Homilies on First Timothy
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
3.0
Χάριν ἔχω τῷ ἐνδυναµώσαντί µε Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, ὅτι πιστόν µε ἡγήσατο θέµενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφηµον καὶ διώκτηνκαὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡµῶν µετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
3.1
Τὴν ταπεινοφροσύνην πολὺ µὲν ἔχουσαν κέρδος ὁρῶµεν, οὐδαµοῦ δὲ ταχέως εὑρισκοµένην, ἀλλὰ ταπεινοῤῥηµοσύνην µὲν πολλὴν, καὶ πέρα τοῦδέοντος, ταπεινοφροσύνην δὲ οὐδαµοῦ. Ὁ δὲ µακάριος οὕτως αὐτὴν µετεδίωκε Παῦλος, ὡς καὶ ἐπινοεῖν πολλὰς πανταχοῦ προφάσεις πρὸς τὸ ταπεινοῦν αὐτοῦ τὴν διάνοιαν. Ἐπειδὴ γὰρ µάλιστα ἐκείνους εἰκὸς κάµνειν βουλοµένους ταπεινοφρονεῖν τοὺς µεγάλα συνειδότας ἑαυτοῖς κατορθώµατα, πολλὴν δὲ εἰκὸς καὶ αὐτὸνβίαν πάσχειν, ὑπὸ τοῦ συνειδότος τοῦ ἀγαθοῦ, καθάπερ ὑπό τινος ῥεύµατος, ὀγκούµενον· ὅρα τοίνυν καὶ ἐνταῦθα τί ποιεῖ. Εἶπεν, ὅτι Ἐπιστεύθην ἐγὼ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ Θεοῦ· Εὐαγγέλιον, οὗ µετέχειν θέµις οὐκ ἔνι τοὺς ἔτι νόµῳ χρωµένους· ἀντίκειται γὰρ αὐτῷ ἔτι, καὶ τοσοῦτον αὐτοῦ τὸ µέσον, ὡς τοὺς ὑπ' ἐκείνου φεροµένους µηδέπω ἀξίους εἶναι τούτου µετέχειν· ὥσπερ ἂν εἴ τις λέγοι, ὅτι τοὺς δεσµῶν δεοµένους καὶ δίκης οὐ θέµις εἰς φιλοσόφων εἰσφέρειν χορόν. Ἐπεὶ οὖν ἐφυσήθη, καὶ µέγα ἐφθέγξατο, ἅµα καὶ ἑαυτὸν καταστέλλει, καὶ τοὺς ἄλλους πείθει τὸ αὐτὸ δὴ τοῦτο ποιεῖν· γράφων τε, Ὃ ἐπιστεύθην ἐγὼ, ταχέως ἐπελάβετο ἑαυτοῦ, ἵνα µὴ νοµίσῃς, ὅτι ἐξ ὑπερηφανίας τοῦτό φησιν. Ὅρα τοίνυν ποίᾳ κέχρηται διορθώσει ἐπάγων καὶ λέγων· Χάριν ἔχω τῷ ἐνδυναµώσαντί µε Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, ὅτι πιστόν µε ἡγήσατο, θέµενος εἰς διακονίαν. Ὁρᾷς πῶς πανταχοῦ τὸ ἑαυτοῦ κατόρθωµα κρύπτει, καὶ τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ, ἀλλ' ἐπὶ τοσοῦτον, ἐφ' ὅσον τὸ αὐτεξούσιον µὴ λυµήνασθαι; Ἔφη γὰρ ἂν ἴσως ὁ ἄπιστος, εἰ τὸ πᾶν τοῦ Θεοῦ ἐστι, καὶ οὐδὲν παρ' ἡµῶν εἰσφέρεται, ἀλλ' ὡς ξύλα καὶ λίθους µετακινεῖ πρὸς φιλοσοφίαν ἀπὸ κακίας· τί δήποτε Παῦλον µὲν τοιοῦτον εἰργάσατο, τὸν δὲ Ἰούδαν οὐκέτι; Ταύτην οὖν ἀναιρῶν τὴν ἀντίθεσιν, ὅρα πῶς µετὰ συνέσεως τῷ λόγῳ κέχρηται. Ἐπιστεύθην, φησὶν, ἐγώ. Τοῦτο αὐτοῦ κατόρθωµα καὶ ἀξίωµα, ἀλλ' οὐκ αὐτοῦ ὅλον· ὅρα γὰρ τί φησι· Χάριν ἔχω τῷ ἐνδυναµώσαντί µε Χριστῷ Ἰησοῦ. Τοῦτο τοῦ Θεοῦ· εἶτα πάλιν τὸ αὐτοῦ, ὅτι Πιστόν µε ἡγήσατο· πάντως, ἐπειδὴ ἔµελλεν ἀφ' ἑαυτοῦ χρησιµεύειν. Θέµενος, φησὶν, εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφηµον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. Ὅρα πῶς καὶ τὸ αὑτοῦ τίθησι, καὶ τὸ τοῦ Θεοῦ, τὸ πλέον νέµων τῇ τοῦ Θεοῦ προνοίᾳ, τὸ δὲ αὑτοῦ συστέλλων, πλὴν ὅσον µὴ λυµήνασθαι, ὡς ἔφθην εἰπὼν, τὴν αὐτεξουσίαν. Τί δέ ἐστι, Τῷ ἐνδυναµώσαντί µε; Ἄκουε· φορτίον ὑπῆλθε µέγα, καὶ πολλῆς ἐδεῖτο τῆς ἄνωθεν ῥοπῆς. Ἐννόησον γὰρ ὅσον ἦν πρὸς καθηµερινὰς ὕβρεις, λοιδορίας, ἐπιβουλὰς, κινδύνους, σκώµµατα, ὀνείδη, θανάτους ἵστασθαι, καὶ µὴ ἀποκάµνεινµηδὲ ὀλισθαίνειν µηδὲ περιτρέπεσθαι, ἀλλὰ, πάντοθεν βαλλόµενον µυρίοις καθ' ἑκάστην ἡµέραν τοῖς βέλεσιν, ἀτενὲς ἔχοντα τὸ ὄµµα ἑστάναι καὶ ἀκατάπληκτον. Τοῦτο οὐκ ἦν ἀνθρωπίνης ἰσχύος, ἀλλ' οὐδὲ τῆς τοῦ Θεοῦ ῥοπῆς µόνον, ἀλλὰ καὶ τῆς αὐτοῦ προαιρέσεως. Ὅτι γὰρ προειδὼς αὐτὸν τίς ἔσται, εἵλετο αὐτὸν, ἄκουσον τί φησι, πρὶν ἢ ἅψασθαι αὐτὸν τοῦ κηρύγµατος· Σκεῦος ἐκλογῆς µοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνοµά µου ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Ὥσπερ γὰρ οἱ βαστάζοντες τὸ σηµεῖον τὸ βασιλικὸν ἐν πολέµῳ, τὸ λεγόµενον τῇ συνηθείᾳ λάβουρον, πολλῆς δέονται τῆς ἰσχύος καὶ τῆς ἐµπειρίας, ὥστε αὐτὸ µὴ προδοῦναι τοῖς πολεµίοις· οὕτω καὶ οἱ τὸ ὄνοµα τοῦ Χριστοῦ βαστάζοντες οὐκ ἐν πολέµῳ µόνον, ἀλλὰ καὶ ἐν εἰρήνῃ, πολλῆς δέονται τῆς δυνάµεως, ὥστε τοῖς κατηγόροις αὐτὸµὴ ἐκδοῦναι στόµασιν, ἀλλὰ βαστάζειν καλῶς καὶ φέρειν τὸν σταυρόν. Πολλῆς γὰρ ὄντως δεῖ τῆς ἰσχύος, ὥστε βαστάσαι τὸ ὄνοµα τοῦ Χριστοῦ. Ὁ γὰρ ἀνάξιόν τι ἢ λέγων, ἢ πράττων, ἢ φρονῶν, οὐκ ἐβάστασε τὸ ὄνοµα, οὐκ ἔχει τὸν Χριστὸν ἐν ἑαυτῷ. Ποµπεύει δὲ ὁ βαστάζων, οὐ δι' ἀγορᾶς ἀλλὰ διὰ τῶν οὐρανῶν, καὶ πάντες πεφρίκασιν, ἄγγελοι δορυφοροῦντες καὶ θαυµάζοντες. Χάριν ἔχω, φησὶ, τῷ ἐνδυναµώσαντί