Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Timothy
John ChrysostomHom. 1 Tim. 1 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
1.0
Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡµῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡµῶν, Τιµοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει, χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡµῶν.
1.1
Μέγα τὸ τοῦ Ἀποστόλου ἀξίωµα ἦν, µέγα καὶ θαυµαστόν· καὶ πανταχοῦ ὁρῶµεν τὸν Παῦλον προτιθέντα τὰς αἰτίας τοῦ ἀξιώµατος, οὐχ ὡς ἁρπάζοντα τὴν τιµὴν, ἀλλ' ὡς ἐγχειρισθέντα, καὶ ἀνάγκην ἔχοντα. Καὶ γὰρ ὅταν λέγῃ κλητὸν ἑαυτὸν, καὶ ὅταν λέγῃ,∆ ιὰ θελήµατος Θεοῦ, καὶ πάλιν ἀλλαχοῦ, Ἀνάγκη γάρ µοι ἐπίκειται, καὶ ὅταν εἰς τοῦτο ἀφωρίσθαιλέγῃ, ταῦτα πάντα ἀναίρεσις φιλοτιµίας καὶ ἀλαζονείας ἐστίν. Ὥσπερ γὰρ ὁ ἐπιπηδῶν µὴ δεδοµένῃ παρὰ Θεοῦ τιµῇ, µέµψεως ἄξιος τῆς ἐσχάτης· οὕτως ὁ διακρουόµενος καὶ ἀποπηδῶν, ἑτέρων ἐστὶν ἐγκληµάτων ὑπεύθυνος, παρακοῆς καὶ ἀπειθείας. Τοῦτο γοῦν καὶ νῦν ἐν ἀρχῇ τῆς πρὸς Τιµόθεον ἐπιστολῆς ὁ Παῦλός φησιν, οὕτω λέγων, Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ' ἐπιταγὴν Θεοῦ. Οὐκ εἶπεν ἐνταῦθα, Παῦλος κλητὸς, ἀλλὰ, Κατ' ἐπιταγήν. Ἵνα γὰρ µή τι ἀνθρώπινον πάθῃ ὁ Τιµόθεος, νοµίζων ἐξ ἴσης αὐτῷ διαλέγεσθαι καὶ τοῖς µαθηταῖς, διὰ τοῦτο οὕτως ἤρξατο. Καὶ ποῦ ἐπέταξεν αὐτῷ ὁ Θεός; Εὑρίσκεται τὸ Πνεῦµα λέγον ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, Ἀφορίσατέ µοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Καὶ πανταχοῦ δὲ γράφων προστίθησι τὸ ὄνοµα τοῦ Ἀποστόλου, παιδεύων τὸν ἀκούοντα µὴ νοµίζειν ἀνθρώπινα εἶναι τὰ λεγόµενα· ὁ γὰρ Ἀπόστολος οὐδὲν ἂν ἴδιον λέγοι· καὶ εἰπὼν Ἀπόστολον, εὐθέως τοῦ ἀκροατοῦ τὴν διάνοιαν εἰς τὸν ἀποστείλαντα παραπέµπει.∆ ιὰ τοῦτο πασῶν τῶν ἐπιστολῶν τοῦτο προτίθησιν, ἀξιόπιστον τὸν λόγον ποιῶν, καὶ οὕτω λέγων· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡµῶν. Καὶ µὴν οὐδαµοῦ φαίνεται ὁ Πατὴρ ἐπιτάξας, ἀλλὰ πανταχοῦ ὁ Χριστὸς αὐτῷ διαλέγεται· τί γάρ φησι; Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη µακρὰν ἀποστελῶ σε· καὶ πάλιν, Καίσαρί σε δεῖ παραστῆναι. Ἀλλ' ἅπερ ἂν ὁ Υἱὸς ἐπιτάξῃ,[ καὶ] ταῦτα τοῦ Πατρὸς ἐπιτάγµατα λέγει εἶναι, ὥσπερ καὶ τὰ τοῦ Πνεύ µατος τοῦ Υἱοῦ. Ἰδοὺ γὰρ ἐξεπέµφθη, ὑπὸ τοῦ Πνεύµατος, ἀφωρίσθη ὑπὸ τοῦ Πνεύµατος, καί φησιν ἐπιταγὴν εἶναι Θεοῦ. Τί οὖν; µὴ ἄρα ἐλαττοῖ τοῦ Υἱοῦ τὴν ἐξουσίαν τὸ τὸν Ἀπόστολον αὐτοῦ κατ' ἐπιταγὴν τοῦ Πατρὸς πεπέµφθαι; Οὐδαµῶς· ὅρα γὰρ πῶς αὐτὴν κοινὴν ἐποίησεν. Εἰπὼν γὰρ, Κατ' ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡµῶν, ἐπήγαγε, Καὶ Κυρίου Χριστοῦ Ἰησοῦ, τῆς ἐλπίδος ἡµῶν. Ὅρα πῶςκυρίως τὰ ἐπώνυµα τέθεικε. Καὶ µὴν ὁ Ψαλµῳδὸς περὶ τοῦ Πατρὸς τοῦτό φησι, λέγων, Ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς· καὶ πάλιν ὁ µακάριος Παῦλος γράφων ἑτέρωθί φησιν, Εἰς τοῦτο γὰρ κοπιῶµεν καὶ ὀνειδιζόµεθα, ὅτι ἠλπίκαµεν ἐπὶ Θεῷ ζῶντι καὶ ἀληθινῷ. Τὸν διδάσκαλον ἀναγκαῖον κινδύνους ὑποµένειν, καὶ πολλῷ τῶν µαθητῶν πλείονας. Πατάξω γὰρ, φησὶ, τὸν ποιµένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα. Ἐπεὶ οὖν τοῦτο γίνεται, σφοδρότερον κατ' αὐτῶν ὁ διάβολος πνεῖ, ἅτε ἐν τῇ τούτων ἀναιρέσει καὶ τοῦ ποιµνίου διασπειροµένου. Πρόβατα µὲν γὰρ ἀποκτείνας, τὸ ποίµνιον ἠλάττωσε· τὸν δὲ ποιµένα ἐκ µέσου ποιήσας, ὁλόκληρον τὴν ποίµνην ἐλυµήνατο. Ἅτε οὖν ἐν ἐλάττονι πόνῳ µείζονα ἐργαζόµενος, καὶ ἐν µιᾷ ψυχῇ τὸ πᾶν λυµαινόµενος, τούτοις ἐφίσταται µᾶλλον.∆ ιὰ τοῦτο εὐθέως ἐκ προοιµίων αὐτοῦ τὴν ψυχὴν ἀνιστᾷ λέγων, Σωτῆρα τὸν Θεὸν ἔχοµεν, καὶ ἐλπίδα τὸν Χριστόν. Πολλὰ πάσχοµεν, ἀλλ' ἔχοµεν ἐλπίδας µεγάλας· κινδυνεύοµεν, ἐπιβουλευόµεθα, ἀλλ' ἔχοµεν σώζοντα, οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν. Οὔτε οὖν ὁ σώζων ἀσθενεῖ· Θεὸς γάρ ἐστι, καὶ οἷοι ἐὰν ὦσιν οἱ κίνδυνοι, οὐ περιέσονται ἡµῶν· οὔτε ἡ ἐλπὶς καταισχύνεται· Χριστὸς γάρ ἐστι.∆ ύο γὰρ τούτοις φέροµεν τοὺς κινδύνους, ἢ ταχέως αὐτῶν ἀπαλλαττόµενοι, ἢ χρησταῖς ἐλπίσι τρεφόµενοι. Πῶς δὲ οὐδαµοῦ τοῦ Πατρὸς Ἀπόστολον ἑαυτὸν εἶναί φησιν, ἀλλὰ τοῦ Χριστοῦ; Πάντα κοινοποιεῖ, καὶ Εὐαγγέλιον δὲ αὐτὸ λέγει τοῦ Θεοῦ· Ὅσα γὰρ ἂν πάθωµεν, φησὶν, οὐδέν ἐστι τὰ ἐνταῦθα. Τιµοθέῳ, γνησίῳ τέκνῳ ἐν πίστει. Καὶ τοῦτο παρακλητικόν. Εἰ γὰρ τοσαύτην ἐπεδείξατο πίστιν, ὡς Παύλου γενέσθαι τέκνον, οὐχ ἁπλῶς, ἀλλὰ γνήσιον, θαῤῥήσει καὶ περὶ τῶν µελλόντων. Πίστεως δὲ τὸ, κἂν ἐναντία ταῖς ἐπαγγελίαις ᾖ τὰ γινόµενα, µὴ καταπίπτειν µηδὲ θορυβεῖσθαι. Ἀλλ' ἰδοὺ καὶ τέκνον, καὶ γνήσιον τέκνον, καὶ οὐδαµοῦ τῆς αὐτῆς ἐστιν οὐσίας. Ἀλλὰ τί; ἄλογον ἦν; Ἀλλ' οὐκ ἦν ἐκ Παύλου, φησίν· ὥστε οὐ τοῦ ἔκ τινος εἶναι τοῦτο δηλωτικόν. Τί οὖν; ἑτεροούσιος ἦν; Οὐδὲ τοῦτο. Εἰπὼν γὰρ τέκνον, διὰ τοῦτο προσέθηκεν, Ἐν πίστει, ὥστε δηλῶσαι ὅτι γνήσιος ἦν καὶ ἐξ αὐτοῦ ἦν· οὐδὲν ἐνήλλακτο, κατὰ τὴν πίστιν τὸ ἐµφερὲς εἶχεν· ὃ καὶ ἐν τοῖς ἀνθρωπίνοις ἐπὶ τῆς οὐσίας ἐστὶν, ὅµοιός ἐστιν υἱὸς τῷ πατρὶ, ἀλλ' οὐχ οὕτως, ὡς ἐπὶ Θεοῦ· πλείων γὰρ ἐγγύτης ἐκεῖ. Ἐνταῦθα µὲν γὰρ, εἰ καὶ τῇ οὐσίᾳ ταυτόν εἰσιν, ἀλλ' ἑτέροις πολλοῖς διεστήκασι, χρώµατι, σχήµατι, συνέσει, χρόνῳ, προαιρέσει, τοῖς περὶ ψυχὴν, τοῖςπερὶ σῶµα, τοῖς ἐκτὸς, καὶ πλείοσιν ἑτέροις διεστήκασιν ἀλλήλων, ἢ συνάπτονται πρὸς ἀλλήλους· ἐκεῖ δὲ τούτων οὐδὲν ἔστι τῶν διαφραγµάτων. Τὸ, Κατ' ἐπιταγὴν, τοῦ, Κλητὸς, ἐνεργέστερόν ἐστι, καθὼς καὶ ἀλλαχόθεν ἔστι µαθεῖν. Ὅµοιον δὲ τοῦ, Τιµοθέῳ γνησίῳ τέκνῳ, καὶ Κορινθίοις φησὶν, Ἐν Χριστῷ Ἰησοῦ ἐγὼ ὑµᾶς ἐγέννησα, τουτέστιν ἐν πίστει. Τὸ δὲ, γνήσιον, προστίθησι, τὴν ἀκριβῆ καὶ ὑπὲρ τοὺς ἄλλους πρὸς αὐτὸν ὁµοιότητα δεῖξαι βουλόµενος· οὐ τοῦτο δὲ µόνον, ἀλλὰ καὶ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν, καὶ τὴν διάθεσιν τὴν πολλήν. Ἰδοὺ τὸ, ἐν, πάλιν ἐπὶ τῆς πίστεως· Γνησίῳ γὰρ τέκνῳ ἐν πίστει, φησίν. Ὅρα δὲ καὶ τὸ ἐγκώµιον ὅσον, εἴ γε µὴ µόνον υἱὸν αὑτοῦ φησιν αὐτὸν, ἀλλὰ καὶ γνήσιον τέκνον. Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡµῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡµῶν.
1.2
∆ ιὰ τί τῶν ἄλλων ἐπιστολῶν οὐδαµοῦ τὸν ἔλεον προέταξεν, ἀλλ' ἐνταῦθα; Καὶ τοῦτο ἀπὸ πολλῆς φιλοστοργίας· πλείονα γὰρ ἐπεύχεται τῷ παιδὶ, δεδοικὼς ὑπὲρ αὐτοῦ καὶ τρέµων. Οὕτω γὰρ ἐδεδοίκει, ὡς, ὃ µηδαµοῦ πεποίηκε, καὶ σωµατικῶν ἕνεκεν ἐπιστεῖλαι πρὸς αὐτὸν, ὡς ὅταν λέγῃ, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόµαχόν σου καὶτὰς πυκνάς σου ἀσθενείας. Πλείονος γὰρ µάλιστα οἱ διδάσκαλοι δέονται τοῦ ἐλέου. Ἀπὸ Θεοῦ, φησὶ, Πατρὸς ἡµῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡµῶν. Πάλιν ἐνταῦθα παραµυθία. Εἰ γὰρ πατὴρ ὁ Θεὸς, ὡς τέκνων κήδεται· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Τίς ἐστιν ἐξ ὑµῶν ἄνθρωπος, ὃς ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, µὴ λίθον ἐπιδώσει αὐτῷ; Καθὼς παρεκάλεσά σε προσµεῖναι ἐν Ἐφέσῳ, πορευόµενος εἰς Μακεδονίαν. Ἄκουε τὸ προσηνὲς, πῶς οὐ διδασκάλου κέχρηται φωνῇ, ἀλλ' οἰκέτου