Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Timothy
John ChrysostomHom. 1 Tim. 2 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
2.0
Τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου· ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς µαταιολογίας, θέλοντες εἶναι νοµοδιδάσκαλοι, µὴ νοοῦντες µήτε ἃ λέγουσι, µήτε περὶ τίνων διαβεβαιοῦνται.
2.1
Οὐδὲν οὕτω λυµαίνεται τὸ τῶν ἀνθρώπων γένος, ὡς τὸ φιλίας καταφρονεῖν, καὶ µὴ µετὰ πολλῆς αὐτὴν κατορθοῦν τῆς σπουδῆς· ὥσπερ οὖν οὐδὲν πάλιν ὀρθοῖ, ὡς τὸ παντὶ σθένει µεταδιώκειν αὐτήν. Καὶ τοῦτο δηλῶν ὁ Χριστός φησιν, Ἐὰν δύο συµφωνήσωσιν ἐπὶ τὸ αὐτὸ, πᾶν, ὃ ἐὰν αἰτήσωσι, λήψονται· καὶ πάλιν, Ὅταν πληθυνθῇ ἡ ἀνοµία, ψυγήσεται ἡ ἀγάπη. Τοῦτο τὰς αἱρέσεις ἔτεκε πάσας. Ἐκ γὰρ τοῦ µὴ φιλεῖν τοὺς ἀδελφοὺς τοὺς ἑαυτῶν ἐφθόνουν εὐδοκιµοῦσιν, ἐκ δὲ τοῦ φθονεῖν ἐφιλάρχουν, ἐκ δὲ τοῦ φιλαρχεῖν αἱρέσεις ἔτεκον.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλος εἰπὼν, Ἵνα παραγγείλῃς τισὶ µὴ ἑτεροδιδασκαλεῖν, καὶ τὸν τρόπον ὑφηγεῖται, καθ' ὃν τοῦτο γενέσθαι δυνατόν. Τίς δ' οὖν οὗτός ἐστιν; Ἡ ἀγάπη. Ὥσπερ οὖν ὅταν λέγῃ, Τέλος νόµου Χριστὸς, τουτέστι, συµπλήρωµα, καὶ τοῦτο ἐκείνων ἔχεται, οὕτως ἡ παραγγελία αὕτη ἐνέχεται τῇ ἀγάπῃ. Τέλος ἰατρείας ὑγεία· ὥστε ὑγείας οὔσης, οὐ πολλῆς δεῖ κατασκευῆς· καὶ ἀγάπης οὔσης, οὐ πολλῆς δεῖ παραγγελίας. Ἀγάπην δὲ ποίαν φησί; Τὴν εἰλικρινῆ, οὐ τὴν µέχρι ῥηµάτων, ἀλλὰ τὴν ἀπὸ διαθέσεως, καὶ γνώµης καὶ τοῦ συναλγεῖν, Ἐκ καθαρᾶς, φησὶ, καρδίας· ἤτοι περὶ πολιτείας φησὶν ὀρθῆς, ἢ περὶ γνησίας φιλίας. Ποιεῖ γὰρ καὶ βίος ἀκάθαρτος σχίσµατα· Πᾶς γὰρ ὁ φαῦλα πράσσων, µισεῖ τὸ φῶς. Ἔστι γὰρ φιλία καὶ ἡ τῶν φαύλων, οἷον καὶ λῃσταὶ λῃστὰς φιλοῦσιν, καὶ ἀνδροφόνοι ἀνδροφόνους· ἀλλ' οὐκ ἔστι τοῦτο ἀπὸ συνειδήσεως ἀγαθῆς, ἀλλ' ἀπὸ φαύλης, οὐδ' ἐκ καθαρᾶς καρδίας, ἀλλ' ἐξ ἀκαθάρτου, οὐδὲ ἐκ πίστεως ἀνυποκρίτου, ἀλλ' ἐπιπλάστου καὶ ὑποκεκριµένης. Πίστις γὰρ τὸ ἀληθὲς δείκνυσιν· ἀπὸ δὲ πίστεως εἰλικρινοῦς ἡ ἀγάπη τίκτεται· ὁ γὰρ ὄντως εἰς Θεὸν πιστεύων, οὐκ ἀνέχεταί ποτε ταύτην ἀφεῖναι. Ὧν τινες, φησὶν, ἀστοχήσαντες, ἐξετράπησαν εἰς µαταιολογίας. Καλῶς εἶπεν, Ἀστοχήσαντες· τέχνης γὰρ δεῖ, ὥστε εὐθέα βάλλειν, καὶ µὴ ἔξω τοῦ σκοποῦ. Ὥστε ὑπὸ τοῦ Πνεύµατος εὐθύνε σθαι· πολλὰ γὰρ τὰ τῆς εὐθείας παρεκτρέποντα· καὶ δεῖ πρὸς ἓν ὁρᾷν. Θέλοντες, φησὶν, εἶναι νοµοδιδάσκαλοι. Ὁρᾷς καὶ ἄλλην αἰτίαν, τὴν τῆς φιλαρχίας;∆ ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν, Ὑµεῖς δὲ µηδένα καλέσητε Ῥαββί· καὶ πάλιν ὁ Ἀπόστολος, Οὐδὲ γὰρ αὐτοὶ τὸν νόµον φυλάσσουσιν, ἀλλ' ἵνα ἐν τῇ ὑµετέρᾳ σαρκὶ καυχήσωνται. Τοῦ ἀξιώµατος ἐφίενται, φησί· διὰ τοῦτο πρὸς τὴν ἀλήθειαν οὐχ ὁρῶσι. Μὴ νοοῦντες, φησὶ, µήτε ἃ λέγουσι, µήτε περὶ τίνων διαβεβαιοῦνται. Ἐνταῦθα διαβάλλει αὐτοὺς, ὡς οὐκ εἰδότας τὸν τοῦ νόµου σκοπὸν, οὐδὲ τὸν καιρὸν µέχρι τίνος κύριον αὐτὸν εἶναι ἐχρῆν. Πῶς οὖν, εἰ ἐξ ἀγνοίας, ἁµάρτηµα τοῦτο λέγεις; Ὅτι οὐ διὰ τὸ θέλειν νοµοδιδασκάλους εἶναι µόνον, ἀλλὰ καὶ διὰ τὸ µὴ κατέχειν τὴν ἀγάπην τοῦτο ἔπαθον· ἄλλως δὲ καὶ ἡ ἄγνοια ἐκ τούτων ἐτέχθη. Ὅταν γὰρ ἡ ψυχὴ πράγµασιν ἑαυτὴν ἐκδῷ σαρκικοῖς, πηροῦται αὐτῆς τὸ διορατικόν· ἐκπεσοῦσα δὲ τῆς ἀγάπης ἐµπίπτει εἰς φιλονεικίαν, καὶ πηροῦται τὸ τῆς διανοίας ὄµµα. Ὁ γὰρ ὑπό τινος ἐπιθυµίας τούτων τῶν προσκαίρων κατεχόµενος, µεθύων τῷ πάθει, τῆς ἀληθείας οὐκ ἂν γένοιτο κριτὴς ἀδέκαστος. Οὐκ ἴσασι, φησὶ, περὶ τίνων διαβεβαιοῦνται. Εἰκὸς γὰρ ἦν αὐτοὺς περὶ τοῦ νόµου φθέγγεσθαι, καὶ πολλὰ περὶ καθαρσίων καὶ τῶν ἄλλων τῶν σωµατικῶν λέγειν. Εἶτα ἀφεὶς ἐκεῖνα ἐλέγξαι, ὡς οὐδὲν ὄντα ἢ σκιὰν τῶν πνευµατικῶν καὶ ὑπογραµµὸν, ὃ µᾶλλον προσηνέστερον ἦν, τοῦτο ἐργάζεται. Ποῖον δὴ τοῦτο; Ἐπαινεῖ τὸν νόµον, νόµον ἐνταῦθα τὸν δεκάλογον καλῶν. Ἀπὸ δὲ τούτου κἀκεῖνα ἐξέβαλεν. Εἰ γὰρ ταῦτα αὐτὰ κολάζει τοὺς παραβάτας, καὶ ἄχρηστα ἡµῖν γίνεται, πολλῷ µᾶλλον ἐκεῖνα. Οἴδαµεν δὲ, φησὶν, ὅτι καλὸς ὁ νόµος, ἐάν τις αὐτῷ νοµίµως χρῆται, εἰδὼς, τοῦτο, ὅτι δικαίῳ νόµος οὐ κεῖται. Καλὸς, φησὶ, καὶ οὐ καλός. Τί δαὶ, φησίν; ἐὰν µὴ νοµίµως τις χρῆται, οὐκ ἔστι καλός; Καὶ οὕτω καλός· ἀλλ' ὃ λέγει τοῦτό ἐστιν· ὅταν ἐκπληροῖ αὐτὸν δι' ἔργων· τὸ γὰρ, Ἐάν τις αὐτῷ νοµίµως χρῆται, τοῦτό ἐστιν ἐνταῦθα σηµαῖνον. Ὅταν δὲ ἐξηγῶνται µὲν αὐτὸν διὰ ῥηµάτων, διὰ δὲ τῶν ἔργων παραβαίνωσι, τοῦτό ἐστιν ἀνόµως χρῆσθαι· χρῆται µὲν γὰρ καὶ οὗτος, ἀλλ' οὐκ εἰς οἰκείαν ὠφέλειαν. Ἔστι καὶ ἄλλο πρὸς τούτῳ εἰπεῖν. Ποῖον δὴ τοῦτο; Οἷον ἐὰν νοµίµως χρήσῃ τῷ νόµῳ, παραπέµπει σε πρὸς τὸν