Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on First Timothy
John ChrysostomHom. 1 Tim. 4 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
4.0
Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσµον ἁµαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰµι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐµοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν ἅπασαν µακροθυµίαν, πρὸς ὑποτύπωσιν τῶν µελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον.
4.1
Οὕτω µεγάλαι εἰσὶν αἱ εὐεργεσίαι τοῦ Θεοῦ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνουσαι προσδοκίαν καὶ ἐλπίδα, ὡς πολλαχοῦ καὶ ἀπιστεῖσθαι. Ἃ γὰρ µήτε ἐνενόησε, µήτε προσεδόκησε νοῦς ἀνθρώπινος, ταῦτα ἡµῖν ἐχαρίσατο.∆ ιὰ τοῦτο καὶ πολὺν οἱ ἀπόστολοι λόγον ὑπὲρ τούτου ποιοῦνται, ὥστε πιστευθῆναι τὰ δῶρα τὰ παρὰ τοῦ Θεοῦ ἡµῖν παρασχεθέντα. Καθά περ γὰρ ἐπὶ τῶν µεγάλων ἀγαθῶν τοῦτο πάσχοµεν, ἆρα µὴ ὄναρ ἐστίν; λέγοντες, τῷ ἀπιστεῖν· οὕτω καὶ ἐπὶ τῶν τοῦ Θεοῦ δωρεῶν. Τί οὖν ἦν τὸ ἀπιστούµενον; Εἰ οἱ ἐχθροὶ, εἰ οἱ ἁµαρτωλοὶ, εἰ οἱ ἐν νόµῳ µὴ δικαιωθέντες µηδὲ δι' ἔργων, οὗτοι ἐξαίφνης διὰ πίστεως µόνης ἔµελλον τῶν πρωτείων τεύξεσθαι. Πολλὰ µὲν οὖν καὶ ἐν τῇ πρὸς Ῥωµαίους περὶ τούτου διαλέγεται τοῦ κεφαλαίου, πολλὰ δὲ καὶ ἐνταῦθα. Πιστὸς, φησὶν, ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσµον ἁµαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰµι ἐγώ. Ἐπειδὴ γὰρ Ἰουδαῖοι τούτῳ µάλιστα ἐφείλκοντο, πείθει αὐτοὺς τῷ νόµῳ µὴ προσέχειν, ὡς οὐκ ἐνὸν δι' ἐκείνου σωθῆναι πίστεως χωρίς. Πρὸς τοῦτο τοίνυν µάχεται. Ἄπιστον γὰρ εἶναι ἐδόκει, εἰ δὴ ἄνθρωπος πάντα τὸν ἔµπροσθεν καταδαπανήσας βίον εἰκῆ καὶ µάτην ἐν πονηραῖς πράξεσι καταναλώσας, ἔµελλε σώζεσθαι ὕστερον ἀπὸ πίστεως µόνης.∆ ιὰ τοῦτό φησι, Πιστὸς ὁ λόγος. Ἀλλά τινες οὐκ ἠπίστουν µόνον, ἀλλὰ καὶ ἐνεκάλουν, ὃ καὶ νῦν ποιοῦσιν Ἕλληνες λέγοντες· Ποιήσωµεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά. Ἐπειδὴ γὰρ ἤκουσαν λέγοντος, Ὅπου ἐπλεόνασεν ἡ ἁµαρτία, ὑπερεξεπερίσσευσεν ἡ χάρις, διασύροντες τὰ ἡµέτερα ἐκεῖνοι ἔλεγον τοῦτο. Οὕτω καὶ ὅταν περὶ γεέννης διαλεγώµεθα αὐτοῖς, Καὶ ποῦ, φασὶ, ταῦτα ἄξια Θεοῦ, εἰ ἄνθρωπος µὲν τὸν οἰκέτην λαβὼν τὸν ἑαυτοῦ πολλὰἡµαρτηκότα, ἀφίησι καὶ συγγνώµης ἀξιοῖ· ὁ δὲ Θεὸς ἀθάνατα κολάζει; Καὶ ὅταν περὶ λουτροῦ πάλιν αὐτοῖς διαλεγώµεθα καὶ τῆς διὰ τούτου τῶν ἁµαρτηµάτων ἀφέσεως, Ποῦ ταῦτα, φασὶν, ἄξια