾳ βίος· οὐχ ὁρᾷ τὰ ὄντα, τουτέστι, τὰ πνευµατικὰ, τὰ οὐράνια, τὰ µένοντα, ἀλλὰ τὰ ῥέοντα καὶ ἀφιπτάµενα καὶ ἀποπηδῶντα ταχέως ἡµῶν. Οὐκ ἀρκεῖ δὲ ἐγρηγορέναι καὶ νήφειν, ἀλλὰ δεῖ καὶ καθοπλίζεσθαι. Κἂν γὰρ ἐγρηγορώς τις ᾖ καὶ νήφων, µὴ ἔχῃ δὲ ὅπλα, ταχέως αὐτὸν οἱ λῃσταὶ κατεργάζονται. Ὅταν οὖν καὶ ἐγρηγορέναι χρὴ καὶ νήφειν καὶ καθοπλίζεσθαι, ἡµεῖς δὲ ἄοπλοι καὶ γυµνοὶ ὦµεν καὶ καθεύδωµεν, τίς κωλύσει ἐκεῖνον πῆξαι τὴν µάχαιραν;∆ ιὸ καὶ τοῦτο δηλῶν, ὅτι ὅπλων ἡµῖν δεῖ, ἐπήγαγεν· Ἡµεῖς δὲ ἡµέρας ὄντες νήφωµεν, ἐνδυσάµενοι θώρακα πίστεως καὶ ἀγάπης· καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας. Πίστεως καὶ ἀγάπης, φησίν. Ἐνταῦθα βίον µετὰ δογµάτων ὀρθῶν αἰνίττεται. Ὅρα πῶς ἐδήλωσε τί ἐστι τὸ ἐγρηγορέναι καὶ νήφειν, τὸ ἔχειν θώρακα, φησὶ, πίστεως καὶ ἀγάπης. Πίστιν οὐ τὴν τυχοῦσάν φησιν, ἀλλὰ τὴν ζέουσαν, τὴν εἰλικρινῆ, τὴν ἀχειρώτους ποιοῦσαν τοὺς προβεβληµένους αὐτήν. Ὥσπερ τὸν θώρακα οὐδὲν ἂν διατέµοι ταχέως, ἀλλ' ἔστιν ἀφανὲς τειχίον τῷ στήθει· οὕτω καὶ σὺ πίστιν καὶ ἀγάπην περιέλασον τῇ ψυχῇ, καὶ οὐδὲν τῶν πεπυρωµένων βελῶν τοῦ διαβόλου ἐµπαγῆναι δυνήσεται. Ἔνθα γὰρ ᾖ προκατειληµµένη τῷ τῆς ἀγάπης ὅπλῳ τῆς ψυχῆς ἡ δύναµις, πάντα εἰκῆ καὶ µάτην κατασκευάζουσιν οἱ ἐπιβουλεύοντες. Οὔτε γὰρ πονηρία, οὐκ ἔχθρα, οὐ βασκανία, οὐ κολακεία, οὐχ ὑπόκρισις, οὐκ ἄλλο οὐδὲν καθικέσθαι δυνήσεται τῆς τοιαύτης ψυχῆς. Οὐχ ἁπλῶς δὲ ἀγάπην εἶπεν, ἀλλ' ὡς θώρακα ἰσχυρὸν εἶπεν ἐνδύσασθαι. Εἶτα οὕτως εἰ πὼν ἐπάγει· Καὶ περικεφαλαίαν, ἐλπίδα σωτηρίας. Καθάπερ γὰρ ἡ περικεφαλαία τὸ καίριον σώζει τῶν ἐν ἡµῖν, τὴν κεφαλὴν περιβάλλουσα καὶ πάντοθεν στεγάζουσα· οὕτω καὶ ἡ ἐλπὶς τὸν λογισµὸν οὐκ ἀφίησι διαπεσεῖν, ἀλλ' ὀρθὸν ἵστησιν ὥσπερ κεφαλὴν, οὐδὲν τῶν ἔξωθεν εἰς αὐτὸν πεσεῖν ἐῶσα. Ἕως δ' ἂν