Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Timothy
John ChrysostomHom. 1 Tim. 0 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
0.0
Τῶν τοῦ Ἀποστόλου µαθητῶν εἷς καὶ ὁ Τιµόθεος ἦν. Καὶ µαρτυρεῖ µὲν ὁ Λουκᾶς, ὅτι θαυµαστός τις νέος ἦν, µαρτυρούµενος ὑπὸ τῶν ἐν Λύστρᾳ καὶ Ἰκονίῳ ἀδελφῶν· ὃς ἅµα τε µαθητὴς ἐγένετο, καὶ διδάσκαλος· καὶ οὕτω σφόδρα συνετὸς ἦν, ὡς ἀκούων Παύλου χωρὶς περιτοµῆς κηρύσσοντος, καὶ µαθὼν ὅτι καὶ Πέτρῳ ἀντέστη τούτου ἕνεκεν, ἑλέσθαι µὴ µόνοντὸ ἐναντίον µὴ κηρῦξαι, ἀλλὰ καὶ παθεῖν· περιέτεµε γὰρ αὐτὸν, φησὶν, ἐν ἡλικίᾳ τοιαύτῃ· οὕτω τε αὐτῷ πᾶσαν τὴν οἰκονοµίαν ἐνεπίστευσεν. Ἤρκει µὲν οὖν ὁ τοῦ Παύλου πόθος δεῖξαι τὸν ἄνδρα, ὅστις ἐστί. Καὶ γὰρ καὶ ἀλλαχοῦ αὐτῷ µαρτυρεῖ γράφων[ καὶ λέγων], Τὴν δὲ δοκιµὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐµοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον· καὶ Κορινθίοις πάλιν ἐπιστέλλει λέγων, Ἔπεµψα ὑµῖν Τιµόθεον, ὅς ἐστί µου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ· καὶ πάλιν, Βλέπετε µή τις αὐτὸν ἐξουθενήσῃ· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς κἀγώ. Καὶ Ἑβραίοις δὲ γράφων ἔλεγε, Γινώσκετε τὸν ἀδελφὸν Τιµόθεον ἀπολελυµένον· καὶ πολλὴν πανταχόθεν εὕροι τις ἂν αὐτοῦ τὴν ἀγάπην. Καὶ τὰ νῦν δὲ γενόµενα θαύµατα δείκνυσιν αὐτοῦ τὴν παῤῥησίαν. Εἰ δέ τις ἐξετάζοι, τί δήποτε Τίτῳ καὶ Τιµοθέῳ γράφει µόνοις, καίτοι γε καὶ Σίλας τῶν εὐδοκίµων ἦν, καὶ Λουκᾶς ὁµοίως· φησὶ γὰρ αὐτὸς γράφων. Καὶ Λουκᾶς ἐστι µόνος µετ' ἐµοῦ· καὶ Κλήµης δὲ εἷς τῶν συνόντων αὐτῷ ἐτύγχανε· φησὶ γὰρ καὶ περὶ αὐτοῦ, Μετὰ καὶ Κλήµεντος καὶ τῶν λοιπῶν συνεργῶν µου· τίνος οὖν ἕνεκεν Τίτῳ καὶ Τιµοθέῳ γράφει µόνοις; Ὅτι τούτοις ἤδη Ἐκκλησίας ἦν ἐγκεχειρικὼς, ἐκείνους δὲ ἔτι µεθ' ἑαυτοῦ περιῆγε· τούτους δὲ φανεροῖς τισι τόποις ἀφώρισε. Τοσαύτη γὰρ ἦν αὐτοῦ ἡ ὑπερβολὴ τῆς ἀρετῆς, ὡς µηδὲν τὴν νεότητα ἐµποδίσαι.∆ ιὰ τοῦτο γράφων φησί· Μηδείς σου τῆς νεότητος καταφρονείτω.[ καὶ πάλιν, Τὰς νεωτέρας, φησὶν, ὡς ἀδελφάς.] Ὅταν γὰρ ᾖ ἀρετὴ, πάντα περιττὰ, καὶ οὐδὲν ἐµποδὼν γένοιτ' ἄν. Καὶ γὰρ περὶ ἐπισκόπων διαλεγόµενος, καὶ πολλὰ περὶ αὐτῶν εἰπὼν, οὐδαµοῦ περὶ τῆς ἡλικίας ἀκριβολογεῖται. Εἰ δὲ λέγοι γράφων, Τέκνα ἐν ὑποταγῇ ἔχοντα, καὶ, Μιᾶς γυναικὸς ἄνδρα, οὐ τοῦτό φησιν, ὡς ἀναγκαῖον καὶ τέκνα ἔχειν καὶγυναῖκα, ἀλλ', εἰ συµβαίη ποτὲ ἀπὸ κοσµικῶν ἄγεσθαι, ἵνα τοιοῦτοι ὦσιν, ὡς καὶ οἰκίας εἰδέναι προεστάναι καὶ παίδων καὶ τῶν ἄλλων ἁπάντων. Εἰ γὰρ καὶ κοσµικὸς εἴη, καὶ µηδὲ ἐν τούτοις χρήσιµος γεγονὼς, πῶς ἂν ἐπιστεύθη φροντίδα Ἐκκλησίας; Τίνος δὲ ἕνεκεν ἐπέστελλε, φησὶ, τῷ µαθητῇ εἰς διδασκαλίαν τεταγµένῳ λοιπόν; οὐ γὰρ ἔδει πρότερον ἀπαρτισθῆναι αὐτὸν, εἶτα πέµπεσθαι; Ἀλλ' ἐδεῖτο διδασκαλίας οὐ τῆς αὐτῆς, ἧς οἱ µαθηταὶ, ἀλλὰ τῆς διδασκάλῳ πρεπούσης. Ὅρα οὖν αὐτὸν δι' ὅλης τῆς ἐπιστολῆς διδασκάλῳ προσήκουσαν ποιούµενον τὴν διδασκαλίαν. Καὶ εὐθέως ἐκ τοῦ προοιµίου οὐκ εἶπεν, ἵνα µὴ προσέχῃς τοῖς ἑτεροδιδασκαλοῦσιν, ἀλλὰ τί; Ἵνα παραγγείλῃς αὐτοῖς µὴ ἑτεροδιδασκαλεῖν.

Intertext edge

Open linked passage

Note