Θεοῦ, τὸν µυρίαἐργασάµενον κακὰ, ἀφιέναι τῶν ἁµαρτηµάτων; Ὁρᾷς τὴν ἐνδιάστροφον γνώµην, πῶς πανταχοῦ τὴν οἰκείαν ἐνδείκνυται φιλονεικίαν; Καὶ µὴν εἰ ἡ ἄφεσις κακὸν, καλὸν ἡ κόλασις· εἰ δὲ ἡ κόλασις οὐ καλὸν, ἡ ἄφεσις καλόν· κατὰ τὸν ἐκείνων φηµὶ λόγον· κατὰ γὰρ τὸν ἡµέτερον ἀµφότερα καλά· καὶ πῶς, ἐν ἑτέρῳ δείξοµεν καιρῷ· οὐ γὰρ τοῦ παρόντος ἂν εἴη. Βαθὺν γὰρ ὄντα καὶ πολλῆς δεόµενον τῆς ἐπεξεργασίας, ἐν καιρῷ δεῖ τοῦτον προθεῖναι ἐπὶ τῆς ὑµετέρας ἀγάπης· τέως δὲ τῶν προκειµένων ἐχώµεθα. Πιστὸς, φησὶν, ὁ λόγος. Πόθεν πιστός; Καὶ ἀπὸ τῶν προαγόντων, καὶ ἀπὸ τῶν µετὰ ταῦτα. Ὅρα πῶς καὶ προκατασκευάζει, καὶ µετὰ τὸ κατασκευάσαι αὐτῷ ἐνδιατρίβει. Τὸ γὰρ εἰπεῖν, ὅτι Βλάσφηµον ὄντα καὶ διώκτην ἠλέησε, τοῦτο κατασκευάζοντος ἦν. Καὶ οὐκ ἠλέησε, φησὶ, µόνον, ἀλλὰ καὶ πιστὸν ἐποίησε· τοσοῦτον οὐ χρὴ, φησὶν, ἀπιστεῖν ὅτι ἠλέησεν. Οὐδεὶς γὰρ ὁρῶν τὸν δεσµώτην ἐν βασιλείοις στρεφόµενον, ὅτι ἠλεήθη ἀµφιβάλλει ποτέ· ὅπερ ἐπὶ τοῦ Παύλου ἦν ἰδεῖν. Ἀφ' ἑαυτοῦ γὰρ ποιεῖται τὸ σηµεῖον, καὶ οὐκ αἰσχύνεται καλῶν ἑαυτὸν ἁµαρτωλὸν, ἀλλὰ καὶ µᾶλλον εὐφραίνεται. Οὕτω γὰρ µάλιστα δύναται δεῖξαι τὸ µέγα τῆς τοῦ Θεοῦ κηδεµονίας θαῦµα, καὶ ὅτι φιλανθρωπίας ἠξιώθη τοσαύτης. Καὶ πῶς ἀλλαχοῦ λέγων περὶ ἑαυτοῦ, Κατὰ δικαιοσύνην τὴν ἐν νόµῳ γενόµενος ἄµεµπτος, ἐνταῦθά φησιν ἁµαρτωλὸν εἶναι, καὶ πρῶτον τῶν ἁµαρτωλῶν; Ὅτι πρὸς τὴν δικαιοσύνην, ἣν ὁ Θεὸς εἰργάσατο, καὶ τὴν ὄντως ζητουµένην, ἁµαρτωλοὶ καὶ οἱ ἐν τῷ νόµῳ· Πάντες γὰρ ἥµαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ.∆ ιὰ τοῦτο οὐχ ἁπλῶς εἶπε δικαιοσύνην, ἀλλὰ, Τὴν ἐν νόµω. Ὥσπερ γὰρ ὁ ἀργύριον πολὺ κεκτηµένος καθ' ἑαυτὸν µὲν πλούσιος φαίνεται, κατὰ δὲ τὴν σύγκρισιν τῶν θησαυρῶν τῶν βασιλικῶν σφόδρα πένης, καὶπρῶτος πένης· οὕτω δὴ καὶ ἐνταῦθα, πρὸς τοὺς ἀγγέλους κρινόµενοι, ἁµαρτωλοὶ οἱ ἄνθρωποι, καὶ εἰ δίκαιοι. Εἰ δὲ Παῦλος ὁ τὴν ἐν νόµῳ δικαιοσύνην ἐργασάµενος πρῶτος ἁµαρτωλὸς, τίς ἄρα τῶν ἄλλων δίκαιος ἂν κληθείη; Οὐ γὰρ διαβάλλων αὐτοῦ τὸν βίον ὡς ἀσελγῆ, τοῦτό φησι, µὴ γένοιτο, ἀλλὰ τὴν δικαιοσύνην ἐκείνην πρὸς ταύτην συγκρίνων, τὸ µηδὲν εἶναι δείκνυσιν· οὐ µόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἁµαρτωλοὺς τοὺς ἔχοντας αὐτὴν ἀποφαίνει. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, φησὶν, ἵνα ἐν ἐµοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν µακροθυµίαν, πρὸς ὑποτύπωσιν τῶν µελλόντων πιστεύειν εἰςαὐτὸν εἰς ζωὴν αἰώνιον.