µηδὲν καταφέρηται, οὐδὲ αὕτη ἐπολισθαίνει· τὸν γὰρ τούτοις πεφραγµένον τοῖς ὅπλοις οὐκ ἔνι ποτὲ πεσεῖν. Μένει γὰρ, φησὶ, πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα. Εἶτα εἰπὼν, ἐνδύσασθε καὶ περιθέσθε, αὐτὸς κατασκευάζει τὰ ὅπλα λοιπὸν, καὶ δείκνυσιν ὅθεν ἂν τεχθείη πίστις καὶ ἐλπὶς καὶ ἀγάπη, καὶ τὰὅπλα ἰσχυρότερα γένοιτο, ἐπάγων καὶ λέγων· Ὅτι οὐκ ἔθετο ἡµᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ' εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀποθανόντος ὑπὲρ ἡµῶν.
9.4
Ὥστε οὐ πρὸς τοῦτο ἐκάλεσεν εἰς τὸ ἀπολέσαι, ἀλλ' εἰς τὸ σῶσαι. Καὶ ὅτι τοῦτο βούλεται, πόθεν δῆλον; Τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡµῶν, φησίν· οὕτως ἡµᾶς ἐπιθυµεῖ σωθῆναι, ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκε, καὶ οὐχ ἁπλῶς ἔδωκεν, ἀλλ' εἰς θάνατον. Ἀπὸ τούτων τῶν λογισµῶν ἡ ἐλπὶς τίκτεται. Μὴ γὰρ ἀπογνῷς, ἄνθρωπε, πρὸς τὸν Θεὸν ἀπερχόµενος τὸν µηδὲ Υἱοῦ φεισάµενον διὰ σέ· µὴ ἀπαγορεύσῃς τοῖς παροῦσι κακοῖς. Ὁ τὸν Μονογενῆ δοὺς, ἵνα σε σώσῃ καὶ τῆς γεέννης ἐξέληται, τίνος φείσεται λοιπὸν ὑπὲρ τῆς σῆς σωτηρίας; Ὥστε ἐλπίζειν χρὴ πάντα χρηστά. Οὐδὲ γὰρ, εἰ πρὸς δικαστὴν ἀπῄειµεν µέλλοντα κρίνειν ἡµᾶς, καὶ τοσαύτην ἀγάπην ὑπὲρ ἡµῶν ἐπιδεδειγµένον, ὡς τὸν υἱὸν κατασφάξαι, ἐδείσαµεν ἄν. Ἐλπίζωµεν οὖν χρηστὰ καὶ µεγάλα· τὸ γὰρ κεφάλαιον ἐλάβοµεν, εἰ πιστεύοµεν. Εἴδοµεν γὰρ τὸ ὑπόδειγµα· ἀγαπήσωµεν· ἐσχάτης γὰρ ἀνοίας τὸ µὴ τὸν οὕτω διατεθέντα ἀγαπῆσαι. Ἵνα, εἴτε γρηγοροῦµεν, φησὶν, εἴτε καθεύδοµεν, ἅµα σὺν αὐτῷ ζήσωµεν.∆ ιὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδοµεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. Καὶ ἀλλαχοῦ πάλιν, Εἴτε γρηγοροῦµεν, εἴτε καθεύδοµεν. Ἀλλ' ἕτερον ἐκεῖ τὸν ὕπνον φησὶ, καὶ ἕτερον ἐνταῦθα· ἐνταῦθα µὲν γὰρ τὸν θάνατον δηλοῖ τὸν σωµατικὸν, ἐκεῖ δὲ τὴν περὶ τὸν βίον ἀµέλειαν. Ὃ οὖν δηλοῖ, τοῦτό ἐστι· Τοὺς κινδύνους µὴ δεδοίκατε κἂν ἀποθάνωµεν, ζησόµεθα. Μὴ ἀπελπίσῃς, ὅτι κινδυνεύεις· ἔχεις ἐνέχυρον ἀσφαλές· οὐκ ἂν, εἰ µὴ σφόδρα ἡµῶν περιεκαίετο, τὸν Υἱὸν αὐτοῦ ἔδωκεν. Ὥστε κἂν ἀποθάνῃς, ζήσῃ· καὶ γὰρ καὶ αὐτὸς ἀπέθανεν. Ἄν τε οὖν ἀποθάνωµεν, ἄν τε ζῶµεν, µετ' αὐτοῦ ζησόµεθα. Ἀδιάφορον τοῦτο ἔχω· οὐδέν µοι µέλει, ἄν τε ζῶ, ἄν τε ἀποθάνω· µετ' ἐκείνου γὰρ ζησόµεθα. Πάντα οὖν ὑπὲρ ἐκείνης πράττωµεν τῆς ζωῆς, πάντα πρὸς ἐκείνην ὁρῶντες ἐργασώµεθα. Σκότος ἐστὶν ἡ κακία, ἀγαπητὲ, θάνατός ἐστι, νύξ ἐστιν, οὐδὲν ὁρῶµεν τῶν δεόντων, οὐδὲν πράττοµεν τῶν προσηκόντων. Καθάπερ οἱ νεκροὶ δυσειδεῖς εἰσι καὶ ὀδωδότες, οὕτω καὶ αἱ ψυχαὶ τῶν ἐν κακίᾳ πολλῆς εἰσιν ἀκαθαρσίας µεσταί· µέµυκεν αὐτῶν τὰ ὄµµατα, τὸ στόµα συνείληπται, ἀκίνητοι µένουσιν ἐν τῇ κλίνῃ τῆς κακίας· µᾶλλον δὲ τῶν ταῦτα παθόντων ἐλεεινότεροι. Οὗτοι µὲν γὰρ πρὸς ἑκάτερα νεκροὶ, ἐκεῖνοι δὲ πρὸς µὲν ἀρετὴν ἀναίσθητοι, ζῶντες δὲ πρὸς κακίαν. Νεκρὸν κἂν πλήξῃ τις, οὐκ αἰσθάνεται. οὐδὲ ἀµύνεται· ἀλλ' ὥσπερ ξύλον αὖον οὕτω καὶ ἡ ψυχὴ αὖον ὄντως ἐστὶν, ἀποβαλοῦσα τὴν ζωήν· µυρία καθ' ἑκάστην ἡµέραν λαµβάνει τραύµατα, καὶ οὐδενὸς αἰσθάνεται, ἀλλ' ἀναλγήτως πρὸς πάντα διάκειται. Οὐκ ἄν τις ἁµάρτοι τοῖς µεµηνόσιν αὐτοὺς παραβάλλων, τοῖς µεθύουσι, τοῖς παραπαίουσι. Πάντα δὲ ταῦτα ἔχει ἡ κακία, καὶ πάντων ἐστὶ χαλεπωτέρα. Ὁ µαινόµενος ἔχει πολλὴν συγγνώµην παρὰ τῶν ὁρώντων· οὐ γάρ ἐστι προαιρέσεως τὸ νόσηµα, ἀλλὰ φύσεως µόνης· ὁ δὲ ἐν κακίᾳ διάγων, πόθεν συγγνωσθήσεται; Πόθεν, οὖν ἡ κακία; πόθεν οἱ πλείους κακοί; Πόθεν, ἐρωτᾷς; εἰπέ µοι σὺ, πόθεν ἡ κακία τῶν νοσηµάτων; πόθεν φρενῖτις; πόθεν ὕπνος βαρύς; οὐχὶ ἐξ ἀπροσεξίας; Εἰ τὰ φυσικὰ νοσήµατα