Χριστόν. Ὅταν γὰρ αὐτοῦ σκοπὸς ᾖ δικαιῶσαι τὸν ἄνθρωπον, µὴ δύνηται δὲ, παραπέµπει πρὸς τὸν δυνάµενον. Καὶ ἄλλως δὲ νοµίµως χρήσασθαι τῷ νόµῳ ἔστιν, ὅταν ἐκ πολλῆς αὐτὸν φυλάττῃς τῆς περιουσίας. Τί δέ ἐστιν, ἐκ περιουσίας; Ὥσπερ τῷ χαλινῷ, φησὶν, εὐτάκτως κέχρηται, οὐχ ὁ σκιρτῶν ἵππος, οὐδ' ὁ δάκνων, ἀλλ' ὁ ἁπλῶς αὐτὸν περικείµενος σχήµατος ἕνεκεν· οὕτω καὶ νόµῳ νοµίµως χρῆται ὁ µὴ διὰ τὴν ἐκ τῶν γραµµάτων ἀνάγκην σωφρονῶν. Τίς δὲ αὐτῷ νοµίµως χρήσεται; Ὁ εἰδὼς, ὅτι οὐ δεῖται αὐτοῦ. Ὁ γὰρ πρὸς τοσοῦτον ἀρετῆς φθάσας, ὥστε µὴ διὰ τὸν ἐκείνου φόβον αὐτὸν κατορθοῦν, ἀλλὰ διὰ τὴν ἀρετὴν, οὗτος νοµίµως χρῆται αὐτῷ καὶ ἀσφαλῶς· ἐάν τις αὐτῷ οὕτω χρῆται, ὡς µὴ φοβούµενος αὐτὸν, ἀλλὰ τῆς ἐκεῖ τιµωρίας κειµένης µᾶλλον τὴν κατάγνωσιν ἔχων πρὸ ὀφθαλµῶν. Καὶ ἄλλως δὲ δίκαιον ἐνταῦθα καλεῖ τὸν κατωρθωκότα τὴν ἀρετήν. Ἐκεῖνος τοίνυν κέχρηται τῷ νόµῳ καλῶς, ὁ µὴ καταξιῶν ἀπ' αὐτοῦ παιδεύεσθαι.
2.2
Ὥσπερ γὰρ αἱ στιγµαὶ τῶν γραµµάτων τοῖς παισὶ κεῖνται, ὁ δὲ τὰ ἀπ' αὐτῶν πληρῶν µὴ ἐξ αὐτῶν, ἀλλ' ἐξ ἑτέρων, µείζονος ἐπιστήµης ἂν εἴη ἔµπειρος, καὶ κρεῖττον µᾶλλον κέχρηται τοῖς γράµµασιν· οὕτως ὁ ὑπὲρ τὸν νόµον, οὐ παιδαγωγεῖται τῷ νόµῳ. Ὁ γὰρ µὴ ἀπὸ τοῦ φόβου αὐτὸν πληρῶν, ἀλλ' ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν ἐπιθυµίας, πλειόνως οὗτος µάλιστα αὐτὸν κατορθοῖ. Οὐ γὰρ ὁµοίως ὁ κόλασιν δεδοικὼς, καὶ ὁ τιµῆς ἐφιέµενος τὸν νόµον πληροῖ· οὐχ ὁµοίως ὁ ὑπὸ τὸν νόµον ὢν, καὶ ὁ ὑπὲρ τὸν νόµον· τὸ γὰρ ὑπὲρ νόµον ζῆσαι, τοῦτό ἐστι νοµίµως χρῆσθαι, Νόµῳ γὰρ ἐκεῖνος χρῆται καλῶς καὶ φυλάττει, ὁ µείζονα τοῦ νόµου κατορθῶν, ὁ µὴκαταξιῶν παιδευτὴν αὐτὸν ἔχειν. Ὁ γὰρ νόµος, ὡς τὰ πολλὰ, κακῶν ἀπαγόρευσίς ἐστι· δίκαιον δὲ οὐ ποιεῖ τοῦτο, ἀλλὰ καὶ ἀγαθῶν ἐργασία. Ὥστε ὅσοι κακῶν ἀπέχονται ὡς δοῦλοι, οὗτοι οὐ πληροῦσιν αὐτοῦ τὸν σκοπόν· διὰ γὰρ τοῦτο κεῖται, ἵνα παράβασιν κολάζῃ. Ὥστε καὶ ἐκεῖνοι κέχρηνται αὐτῷ, ἀλλ' ἐν τῷ κόλασιν δεδοικέναι. Θέλεις γὰρ, φησὶ, µὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει· ὡς ἂν εἴποι τις· Μόνοις γὰρ τοῖς πονηροῖς τιµωριῶν διαγορευτικός ἐστι· τῷ δὲ στεφάνων ἄξια ποιήσαντι ποῦ χρήσιµος ὁ νόµος; ὥσπερ οὖν ὁ ἰατρὸς τῷ τραῦµά τι ἔχοντι, οὐ τῷ ὑγιαίνοντι, οὐδὲ τῷ καλῶς διακειµένῳ. Ἀνόµοις δὲ, φησὶ, καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁµαρτωλοῖς. Ἀνόµους Ἰουδαίους καλεῖ, τοὺς αὐτοὺς δὲ καὶ ἀνυποτάκτους. Ὁ νόµος, φησὶν, ὀργὴν κατεργάζεται. Τοῦτο πρὸς τοὺς ποιοῦντας τὸ κακόν. Τί δὲ πρὸς τὸν τιµῆς ἄξιον;∆ ιὰ νόµου, φησὶν, ἐπίγνωσις ἁµαρτίας. Τί δαὶ πρὸς τὸν δίκαιον;∆ ικαίῳ, φησὶ, νόµος οὐ κεῖται.