Homilies on First Timothy
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
5.0
Ταύτην τὴν παραγγελίαν παρατίθεµαί σοι, τέ κνον Τιµόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάµενοι, περὶ τὴν πίστιν ἐναυάγησαν.
5.1
Τὸ τῆς διδασκαλίας καὶ τὸ τῆς ἱερωσύνης ἀξίωµα µέγα ἐστὶ καὶ θαυµαστὸν, καὶ ὄντως τῆς τοῦ Θεοῦ δεόµενον ψήφου, ὥστε τὸν ἄξιον εἰς µέσον παραγαγεῖν. Οὕτω καὶ τὸ παλαιὸν ἐγίνετο, οὕτω καὶ νῦν γίνεται, ὅταν χωρὶς πάθους ἀνθρωπίνου τὰς αἱρέσεις ποιώµεθα, ὅταν πρὸς µηδὲν ὁρῶντες βιωτικὸν, µὴπρὸς φιλίαν, µὴ πρὸς ἀπέχθειαν. Εἰ γὰρ καὶ µὴ τοσούτου πνεύµατος µετέχοµεν, ἀλλ' ἀρκεῖ πρόθεσις ἀγαθὴ τοῦ Θεοῦ τὴν χειροτονίαν ἐπισπάσασθαι. Ἐπεὶ οὐδὲ οἱ ἀπόστολοι Πνεύµατος µετεῖχον, ὅτε τὸν Ματ θίαν ἐξελέξαντο, ἀλλ' εὐχῇ τὸ πρᾶγµα ἐπιτρέψαντες, ἐγκατέλεξαν αὐτὸν τῷ τῶνἀποστόλων ἀριθµῷ· οὐ γὰρ πρὸς φιλίαν ἀνθρωπίνην ἑώρων. Οὕτως ἔδει καὶ νῦν ἐφ' ἡµῶν γίνεσθαι. Ἀλλ' ἡµεῖς πρὸς ἔσχατον ῥᾳθυµίας ἐληλακότες, καὶ τὰ φανερὰ πρὸς ἀκρίβειαν προϊέµεθα· ὅταν δὲ τὰ δῆλα παρορῶµεν, πῶς τὰ ἄδηλα ἡµῖν ὁ Θεὸς ἐκκαλύψει; Εἰ ἐν τῷ µικρῷ, φησὶν, οὐκ ἐγένεσθε πιστοὶ, τὸ µέγα καὶ ἀληθινὸν τίς ὑµῖν ἐγχειρίσει; Τότε δὲ, ἐπεὶ οὐδὲν ἀνθρώπινον ἐγίνετο, καὶ ἀπὸ προφητείας ἐγίνοντο οἱ ἱερεῖς. Τί ἐστιν ἀπὸ προφητείας; Ἀπὸ Πνεύµατος ἁγίου. Προφητεία γάρ ἐστιν, οὐτὸ τὰ µέλλοντα λέγειν, ἀλλὰ καὶ τὸ τὰ παρόντα, ἐπεὶ καὶ ὁ Σαοὺλ κατὰ προφητείαν ἐδείχθη ἐν τοῖς σκεύεσι κρυπτόµενος· ὁ γὰρ Θεὸς τοῖς δικαίοις ἀποκαλύπτει. Προφητεία ἦν καὶ τὸ λέγειν, Ἀφορίσατέ µοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Οὕτω καὶ ὁ Τιµόθεος ᾑρέθη. Προφητείας δὲ ἐνταῦθά φησι τὰς πολλὰς, ἴσως ἐκείνην µεθ' ἧς αὐτὸν ἔλαβεν ὃτε περιέτεµε, καὶ ὅτε ἐχειροτόνει, καθὼς καὶ αὐτὸς γράφων φησί· Μὴ ἀµέλει τοῦ ἐν σοὶ χαρίσµατος.∆ ιανιστὰς τοίνυν αὐτὸν, καὶ νήφειν παρασκευάζων καὶ ἐγρηγορέναι, ἀναµιµνήσκει τοῦ ἑλοµένου καὶ χειροτονήσαντος· ὡς ἂν εἰ ἔλεγεν· Ὁ Θεός σε ἐξελέξατο αὐτός σοι ἐνεπίστευσεν, οὐκ ἀνθρωπίνῃ γέγονας ψήφῳ· µὴ ὑβρίσῃς, µηδὲ καταισχύνῃς τοῦ Θεοῦ τὴν ψῆφον. Εἶτα ἐπειδὴ παραγγελίαν ἔφησε, καὶ φορτικώτερον ἦν, τί φησι; Ταύτην τὴν παραγγελίαν παρατίθεµαί σοι, τέκνον Τιµόθεε. Ὡς τέκνῳ, καὶ γνησίῳ παραγγέλλει. Οὐ γὰρ αὐθεντικῶς οὐδὲ δεσποτικῶς οὐδὲ µετ' ἐξουσίας, ἀλλὰ πατρικῶς, Τέκνον, φησὶ, Τιµόθεε. Τὸ δὲ παραθέσθαι τῆς φυλακῆς τὸ ἀκριβὲς δηλοῖ, καὶ τὸ οὐχ ἡµέτερον· οὐ γὰρ ἡµεῖς αὐτὸ ἐκτησάµεθα. ἀλλ' ὁ Θεὸς ἡµῖν ἐχαρίσατο· οὐ τοῦτο δὲ µόνον, ἀλλὰ καὶ πίστιν καὶ ἀγαθὴν συνείδησιν. Ἅπερ οὖν ἔδωκε, ταῦτα φυλάττωµεν. Εἰ µὴ αὐτὸς ἦλθεν, οὔτε ἡ πίστις αὐτὴ εὑρίσκετο, οὔτε ὁ βίος ὁ καθαρὸς, ὃν ἐκ παιδείας λαµβάνοµεν. Ὡς ἂν εἰ ἔλεγεν· Οὐκ ἐγώ εἰµι ὁ παραγγέλλων, ἀλλ' ὁ ἑλόµενος· τὸ µὲν γὰρ, Κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, τοῦτό ἐστιν. Ἐκείνων ἄκουσον, ἐκείναις πείθου. Τί δὲ παραγγέλλεις, εἰπέ; Ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν. Ἐκεῖναί σε εἵλοντο εἰς ὃ εἵλοντό σε, στρατεύου τὴν καλὴν στρατείαν. Καλὴν εἶπεν· ἔστι γὰρ καὶ κακὴ στρατεία, περὶ ἧς φησιν· Ὥσπερ γὰρ παρεστήσατε τὰ µέλη ὑµῶν ὅπλα τῇ ἁµαρτίᾳ καὶ τῇ ἀκαθαρσίᾳ. Ἐκεῖνοι ὑπὸ τυράννῳ στρατεύονται, σὺ δὲ ὑπὸ βασιλεῖ.∆ ιὰ τί δὲ καλεῖ στρατείαν τὸ πρᾶγµα;∆ ηλῶν ὅτι πόλεµος ἐγήγερται σφοδρὸς πᾶσι µὲν, µάλιστα δὲ τῷ διδασκάλῳ, ὅτι ὅπλων ἡµῖν ἰσχυρῶν δεῖ, ὅτι νήψεως, ὅτι ἐγρηγόρσεως, ὅτιδιηνεκοῦς ἀγρυπνίας, ὅτι πρὸς αἷµα καὶ µάχας παρεσκευάσθαι ὀφείλοµεν, ὅτι παρατάττεσθαι, καὶ µηδὲν ἔχειν χαῦνον. Ἵνα στρατεύῃ ἐν αὐταῖς, φησί. Καθάπερ γὰρ ἐπὶ τῶν στρατοπέδων οὐ πάντες εἰς ἓν εἶδος στρατεύονται, ἀλλ' ἐν διαφόροις τάγµασιν· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ, ὁ µὲν εἰς διδασκάλου τάξιν, ὁ δὲ εἰς µαθητοῦ, ὁ δὲ εἰς ἰδιώτου, σὺ δὲ ἐν τούτῳ. Εἶτα, ἵνα µή τις νοµίσῃ ἀρκεῖν τοῦτο, τί φησιν; Ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν. Τὸν γὰρ διδάσκαλον πρότερον ἑαυτοῦ χρὴ εἶναι διδάσκαλον. Ὥσπερ γὰρ ὁ στρατηγὸς, ἐὰν µὴ πρότερον ᾖ στρατιώτης ἄριστος, οὐδὲ στρατηγὸς ἔσται ποτέ· οὕτω καὶ ὁ διδάσκων. Τοῦτο καὶ ἀλλαχοῦ φησι· Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιµος γένωµαι. Ἔχων, φησὶ, πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἵν' οὕτω τῶν ἄλλων προϊστᾶσαι. Ταῦτα ἀκούοντες, µὴ ἀπαξιώσωµεν τὰς τῶν µειζόνων παραινέσεις, κἂν διδάσκαλοι ὦµεν. Εἰ γὰρ Τιµόθεος, οὗ πάντες οὐκ ἐσµὲν ἀντάξιοι, δέχεται παραγγελίας καὶ διδάσκεται, καὶ ταῦτα ἐν τάξει διδασκάλου ὢν, πολλῷ µᾶλλον ἡµεῖς. Ἥν τινες, φησὶν, ἀπωσάµενοι, περὶ τὴν πίστιν ἐναυάγησαν. Εἰκότως. Ὅταν γὰρ ᾖ βίος ἀπεγνωσµένος, καὶ δόγµα τίκτεται τοιοῦτον· καὶ ἔστιν ἰδεῖν πολλοὺς ἐκ τούτου καταπεσόντας εἰς βυθὸν κακῶν, καὶ εἰς Ἑλληνισµὸν ἐκτραπέντας. Ἵνα γὰρ µὴ τῷ φόβῳ τῶν µελλόντων βασανίζωνται, σπουδάζουσι πεῖσαι τὴν ψυχὴν, ὅτι ψευδῆ πάντα τὰ παρ' ἡµῖν. Καὶ πίστεώς τινες ἐκτρέπονται, οἱ λογισµοῖς τὸ πᾶν ζητοῦντες· ναυάγιον γὰρ ἐργάζεται ὁ λογισµὸς, καὶ ὥσπερ πλοῖον ἀσφαλές ἐστιν ἡ πίστις.
5.2
Τοὺς ἐκτραπέντας τοίνυν ἐκεῖθεν ἀνάγκη ναυαγεῖν, καὶ δείκνυσι τοῦτο ἀπὸ τοῦ ὑποδείγµατος. Ὧν ἐστιν Ὑµέναιος, φησὶ, καὶ Ἀλέξανδρος. Καὶ ἀπὸ τούτων ἡµᾶς σωφρονίζει. Ὁρᾶτε πῶς ἐξ ἐκείνων τῶν χρόνων ἦσαν οἱ παραδιδάσκοντες, οἱ πολυπραγµονοῦντες, οἱ τῆς πίστεως ἀπεχόµενοι, οἱ ζητοῦντες λογισµοῖς οἰκείοις; Ὁ ναυαγῶν γυµνὸς καὶ πάντων ἐστὶν ἔρηµος· οὕτω καὶ ὁ τῆς πίστεως ἐκπεσὼν οὐδὲν ἔχει λοιπὸν, οὐχ ὅπου στῇ, οὐχ ὅπου κατάσχῃ· οὐ βίον ἔχει, δι' οὗ κερδαίνῃ τι ἐκεῖθεν· τῆς γὰρ κεφαλῆς διεφθαρµένης, τί τοῦ λοιποῦ σώµατος ὄφελος; Εἰ γὰρ ἡ πίστις βίου χωρὶς οὐδέν ἐστι, πολλῷ µᾶλλον τοὐναντίον. Εἰ τῶν αὑτοῦ καταφρονεῖ ὁ Θεὸς δι' ἡµᾶς, πολλῷ µᾶλλον ἡµᾶς τῶν ἡµετέρων δι' αὐτὸν χρὴ καταφρονεῖν. Οὕτω γάρ ἐστιν, ὅταν τις ἐκπέσῃ τῆς πίστεως· οὐδαµοῦ ἵσταται, ἀλλὰ ἄλλην ἄλλως νήχεται, ἕως ἂν καταποντισθῇ πάλιν. Οὓς παρέδωκα, φησὶ, τῷ Σατανᾷ, ἵνα παιδευθῶσι µὴ βλασφηµεῖν. Ὁρᾷς ὅτι βλασφηµία ἐστὶ τὸ λογισµοῖς ζητεῖν τὰ θεῖα; Εἰκότως· τί γὰρ ἂν ἔχοι κοινὸν λογισµὸς ἀνθρώπινος πρὸς ἐκεῖνα; Πῶς δὲ ὁ Σατανᾶς αὐτοὺς παιδεύει µὴ βλασφηµεῖν; εἰ γὰρ τοὺς ἄλλους παιδεύει µὴ βλασφηµεῖν, πολλῷ µᾶλλον ἑαυτὸν ἐχρῆν· εἰ δὲ ἑαυτὸν µέχρι τοῦ νῦν οὐ δύναται παιδεῦσαι, οὐδὲ τοὺς ἄλλους. Οὐκ εἶπεν, Ἵνα παιδεύσῃ αὐτοὺς µὴ βλασφηµεῖν, ἀλλ', Ἵνα παιδευθῶσι µὴ βλασφηµεῖν. Οὐκ ἐκεῖνος τοῦτο ἐργάζεται, ἀλλὰ τοῦτο ἐκβαίνει· ὥσπερ οὖν καὶ ἀλλαχοῦ φησιν ἐπὶ τοῦ πεπορνευκότος· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός· οὐχ ἵνα σώσῃ τὸ σῶµα, ἀλλ' ἵνα σωθῇ τὸ πνεῦµα· τοῦτο δὲ ἀπρόσωπόν ἐστι. Πῶς οὖν τοῦτο γίνεται; Ὥσπερ οὖν οἱ δήµιοι µυρίων γέµοντες κακῶν τοὺς ἄλλους σωφρονίζουσιν, οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πονηροῦ δαίµονος. Καὶ διὰ τί µὴ σὺ αὐτοὺς ἐκόλασας, ὥσπερ ἐκεῖνον τὸν Βαριησοῦν, ὥσπερ Κηφᾶς Ἀνανίαν, ἀλλὰ τῷ Σατανᾷ παρέδωκας; Οὐχ ἵνα κολασθῶσιν, ἀλλ' ἵνα παιδευθῶσι. Καίτοι καὶ οὗτος ἔχει ἰσχὺν, ὡς ὅταν λέγῃ· Τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑµᾶς; καὶ πάλιν· Οὐχ ἵνα ἡµεῖς δόκιµοι ὦµεν, ἀλλ' ἵνα ὑµεῖς τὸ καλὸν ποιῆτε· καὶ πάλιν, Οὐκ εἰς καθαίρεσιν, ἀλλ' εἰς οἰκοδοµήν. Τί οὖν τὸν Σατανᾶν καλεῖ πρὸς τὴν τιµωρίαν; Ἵνα µετὰ τῆς σφοδρότητος καὶ τῆς κολάσεως καὶ ἡ ὕβρις ᾖ µείζων· µᾶλλον δὲ τοὺς µὲν ἀπίστους αὐτοὶ ἐπαίδευον, τοὺς δὲ ἐκτραπέντας τῷ Σατανᾷ παρεδίδουν. Τί δήποτε δὲ Πέτρος τὸν Ἀνανίαν; καὶ γὰρ ὁ Ἀνανίας ἄπιστος ἦν ἔτι πειράζων. Ἵνα µάθωσι τοίνυν οἱ ἄπιστοι, ὅτι οὐ δύνανται λαθεῖν, διὰ τοῦτο δι' ἑαυτῶν αὐτοὺς ἐτιµωροῦντο· τοὺς δὲ τοῦτο µαθόντας λοιπὸν, εἶτα ἐκτραπέντας, τῷ Σατανᾷ παρεδίδουν, δεικνύντες ὅτι οὐκ οἰκείᾳ δυνάµει, ἀλλὰ τῇ αὐτῶν φυλακῇ συνείχοντο, καὶ παρεδίδοντο ὅσοι εἰς ἀπόνοιαν ἤρθησαν. Καθάπερ οὖν ἐπὶ τῶν βασιλέων, τοὺς µὲν πολεµίους καὶ οἰκείαις σφάττουσι χερσὶ, τοὺς δὲ ὑφ' ἑαυτοὺς τοῖς δηµίοις παραδιδόασιν, οὕτω καὶ ἐνταῦθα.∆ είκνυται δὲ ἀπὸ τούτου, ὅτι διὰ τὴν τῶν ἀποστόλων φυλακὴν τοῦτο ἐγίνετο· ἄλλως δὲ οὐδὲ µικρὸν ἦν τὸ δύνασθαι ἐπιτάττειν τῷ διαβόλῳ· τοῦτο γὰρ δεικνύντος ἦν, ὅτι δουλεύει καὶ εἴκει καὶ ἄκων τοῖς ἀποστόλοις ὁ διάβολος. Ὥστε οὐκ ἔλαττον εἰς χάριν τοῦτο ἦν. Πῶς δὲ παρέδωκεν, ἄκουσον. Συναχθέντων ὑµῶν, φησὶ, καὶ τοῦ ἐµοῦ Πνεύµατος σὺν τῇ δυνάµει τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ. Ἐξεβάλλετο οὖν εὐθέως τοῦ κοινοῦ συνεδρίου, ἀπεσχίζετο τῆς ἀγέλης, ἐγίνετο