ἀπὸ προαιρέσεως ἔχει τὴν ἀρχὴν, πολλῷ µᾶλλον τὰ προαιρετικά. Ἡ µέθη πόθεν; οὐχὶ ἐξ ἀκρασίας ψυχῆς; ἡ φρενῖτις οὐχὶ ἀπὸ ὑπερβολῆς πυρετοῦ; ὁ δὲ πυρετὸς οὐχὶ ἀπὸ πλεοναζόντων ἐν ἡµῖν στοιχείων; ἡ πλεονεξία δὲ τῶν ἐν ἡµῖν στοιχείων οὐχὶ ἐξ ἀπροσεξίας; Ὅταν γὰρ ἢ ἐνδείᾳ, ἢ πλεονεξίᾳ εἰς ἀµετρίαν τι τῶν ἐν ἡµῖν ἐξαγάγωµεν, ἀνάπτοµεν ἐκεῖνο τὸ πῦρ. Πάλιν, ἂν τῆς φλογὸς ἁφθείσης, ἐπιµένωµεν καταφρονοῦντες, καθ' ἑαυτῶν ἐργαζόµεθα πυρὰν, ἣν οὐδὲ σβέσαι δυνάµεθα. Οὕτω καὶ ἐπὶ τῆς κακίας γίνεται· ὅταν ἀρξαµένην αὐτὴν µὴ κωλύωµεν, µηδὲ ἐκκόπτωµεν, οὐδὲ ἐφικέσθαι δυνάµεθα τοῦ τέλους λοιπὸν, ἀλλὰ µείζων γίνεται τῆς ἡµετέρας ἰσχύος.∆ ιὸ, παρακαλῶ, πάντα πράττωµεν, ὥστε µηδέποτε ἀπονυστάξαι. Οὐχ ὁρᾶτε τοὺς φύλακας, ὅτι πολλάκις µικρὸν ἑαυτοὺς δόντες τῷ ὕπνῳ, οὐδὲν ἀπώναντο τῆς πολλῆς φυλακῆς; δι' ἐκείνου γὰρ τοῦ µικροῦ τὸ πᾶν διέφθειραν, τῷ βουλοµένῳ κλέψαι πολλὴν δόντες τὴν ἄδειαν. Καθάπερ γὰρ οὐχ οὕτως ἡµεῖς τοὺς κλέπτας ὁρῶµεν, ὡς ἐκεῖνοι ἡµᾶς ὁρῶσιν· οὕτω καὶ ὁ διάβολος µάλιστα πάντων ἐφέστηκε καὶ ἐνεδρεύει, καὶ τρίζει τοὺς ὀδόντας. Μὴ νυστάξωµεν τοίνυν· µὴ εἴπωµεν, παρὰ τοῦτο οὐδὲν, παρ' ἐκεῖνο οὐδέν. Ὅθεν οὐ προσεδοκήσαµεν, πολλάκις ἐσυλήθηµεν. Οὕτω καὶ ἐπὶ κακίας· ὅθεν οὐ προσεδοκήσαµεν, ἀπωλόµεθα. Πάντα περισκοπῶµεν ἀκριβῶς, µὴ µεθυσκώµεθα, καὶ οὐχ ὑπνώσοµεν· µὴ τρυφῶµεν, καὶ οὐ καθευδήσοµεν· µὴ µαινώµεθα πρὸς τὰ ἔξω, καὶ ἐν νήψει διατελέσοµεν. Ῥυθµίζωµεν ἑαυτοὺς πάντοθεν. Καὶ καθάπερ ἐπὶ σχοίνου τεταµένης βαδίζοντας οὐκ ἔνι ῥᾳθυµῆσαι οὐδὲ µικρόν· τὸ γὰρ µικρὸν µέγα ἐργάζεται κακόν· περιτραπεὶς γὰρ εὐθέως κατηνέχθη καὶ ἀπώλετο· οὕτως οὐδὲ ἡµᾶς δυνατὸν ῥᾳθυµεῖν. Στενὴν βαδίζοµεν ὁδὸν ὑπὸ κρηµνῶν ἑκατέρωθεν ἀπειληµµένην, ὁµοῦ δύο πόδας οὐ δεχοµένην. Ὁρᾷς πόσης ἡµῖν ἀκριβείας δεῖ; Οὐχ ὁρᾷς