∆ ιὰ τί; Ὅτι κολάσεώς ἐστιν ἐκτὸς, καὶ ὅτι οὐ περιµένει τὰ πρακτέα παρ' ἐκείνου µαθεῖν, ἔχων ἔνδον ὑπαγορεύουσαν τὴν τοῦ Πνεύµατος χάριν. Νόµος γὰρ ἐδόθη, ἵνα τῷ φόβῳ κολάζωνται καὶ τῇ ἀπειλῇ. Οὐ δεῖ τοίνυν χαλινοῦ ἐπὶ τὸν εὐήνιον ἵππον, οὐδὲ παιδαγωγίας ἐπὶ τὸν οὐ δεόµενον παιδαγωγοῦ. Ἀνόµοις δὲ, φησὶ, καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁµαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαις καὶ µητραλοίαις. Καὶ οὐ µέχρι τούτου ἔστη, οὐδὲ µέχρι τῶν ἁµαρτηµάτων µόνον, ἀλλὰ καὶ κατ' εἶδος ἐπεξῆλθε τὰ ἁµαρτήµατα, ὥστε πεῖσαι ἐπαισχυνθῆναι τὴν τοῦνόµου ἐπιστασίαν. Εἶτα καταλέξας κατ' εἶδος, εἶπε καὶ κατὰ παράλειψιν, καίτοι καὶ τὰ εἰρηµένα ἱκανὰ ἦν ἀπαγαγεῖν. Περὶ τίνων οὖν ταῦτά φησι; Περὶ Ἰουδαίων· οὗτοι γὰρ καὶ πατραλοῖαι καὶ µητραλοῖαι, καὶ αὐτοὶ καὶ βέβηλοι καὶ ἀνόσιοι· τούτους γὰρ αἰνίττεται, Ἀσεβέσιν, εἰπὼν, καὶ ἁµαρτωλοῖς. Τοιούτων δὲ ὄντων αὐτῶν ἀναγκαίως καὶ ὁ νόµος ἐδόθη. Εἰπὲ γάρ µοι, οὐχὶ συνεχῶς εἰδώλοις προσεκύνουν; οὐ τὸν Μωϋσέα ἐλίθαζον; οὐ φόνων αὐτῶν αἱ χεῖρες ἔγεµον συγγενικῶν; οὐχὶ ἄνω καὶ κάτω ταῦτα αὐτοῖς ἐγκαλοῦσιν οἱ προφῆται; Τοῖς δὲ τὰ ἐν οὐρανῷ φιλοσοφοῦσι περιττὰ ταῦτα. Πατραλοίαις, φησὶ, καὶ µητραλοίαις, ἀνδροφόνοις, πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τε ἕτερον τῇ ὑγιαινούσῃδιδασκαλίᾳ ἀντίκειται. Καλῶς εἶπε, Τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Ἐκεῖνα γὰρ πάντα πάθη ψυχῆς ἦν διεφθαρµένης. Κατὰ τὸ Εὐαγγέλιον, φησὶ, τῆς δόξης τοῦ µακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ. Ὥστε καὶ νῦν ἐπὶ βεβαιώσει τοῦ Εὐαγγελίου δεῖ νόµου· τοῖς µέντοι πειθοµένοις οὐ δεῖ. Εὐαγγέλιον δὲ δόξης αὐτὸ καλεῖ, δι' οὐδὲν ἕτερον, ἀλλ' ἢ διὰ τοὺς αἰσχυνοµένους ἐπὶ τοῖς διωγµοῖς, καὶ ἐπὶ τῷ πάθει τοῦ Χριστοῦ. Τῶν τε οὖν ἄλλων ἕνεκεν καὶ τούτων αὐτῶν Εὐαγγέλιον δόξης εἴρηκε, δηλῶν ὅτι δόξα ἐστὶ τὸ πάθος τοῦ Χριστοῦ· ἢ καὶ τὰ µέλλοντα