ἔρηµος καὶ γυµνὸς, παρεδίδοτο τῷ λύκῳ. Ὥσπερ γὰρ ἡ νεφέλη τὸ στρατόπεδον τῶν Ἑβραίων, οὕτω τὴν Ἐκκλησίαν τὸ Πνεῦµα ἐγνώριζεν. Εἴ τις τοίνυν ἐκτὸς ἐγίνετο, κατεκαίετο· ἐγίνετο δὲ ἐκτὸς τῇ κρίσει τῶν ἀποστόλων. Οὕτω καὶ ὁ Κύριος παρέδωκε τὸν Ἰούδαν τῷ Σατανᾷ· εὐθέως γὰρ µετὰ τὸ ψωµίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Ἔστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι οὓς µὲν διορθώσασθαι ἐβούλοντο, οὐκ ἐκόλαζον αὐτοί· τοὺς δὲ ἀδιορθώτους αὐτοὶ ἐτιµωροῦντο· ἢ εἰ µὴ τοῦτο, ὅτι φοβερώτεροι µᾶλλον ἦσαν ἑτέροις ἐκδιδόντες αὐτούς. Οὕτω καὶ ὁ Ἰὼβ παρεδόθη τῷ Σατανᾷ· ἀλλ' ἐκεῖνος οὐχ ὑπὲρ ἁµαρτηµάτων, ἀλλ' ὑπὲρ πλείονος εὐδοκιµήσεως.
5.3
Πολλὰ τοιαῦτα γίνεται καὶ νῦν. Ἐπειδὴ γὰρ οἱ ἱερεῖς οὐ πάντας ἴσασι τοὺς ἁµαρτωλοὺς καὶ ἀναξίως τῶν µυστηρίων µετέχοντας, ὁ Θεὸς πολλάκις τοῦτο ποιεῖ, καὶ παραδίδωσιν αὐτοὺςτῷ Σατανᾷ. Ὅταν γὰρ νόσοι, ὅταν ἐπιβουλαὶ, ὅταν πένθη καὶ συµφοραὶ συµβαίνωσιν, ὅταν ἄλλα τινὰ τοιαῦτα, διὰ τοῦτο γίνεται. Καὶ τοῦτο ὁ Παῦλος δηλοῖ, οὕτω λέγων·∆ ιὰ τοῦτο ἐν ὑµῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιµῶνται ἱκανοί. Καὶ πῶς, φησὶν, ὅταν ἅπαξ δι' ἐνιαυτοῦ προσερχώµεθα; Τοῦτο γὰρ τὸ δεινὸν, ὅτι οὐ καθαρότητι διανοίας, ἀλλὰ διαστήµατι χρόνου τὴν ἀξίαν διορίζεις τῆς προσόδου, καὶ τοῦτο εὐλάβειαν εἶναι νοµίζεις, τὸµὴ πολλάκις προσελθεῖν, οὐκ εἰδὼς ὅτι τὸ ἀναξίως προσελθεῖν, κἂν ἅπαξ γένηται, ἐκηλίδωσε· τὸ δὲ ἀξίως, κἂν πολλάκις, ἔσωσεν. Οὐκ ἔστι τόλµα τὸ πολλάκις προσιέναι, ἀλλὰ τὸ ἀναξίως, κἂν ἅπαξ τις τοῦ παντὸς χρόνου προσέλθῃ. Ἡµεῖς δὲ οὕτως ἀνοήτως διακείµεθα καὶ ἀθλίως, ὅτι µυρία διαπαντὸς ἐργαζόµενοι τοῦ ἐνιαυτοῦ κακὰ, τοῦ µὲν ἀποδύσασθαι ἐκεῖνα οὐδεµίανποιούµεθα φροντίδα, νοµίζοµεν δὲ ἀρκεῖν τὸ µὴ συνεχῶς κατατολµᾷν καὶ ἐπιπηδᾷν ὑβριστικῶς τῷ σώµατι τοῦ Χριστοῦ, οὐκ ἐννοοῦντες ὅτι καὶ οἱ τὸνΧριστὸν σταυρώσαντες ἅπαξ ἐσταύρωσαν. Ἆρ' οὖν, ἐπειδὴ ἅπαξ, ἔλαττον τὸ ἁµάρτηµα; Καὶ ὁ Ἰούδας δὲ ἅπαξ προέδωκε· τί οὖν; τοῦτο αὐτὸν ἐξείλετο;∆ ιὰ τί γὰρ χρόνῳ τὸ πρᾶγµα µετερχόµεθα; χρόνος προσόδου ἔστω ἡµῖν τὸ καθαρὸν συνειδός. Οὐδὲν πλέον ἔχει τὸ ἐν τῷ Πάσχα µυστήριον τοῦ νῦν τελουµένου· ἕν ἐστι καὶ τὸ αὐτὸ, ἡ αὐτὴ τοῦ Πνεύµατος χάρις· ἀεὶ Πάσχα ἐστίν. Ἴστε οἱ µύσται τὸ εἰρηµένον. Καὶ ἐν Παρασκευῇ, καὶ ἐν Σαββάτῳ, καὶ ἐν Κυριακῇ, καὶ ἐν ἡµέρᾳ µαρτύρων ἡ αὐτὴ θυσία ἐπιτελεῖται. Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον, φησὶ, τοῦτον, ἢ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε. Οὐχ ὅρῳ καιροῦ περιέγραψε τὴν θυσίαν. Πῶς οὖν τότε, φησὶ, Πάσχα λέγεται; Ὅτι τότε ἔπαθεν ὁ Χριστὸς ὑπὲρ ἡµῶν. Μηδεὶς τοίνυν ἑτέρως ἐκείνῳ προσίτω, καὶ τούτῳ ἄλλως· µία δύναµίς ἐστι, µία ἀξία, µία χάρις, ἓν σῶµα καὶ τὸ αὐτὸ, οὐκ ἐκεῖνο τούτου ἁγιώτερον, οὐδὲ τοῦτο ἐκείνου ἔλαττον. Καὶ τοῦτο καὶ ὑµεῖς ἴστε, οὐδὲν καινότερον ὁρῶντες, πλὴν τῶν κοσµικῶν τούτων παραπετασµάτων καὶ τοῦ λαµπροῦ πλήθους. Ἔχουσι δέ τι πλέον αἱ ἡµέραι ἐκεῖναι τοῦτο, ὅτι ἀπ' αὐτῶν ἀρχὴν ἔλαβεν ἡ σωτήριος ἡµῶν ἡµέρα, ὅτι ἐν αὐτῇ ἐτύθη ὁ Χριστὸς, λοιπὸν δὲ κατὰ τὰµυστήρια οὐδεµίαν προτέρησιν ἔχουσι. Καὶ τροφῇ µὲν προσβάλλων αἰσθητῇ, νίπτεις τὰς χεῖρας, πλύνεις τὸ στόµα· τροφῇ δὲ µέλλων προσιέναι πνευµατικῇ, οὐ νίπτεις τὴν ψυχὴν, ἀλλὰ γέµων ἀκαθαρσίας προσέρχῃ; Καὶ τί, φησίν; οὐκ ἀρκοῦσιν αἱ τῶν τεσσαράκοντα ἡµερῶν νηστεῖαι τὸν πολὺν φορυτὸν καθᾶραι τῶν ἁµαρτηµάτων; Καὶ τί τὸ ὄφελος, εἰπέ µοι; ἄν τις µύρον ἀποθέσθαι θέλων καθάρῃ τὸν τόπον, εἶτα πάλιν µικρὸν µετὰ τὸ ἐµβαλεῖν καὶ κόπρον ἐπιβάλῃ, οὐκ ἀπέπτη ἡ εὐωδία; Τοῦτο γίνεται καὶ ἡµῖν· ἐγενόµεθα ἄξιοι προσερχόµενοι κατὰ δύναµιν τὴν ἡµετέραν· εἶτα πάλιν µολύνοµεν ἑαυτούς. Τί οὖν τὸ κέρδος; Τοῦτο καὶ περὶ τῶν δυναµένων ἐν ταῖς τεσσαράκοντα ἡµέραις ἀπονίπτεσθαί φαµεν. Μὴ δὴ ἀµελῶµεν τῆς ἡµετέρας σωτηρίας, παρακαλῶ, ἵνα µὴ γένηται κενὸς ὁ κόπος ἡµῶν. Ἄνθρωπος γὰρ, φησὶν, ἀποστρέφων ἀπὸ ἁµαρτίας αὐτοῦ, καὶ πάλιν πορευόµενος, καὶ τὰ αὐτὰ ποιῶν, Ὥσπερ κύων ἐστὶν εἰς τὸν ἴδιον ἔµετον ἐπιστρέφων. Ἂν οὕτω ποιῶµεν, καὶ οὕτω προσέχωµεν, δυνησόµεθα τῶν βραβείων ἀξιωθῆναι ἐκείνων· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.