τοὺς τὰς ἀµφικρήµνους ὁδοιποροῦντας ὁδοὺς, πῶς οὐ τοὺς πόδας ἀσφαλίζονται µόνον, ἀλλὰ καὶ τοὺς ὀφθαλµούς; Ἂν γὰρ δόξῃ ἑτέρωθι προσέχειν αὐτὸν, κἂν ὁ ποῦς βεβαίως ἑστήκῃ, ἰλιγγιάσας ἀπὸ τοῦ βάθους ὁ ὀφθαλµὸς τὸ πᾶν κατήνεγκεν. Ἀλλ' ἑαυτῷ δεῖ προσέχειν, καὶ τῇ βαδίσει· διὰ τοῦτό φησι. Μήτε δεξιὰ, µήτε ἀριστερά. Πολὺς ὁ βυθὸς τῆς κακίας ἐστὶ, µεγάλοι οἱ κρηµνοὶ, πολὺ κάτω σκότος, στενὴ ἡ ὁδός· προσέχωµεν µετὰ φόβου, µετὰ τρόµου περιπατῶµεν. Οὐδεὶς τοιαύτην ὁδεύων ὁδὸν, ἐκκέχυται γέλωτι, οὐδὲβαρεῖται µέθῃ, ἀλλ' ἐν νήψει καὶ προσοχῇ τὴν τοιαύτην ὁδεύει ὁδόν· οὐδεὶς τοιαύτην ὁδεύων ὁδὸν, ἐπιφέρεταί τι τῶν περιττῶν· ἀγαπητὸν γὰρ εὔζωνον ὄντα δυνηθῆναι διαδραµεῖν· οὐδεὶς συµποδίζει τοὺς πόδας τοὺς ἑαυτοῦ, ἀλλ' εὐλύτους ἀφίησιν.
9.5
Ἡµεῖς δὲ µυρίαις φροντίσιν ἑαυτοὺς καταδεσµοῦντες, καὶ µυρία φορτία βιωτικὰ ἐπιφερόµενοι, κεχηνότες καὶ ἐκκεχυµένοι πῶς τὴν στενὴνπροσδοκῶµεν βαδίζειν ὁδόν; Οὐχ ἁπλῶς εἶπεν, ὅτι στενή ἐστιν ἀλλὰ µετὰ θαυµασµοῦ· Τί στενὴ ἡ ὁδός· τουτέστι, σφόδρα στενή. Τοῦτο καὶ ἡµεῖς ποιοῦµεν ἐπὶ τῶν πάνυ θαυµαζοµένων. Καὶ πάλιν, Τεθλιµµένη, φησὶν, ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Καὶ καλῶς εἶπε στενή. Ὅταν γὰρ καὶ ῥηµάτων καὶ ἐννοιῶν καὶ πράξεων καὶ πάντων ὀφείλοµεν εὐθύνας ὑπέχειν, στενὴ ὄντως ἐστί. Στενοτέραν δὲ αὐτὴν ποιοῦµεν ἡµεῖς, πλατύνοντες ἑαυτοὺς καὶ εὐρύνοντες καὶ τοὺς πόδας ἐκχέοντες. Ἡ γὰρ στενὴ παντὶ µὲν δυσχερὴς, µάλιστα δὲ τῷ λιπαινοµένῳ, ὡς ὅ γε κατατήκων ἑαυτὸν, οὐδὲ αἰσθήσεται τῆς στενοχωρίας· ὥστε ὁ µεµελετηκὼς θλίβεσθαι, οὐδὲ ἀποδυσπετήσει πρὸς τὸ πιέζεσθαι. Μὴ τοίνυν µετὰ ἀνέσεως προσδοκάτω τις τὸν οὐρανὸν ὄψεσθαι· οὐ γὰρ ἔνι. Μηδεὶς µετὰ τρυφῆς ἐλπιζέτω τὴν στενὴν ὁδεύειν ὁδόν· οὐ γὰρ δυνατόν. Μηδεὶς τὴν εὐρύχωρον βαδίζων, τὴν ζωὴν ἐλπιζέτω. Ὅταν