4.2
Ὁρᾷς πῶς πάλιν ταπεινοῖ καὶ καταστέλλει ἑαυ τὸν, ἑτέραν εὐτελεστέραν λέγων αἰτίαν; Τὸ µὲν γὰρ δι' ἄγνοιαν λέγειν ἐλεηθῆναι, οὐ σφόδρα δείκνυσιν ἁµαρτωλὸν τὸν ἐλεούµενον, οὐδὲ ἄγαν κατεγνωσµένον· τὸ δὲ διὰ τοῦτο ἐλεηθῆναι, ἵνα µηδεὶς ἀπαγορεύῃ λοιπὸν τῶν ἡµαρτηκότων, ἀλλὰ θαῤῥῇ ὅτι καὶ αὐτὸς τῶν αὐτῶν τεύξεται, σφόδρα µέγα καὶ µεθ' ὑπερβολῆς. Ὥστε φθεγξάµενος, Πρῶτός εἰµι ἐγὼ τῶν ἁµαρτωλῶν, καὶ βλάσφηµος καὶ διώκτης καὶ ὑβριστής· καὶ, Οὐκ εἰµὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, καὶ ὅσα εἴρηκεν· ὅµως οὐδὲν οὕτω ταπεινὸν ἐφθέγξατο. Καὶ ἐπὶ ὑποδείγµατος δὲ τοῦτο σαφὲς ἔσται. Ἔστω γὰρ πόλις πολυάνθρωπος πάντας τοὺς πολίτας ἔχουσα φαύλους, τοὺς µὲν ἧττον, τοὺς δὲ µᾶλλον, πάντας µέντοι κατεγνωσµένους· εἷς δέ τις ἐν τοῖς πολλοῖς ἐκείνοις πάντων µᾶλλον ἔστω κολάσεως καὶ τιµωρίας ἄξιος, καὶ πᾶν ἐπελθὼν εἶδος κακίας. Ἂν τοίνυν λέγῃ τις, ὅτι πᾶσιν ἀφεῖναι βούλεται ὁ βασιλεὺς, οὐχ οὕτω πιστεύσουσι τῷ λόγῳ, ἕως ἂν ἴδωσι τὸν πάντων φαυλότερον αὑτῶν τούτου τυχόντα· οὐκ ἔστι γὰρ λοιπὸν ἀµφισβήτησις. Τοῦτο καὶ Παῦλός φησιν, ὅτι βουλόµενος ὁ Θεὸς πληροφορῆσαι τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησι, τὸν πάντων ἁµαρτωλότερον εἵλετο. Οὐ γὰρ ἂν, ἐµοῦ τυχόντος συγχωρήσεως, φησὶ, περὶ τῶν ἄλλων ἀµφισβητήσειέ τις· ὡς ἂν εἰ ἔλεγέ τις καὶ ἐν τῇ συνηθείᾳ, Ἐὰν δὲ τῷδε ὁ Θεὸς συγχωρήσῃ, οὐδένα τῶν ἄλλων κολάσει. Καὶ δείκνυσι διὰ τούτου οὐδὲ ἄξιον ἑαυτὸν ὄντα συγχωρήσεως, ἀλλὰ διὰ τὴν εἰς ἑτέρους σωτηρίαν ταύτης πρότερον ἀπολαύσαντα. Μηδεὶς τοίνυν ἀµφιβαλλέτω, φησὶ, περὶ σωτηρίας, ὁπότε ἐγὼ ἐσώθην. Καὶ ὅρα τοῦ µακαρίου τούτου τὴν ταπεινοφροσύνην. Οὐκ ἔφη, Ἵνα ἐνδείξηται ἐν ἐµοὶ τὴν µακροθυµίαν, ἀλλὰ, Τὴν πᾶσαν µακροθυµίαν· ὡς ἂν εἰ ἔλεγε· Μᾶλλον ἐµοῦ ἐπ' ἄλλῳ οὐκ ἔχει µακροθυµῆσαι, οὐδὲ εὑρεῖν οὕτως ἁµαρτωλὸν, παντὸς δεόµενον αὐτοῦ τοῦ ἐλέους, πάσης τῆς µακροθυµίας, οὐµέρους, καθάπερ οἱ ἐπὶ µέρους ἁµαρτάνοντες. Πρὸς ὑποτύπωσιν, φησὶ, τῶν µελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον, τουτέστι, πρὸς παράκλησιν, πρὸς προτροπήν. Ἐπειδὴ δὲ µέγα τι περὶ τοῦ Υἱοῦ ἐφθέγξατο, καὶ ὅτι τοσαύτην ἀγάπην ἐνεδείξατο, ἵνα µή τις νοµίσῃ ταύτης ἀπεστερῆσθαι τὸν Πατέρα, ἀναφέρει