αἰνίττεται. Εἰ γὰρ τὰ παρόντα αἰσχύνης γέµει καὶ ὀνειδῶν, ἀλλὰ τὰ µέλλοντα οὐ τοιαῦτα· τὸ δὲ Εὐαγγέλιον µελλόντων ἐστὶν, οὐ παρόντων. Πῶς οὖν ὁ ἄγγελος, Ἰδοὺ εὐαγγελίζοµαι ὑµῖν, ὅτι ἐτέχθη ὑµῖν Σωτήρ; Ὅτι τεχθεὶς ἔµελλε τοῦτο γίνεσθαι· οὐ γὰρ ἅµα ἐγεννήθη, εἰργάζετο τὰ σηµεῖα. Κατὰ τὸ Εὐαγγέλιον, φησὶ, τῆς δόξης τοῦ µακαρίου Θεοῦ. Τῆς δόξης· ἢ τὴν λατρείαν φησὶ τοῦ Θεοῦ, ἢ ὅτι εἰ τὰ παρόντα πάντα ἐµπέπλησται τῆς δόξης αὐτοῦ, πολλῷ δὲ µᾶλλον τὰ µέλλοντα· ὅταν τεθῶσι, φησὶν, ὑπὸ τοὺς πόδας αὐτοῦ οἱ ἐχθροὶ αὐτοῦ· ὅταν ἀντικείµενον ᾖ µηδὲν, ὅταν ἴδωσιν οἱ δίκαιοι πάντα τὰ µακαριστὰ ἐκεῖνα, ἃ µήτε ὀφθαλµὸς εἶδε, µήτε οὖς ἤκουσε, µήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Θέλω γὰρ, φησὶν, ἵν' ὅπου εἰµὶ ἐγὼ, καὶ οὗτοι ὦσιν, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐµὴν, ἣν ἔδωκάς µοι. Μάθωµεν τίνες ἄρα οὗτοί εἰσι, καὶ µακαρίσωµεν αὐτοὺς, ἐννοοῦντες ὅσων ἀπολαύσονται τότε ἀγαθῶν, ὅσης µεθέξουσι δόξης, ὅσου φωτός. Ἡ µὲν γὰρ ἐνταῦθα δόξα οὐδαµινή τέ ἐστι καὶ ἄστατος· κἂν παραµείνῃ δὲ, ἕως τελευτῆς παραµένει, καὶ λοιπὸν παντελῶς σβέννυται· Οὐ γὰρ συγκαταβήσεται αὐτῷ, φησὶν, ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ· πολλοῖς δὲ οὐδὲ ἐνταῦθα µέχρι τέλους παρέµεινε· περὶ δὲ ἐκείνης οὐκ ἔστιν ὑποπτεῦσαί τι τοιοῦτον, ἀλλὰ πᾶν τοὐναντίον, ὅτι µένει, καὶ οὐδὲ τέλος ἕξει ποτέ. Τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ, µόνιµα καὶ µεταβολῆς κρείττω πάσης καὶ τέλους. Οὐ γάρ ἐστιν ἡ δόξα τότε ἐκ τῶν ἔξω, ἀλλ' ἐκ τῶν ἔνδον· οἷόν τι λέγω· Οὐκ ἀπὸ ἱµατίων πολυτελῶν, οὐκ ἀπὸ πλήθους θεραπόντων, οὐκ ἀπὸ ὀχηµάτων ἡ δόξα τότε γίνεται, ἀλλὰ τούτων χωρὶς αὐτὸς ὁ ἀνὴρ ἠµφίεσται τὴν δόξαν. Νῦν µὲν γὰρ, ἂν ταῦτα ἀπῇ, γυµνὸς τῆς δόξης ἔσται, ἐκεῖ δὲ οὐχ οὕτως. Ἐν γοῦν βαλανείοις γυµνοὺς ὁρῶµεν ἐντίµους καὶ ἀτίµους, ὁρῶµεν δὲ καὶ φαύλους. Τῶν ἐν ἀγοραῖς πολλοὶ γοῦν πολλάκις ἐκινδύνευσαν, τῶν παίδων αὐτοὺς κατά τινα χρείαν ἀπολιπόντων· ἐκεῖ δὲ µεθ' ἑαυτοῦ τὴν δόξαν ἔχει πανταχοῦ. Καὶ καθάπερ οἱ ἄγγελοι, ὅπουπερ ἂν φανῶσιν, ἐν ἑαυτοῖς τὴν δόξαν ἔχουσιν, οὕτω καὶ οἱ ἅγιοι· µᾶλλον δὲ καθάπερ ὁ ἥλιος οὐ δεῖται ἱµατίου, οὐ δεῖται ἑτέρου τινὸς, ἀλλ' ἅµα τε ἐφάνη καὶ τὴν ἑαυτοῦ δόξαν ἐξέλαµψεν, οὕτω καὶ τότε ἔσται.