οὖν ἴδῃς λουτροῖς, τραπέζῃ πολυτελεῖ, ἢ δορυφορίαις ἐντρυφῶντα τὸν δεῖνα, µὴ ταλανίσῃς σαυτὸν, ὡς οὐ µετέχοντα τούτων, ἀλλὰ στέναξονἐκεῖνον, ὅτι τὴν ἀπολλυµένην ὁδεύει ὁδόν. Τί γὰρ ὄφελος ταύτης τῆς ὁδοῦ, ὅταν εἰς θλῖψιν τελευτᾷ; ποῖον δὲ βλάβος ἀπ' ἐκείνης τῆς στενοχωρίας, ὅταν εἰς ἄνεσιν ἔρχηται; Εἰπέ µοι, εἴ τις εἰς τὰ βασίλεια καλούµενος, διὰ στενωπῶν θλιβερῶν καὶ ἀποκρήµνων βαδίζοι, ἕτερος δέ τις τὴν ἐπὶ θάνατον ἀγόµενος διὰ µέσης ἕλκοιτοτῆς ἀγορᾶς, τίνα µακαριοῦµεν, τίνα στενάξοµεν; οὐ τὸν διὰ τῆς εὐρυχώρου βαδίζοντα; Οὕτω καὶ νῦν, µὴ τοὺς τρυφῶντας µακαρίζωµεν, ἀλλὰ τοὺς µὴ τρυφῶντας· οὗτοι πρὸς τὸν οὐρανὸν σπεύδουσιν, ἐκεῖνοι πρὸς τὴν γέενναν. Καὶ ἴσως µὲν αὐτῶν πολλοὶ καὶ γελάσονται τὰ παρ' ἡµῶν λεγόµενα· ἐγὼ δὲ µάλιστα διὰ τοῦτο ὀδύροµαι καὶ θρηνῶ, ὅτι οὐδὲ ἴσασιν ἐφ' οἷς χρὴ γελᾷν, ὑπὲρ ὧν ἐχρῆν µάλιστα πενθεῖν· ἀλλὰ πάντα συγχέουσι καὶ ταράττουσι καὶ θορυβοῦσι.∆ ιὰ ταῦτα αὐτοὺς ἐγὼ θρηνῶ. Τί λέγεις, ἄνθρωπε; µέλλων ἀναστήσεσθαι, καὶ λόγον ὑφέξειν τῶν σοι πεπραγµένων, καὶ τὴν ἐσχάτην ὑποστήσεσθαι δίκην, τούτων µὲν οὐδένα λόγον ποιῇ, γαστρίζεσθαιδὲ µελετᾷς καὶ µεθύειν, καὶ πρὸς τούτοις γελᾷς; Ἀλλ' ἐγώ σε θρηνῶ, τὰ µένοντά σε ἐπιστά µενος κακὰ, τὴν διαδεξοµένην σε τιµωρίαν· καὶ διὰ τοῦτο θρηνῶ µάλιστα, ὅτι γελᾷς. Πένθησον σὺν ἐµοὶ, θρήνησον µετ' ἐµοῦ τὰ σὰ κακά. Εἰπέ µοι, ἐάν τίς σοι τῶν οἰκείων ἀπόληται, οὐχὶ τοὺς µὲν γελῶντας ἐπὶ τῇ τελευτῇ καὶ ἀποστρέφῃ, καὶ ἐχθροὺς ἡγῇ, τοὺς δὲ δακρύοντας καὶσυµπενθοῦντας φιλεῖς; Εἶτα τῆς µὲν γυναικὸς προκειµένης νεκρᾶς, τὸν γελῶντα ἀποστρέφῃ, τῆς δὲ ψυχῆς σοι τεθανατωµένης, τὸν δακρύοντα ἀποστρέφῃ, γελᾷς δὲ αὐτός; Ὁρᾷς πῶς ἡµᾶς διέθηκεν ὁ διάβολος, ἐχθροὺς ἑαυτοῖς εἶναι καὶ πολεµίους; Ἀνανήψωµέν ποτε, διαβλέψωµεν, γρηγορήσωµεν, ἐπιλαβώµεθα