σχεδόν. Οὐ γὰρ εἶπεν, Ἐπέταξα, οὐδὲ, Ἐκέλευσα, οὐδὲ, Παρῄνεσα, ἀλλὰ τί; Παρεκάλεσά σε. Οὐ µὴν πρὸς πάντας τοὺς µαθητὰς οὕτω διακεῖσθαι ἡµᾶς χρὴ, ἀλλὰ πρὸς τοὺς ἡµέρους καὶ ἐναρέτους, πρὸς δὲ τοὺς ἄλλους τοὺς διεφθαρµένους καὶµὴ γνησίους, ἑτέρως· καθὼς καὶ αὐτὸς γράφων ἀλλαχοῦ φησιν, Ἔλεγχε αὐτοὺς µετὰ πάσης ἐπιταγῆς. Καὶ ἐνταῦθα δὲ ὅρα τί φησιν· Ἵνα παραγγείλῃς τισὶν, οὐχ, Ἵνα παρακαλέσῃς, ἀλλ', Ἵνα παραγγείλῃς µὴ ἑτεροδιδασκαλεῖν. Τί τοῦτό ἐστιν; οὐ γὰρ ἤρκει ἡ Παύλου ἐπιστολὴ, ἣν ἐπέστειλεν αὐτοῖς; Ἤρκει µὲν, ἀλλὰ πρὸς τὰ γράµµατα καταφρονητικώτερον οἱ ἄνθρωποι ἔχουσιν. Ἢ οὖν τοῦτό ἐστιν εἰπεῖν, ἢ ὅτι καὶ πρὸ τῶν γραµµάτων ταῦτα ἦν. Καὶ αὐτὸς δὲ πολὺν ἐν τῇ πόλει ταύτῃ χρόνον πεποίηκε, καὶ ἐνταῦθα τὸ ἱερὸν τῆς Ἀρτέµιδος ἦν, ἐνταῦθα ἔπαθε τὰ δεινὰ ἐκεῖνα. Μετὰ γὰρ τὸ λυθῆναι τὸ θέατρον, καλέσας καὶ παρακαλέσας τοὺς µαθητὰς, οὕτως ἐξέπλει, καὶ πάλιν παρεγένετο αὐτοῖς. Ἄξιον δὲ ζητῆσαι, εἰ νῦν ἐνίδρυσεν ἐκεῖ τὸν Τιµόθεον· φησὶ γάρ· Ἵνα παραγγείλῃς τισὶ µὴ ἑτεροδιδασκαλεῖν. Οὐ τίθησιν αὐτοὺς ὀνοµαστὶ, ἵνα µὴ ἀναισχυντοτέρους ἐργάσηται τῇ τοῦ ἐλέγχου περιφανείᾳ. Ἐνταῦθά τινες ἦσαν ἐξ Ἰουδαίων ψευδαπόστολοι, βουλόµενοι πάλιν ἐπὶ τὸν νόµον ἕλκειν τοὺς πιστοὺς, ὃ πανταχοῦ τῶν ἐπιστολῶν αἰτιᾶται. Ἐποίουν δὲ τοῦτο οὐχ οὕτως ὑπὸ συνειδότος ἑλκόµενοι, ὡς ὑπὸ κενοδοξίας, καὶ τοῦ θέλειν ἔχειν µαθητὰς, καὶ τῷ µακαρίῳ Παύλῳ φιλονεικοῦντες, καὶπρὸς αὐτὸν ζηλοτύπως ἔχοντες. Τοῦτό ἐστιν Ἑτεροδιδασκαλεῖν. Μηδὲ προσέχειν, φησὶ, µύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Μύθους οὐ τὸν νόµον φησὶν, ἄπαγε· ἀλλὰ τὰς παραποιήσεις καὶ τὰ παραχαράγµατα καὶ τὰ παράσηµα δόγµατα. Εἰκὸς γὰρ τοὺς ἐξ Ἰουδαίων ἐν τοῖς ἀνονήτοις τὸν πάντα λόγον ἀναλίσκειν, πάππους καὶ προπάππους ἀριθµοῦντας, ἵνα δῆθεν ἐµπειρίας πολλῆς καὶἱστορίας δόξαν ἔχωσιν. Ἵνα παραγγείλῃς τισὶ, φησὶ, µὴ ἑτεροδιδασκαλεῖν, µηδὲ προσέχειν µύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Τί ἐστιν, Ἀπεράντοις; Ἤτοι πέρας οὐδὲν ἐχούσαις, ἢ οὐδὲν χρήσιµον, ἢ δυσκατάληπτον ἡµῖν. Εἶδες πῶς διαβάλλει τὴν ζήτησιν; Ἔνθα γὰρ πίστις, οὐ χρεία ζητήσεως· ἔνθα µηδὲν δεῖ περιεργάζεσθαι, τί δεῖ ζητήσεως; ἡ ζήτησις τῆς πίστεώς ἐστιν ἀναιρετική. Ὁ γὰρ ζητῶν, οὐδέπω εὗρεν· ὁ ζητῶν, πιστεῦσαι οὐ δύναται.