2.3
Μεταδιώκωµεν τοίνυν τὴν δόξαν ἐκείνην, ἧς οὐδὲν αἰδεσιµώτερον· καταλείπωµεν ταύτην, ἧς οὐδὲν οὐδαµινώτερον. Ἐν περιβολῇ, φησὶν, ἱµατίων µὴ καυχήσῃ. Ταῦτα ἄνωθεν προελέγετο τοῖς νηπίοις. Καὶ γὰρ ὁ ὀρχηστὴς καὶ ἡ πόρνη καὶ ὁ σκηνικὸς χαριέστερά σου ἠµφίεσται καὶ πολυτελέστερα. Καὶ χωρὶς δὲ τούτων, καυχᾶσαι ἐπὶ πράγµατι, ᾧ ἂν ἐπίθωνται σῆτες, ἀπεστέρησάν σε τῆς ἀπολαύσεως. Ὁρᾷς πῶς ἀβέβαιόν ἐστι πρᾶγµα, ἡ τοῦ παρόντος βίου δόξα; Καυχᾷ ἐπὶ πράγµατι, ὃ σκώληκες τίκτουσι, καὶ ἀπολλύουσι· λέγονται γὰρ Ἰνδικά τινα ζωΰφια εἶναι, ὅθεν τὰ νήµατα ταῦτα κατασκευάζεται. Κτῆσαι ἱµάτιον, εἰ βούλει, τὸ ἐκ τῶν ἄνωθεν ὑφαντὸν, τὴν περιβολὴν τὴν θαυµασίαν καὶ λαµπρὰν, τὸν ἱµατισµὸν τὸν διάχρυσον ὄντως. Ἐκεῖνος ὁ χρυσὸς οὐκ ἀπὸ µετάλλων ἐστὶν, ἃ καταδίκων χεῖρες ὤρυξαν, ἀλλ' ἀπὸ ἀρετῆς τίκτεται. Περιβάλωµεν ἑαυτοὺς ἐκείνῃ τῇ στολῇ, ἣν οὐκ ἄνθρωποι πένητες καὶ δοῦλοι κατασκευάζουσιν, ἀλλ' αὐτὸς ὁ∆ εσπότης. Ἀλλὰ ἐρεῖς ὅτι κατέσπαρται τῷ ἱµατίῳ τούτῳ χρυσός; Καὶ τί τοῦτο πρὸς σέ; τὸν γὰρ ἐργασάµενον πάντες θαυµάζουσιν, οὐ τὸν περικείµενον· ἐκείνου γὰρ ὄντως τὸ θαῦµα. Ὥσπερ γὰρ ἐπὶ τῶν ἱµατίων τῶν λιτῶν οὐ τὸ ξύλον, ἐν ᾧ ἐντέταται τὸ ἱµάτιον ἐπὶ τὸ κναφεῖον, θαυµάζοµεν, ἀλλὰ τὸν ἐργαζόµενον, καίτοι ξύλον αὐτὰφορεῖ, καὶ ξύλῳ ἐνδέδεται. Ὥσπερ οὖν ἐκεῖνα οὐ χρείας ἕνεκεν ἐνδέδεται, οὕτως οὐδὲ αὗται, ἀλλὰ τῆς τοῦ ἱµατίου χρείας, ἵνα τινάσσηται, φησὶν, ἵνα µὴ σητὶ κατατείνηται. Πῶς οὖν οὐκ ἐσχάτης τοῦτο ἀνοίας ἐστὶν, ὑπὲρ τοῦ µηδενὸς τοσαύτην ποιεῖσθαι σπουδὴν, καὶ πάντα µηχανᾶσθαι, καὶ τὴν ἑαυτῶν προδιδόναι σωτηρίαν, καὶ τῆς γεέννης καταφρονεῖν, καὶ εἰς Θεὸν ὑβρίζειν, καὶ περιορᾷν τὸν Χριστὸν πεινῶντα; Τί ἄν τις εἴποι τὴν τῶν ἀρωµάτων πολυτέλειαν, τῶν Ἰνδικῶν, τῶν Ἀραβικῶν, τῶν Περσικῶν. τῶν ξηρῶν, τῶν ὑγρῶν, τῶν µύρων, τῶν θυµιαµάτων, ἅπερ ἅπαντα δαπάνην ἔχει πολλὴν καὶ ἀνόητον; Τί µυρίζεις, ὦ γύναι, τὸ σῶµα ἔσωθεν ἀκαθαρσίας γέµον; τί περὶ τὸ δυσῶδες ἀναλίσκῃ, καὶ ταυτὸ ποιεῖς, ὥσπερ ἂν εἴ τις ἐπιβάλοι βορβόρῳ µύρον, ἢ πλίνθῳ διαβρέχοι βάλσαµον; Ἔστιν, εἰ βούλει, µύρον, ἔστιν ἄρωµα, ᾧ δυνήσῃ χρῖσαι τὴν ψυχὴν, οὐκ ἐξ Ἀραβίας, οὐδὲ ἐξ Αἰθιοπίας, οὐδ' ἀπὸ Περσίδος, ἀλλ' ἐξ αὐτοῦ φερόµενοντοῦ οὐρανοῦ, πωλούµενον οὐ χρυσίου, ἀλλὰ προαιρέσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου. Τοῦτο ἀγόρασαι τὸ µύρον, οὗ ἡ ὀσµὴ τὴν οἰκουµένην ἐµπλῆσαι δύναται· τούτου ἀπέπνεον οἱ ἀπόστολοι· Ὀσµὴ γάρ ἐσµεν εὐωδίας, φησὶν, οἷς µὲν εἰς θάνατον, οἷς δὲ εἰς ζωήν. Τί δὴ τοῦτό ἐστιν; Ὅτι καὶ ὗς ἀποπνίγεσθαι λέγεται ἀπὸ τῆς εὐωδίας. Οὐ τὸ σῶµα δὲ µόνον τῶν ἀποστόλων, ἀλλὰ καὶ τὰ ἱµάτια τοῦ µύρου τοῦ πνευµατικοῦ ἀπέπνεον. Οὕτω γὰρ ἔπνει καλὸν τὰ ἱµάτια Παύλου, ὡς δαίµονας ἀπελαύνειν. Ποίου φύλλου, ποίας κασίας, ποίας σµύρνης οὐχὶ καὶ ἡδίων καὶ χρησιµωτέρα αὕτη ἡ εὐωδία; Εἰ γὰρ δαίµονας ἀπήλαυνε, τί οὐκ ἂν ἕτερον εἰργάσατο; Τοῦτο κατασκευάζωµεν τὸ µύρον· κατασκευάζει δὲ αὐτὸ δι' ἐλεηµοσύνης ἡ πνευµατικὴ χάρις. Τούτου καὶ ἐκεῖ ἀπελθόντες µέλλοµεν ἀποπνεῖν, καὶ τοὺς ἁγίους πρὸς ἑαυτοὺς ἐπιστρέφειν· καὶ καθάπερ ἐνταῦθα πάντας ἐπιστρέφουσιν οἱ ἀνακεχρωσµένοι ταῖς εὐωδίαις, κἄν τε εἰς βαλανεῖον, κἄν τε εἰς ἐκκλησίαν, κἄν τε εἰς ἕτερονπολυάνθρωπον τόπον ἀπέλθῃ ὁ τοῦτο ἀποπνέων, πάντες αὐτοῦ ἐξαρτῶνται, καὶ πάντες ἐπιστρέφονται· οὕτω καὶ ἐν ἐκείνῳ τῷ κόσµῳ τῶν ἀποπνεουσῶν ψυχῶν τῆς πνευµατικῆς εὐωδίας εἰσιουσῶν, πάντες ὑπεξίστανται καὶ παραχωροῦσι. Καὶ ἐνταῦθα δὲ καὶ δαίµονες καὶ κακίαι πᾶσαι προσελθεῖν οὐ τολµῶσιν οὐδὲ ὑποµένουσιν· ἀποπνίγονται γάρ. Ἐκεῖνο τοίνυν τὸ ἄρωµα περιθώµεθα. Τοῦτο µὲν γὰρ καὶ βλακείας δόξαν ἡµῖν περιτίθησιν, ἐκεῖνο δὲ ἀνδρείας καὶ θαύµατος ὄντως· καὶ παῤῥησίαν δὲ ἡµῖν παρέχει πολλήν. Τοῦτο τὸ ἄρωµα οὐ γῆ ἀναδίδωσιν, ἀλλ' ἀρετὴ τίκτει, οὐ µαραίνεται, ἀλλ' ἀνθεῖ· τοῦτο τιµίους τοὺς ἔχοντας ποιεῖ. Τούτῳ χριόµεθα, ὅταν βαπτιζώµεθα· τότε καλὸν ἀποπνέοµεν. Τὸ δὲ καὶ τὸ ἑξῆς τούτου ἀποπνεῖν, τῆς ἡµῶν ἐστι σπουδῆς.