µε Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν. Ὅρα πῶς καὶ τῶν αὐτοῦ χάριν αὐτῷ οἶδεν. Ὅτι γὰρ σκεῦος ἐκλογῆς ἐστι, φησὶν αὐτῷ χάριν εἰδέναι. Καίτοι τοῦτο σὸν γέγονεν, ὦ µακάριε Παῦλε· οὐ γὰρ προσωπολήπτης ὁ Θεός. Ἀλλὰ χάριν ἔχω, φησὶν, ὅτι κατηξίωσέ µε τῆς διακονίας ταύτης· τοῦτο γάρ µε τοῦ πιστὸν εἶναι νοµίζειν σηµεῖον. Καθάπερ γὰρ ἐν οἰκίᾳ οὐ τῷ πιστευθῆναι µόνον ὁ οἰκονόµος χάριν ἔχει τῷ δεσπότῃ, ἀλλὰ καὶ τὸ σηµεῖον τίθησι τοῦτο, ὅτι αὐτὸν τῶν ἄλλωνἡγεῖται πιστότερον· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα. Εἶτα σκόπει πῶς ἐπαίρει τὸν ἔλεον τοῦ Θεοῦ καὶ τὴν φιλανθρωπίαν, τὸν πρότερον αὐτοῦ βίον ἐξηγούµενος. Τὸν πρότερον ὄντα, φησὶ, βλάσφηµον καὶ διώκτην καὶ ὑβριστήν. Καὶ ὅταν µὲν περὶ Ἰουδαίων διαλέγηται τῶν ἔτι ἀπίστων, µεθ' ὑποστολῆς κέχρηται τῷ λόγῳ· Μαρτυρῶ γὰρ αὐτοῖς, φησὶν, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· περὶ δὲ ἑαυτοῦ φησι, Βλάσφηµον ὄντα καὶ διώκτην καὶ ὑβριστήν. Ὁρᾷς τὴν καταφορὰν αὐτοῦ, πῶς οὐκ ἔστι φίλαυτος, πῶς συνεσταλµένην κέκτηται τὴν διάνοιαν; Οὐκ ἤρκει εἰπεῖν, Βλάσφηµον ὄντα καὶ διώκτην, ἀλλ' ὅτι καὶ µετ' ἐπιτάσεως τοῦτο ἔπραττε. Οὐ µόνον γὰρ, φησὶ, µέχρις ἐµοῦ ἵστων τὸ φαῦλον, οὐδὲ ἠρκούµην αὐτὸς βλασφηµῶν, ἀλλὰ καὶ τοὺς βουλοµένους εὐσεβεῖν ἐδίωκον. Πολλὴ τῆς βλασφηµίας ἡ µανία. Ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ.
3.2
Τίνος οὖν ἕνεκεν καὶ ἄλλοι Ἰουδαῖοι οὐκ ἠλεήθη σαν; Ὅτι οὐκ ἐξ ἀγνοίας, ἀλλὰ καὶ εἰδότες καὶ σφόδρα ἐπιστάµενοι ἔπραττον ἅπερ ἔπραττον. Καὶ ἵνα µάθῃς ἀκριβῶς, ἄκουε τοῦ εὐαγγελιστοῦ λέγοντος, ὅτι Πολλοὶ ἐκ τῶν Φαρισαίων καὶ Ἰουδαίων ἐπίστευον µὲν, οὐχ ὡµολόγουν δέ. Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων µᾶλλον, ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Καὶ πάλιν ὁ Χριστός φησι· Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαµβάνοντες; καὶ πάλιν, Ταῦτα εἶπον, φησὶν, οἱ γονεῖς τοῦ τυφλοῦ διὰ τοὺς Ἰουδαίους, ἵνα µὴ ἀποσυνάγωγοι γένωνται. Καὶ αὐτοὶ δὲ οἱ Ἰουδαῖοι πάλιν ἔλεγον, Ὁρᾶτε ὅτι οὐδὲν ὠφελοῦµεν, ὅτι πᾶς ὁ κόσµος ὑπάγει ὀπίσω αὐτοῦ. Πανταχοῦ γὰρ αὐτοῖς τὸ τῆς φιλαρχίας πάθος ἠνώχλει. Καὶ µὴν