καὶαὐτῷ δόξαν ἐπάγων, καί φησι· Τῷ δὲ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ, µόνῳ σοφῷ Θεῷ τιµὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ὑπὲρ δὴ τούτων, φησὶν οὐ τὸν Υἱὸν µόνον, ἀλλὰ καὶ τὸν Πατέρα δοξάζοµεν. Ἐρώµεθα οὖν τοὺς αἱρετικούς· Ἰδοὺ, Μόνῳ Θεῷ, εἴρηκε περὶ Πατρὸς λέγων· ἆρα οὐ Θεὸς ὁ Υἱός; καὶ, Μόνῳ ἀφθάρτῳ· ἆρα οὐκ ἄφθαρτος ὁ Υἱός; καὶ ὃ δίδωσιν ἡµῖν µετὰ ταῦτα, αὐτὸς οὐκ ἔχει; Ναὶ, φησὶ, καὶ Θεὸς, καὶ ἄφθαρτος, ἀλλ' οὐ τοιοῦτος, οἷος ὁ Πατήρ. Τί φής; οὐ τοιοῦτος, καὶ ἐλάττονος οὐσίας ἐστίν; οὐκοῦν καὶ ἀφθαρσίας ἐλάττονος. Τί δέ ἐστι, µείζων καὶ ἥττων ἀφθαρσία; ἡ γὰρ ἀφθαρσία οὐδὲν ἄλλο ἐστὶν, ἢ τὸ µὴ διαφθείρεσθαι.∆ όξα µὲν γὰρ µείζων καὶ ἥττων ἐστὶν, ἀφθαρσία δὲ µείζων καὶ ἥττων οὐκ ἔστιν, ὥσπερ οὖν οὐδὲ ὑγεία ἥττων καὶ πλείων· ἢ γὰρ φθείρεσθαί τι δεῖ, ἢ µηδ' ὅλως. Τί οὖν, φησίν; ἡµεῖς καὶ ἄφθαρτοι ὡσαύτως; Μὴ γένοιτο· οὐδαµῶς.∆ ιὰ τί; Ὅτι αὐτὸς µὲν φύσει τοῦτο ἔχει, ἡµεῖς δὲ ἐπεισάκτως. Ἆρ' οὖν καὶ ἐπὶ τοῦ Υἱοῦ οὕτως; Οὐδαµῶς· ἀλλὰ καὶ αὐτὸς φύσει. Τίνος οὖν ἕνεκεν ἡ διαφορά; Ὅτι αὐτὸς µὲν, φησὶ, παρ' οὐδενὸς ἐγένετο τοιοῦτος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρός. Καὶ ἡµεῖς τοῦτο ὁµολογοῦµεν· οὐδὲ γὰρ ἡµεῖς ἀρνούµεθα, ὅτι ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς ἀφθάρτως γεγέννηται. Ὑπὲρ τούτων, φησὶ, τὸν Πατέρα δοξάζοµεν, ὅτι τοιοῦτον αὐτὸν ἐγέννησεν. Ὁρᾷς ὅτι τότε µάλιστα δοξάζεται ὁ πατὴρ, ὅταν µεγάλα ᾖ κατωρθωκὼς ὁ παῖς; εἰς αὐτὸν γὰρ ἀναφέρεται τὰ τοῦ υἱοῦ. Οὐκοῦν, ὅταν δυνατὸν ᾖ γεγεννηκὼς, καὶ τοιοῦτον οἷον αὐτὸς, ἡ δόξα τοῦ υἱοῦ µᾶλλόν ἐστιν ἢ τοῦ πατρὸς, ὅταν αὐτάρκη, ὅταν ἑαυτῷ ἀρκοῦντα, ὅτανµὴ ἀσθενῆ. Τῷ δὲ, Βασιλεῖ τῶν αἰώνων, καὶ περὶ τοῦ Υἱοῦ εἴρηται,∆ ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Τὸ αὐτό ἐστιν ἐνταῦθα. Παρὰ µὲν γὰρ ἡµῖν διῄρηται ἀµφότερα, ἡ δηµιουργία, λέγω, καὶ ἡ κτίσις, καὶ ἕτερος µὲν κατασκευάζει καὶ ποιεῖται καὶ ταλαιπωρεῖ, ἕτερος δὲ κρατεῖ.