∆ ιὰ τοῦτό φησι, Μὴ ἀσχολώµεθα περὶ τὰς ζητήσεις· ἐπεὶ εἰ ζητοῦµεν, οὐκ ἔστι τοῦτο πίστις· ἡ γὰρ πίστις ἀναπαύει τὸν λογισµόν. Πῶς οὖν φησιν ὁ Χριστὸς, Ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑµῖν· καὶ, Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑµεῖς ἐν ταύταις δοκεῖτε ζωὴν αἰώνιον ἔχειν; Ἐκεῖ µὲν τὸ, Ζητεῖτε, περὶ αἰτήσεως λέγει καὶ σφοδροῦ πόθου· ἐνταῦθα δὲ τὸ, Ἐρευνᾶτε τὰς Γραφὰς, οὐ τοὺς ζητητικούς ἐστιν εἰσάγοντος πόνους, ἀλλ' ἐκβάλλοντος. Εἶπε γὰρ, Ἐρευνᾶτε τὰς Γραφὰς, τουτέστιν; ὥστε τὴν ἀκρίβειαν αὐτῶν καταµαθεῖν καὶ εἰδέναι, οὐχ ἵνα ἀεὶ ζητῶµεν, ἀλλ' ἵνα παυώµεθα ζητοῦντες. Καὶ καλῶς εἶπε, Παράγγελλέ τισι Μὴ ἑτεροδιδασκαλεῖν, µηδὲ προσέχειν µύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι µᾶλλον, ἢ οἰκονοµίαν Θεοῦ τὴν ἐν πίστει. Καλῶς εἶπεν, Οἰκονοµίαν Θεοῦ· µεγάλα γὰρ ἡµῖν δοῦναι ἠθέλησεν ὁ Θεὸς, ἀλλ' οὐ δέχεται ὁ λογισµὸς τὸ µέγεθος αὐτοῦ τῶν οἰκονοµιῶν.∆ ιὰ πίστεως οὖν τοῦτο γενέσθαι δεῖ, ὅπερ ἐστὶ φάρµακον ψυχῶν µέγιστον. Ἡ τοίνυν ζήτησις ἐναντία ἐστὶ τῇ οἰκονοµίᾳ τοῦ Θεοῦ. Τί γὰρ ἀπὸ πίστεως οἰκονοµεῖται;∆ έξασθαι τὰς εὐεργεσίας αὐτοῦ, καὶ γενέσθαι βελτίους, καὶ περὶ µηδενὸς ἀµφισβητεῖν καὶ ἀµφιβάλλειν, ἀλλ' ἀναπαύεσθαι. Ἅπερ γὰρ ἡ πίστις ἤνυσε καὶ ᾠκοδόµησε, ταῦτα αὕτη καταστρέφει, ζητήσεις παρέχουσα, καὶ τὴν πίστιν ἐκβάλλουσα. Μηδὲ προσέχειν, φησὶ, µύθοις καὶ γενεαλογίαις ἀπεράντοις. Καὶ αἱ γενεαλογίαι, φησὶ, τί ἔβλαπτον; Ἔλεγεν ὁ Χριστὸς, ὅτι διὰ πίστεως δεῖ σωθῆναι· ἐκεῖνοι ἐζήτουν, καὶ ἔλεγον ὅτι οὐκ ἔνι τοῦτο. Ἐπειδὴ γὰρ ἡ µὲν ἀπόφασις κατὰ τὸ παρὸν ἦν, ἡ δὲ ἔκβασις τῆς ἀποφάσεως ἐν τῷ µέλλοντι, πίστεως ἔδει. Ἐκεῖνοι δὲ προκατειληµµένοι τοῖς νοµικοῖς παρατηρήµασιν, ἐνεπόδιζον τῇ πίστει. Οἶµαι δὲ καὶ Ἕλληνας αὐτὸν ἐνταῦθα αἰνίττεσθαι, ὅταν λέγῃ, Μύθοις καὶ γενεαλογίαις, ὡς τοὺς θεοὺς αὐτῶν καταλεγόντων.
1.3
Μὴ τοίνυν προσέχωµεν ταῖς ζητήσεσι. Πιστοὶ γὰρ διὰ τοῦτο κεκλήµεθα, ἵνα ἀνενδοιάστως τοῖς λεγοµένοις πιστεύωµεν, ἵνα µηδὲν ἀµφιβάλλωµεν. Εἰ µὲν γὰρ ἀνθρώπινα τὰ λεγόµενα ἦν, ἐχρῆν αὐτὰ βασανίζεσθαι· εἰ δὲ Θεοῦ, τιµᾶσθαι αὐτὰ µόνον χρὴ καὶ πιστεύεσθαι· ἂν δὲ µὴ πιστεύωµεν, οὐδὲ ὅτι Θεὸς ἔστι πεισόµεθα. Πῶς γὰρ οἶδας ὅτι Θεὸς ἔστιν, εὐθύνας αὐτὸν ἀπαιτῶν; Τοῦτο πρῶτον τεκµήριον τοῦ τὸν Θεὸν εἰδέναι, τὸ πιστεύειν οἷς ἂν λέγῃ χωρὶς τεκµηρίων καὶ ἀποδείξεων. Τοῦτο