αὐτοὶ εἶπον, ὅτι Οὐδεὶς δύναται ἀφιέναι ἁµαρτίας, εἰ µὴ µόνος ὁ Θεός· καὶ εὐθέως ἐποίησε τοῦτο, ὅπερ ἔφησαν εἶναι σηµεῖον Θεοῦ. Οὐκ ἦν οὖν ταῦτα ἀγνοίας. Ποῦ δὲ ὁ Παῦλος ἦν τότε; Ἴσως ἄν τις εἴποι· Παρὰ τοὺς πόδας Γαµαλιὴλ, οὐδὲν κοινὸν µετὰ τῶν ὄχλων ἔχων τῶν στασιαστῶν. Ὁ δὲ Γαµαλιὴλ ἀνήρ τις ἦν οὐ φιλαρχίας ἕνεκέν τι ποιῶν. Πῶς οὖν µετὰ ταῦτα εὑρίσκεται µετὰ τοῦ ὄχλου ὁ Παῦλος; Ἑώρα αὐξανόµενον τὸ δόγµα, καὶ κρατοῦν λοιπὸν, καὶ πάντας αὐτοὺς πειθοµένους. Ἐπὶ µὲν γὰρ τοῦ Χριστοῦ ποτὲ µὲν αὐτῷ συνῄεσαν, ποτὲ δὲ τοῖς διδασκάλοις· ὅτε δὲ τέλεον ἀπεσχοινίσθησαν, τότε λοιπὸν, οὐχ ὡς οἱ λοιποὶ φιλαρχίας ἕνεκεν ἔπραττεν ἅπερ ἔπραττεν, ἀλλὰ ζήλου. Τίνος γὰρ ἕνεκεν εἰς∆ αµασκὸν ἐπορεύετο; Λύµην τὸ πρᾶγµα ἐνόµιζε, καὶ ἐδεδοίκει µὴ πανταχοῦ διαδοθῇ τὸ κήρυγµα. Οἱ δὲ Ἰουδαῖοι οὐχ οὕτως· οὐ γὰρ τῆς προστασίας τῶν πολλῶν ἕνεκεν, ἀλλὰ φιλαρχίας χάριν πάντα ἔπραττον. Ὅρα γοῦν τί φασιν· Ἀροῦσιν ἡµῶν τὸ ἔθνος καὶ τὴν πόλιν. Ποῖος αὐτοὺς κατέσεισε φόβος; ἀνθρώπινος. Ἐκεῖνο δὲ ἄξιον ἐξετάσαι, πῶς ἀκριβὴς ὢν περὶ τὸν νόµον, οὐδὲν ἔγνω· αὐτὸς γὰρ ἦν ὁ λέγων. Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ. Πῶς οὖν οὐκ οἶδας ζηλωτὴς ὑπάρχων τοῦ πατρῴου νόµου, παρὰ τοὺς πόδας Γαµαλιήλου παιδευόµενος; ἀλλ' οἱ µὲν ἐν λίµναις καὶ ποταµοῖς διατρίβοντες καὶ τελῶναι προσέδραµον καὶ ἐδέξαντο, σὺ δὲ διώκεις ὁ νοµοµαθής;∆ ιὰ τοῦτο κατεγίνωσκεν ἑαυτοῦ, λέγων, Οὐκ εἰµὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος· διὰ τοῦτο τὴν ἄγνοιαν ὁµολογεῖ, ἣν ἡ ἀπιστία ἔτικτε· διὰ τοῦτό φησιν ἐλεηθῆναι. Τί ἐστι, Πιστόν µε ἡγήσατο; Οὐδὲν τῶν∆ εσποτικῶν προεδίδου· πάντα αὑτοῦ ἔλεγεν εἶναι, καὶ τὰ ἴδια. Οὐκ ἐσφετερίζετο τὴν τοῦ Θεοῦ δόξαν. Ἄκουε γὰρ αὐτοῦ καὶ ἀλλαχοῦ λέγοντος, Ἄνδρες, τί ἡµῖν προσέχετε; ἡµεῖς ὁµοιοπαθεῖς ὑµῖν ἐσµεν ἄνθρωποι. Τοῦτό ἐστι, Πιστόν µε ἡγήσατο. Καὶ πάλιν ἀλλαχοῦ, Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, φησίν· οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐµοί· καὶ πάλιν, Ὁ ἐνεργῶν ἐν ἡµῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν.∆ είκνυσιν ἑαυτὸν ἐκ τούτου τιµωρίας ἄξιον· ὁ γὰρ ἔλεος ἐπὶ τούτοις γίνεται. Καὶ πάλιν ἀλλαχοῦ φησι· Πώρωσις ἀπὸ µέρους τῷ Ἰσραὴλ γέγονεν. Ἀλλ' ἡ χάρις τοῦ Θεοῦ, φησὶν, ὑπερεπλεόνασε µετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; Ἵνα µὴ ἀκούσας, Ἠλεήθην, τοσοῦτον µόνον νοµίσῃς, Βλάσφηµος, φησὶν, ἤµην καὶ διώκτης καὶ ὑβριστής· οὐκοῦν καὶ κολάσεως ἄξιος· ἀλλ' οὐκ ἐτιµωρήθην· ἠλεήθην γάρ. Ἆρ' οὖν τοῦτο µόνον, καὶ µέχρι τούτου ὁ ἔλεος τοῦ µὴ δοῦναι τιµωρίαν; Οὐδαµῶς, ἀλλὰ καὶ ἕτερα πολλὰ καὶ µεγάλα. Οὐ γὰρ τῆς ἐπηρτηµένης ἡµᾶς δίκης µόνης ἀπήλλαξεν ὁ Θεὸς, ἀλλὰ καὶ δικαίους ἐποίησε καὶ υἱοὺς καὶ ἀδελφοὺς καὶ φίλους καὶ κληρονόµουςκαὶ συγκληρονόµους.∆ ιὰ τοῦτό φησιν, Ὑπερεπλεόνασεν ἡ χάρις, δηλῶν ὅτι ὑπερέβη καὶ τὸν ἔλεον τὰ δῶρα. Ταῦτα γὰρ οὐκ ἐλεοῦντός ἐστιν, ἀλλὰ φιλοῦντος, καὶ σφόδρα ἀγαπῶντος. Εἰπὼν τοίνυν πολλὰ καὶ µεγάλα περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ, ὅτι βλάσφηµον ὄντα καὶ ὑβριστὴν καὶ διώκτην ἠλέησε, καὶ ὅτι οὐ µέχρι τούτου ἔστηµόνον, ἀλλὰ καὶ µεγάλων ἑτέρων ἠξίωσε, πάλιν ἐκεῖνο ἀσφαλίζεται τὸ τῶν ἀπίστων, τὸ µὴ λέγειν ὅτι ἡ προαίρεσις ἀνήρηται· ἐπήγαγε γοῦν, Μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Τοσοῦτον µόνον, φησὶν, ἡµεῖς εἰσηνέγκαµεν· ἐπιστεύσαµεν, ὅτι δύναται ἡµᾶς σῶσαι.
3.3
Ἀγαπήσωµεν τοίνυν αὐτὸν διὰ τοῦ Χριστοῦ. Τί ἐστι,∆ ιὰ τοῦ Χριστοῦ; Ὅτι αὐτὸς ἡµῖν τούτου πρόξενος γέγονεν, οὐχ ὁ νόµος. Ὁρᾷς τίνων µὲν ὁ Χριστὸς αἴτιος ἡµῖν γέγονεν ἀγαθῶν, τίνων δὲ ὁ νόµος; Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐπλεόνασεν ἡ χάρις, ἀλλ' Ὑπερεπλεόνασε. Καὶ γὰρ ὄντως ὑπερεπλεόνασε, τοὺς µυρίων κολάσεων ἀξίους, τούτους εἰς υἱοθεσίαν ἀγαγοῦσα ἐξαίφνης. Ἰδοὺ πάλιν τὸ, ἐν, διὰ ἐστίν· οὐ γὰρ πίστεως δεῖ µόνον, ἀλλὰ καὶ ἀγάπης· ἐπεὶ πολλοὶ καὶ νῦν εἰσιν, ὅτι µέν ἐστιν ὁ Χριστὸς Θεὸς πιστεύοντες, οὐκ ἀγαπῶντες δὲ αὐτὸν, οὐδὲ τὰ τῶν φιλούντων πράσσοντες· πῶς γὰρ, ὅταν πάντα αὐτοῦ προτιµῶσι, χρήµατα, γένεσιν, εἱµαρµένην, παρατήρησιν, κλῃδονισµοὺς, οἰωνισµούς; Ὅταν δὲ εἰς ὕβριν αὐτοῦ ζῶµεν, εἰπέ µοι, ποία ἀγάπη; Εἴ τις ἔχει φίλον θερµὸν καὶ διάπυρον, κἂν οὕτω φιλείτω τὸν Χριστόν· κἂν οὕτω φιλείτω τὸν ὑπὲρ τῶν ἐχθρῶν τὸν Υἱὸν αὐτοῦ δεδωκότα, οὐδὲν