∆ ιὰ τί; Ὅτι ὁ κατασκευάζων ἐλάττων ἐστίν. Ἐκεῖ δὲ οὐδαµῶς· οὐχ ἑτέρου µὲν ἡ δεσποτεία, ἑτέρου δὲ ἡ δηµιουργία. Οὐδὲ γὰρ, ἐπειδὰν ἀκούσω,∆ ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἀφαιρῶ τὸν Πατέρα τὸ δηµιουργικόν· οὔτε δὲ ὅταν ἀκούσω, Ὁ Πατὴρ βασιλεὺς τῶν αἰώνων, τὸν Υἱὸν ἀφαιρῶ τὴν δεσποτείαν· κοινὰ γὰρ καὶ ἐκείνου καὶ τούτου ταῦτα· ἀµφότερα γὰρ ἑκατέροις ἐστίν. Ἔκτισεν ὁ Πατὴρ τῷ δηµιουργὸν Υἱὸν γεγεννηκέναι· βασιλεύει ὁ Υἱὸς τῷ Κύριος εἶναι τῶν κτισµάτων. Οὐ γὰρ µισθοῦ ἐργάζεται, καθάπερ οἱ παρ' ἡµῖν, οὐδὲ ἑτέρῳ ὑπακούων, καθάπερ οὗτοι, ἀλλὰ δι' οἰκείαν ἀγαθότητα καὶ φιλανθρωπίαν. Τί δέ; ὁ Υἱὸς ὡράθη ποτέ; Οὐκ ἄν τις ἔχοι λέγειν. Τί οὖν ἐστιν, Ἀφθάρτῳ, ἀοράτῳ, µόνῳ σοφῷ Θεῷ; τί δὲ ὅταν λέγῃ, Οὐδὲ γάρ ἐστιν ὄνοµα ἕτερον, ἐν ᾧ δεῖ σωθῆναι ἡµᾶς; καὶ πάλιν, Οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία; Τιµὴ καὶ δόξα, φησὶν, εἰς τοὺς αἰῶνας. Ἀµήν. Τιµὴ καὶ δόξα οὐ διὰ ῥηµάτων γίνεται. Ἐπεὶ οὖν καὶ αὐτὸς οὐ διὰ ῥηµάτων ἡµᾶς ἐτίµησεν, ἀλλὰ καὶ διὰ πραγµάτων καὶ δι' ἔργων, οὕτω καὶ ἡµεῖς αὐτὸν τιµήσωµεν καὶ διὰ πραγµάτων καὶ δι' ἔργων. Καίτοι αὕτη µὲν ἡ τιµὴ ἡµῶν ἅπτεται, ἐκείνη δὲ αὐτοῦ οὐδαµῶς· οὐ γὰρ δεῖται τῆς παρ' ἡµῶν, ἡµεῖς δὲ τῆς παρ' αὐτοῦ δεόµεθα.
4.3
Ὥστε κἂν τιµήσωµεν αὐτὸν, πάλιν ἡµᾶς αὐτοὺς ἐτιµήσαµεν. Ὥσπερ γὰρ ὁ τοὺς ὀφθαλµοὺς ἀνοίξας, ἵνα τὸ ἡλιακὸν ἴδῃ φῶς, ἑαυτὸν πάλιν ὤνησε, θαυµάζων τὸ κάλλος τοῦ ἄστρου, οὐκ ἐκείνῳ τι κεχάρισται· οὐ γὰρ λαµπρότερον αὐτὸ πεποίηκεν, ἀλλὰ µένει τὸ αὐτό· οὕτω, καὶ πολλῷ µᾶλλον, ἐπὶ τοῦ Θεοῦ· ὁ θαυµάζων τὸν Θεὸν καὶ τιµῶν, ἑαυτὸν ἔσωσε, καὶ ὠφέλησεν ὠφέλειαν µεγίστην. Πῶς; Ὅτι τὴν ἀρετὴν µετερχόµενος, παρ' αὐτοῦ δοξάζεται· Τοὺς γὰρ δοξάζοντάς µε, φησὶ, δοξάσω. Πῶς οὖν αὐτὸς δοξάζεται, φησὶν, ἀπὸ τῆς δόξης τῆς ἡµετέρας οὐδὲν ἀπολαύων; Ὥσπερ οὖν καὶ πεινῇν λέγεται, καὶ διψῇν· πάντα γὰρ οἰκειοῦται τὰ ἡµέτερα, ἵνα κἂν οὕτως ἡµᾶς ἐφελκύσηται, καὶ τὰς τιµὰς καὶ τὰς ὕβρεις, ἵνα κἂν οὕτω φοβηθῶµεν· καὶ οὐδ' οὕτως ἐφελκόµεθα.∆ οξάσωµεν δὴ τὸν Θεὸν, ἄρωµεν τὸν Θεὸν ἐν τῷ σώµατι καὶ ἐν τῷ πνεύµατι ἡµῶν. Καὶ πῶς τις ἐν τῷ σώµατι δοξάζει, φησί; πῶς δὲ ἐν τῷ πνεύµατι; Πνεῦµα ἐνταῦθα τὴν ψυχὴν λέγει, πρὸς ἀντιδιαστολὴν τοῦ σώµατος. Πῶς οὖν τις δοξάζει ἐν τῷ σώµατι; πῶς δὲ ἐν τῇ ψυχῇ; Ἐν σώµατι δοξάζει ὁ µὴ πορνεύων, ὁ µὴ µεθυσκόµενος, ὁ µὴ γαστριζόµενος, ὁ µὴ καλλωπιζόµενος, ὁ τοσαύτην αὐτοῦ ποιούµενος πρόνοιαν, ὅσονπρὸς ὑγείαν ἀρκεῖν µόνον, ὁ µὴ µοιχεύων, ἡ µὴ µυριζοµένη, ἡ µὴ χρώµατι διαγράφουσα τὸ πρόσωπον, ἡ ἀρκουµένη τῇ πλάσει τοῦ Θεοῦ, καὶ µηδὲν ἐπιτεχνωµένη. Τί γὰρ, εἰπέ µοι, προσάγεις τὰ παρὰ σαυτῆς τῇ ἀπηρτισµένῃ παρὰ τοῦ Θεοῦ δηµιουργίᾳ; οὐκ αὐτάρκης σοι γέγονεν ἡ διάπλασις; ὡς βελτίων τοίνυν τεχνῖτις ἐπιχειρεῖς ῥυθµίσαι τὸ ἔργον; Οὐκ ἔστι τοῦτο, ἀλλὰ διὰ τοῦτο καλλωπίζῃ, καὶ ὑβρίζεις τὸν∆ ηµιουργὸν, ἵνα µυρίους ἐραστὰς ἐπισπάσῃ. Καὶ τί πάθω, φησίν; οὐδὲ γὰρ ἐγὼ βούλοµαι, ἀλλὰ διὰ τὸν ἄνδρα ταῦτα ποιεῖν ἀναγκάζοµαι. Οὐκ ἔνι µὴ βουλοµένην ἐρᾶσθαι. Καλήν σε ὁ Θεὸς ἐποίησεν, ἵνα θαυµάζηται καὶ ἐπὶ τούτῳ, οὐχ ἵνα ὑβρίζηται· µὴ τούτοις αὐτὸν ἀµείβου τοῖς δώροις, ἀλλὰ σωφροσύνῃ καὶ κοσµιότητι. Καλήν σε ὁ Θεὸς ἐποίησεν, ἵνα σοι τοὺς τῆς κοσµιότητος ἄθλους αὐξήσῃ. Οὐ γάρ ἐστιν ἴσον, ἐπέραστον οὖσαν σωφρονεῖν, καὶ ὑπ' οὐδενὸς γενοµένην περιµάχητον. Ἀκούεις τί φησιν ἡ Γραφὴ περὶ τοῦ Ἰωσήφ; ὅτι Ἦν ὡραῖος καὶ καλὸς τῇ ὄψει. Τί ἡµᾶς τοῦτο ἀκούοντας ὠφελεῖ, ὅτι καλὸς ἦν Ἰωσήφ; Ἵνα µᾶλλον αὐτοῦ τὸ κάλλος θαυµάζωµεν καὶ τὴν κοσµιότητα. Ἐποίησέ σε καλὴν ὁ Θεός; τί τοίνυν κατασκευάζεις ἄµορφον σαυτήν; Ὥσπερ γὰρ ἂν εἴ τις χρυσῷ ἀνδριάντι ἐπιχρίσειε πηλὸν βορβόρου, οὕτως εἰσὶν αἱ τοῖς ἐπιτρίµµασι κεχρηµέναι· γῆν καταπάσσεις σαυτὴν τὴν µὲν φοινικῆν, τὴν δὲ λευκήν. Ἀλλ' αἱ ἄµορφοι, φησὶν, εἰκότως τοῦτο πράττουσι. Τίνος ἕνεκεν, εἰπέ µοι; ἵνα τὴν ἀµορφίαν κρύψωσιν; Ἀλλὰ ἀνόνητα πονοῦσι. Πότε γὰρ, εἰπέ µοι, τὸ φυσικὸν ὑπὸ τοῦ τεχνικοῦ καὶ ἐπιτετηδευµένου νικᾶται; Τί δὲ ὅλως ἡ ἀµορφία λυπεῖ, ὅταν ψόγον µὴ ἔχῃ; Ἄκουε γὰρ σοφοῦ τινος λέγοντος, Μὴ βδελύξῃ ἄνδρα ἐν ὁράσει αὐτοῦ, µηδὲ αἰνέσῃς ἄνδρα ἐν τῷ κάλλει αὐτοῦ· µᾶλλον µὲν οὖν Θεὸν θαύµασον τὸν ἀριστοτέχνην, ἐκεῖνον δὲ µηκέτι· οὐ γὰρ αὐτοῦ κατόρθωµα τὸ γενόµενον. Ποῖον γὰρ κέρδος ἀπὸ κάλλους, εἰπέ µοι; Οὐδὲν, ἀλλ' ἀγῶνες πλείους, µείζονες ἐπήρειαι, καὶ οἱ κίνδυνοι καὶ αἱ ὑποψίαι. Τὴν µὲν γὰρ οὐ τοιαύτην οὐδ' ἂν ὑποπτεύσειέ τις· ἐκείνη δὲ ἂν µὴ πολλῇ τῇ κοσµιότητι καὶ µεθ' ὑπερβολῆς ᾖ κεχρηµένη, εὐθέως δέξεται δόξαν πονηράν· καὶ ὁ ἀνὴρ δὲ µεθ' ὑποψίας συνοικεῖ, οὗ τί γένοιτ' ἂν χαλεπώτερον; οὐ τοσαύτην ἀπὸ τῆς θέας κτώµενος τὴν ἡδονὴν, ὅσον ἀπὸ τῆς ὑπονοίας καρποῦται τὴν λύπην. Ἐκείνη µὲν γὰρ τῇ συνηθείᾳ µαραίνεται, βλακείας, διαχύσεως, ἀσελγείας δόξαν λαµβανούσης αὐτῆς τῆς ψυχῆς, βαναύσου γινοµένης, ἀπονοίαςπολλῆς πληρουµένης· πρὸς ταῦτα γὰρ πάντα µᾶλλον ἡ εὐµορφία ἕλκει. Τὴν δὲ οὐ τοιαύτην οὐκ ἂν εὕροιµεν πολλὰ τὰ κωλύµατα ἔχουσαν. Οὔτε γὰρ οἱ ἐπιπηδῶντες κύνες εἰσὶν, ἀλλὰ, καθάπερ τις ἀµνὰς, ἐν ἡσυχίᾳ πολλῇ βόσκεται, οὐδενὸς ἐνοχλοῦντος λύκου οὐδὲ ἐπιπηδῶντος, ἅτετοῦ ποιµένος παρακαθηµένου αὐτῇ. Οὐκ ἔστι πλεονεξία τὸ ἑτέραν µὲν εἶναι καλὴν, ἑτέραν δὲ µὴ τοιαύτην· πλεονεξία ἐστὶ τὸ ἑτέραν µὲν πορνεύειν καὶ καλὴν µὴ οὖσαν, ἑτέραν δὲ εἶναι πονηράν. Εἰπὲ γάρ µοι, τίς ἀρετὴ ὀφθαλµῶν; ἆρα τὸ ὑγροὺς εἶναι καὶ εὐστρόφους καὶ στρογγύλους καὶ κυανοῦς, ἢ τὸ ὀξεῖς καὶ διορατικούς; Ἐγὼ µὲν τοῦτό φηµι, καὶ δῆλον ἐκεῖθεν· Τίς ἀρετὴ λύχνου; τὸ λαµπρὰ φαίνειν καὶ πᾶσαν καταυγάζειν τὴν οἰκίαν, ἢ τὸ καλῶς πεπλάσθαι καὶ στρογγύλον εἶναι; Ἐκεῖνο πάντως ἂν εἴποιµεν· τοῦτο µὲν γὰρ ἀδιάφορον, τὸ δὲ ζητούµενον ἐκεῖνο.∆ ιὰ τοῦτο καὶ, Σαπρὸν λύχνον ἐποίησας, πρὸς τὴν ἐγκεχειρισµένην θεραπαινίδα ἀεὶ λέγοµεν· οὕτω λύχνου τὸ φωτίζειν ἐστίν. Οὐκοῦν καὶ ὀφθαλµὸς, ἐάν τε τοιόσδε ἐάν τε τοιόσδε ᾖ, οὐδέν ἐστιν, ἕως ἂν µετὰ πάσης αὐταρκείας τὴν χρείαν πληροῖ· ὥσπερ οὖν καὶ σαπρὸς λέγεται, ἐὰν ἀµβλυωπῇ, καὶ τὴν σύνθεσιν µὴ ἔχῃ πᾶσαν ἀπηρτισµένην· καὶ γὰρ τοὺς ἀνεῳγµένων τῶν ὀφθαλµῶν µὴ βλέποντας σαπροὺς ἔχειν ὀφθαλµούς φαµεν. Πᾶν γὰρ ὃ µὴ τὴν ἰδίαν χρείαν πληροῖ, σαπρὸν λέγοµεν· καὶ τοῦτο ὀφθαλµοῦ κακία. Τῆς δὲ ῥινὸς, εἰπέ µοι, ποία ἀρετή; ἆρα τὸ εὐθεῖαν εἶναι, καὶ ἀπεξεσµένην ἑκατέρωθεν, καὶ τὴν ἀναλογίαν σύµµετρον ἔχειν, ἢ τὸ πρὸς τὴν ὄσφρησιν ἐπιτηδείαν εἶναι, καὶ δυναµένηνταχέως ἀντιλαµβάνεσθαι καὶ παραπέµψαι τῷ ἐγκεφάλῳ; Τοῦτο δὴ παντί που δῆλόν ἐστι. Φέρε δὴ, καὶ ἐπὶ ὑποδείγµατι τὸ πρᾶγµα προσεξετάσωµεν, Εἰπὲ γάρ µοι, τοὺς ἅρπαγας, τὰ σκεύη, ποῖα φήσοµεν κατεσκευάσθαι καλῶς, τὰδυνάµενα ἁρπάζειν µετὰ ἀκριβείας καὶ κατέχειν, ἢ τὰ διαπεπλασµένα καλῶς;∆ ῆλον ὅτι ἐκεῖνα. Τί δὲ ὀδόντας, ποίους εἶναι φήσοµεν καλούς; τοὺς τµητικοὺς καὶ εὐκόλως διατέµνοντας τὴν τροφὴν, ἢ τοὺς καλῶς συγκειµένους;∆ ῆλον ὅτι ἐκείνους. Καὶ ὅλως ἐπὶ παντὸς τοῦ σώµατος τούτῳ προσάγοντες τῷ λόγῳ τὴν ζήτησιν, εὑρήσοµεν πάντα