καὶ Ἕλληνες ἴσασιν· ἐπίστευον γὰρ τοῖς θεοῖς, φησὶ, καίτοι γε ἄνευ τεκµηρίων λέγουσι. Τί δήποτε; Ὅτι ἔκγονοί εἰσι θεῶν. Ὁρᾷς ὅτι καὶ Ἕλληνες τοῦτο ἴσασι; Καὶ τί λέγω ἐπὶ θεῶν; ἐπὶ ἀνθρώπου τοῦτο ἐποίουν γόητος καὶ µάγου, τοῦ Πυθαγόρου λέγω· Αὐτὸς ἔφη· καὶ ἐπὶ ναῶν ἡ σιγὴ ἄνωθεν ἐγέγραπτο, καὶ κατεῖχε τῷ δακτύλῳ τὸ στόµα, καὶ ἐπισφίγγουσα τὰ χείλη, πᾶσι τοῖς παριοῦσι σιγᾷν παρῄνει. Εἶτα ἐκεῖνα µὲν οὕτω σεµνὰ, τὰ δὲ ἡµέτερα οὐχ οὕτως, ἀλλὰ καταγέλαστα; καὶ ποίας οὐχὶ µανίας ἂν εἴη τοῦτο ὑπερβολή; Τὰ µὲν γὰρ Ἑλλήνων εἰκότως ζητεῖται· τοιαῦτα γάρ ἐστι, µάχαι τῶν λογισµῶν καὶ ἀµφισβητήσεις καὶ συµπεράσµατα· τὰ δὲ ἡµέτερα τούτων ἁπάντων κεχώρισται. Ἐκεῖνα µὲν γὰρ ἀνθρωπίνη εὗρε σοφία, ταῦτα δὲ χάρις ἐδίδαξε πνευµατική· ἐκεῖνα µωρίας καὶ ἀνοίας, ταῦτα τῆς ὄντως σοφίας δόγµατα. Ἐκεῖ οὐκ ἔστι µαθητὴς, οὐδὲ διδάσκαλος, ἀλλὰ πάντες συζητοῦσιν· ἐνταῦθα κἂν διδάσκαλος ᾖ, κἂν µαθητὴς, µαθεῖν παρ' οὗ µαθεῖν χρὴ, πείθεσθαι, οὐκ ἀµφισβητεῖν, πιστεύειν, οὐ συλλογίζεσθαι.∆ ιὰ πίστεως γὰρ πάντες εὐδοκίµησαν οἱ παλαιοὶ, καὶ ταύτης ἄνευ πάντα διέφθαρται. Καὶ τί λέγω περὶ τῶν ἐπουρανίων; κἂν τὰ ἐπὶ γῆς ἐξετάσωµεν, ταύτης εὑρήσεις ἐχόµενα· οὔτε γὰρ συναλλάγµατα, οὔτε τέχναι, οὔτε ἄλλο οὐδὲν ἔσται τοιοῦτον χωρὶς ταύτης. Εἰ δὲ ἐνταῦθα, ἔνθα περὶ ψευδῶν πραγµάτων, ταύτης δεῖ, πολλῷ µᾶλλον ἐν ἐκείνοις. Ταύτης οὖν ἐχώµεθα, ταύτην µετίωµεν· οὕτω πάντα τὰ ὀλέθρια δόγµατα τῆς ψυχῆς ἐκβάλλοµεν τῆς ἡµετέρας, οἷον γένεσιν λέγω καὶ εἱµαρµένην. Ἂν πιστεύσῃς ὅτι ἔστιν ἀνάστασις καὶ κρίσις, πάντα τὰ τοιαῦτα δυνήσῃ τῆς ψυχῆς ἐκβαλεῖν· πίστευσον ὅτι ἔστι Θεὸς δίκαιος, καὶ οὐ πιστεύσεις ὅτι ἔσται γένεσις ἄδικος· πίστευσον ὅτι ἔστι Θεὸς προνοῶν, καὶ οὐ πιστεύσεις ὅτι ἔσται γένεσις πάντα συνέχουσα· πίστευσον ὅτι ἔσται κόλασις καὶ βασιλεία, καὶ οὐ πιστεύσεις ὅτι ἔστι γένεσις, τὸ µὲν ἐφ' ἡµῖν ἀναιροῦσα, ὑποβάλλουσα δὲ ἡµᾶς ἀνάγκῃ καὶ βίᾳ. Μὴ σπείρῃς, µὴ φυτεύσῃς, µὴ στρατεύσῃ, µηδὲν ὅλως ἐργάσῃ· πάντως γὰρ καὶ ἑκόντος σου καὶ ἄκοντος ἥξει τὰ τῆς γενέσεως. Τί ἡµῖν δεῖ λοιπὸν εὐχῶν; διὰ τί οὖν θέλεις γενέσθαι Χριστιανὸς, εἰ γένεσις ἔστιν; οὐ γὰρ ὑπὸ ἔγκληµα ἔσῃ. Πόθεν τέχναι; ἀπὸ γενέσεως; Ναὶ, φησὶ, καὶ εἵµαρται τῷ δεῖνι γενέσθαι σοφῷ µετὰ πόνων. Καὶ δεῖξόν µοί τινα χωρὶς τοῦ πονεῖν, µαθόντα τέχνην· ἀλλ' οὐκ ἂν ἔχοις· οὕτως οὐ τῆς γενέσεώς ἐστιν ἀλλὰ τῶν πόνων. Πόθεν οὖν ὁ δεῖνα πλούσιός ἐστι µιαρὸς ὢν, φησὶ, καὶ πονηρὸς, παρὰ πατρὸς µὴ δεξάµενος τὴν κληρονοµίαν· ἕτερος δὲ µυρία µοχθῶν, πένης ὑπάρχει; ταῦτα γὰρ συνεχῶς γυµνάζουσι πάντα ἐπὶ πλούτου καὶ πενίας κινοῦντες, οὐδὲν ἐπὶ κακίας καὶ ἀρετῆς. Ἀλλ' ἐνταῦθα µὴ τοῦτο εἴπῃς, ἀλλὰ δεῖξον εἴ τις κακὸς ἐγένετο σπουδάζων, εἴ τις ἀγαθὸς ῥᾳθυµῶν· εἰ γὰρ ἰσχὺν ἔχει ἡ εἱµαρµένη, ἐπὶ τῶν µεγίστων ἐνδεικνύσθω τὴν ἰσχὺν, ἐπὶ ἀρετῆς καὶ κακίας, µὴ ἐπὶ πλούτου καὶ πενίας. Καὶ πόθεν ὁ δεῖνα ἐν νόσοις, φησὶν, ὁ δεῖνα ἐν ὑγείᾳ; πόθεν ὁ δεῖνα εὐδοκιµεῖ, ἕτερος δὲ ἀσχηµονεῖ; πόθεν ἐκείνῳ κατὰ γνώµην τὰ πράγµατα προχωρεῖ, ἑτέρῳ δὲ µυρία ἐπὶ µυρίοις ἐµποδίσµατα; Ἀπόστηθι τῆς γενέσεως, καὶ εἴσῃ ταῦτα· ἀκριβῶς πίστευσον ὅτι Θεός ἐστιν ὁ προνοῶν, καὶ εἴσῃ σαφῶς ταῦτα. Ἀλλ' οὐ δύναµαι, φησίν· οὐ γὰρ ἀφίησιν ἡ σύγχυσις τῶν πραγµάτων τούτων ὑποπτεῦσαι πρόνοιαν. Εἰ Θεοῦ ταῦτα ἔργα, πῶς δύναµαι πιστεῦσαι ὅτι Θεὸς ὁ ἀγαθὸς τῷ πόρνῳ, τῷ µιαρῷ, τῷ πλεονέκτῃ χρήµατα δίδωσι, τῷ δὲ ἀγαθῷ οὐκέτι; πόθεν πιστεύσω; ἀπὸ γὰρ πραγµάτων δεῖ πιστεύειν. Καλῶς· οὐκοῦν γενέσεως ἐκεῖνα δικαίας, ἢ ἀδίκου; Ἀδίκου, φής. Τίς οὖν ταύτην ἐποίησεν; ἆρα ὁ Θεός; Οὒ, φησὶν, ἀλλ' ἀγέννητός ἐστι. Καὶ πῶς ἀγέννητος οὖσα τοιαῦτα ἐργάζεται; ἐναντία γὰρ ταῦτα. Οὐκ ἔστιν οὖν ὅλως Θεοῦ ταῦτα. Οὐκοῦν ἐξετάσωµεν, τίς τὸν οὐρανὸν ἐποίησεν. Ἡ γένεσις, φησί. Τίς τὴν γῆν, τίς τὴν θάλασσαν, τίς τὰς ὥρας; Εἶτα ἐν µὲν τοῖς ἀψύχοις τοσαύτην εὐταξίαν ἐποίησε, τοσαύτην ἁρµονίαν, ἐν δὲ ἡµῖν, δι' οὓς τὰ πάντα, τοσαύτην ἀταξίαν; ὥσπερ ἂν εἴ τις τῆς µὲν οἰκίας, ὅπως ἔσται θαυµαστὴ, προνοήσειε, τῶν δὲ οἰκετῶν µηκέτι. Τίς τὴν διαδοχὴν τῶν ὡρῶν φυλάττει; τίς τοὺς εὐτάκτους τῆς φύσεως νόµους τέθεικε; τίς ἡµέρας καὶ νυκτὸς δρόµους ἔταξε; Ταῦτα ἐκείνης τῆς γενέσεως ἀνώτερά ἐστιν. Οὒ, φησὶν, ἀλλ' αὐτόµατα γέγονε. Καὶ πῶς ἂν εὐταξία τοσαύτη αὐτοµάτη γένοιτο ἄν; Πόθεν οὖν, φησὶν, οἱ πλούσιοι, οἱ ὑγιαίνοντες, οἱ εὐδοκιµοῦντες, οἱ µὲν ἀπὸ πλεονεξίας, οἱ δὲ ἀπὸ κληρονοµίας, οἱ δὲ ἀπὸ βίας; τίνος οὖν ἕνεκεν εὐηµερεῖν τοὺς κακοὺς συνεχώρησεν ὁ Θεός; Ὅτι οὐκ ἔστιν ἐνταῦθα ἡ τοῦ κατ' ἀξίαν ἀντίδοσις, ἀλλ' ἐν τῷ µέλλοντι καιρῷ· τότε µοι δεῖξον τοιοῦτόν τι γινόµενον. Τέως ἐνταῦθά µοι δὸς, φησὶ, καὶ ἐκεῖ οὐ ζητῶ. Ἀλλὰ διὰ τοῦτο οὐ λαµβάνεις, ἐπεὶ ζητεῖς. Εἰ γὰρ ἐκτὸς ὢν τῆς ἡδονῆς οὕτως αὐτὰ ζητεῖς, ὡς ἐκείνων προτιµᾷν, πολλῷ µᾶλλον, εἰ καὶ ἡδονῆς καθαρᾶς ἀπέλαυες.∆ ιὰ τοῦτο ταῦτα δείκνυσί σοι, ὅτι οὐδέν εἰσιν, ὅτι ἀδιάφορά ἐστιν· οὐ γὰρ ἂν, εἰ µὴ ἀδιάφορα ἦν, καὶ ἐκείνοις αὐτὰ ἔδωκεν ἄν· εἰπέ µοι, τὸ µέλανα εἶναι, ἢ µακρὸν, ἢ µικρὸν, οὐχὶ ἀδιάφορον· οὕτω καὶ ὁ πλοῦτος. Εἰπὲ γάρ µοι, ἐπὶ τῶν ἀναγκαίων οὐκ ἐξ ἴσης πᾶσι δέδοται, οἷον ἐπιτηδειότης πρὸς ἀρετὴν, τῶν πνευµατικῶν δωρεῶν ἡ διανοµή; Εἰ ᾔδεις τοῦ Θεοῦ τὰς εὐεργεσίας, οὐκ ἂν ἐκείνων ἐξ ἴσης ἀπολαύων ἐν τούτοις ἠγανάκτησας, οὐδ' ἂν ταύτην τὴν πλεονεξίαν ἐζήτησας. ἐκείνην τὴν ἰσοµοιρίαν εἰδώς; Ὥσπερ ἂν ὁ οἰκέτης τροφὰς µὲν τὰς παρὰ δεσπότου καὶ ἐνδύµατα καὶ οἰκήµατα καρπούµενος, καὶ πάντων τῶν ἄλλων ἐξ ἴσης τοῖς ἄλλοις ἀπολαύων, εἰ τρίχας ἔχοι περιττὰς ἐπὶ τῆς κεφαλῆς, ἢ ὄνυχας µείζονας, πλέον ἔχειν νοµίζοι τῶν ἄλλων· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τοιοῦτος µάτην ἐπὶ τούτοις µέγα φρονεῖ, ἐφ' οἷς τὴν ἀπόλαυσιν πρόσκαιρον ἔχει.∆ ιὰ ταῦτα ἡµᾶς ἀφίστησιν αὐτῶν, ἵνα τὴν µανίαν ταύτην σβέσῃ, ἵνα µεταγάγῃ τὸν πρὸς αὐτὰ πόθον εἰς τὸν οὐρανόν. Ἡµεῖς δὲ οὐδὲ οὕτω σωφρονιζόµεθα. Ὡς γὰρ τὸ παιδίον εἴ τι παιδικὸν ἔχοι, καὶ προτιµᾷ τοῦτο τῶν ἀναγκαίων, ἀποστερεῖ αὐτὸ ὁ πατὴρ τῶν παιδικῶν, ἵνα καὶ ἄκοντα µεταγάγῃ πρὸς τὸ τέλειον. οὕτω καὶ ὁ Θεὸς πάντα ποιεῖ, ἵνα ἡµᾶς µεταγάγῃ εἰς τὸν οὐρανόν. Πῶς οὖν τοὺς πονηροὺς ἀφίησι πλουτεῖν, φησίν; Ὅτι οὐ πολὺς αὐτῷ λόγος ἐκείνων. Πῶς οὖν καὶ τοὺς δικαίους; Οὐκ αὐτὸς, ἀλλ' ἁπλῶς συγχωρεῖ. Καὶ ταῦτα µὲν νῦν ἐπιπολαίως ἡµῖν εἴρηται, ὡς πρὸς ἀγνοοῦντας τὰς Γραφάς· εἰ δὲ ἐβούλεσθε πιστεύειν καὶ προσέχειν τοῖς θείοις λόγοις, οὐδὲν ἂν ἡµῖν τούτων ἐδέησε τῶν λόγων· ἐκ τούτων γὰρ πάντα ἂν ᾔδειµεν. Ἵνα γὰρ µάθῃς, ὅτι οὐδέν ἐστιν ὁ πλοῦτος, οὔτε ἡ ὑγεία, οὔτε ἡ δόξα, ἐγώ σοι δείκνυµι πολλοὺς, οἷς ἐξὸν κερδαίνειν, οὐ κερδαίνουσιν, οἷς ἐξὸνὑγιαίνειν, κατατήκουσιν ἑαυτῶν τὰ σώµατα, οἷς ἐξὸν δόξης ἀπολαύειν, πάντα πράττουσιν, ὥστε καταφρονεῖσθαι. Οὐδεὶς µέντοι ἀγαθὸς ὢν, σπουδάζει εἶναι κακός. Οὐκοῦν παυσώµεθα τοῦ ζητεῖν τὰ ἐνταῦθα ἀγαθὰ, καὶ ζητήσωµεν τὰ ἐν οὐρανοῖς. Οὕτω γὰρ αὐτῶν καὶ τυχεῖν δυνησόµεθα, καὶ τῆς ἀϊδίου τροφῆς ἀπολαύσοµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note