ἡµῶν κατωρθωκότων. Τί λέγω, κατωρθωκότων; µεγάλα µὲν οὖν ἐργασαµένων κακὰ, καὶ τετολµηκότων ἀτόλµητα ἀντ' οὐδενός. Καὶ ὁ µὲν µετὰ τὰς µυρίας εὐεργεσίας καὶ κηδεµονίας οὐδὲ οὕτως ἔῤῥιψεν, ἀλλὰ τότε µάλιστα τὸν Υἱὸν ἔδωκεν, ὅτε µείζονα ἠδικήσαµεν· ἡµεῖς δὲ µετὰ τὸ τοσούτων τυχεῖν, µετὰ τὸ γενέσθαι φίλοι, µετὰ τὸ πάντων τῶν ἀγαθῶν ἀξιωθῆναι δι' αὐτοῦ, οὐδὲ ὡς φίλον ἠγαπήσαµεν. Καὶ τίς ἡµῖν ἔσται ἐλπίς; Τάχα φρίττετε πρὸς τὸ ῥῆµα· ἀλλ' εἴθε πρὸς τὰ πράγµατα. Καὶ πῶς, φησὶν, οὐδὲ ὡς τοὺς φίλους οὕτω φιλήσοµεν τὸν Θεόν; Πῶς; ἐγὼ πειράσοµαι δεῖξαι· καὶ εὔχοµαι µὲν µηδὲν δόξαι λέγειν, ἀλλὰ ληρεῖν· φοβοῦµαι δὲ µὴ κατὰ πραγµάτων ᾖ τὰ λεγόµενα ῥήµατα. Σκόπει δέ· ὑπὲρ φίλων, τῶν ὄντως φίλων, πολλοὶ καὶ ζηµιωθῆναι εἵλοντο πολλάκις· τοῦ δὲ Χριστοῦ ἕνεκεν οὐ µόνον ζηµιωθῆναι, ἀλλὰ τοῖς οὖσιν ἀρκεῖσθαι οὐδεὶς ἀνέχεται. Ὑπὲρ φίλου πολλάκις καὶ ὑβρίσθηµεν, καὶ ἔχθρας ἀνεδεξάµεθα· διὰ δὲ τὸν Χριστὸν οὐδεὶς ἔχθραν ἀναδέχεται, ἀλλ' εἰκῆ, φησὶ, φιλοῦ, εἰκῆ µὴ µισοῦ. Τὸν φίλον λιµώττοντα οὐδέποτε περιοψόµεθα· τὸν δὲ Χριστὸν καθ' ἡµέραν ἡµῖν προσιόντα οὐχ ὑπέρ τινος µεγάλου, ἀλλ' ὑπὲρ ἄρτου µόνον, οὐδὲ προσιέµεθα, καὶ ταῦτα ἐρευγόµενοι δυσωδίας, καὶ διασπώµενοι καὶ γαστριζόµενοι, καὶ τὸν χθεσινὸν οἶνον ἀποπνέοντες, καὶ τρυφῶντες, καὶ οἱ µὲν πόρναις διδόντες, οἱ δὲ παρασίτοις, οἱ δὲ κόλαξιν, οἱδὲ τέρασι καὶ µωροῖς καὶ νάννοις· καὶ γὰρ τὰ τῆς φύσεως ἁµαρτήµατα ταῦτα φέρουσιν εἰς τέρψιν. Καὶ φίλοις τοῖς ὄντως φίλοις οὐδέποτε φθονοῦµεν, οὐδὲ δακνόµεθα τῇ τούτων εὐπραγίᾳ· ἐπὶ δὲ τοῦ Χριστοῦ καὶ τοῦτο πάσχοµεν· καὶ µείζονα ἴδοι τις ἂν τὴν φιλίαν ἰσχύουσαν, ἢ τὸν τοῦ Θεοῦ φόβον. Καὶ γὰρ ὁ ὕπουλος καὶ ὁ φθονερὸς µᾶλλον τοῦ Θεοῦ τοὺς ἀνθρώπους αἰδεῖται. Πῶς; ἐγὼ λέγω· ὅτι τοῦ µὲν Θεοῦ ὁρῶντος τὰ κατὰ καρδίαν, οὐκ ἀφίσταται ἄνθρωπος δόλους ῥάπτων· ἂν δὲ ἄνθρωπον ἴδῃ ἄνθρωπος, ἀπόλωλε, καὶ ἐρυθριᾷ. Τί τοῦτο λέγω; Πρὸς φίλον µὲν κακούµενον ἀπερχόµεθα, κἂν µικρόν τι ἀναβαλώµεθα, φοβούµεθα µὴ καταγνωσθῶµεν· τοῦ δὲ Χριστοῦ πολλάκις ἐν δεσµοῖς ἀποθανόντος, οὐδὲ ἐπεσκεψάµεθα. Καὶ πρὸς τοὺς φίλους δὲ τοὺς πιστοὺς, οὐκ ἐπειδὴ πιστοί εἰσιν, ἀπερχόµεθα, ἀλλ' ἐπειδὴ φίλοι.