∆ ιὰ τοῦτο καὶ τὸ παλαιὸν µύρῳ ἐχρίοντο οἱ ἱερεῖς, τῆς ἀρετῆς σύµβολον διδόντες, ὅτι τὸν ἱερέα καλὸν ἀποπνεῖν δεῖ. Τῆς δὲ ἁµαρτίας οὐδέν ἐστι δυσωδέστερον. Ὅρα αὐτῆς πῶς διαγράφει τὴν φύσιν ὁ προφήτης. Προσώζεσαν καὶ ἐσάπησαν οἱ µώλωπές µου. Ὄντως γὰρ σηπεδόνος χείρων ἐστὶ καὶ δυσωδεστέρα ἡ ἁµαρτία. Τί γὰρ, εἰπέ µοι, πορνείας δυσωδέστερον; Εἰ δὲ µὴ αἰσθάνῃ ἐργαζοµένης, ἐννόησόν µοι τίς ἡ ἁµαρτία µετὰ τὴν ἐργασίαν, καὶ τότε αὐτῆς ὄψει τὴν δυσωδίαν, τότε τὴν προστριβεῖσαν ἀκαθαρσίαν, τότε τὸ ἄγος, τότε τὸ µύσος. Τοιαύτη πᾶσα ἁµαρτία· πρὶν ἢ µὲν ἐργασθῆναι, ἔχει τινὰ ἡδονὴν, µετὰ δὲ τὸ τελεσθῆναι τὸ µὲν ἡδὺ παύεται καὶ µαραίνεται, τὸ δὲ λυπηρὸν καὶ κατηφὲς ἐπεισέρχεται. Ἡ δὲ δικαιοσύνη τοὐναντίον· παρὰ µὲν τὴν ἀρχὴν ἔχει τοὺς πόνους, πρὸς δὲ τῷ τέλει τὴν ἡδονὴν καὶ τὴν ἀνάπαυσιν. Οὐδὲ ἐκεῖ µὲν οὖν ἡ ἡδονὴ ἡδονὴ γίνεται, τῇ προσδοκίᾳ τῆς αἰσχύνης καὶ τῆς τιµωρίας· καὶ ἐνταῦθα δὲ πάλιν οὐδὲ ὁ πόνος πόνος τῇ ἐλπίδι τῶν ἀµοιβῶν. Τί δὴ ἡ µέθη, εἰπέ µοι; οὐκ ἐν τῷ πίνειν µόνον ἔχει τὴν ἡδονήν; µᾶλλον δὲ οὐδ' ἐν τῷ πίνειν. Ὅταν γὰρ εἰς ἀναισθησίαν ἐµπέσῃ, καὶ µηδένα τῶν παρόντων βλέπῃ, ἀλλὰ τῶν µαινοµένων χεῖρον διακέηται, ποία λοιπὸν ἡδονή; Μᾶλλον δὲ οὐδὲ ἐν αὐτῇ τῇ πορνείᾳ ἡδονή τίς ἐστιν. Ὅταν γὰρ ὑπὸ πάθους ἡ ψυχὴ κατεχοµένη τὴν κρίσιν ἀφαιρῆται, ποία αὕτη ἡδονή; Εἰ δὲ τοῦτο, καὶ ψῶρα ἡδονή. Ἡδονὴν δὲ ἐκείνην ἐγὼ εἴποιµι ἂν τὴν ἀληθῆ, ὅταν µὴ ᾖ ἐν πάθει ἡ ψυχὴ κατατεινοµένη ὑπὸ τοῦ σώµατος καὶ διασπωµένη. Ποία γὰρ αὕτη ἡδονὴ, τρίζειν ὀδόντας, διαστρέφειν ὀφθαλµοὺς, γαργαλίζεσθαι καὶ θερµαίνεσθαι πέρα τοῦ δέοντος; Οὕτω δὲ οὐκ ἔστιν ἡδονὴ, ὅτι σπεύδοµεν αὐτῆς ἀπαλλαγῆναι ταχέως, καὶ ἀπαλλαγέντες ἀλγοῦµεν. Εἰ ἡδονή ἐστι, µὴ ἀπαλλάττου αὐτῆς, ἀλλὰ µένε ἐν τῇ ἡδονῇ. Ὁρᾷς ὅτι ὄνοµά ἐστι µόνον ἡδονῆς; Ἀλλ' οὐ τὰ παρ' ἡµῖν τοιαῦτα, ἀλλ' ὄντως ἐστὶν ἡδέα, οὐ µετὰ φλογὸς ἔχοντα τὴν ἡδονὴν, ἀλλ' ἐλευθέραν ἀφιέντα τὴν ψυχὴν, καὶ εὐφραίνοντα καὶ διαχέοντα. Τοιαύτη ἦν ἡ Παύλου ἡδονὴ λέγοντος, Ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσοµαι· καὶ, Χαίρετε ἐν Κυρίῳ πάντοτε. Ἐκείνη γὰρ καὶ αἰσχύνην ἔχει καὶ κατάγνωσιν, ἐκείνη καὶ λάθρα γίνεται, καὶ µυρίων ἐµπέπλησται ἀηδιῶν· αὕτη δὲ πάντων τούτων ἀπήλλακται. Ταύτην οὖν µεταδιώκωµεν, ἵνα τῶν µελλόντων ἐπιτύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note