τὰ ὑγιῆ καὶ καλὰ, ἕως ἂν ἐνεργῇ µετὰ ἀκριβείας τὰ οἰκεῖατῶν µελῶν ἕκαστον. Οὕτω καὶ σκεῦος ἕκαστον λέγοµεν καλὸν, καὶ ζῶον καὶ φυτὸν, οὐκ ἀπὸ τῆς διαπλάσεως, οὐδ' ἀπὸ τοῦ χρώµατος, ἀλλ' ἀπὸ τῆς διακονίας. Οὕτω καὶ οἰκέτην καλοῦµεν καλὸν τὸν ἐπιτήδειον ἡµῖν πρὸς διακονίαν, οὐ τὸν ὡραῖον καὶ βλᾶκα. Ὁρᾷς πῶς ἔστιν εἶναι καλήν; Ὅταν τοίνυν τῶν µεγίστων καὶ θαυµαστῶν ὁµοίως ἀπολαύωµεν, οὐδὲν πλεονεκτούµεθα. Οἷόν τι λέγω· Τὸν κόσµον τοῦτον ὁµοίως ὁρῶµεν, τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας, τὸν ἀέρα ὁµοίως ἕλκοµεν, τοῦ ὕδατος, τῆς τροφῆς ὁµοίως µετέχοµεν, ἄντε εὔµορφοι ὦµεν, ἄν τε µή. Εἰ δὲ χρή τι καὶ θαυµαστὸν εἰπεῖν, τῶν εὐµόρφων αἱ µὴ τοιαῦται µᾶλλον ὑγιεινότεραι. Ἐκεῖναι µὲν γὰρ ὡς δὴ τὴν ὥραν διαφυλάττουσαι, καµάτοις ἑαυτὰς οὐ διδόασιν, ἀλλ' ἀργίᾳ καὶ σκιατροφίᾳ, ὑφ' ὧν µάλιστα αἱ τῶν µελῶνἐνέργειαι ἀµβλύτεραι γίνονται· αὗται δὲ ἁπλῶς καὶ ἄδην, ἅτε οὐδεµίαν περὶ ταῦτα ἔχουσαι τὴν σπουδὴν, ἐκεῖ τὸ πᾶν ἀναλίσκουσι.∆ οξάσωµεν τοίνυν τὸν Θεὸν, ἄρωµεν αὐτὸν ἐν τῷ σώµατι ἡµῶν, µὴ καλλωπιζώµεθα· περιττὴ αὕτη ἡ σπουδὴ καὶ ἀνόνητος. Μὴ παιδεύωµεν τοὺς ἄνδρας ὄψεις µόνας φιλεῖν· ἂν γὰρ ᾖς οὕτω κοσµουµένη, ταχέως ὑπὸ τῆς ἡταιρηκυίας, µελετήσας ἐν τῇ ὄψει τῇ σῇ, ἁλίσκεται· ἂν µέντοι διδάξῃς αὐτὸν τρόπους φιλεῖν καὶ κοσµιότητα, οὐ ταχέως πορνεύσει· οὐδὲ γὰρ εὑρίσκει ταῦτα παρὰ τῇ πόρνῃ, ἀλλὰ τὰ τούτοις ἐναντία. Μὴ τοίνυν διδάξῃς αὐτὸν ὑπὸ γέλωτος ἁλίσκεσθαι, µηδὲ ὑπὸ σχήµατος ἐκκεχυµένου, ἵνα µὴ κατὰ σαυτῆς ἀρτύσῃς τὰ φάρµακα. Παίδευε αὐτὸν κοσµιότητι χαίρειν· δυνήσῃ δὲ τοῦτο, ὅταν καὶ τὸ σχῆµα τοιοῦτον ᾖ· ἐπεὶ ἐὰν ἐπτερωµένη καὶ ἄσωτος ᾖς, πῶς δυνήσῃ προσενεγκεῖν ῥῆµα σεµνόν; τίς δέ σε οὐ χλευάσεται καὶ γελάσει; Πῶς δὲ ἔστι καὶ ἐν τῷ σώµατι ἆραι τὸν Θεόν; Ἀρετὴν ἀσκοῦντα, τὴν ψυχὴν καλλωπίζοντα· καὶ γὰρ ἐπ' αὐτῆς τοῦτο οὐ κεκώλυται. Οὕτω δοξάζοµεν τὸν Θεὸν, ὅταν πάντοθεν ὦµεν ἀγαθοὶ, καὶ δοξαζόµεθα καὶ ἡµεῖς ἐν τῇ ἡµέρᾳ ἐκείνῃ οὐχ ὁµοίως, ἀλλὰ πολλῷ µειζόνως. Λογίζοµαι γὰρ, φησὶν, ὅτι οὐκ ἄξια τὰ παθήµατα τοῦ νῦν καιροῦ πρὸς τὴν µέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡµᾶς. Ἧς γένοιτο πάντας ἡµᾶς µετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note