3.4
Ὁρᾷς οὐδὲν φόβῳ Θεοῦ γινόµενον, οὐδὲ τῷ περὶ αὐτὸν φίλτρῳ, ἀλλὰ τὰ µὲν φιλίᾳ, τὰ δὲ συνηθείᾳ; Ὁρῶντες φίλον ἀποδηµοῦντα, κλαίοµεν, στένοµεν, ἂν δὲ καὶ ἀποθανόντα ἴδωµεν, ὀλοφυρόµεθα, καίτοι γε εἰδότες ὅτι οὐ διαπαντὸς ἡµῶν διαστήσεται, ἀλλ' αὐτὸν ἐν τῇ ἀναστάσει ἀποληψόµεθα· τοῦ δὲ Χριστοῦ χωριζοµένου ἡµῶν καθ' ἑκάστην ἡµέραν, µᾶλλον δὲ τὸν Χριστὸν καθ' ἑκάστην ἡµέραν ἀπελαύνοντες ἀφ' ἡµῶν, οὐκ ἀλγοῦµεν, οὐδὲ δεινόντι ποιεῖν νοµίζοµεν, ἀδικοῦντες, λυποῦντες, παροξύνοντες, τὰ µὴ δοκοῦντα αὐτῷ πράσσοντες. Ἀλλ' οὔπω τοῦτο φρικτὸν, εἰ µηδὲ ὡς φίλῳ αὐτῷ κεχρήµεθα· ἐγὼ γὰρ δείξω, ὅτι καὶ ὡς ἐχθρῷ αὐτῷ χρώµεθα. Πῶς; Τὸ φρόνηµα τῆς σαρκὸς, φησὶν ὁ Παῦλος, ἔχθρα εἰς Θεόν. Ἡµεῖς δὲ τοῦτο µὲν ἀεὶ περιφέροµεν, τὸν δὲ Χριστὸν ἀεὶ βουλόµενον ἡµῖν ἐπιτρέχειν, καὶ πρὸς τὰς θύρας ἡµῶν ἐρχόµενον διώκοµεν( αἱ γὰρ πονηραὶπράξεις τοῦτο ἐργάζονται)· καὶ ποιοῦµεν αὐτὸν ὑβρίζεσθαι καθ' ἑκάστην ἡµέραν, διὰ τὰς πλεονεξίας ἡµῶν, διὰ τὰς ἁρπαγάς.∆ οξάζεταί τις εὐδοκιµῶν, καὶ τὰ αὑτοῦ φθεγγόµενος, καὶ τὴν Ἐκκλησίαν ὠφελῶν; καὶ ἡµεῖς τούτῳ φθονοῦµεν, ὅτι τὰ τοῦ Θεοῦ ἐργάζεται· καὶ δοκοῦµεν µὲν φθονεῖν ἐκείνῳ, ὁ δὲ φθόνος διαβαίνει εἰς Χριστόν. Οὒ, φησὶν, ἀλλὰ βουλόµεθα οὐ δι' ἑτέρων, ἀλλὰ δι' ἡµῶν τὴν ὠφέλειαν γίνεσθαι. Οὐ διὰ τὸν Χριστὸν, ἀλλὰ δι' ἡµᾶς· ἐπεὶ εἰ διὰ τὸν Χριστὸν, ἀδιάφορον ἂν ἦν ἡµῖν τὸ καὶ δι' ἑτέρων, καὶ δι' ἡµῶν ταῦτα γίνεσθαι. Εἰπὲ γάρ µοι, εἴ τις ἰατρὸς παῖδα ἔχων τυφλοῦσθαι µέλλοντα, αὐτὸς µὲν ἐξασθενήσει πρὸς τὴν ἰατρείαν, ἕτερον δὲ εὕροι δυνάµενον τοῦτο ἐργάζεσθαι, ἆραἂν ἀπήλασεν αὐτόν; Οὐδαµῶς· ἀλλὰ µονονουχὶ ἐρεῖ πρὸς αὐτόν· Εἴτε διὰ σοῦ, εἴτε δι' ἐµοῦ, τὰ τῆς ὠφελείας γινέσθω. Τί δήποτε; Ὅτι οὐ τὸ ἑαυτοῦ ὁρᾷ, ἀλλὰ τὸ τῷ παιδὶ συµφέρον. Οὕτω καὶ ἡµεῖς, εἰ τὸ τοῦ Χριστοῦ ἑωρῶµεν, εἴποµεν ἂν, Εἴτε δι' ἡµῶν, εἴτε δι' ἑτέρου τινὸς, τὸ λυσιτελὲς γινέσθω· Εἴτε ἀληθείᾳ, εἴτε προφάσει, φησὶ, Χριστὸς καταγγέλλεται. Ἄκουε γὰρ τοῦ Μωϋσέως λέγοντος πρὸς τοὺς παροξῦναι αὐτὸν βουλοµένους, ἡνίκα οἱ περὶ Ἐλδὰδ καὶ Μωδὰδ προεφήτευον· Μὴ ζηλοῖς σὺ ἐµοί· καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας εἶναι; Ταῦτα δὲ πάντα ἀπὸ φιλοδοξίας γίνεται. Ἆρα οὐκ ἐχθρῶν ταῦτα καὶ πολεµίων; Εἶπέ σέ τις κακῶς; ἀγάπησον αὐτὸν σύ. Καὶ πῶς δυνατόν;∆ υνατὸν, καὶ σφόδρα δυνατὸν, ἐὰν θέλῃς. Ἂν δὲ καλῶς εἰπόντα φιλήσῃς, οὐκ ἔτι σοι χάρις· οὐ γὰρ διὰ τὸν Κύριον, ἀλλὰ διὰ τὴν εὐφηµίαν τοῦτο πεποίηκας. Ἔβλαψέ σέ τις; εὐεργέτησον· ἂν δὲ ὠφελήσαντα ὠφελήσῃς, οὐδὲν µέγα πεποίηκας. Ἠδικήθης καὶ ἐζηµιώθης τὰ µεγάλα; τοῖς ἐναντίοις ἀµείψασθαι σπούδασον. Ναὶ, παρακαλῶ, οὕτω διοικῶµεν τὰ καθ' ἑαυτούς· παυσώµεθα τοῦ ἀδικεῖν καὶ µισεῖν τοὺς ἐχθρούς· αὐτὸς τοὺς ἐχθροὺς κελεύει φιλεῖν, ἡµεῖς δὲ καὶ αὐτὸν φιλοῦντα διώκοµεν. Μὴ γένοιτο, φησί. Τῷ ῥήµατι τοῦτο πάντες φθεγγόµεθα, διὰ δὲ τῶν ἔργων οὐ πάντες. Τοσαύτη ἡ τῆς ἁµαρτίας σκότωσις, ὅτι ἅπερ οὐκ ἔστι λόγῳ φορητὰ, ταῦτα δι' ἔργων φορητά ἐστιν. Ἀπιστῶµεν ὀψὲ γοῦν ποτε τῶν βλαπτόντων καὶ λυµαινοµένων ἡµῶν τὴν σωτηρίαν, ἵνα τύχωµεν ὧν τοὺς φίλους εἰκὸς τυχεῖν. Θέλω γὰρ, φησὶν, ἵν', ὅπου εἰµὶ ἐγὼ, ὦσι καὶ οἱ µαθηταί µου, ἵνα τὴν δόξαν ὁρῶσι τὴν ἐµήν. Ἧς γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.