τῆς αἰωνίου ζωῆς, τὸν πολὺν ὕπνον ἀποτιναξώµεθα. Κρίσις ἐστὶ, κόλασίς ἐστιν, ἀνάστασίς ἐστιν, ἐξέτασις τῶν πεπραγµένων· ὁ Κύριος ἔρχεται ἐν νεφέλαις, Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρὰ, φησί· ποταµὸς πυρὸς σύρεται ἔµπροσθεν αὐτοῦ, σκώληξ ἀτελεύτητος, πῦρ ἄσβεστον, σκότος ἐξώτερον, βρυγµὸς τῶν ὀδόντων. Κἂν µυριάκις ἐπὶ τούτοις δυσχεραίνητε, ἐγὼ λέγων οὐ παύσοµαι. Εἰ γὰρ λιθαζόµενοι οἱ προφῆται οὐκ ἐσίγων, πολλῷ µᾶλλον ἡµᾶς ἀπεχθείας δεῖ φέρειν, καὶ µὴ πρὸς χάριν ὑµῖν ὁµιλεῖν, ἵνα µὴ ἀπατήσαντες ὑµᾶς, αὐτοὶ διχοτοµηθῶµεν. Ἐκεῖ κόλασίς ἐστιν ἀθάνατος, ἀπαραµύθητος· ὁ προστησόµενος οὐδείς. Τίς ἐλεήσει, φησὶν, ἐπαοιδὸν ὀφιόδηκτον; Ὅταν ἡµεῖς ἑαυτοὺς µὴ ἐλεήσωµεν, τίς ἐλεήσει, εἰπέ µοι; Ἐὰν ἴδῃς τινὰ ξίφος ἐλαύνοντα δι' ἑαυτοῦ, τούτου δυνήσῃ φείδεσθαί ποτε; Οὐδαµῶς· πολλῷ µᾶλλον, ὅταν παρὸν ᾖ κατορθῶσαι, καὶ µὴ κατορθώσωµεν, τίς ἡµῶν φείσεται; Οὐδείς. Ἐλεήσωµεν ἑαυτούς· ὅταν εὐχώµεθα τῷ Θεῷ λέγοντες, Ἐλέησόν µε, Κύριε, λέγωµεν πρὸς ἑαυτοὺς, καὶ ἑαυτοὺς ἐλεήσωµεν. Ἡµεῖς ἐσµεν κύριοι τοῦ τὸν Θεὸν ἡµᾶς ἐλεῆσαι· αὐτὸς ἡµῖν τοῦτο ἐχαρίσατο. Ἐὰν ἄξια ἐλέους πράττωµεν, ἐὰν ἄξια φιλανθρωπίας τῆς παρ' αὐτοῦ, ἐλεήσει ἡµᾶς ὁ Θεός· ἐὰν δὲ ἑαυτοὺς µὴ ἐλεῶµεν, τίς ἡµῶν φείσεται; Ἐλέησον τὸν πλησίον, καὶ ἐλεηθήσῃ παρ' αὐτοῦ τοῦ Θεοῦ. Πόσοι καθ' ἑκάστην ἡµέραν προσέρχονται λέγοντες, Ἐλέησόν µε, καὶ οὐδὲ ἐπιστρέφῃ; πόσοι γυµνοὶ, πόσοι ἀνάπηροι, καὶ οὐκ ἐπικαµπτόµεθα, ἀλλὰ παραπεµπόµεθα αὐτῶν τὰς ἱκετηρίας; Πῶς οὖν ἀξιοῖς ἐλεηθῆναι, αὐτὸς οὐδὲν ἄξιον ἐλέου ποιῶν; Γενώµεθα οἰκτίρµονες, γενώµεθα ἐλεήµονες· ἵν' οὕτως εὐαρεστήσωµεν τῷ Θεῷ, καὶ ἐπιτύχωµεν τῶν ἐπηγγελµένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶνἸησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note