Homilies on First Timothy
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
8.0
Βούλοµαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισµοῦ· ὡσαύτως καὶ τὰς γυναῖκας ἐν καταστολῇ κοσµίῳ µετὰ αἰδοῦς καὶ σωφροσύνης κοσµεῖν ἑαυτὰς, µὴ ἐν πλέγµασιν, ἢ χρυσῷ, ἢ µαργαρίταις, ἢἱµατισµῷ πολυτελεῖ, ἀλλ' ὃ πρέπει γυναιξὶν ἐπαγγελλοµέναις θεοσέβειαν, δι' ἔργων ἀγαθῶν.
8.1
Ὅταν προσεύχησθε, φησὶν ὁ Χριστὸς, µὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτεςπροσεύχεσθαι, ὅπως φανῶσι τοῖς ἀνθρώποις. Ἀµὴν λέγω ὑµῖν, ὅτι ἀπέχουσι τὸν µισθὸν αὑτῶν. Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταµιεῖόν σου, καὶ κλείσας τὰς θύρας, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ αὐτὸς ἀποδώσει σοι ἐν τῷ φανερῷ. Τί οὖν ὁ Παῦλός φησι, Βούλοµαι προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισµοῦ; Ἀλλ' οὐκ ἔστιν ἐναντίον ἐκείνοις τοῦτο, µὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα συνᾷδον. Πῶς καὶ τίνι τρόπῳ;∆ εῖ δὲ πρότερον εἰπεῖν, τί ἐστιν, Εἴσελθε εἰς τὸ ταµιεῖόν σου, καὶ τί δήποτε τοῦτο προστάττει, εἰ ἐν παντὶ τόπῳ δεῖ εὔχεσθαι, καὶ εἰ ἐν ἐκκλησίᾳ µὴ δεῖεὔχεσθαι, καὶ εἰ ἐν ἄλλῳ µηδενὶ τῆς οἰκίας µέρει, ἀλλ' ἐν τῷ ταµείῳ µόνον. Τί οὖν ἐστι τὸ λεγόµενον; Τὸ ἀκενόδοξον δεικνὺς ἐνταῦθα ὁ Χριστός φησι, µὴ, Λάθρα, ἁπλῶς, ἀλλὰ, Κεκρυµµένως τὰς εὐχὰς ποιοῦ. Ὥσπερ γὰρ λέγων, Μὴ γνώτω ἡ ἀριστερά σου, τί ποιεῖ ἡ δεξιά σου, οὐ περὶ χειρῶν διαλέγεται ἁπλῶς, ἀλλὰ τὴν ὑπερβολὴν τῆς πρὸς τὴν κενοδοξίανφυγῆς παρίστησιν, οὕτω δὴ καὶ ἐνταῦθα τοῦτο αἰνίττεται. Οὐ τοίνυν εἰς τὸν τόπον περιώρισε τὴν εὐχὴν, ἀλλ' ἓν µόνον ἐπέταξε τὸ ἀκενόδοξον. Ὁ δὲ Παῦλος ταῦτά φησι πρὸς ἀντιδιαστολὴν τῆς Ἰουδαϊκῆς εὐχῆς· ὅρα γὰρ τί φησιν· Ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας· ὅπερ τοῖς Ἰουδαίοις θέµις οὐκ ἦν. Οὐδὲ γὰρ ἐξῆν τῷ Θεῷ προσιέναι ἀλλαχοῦ καὶ θύειν καὶ τὰς λατρείας ἐπιτελεῖν, ἀλλ' εἰς ἕνα τόπον τοὺς πανταχόθεν ἐκ τῆς οἰκουµένηςσυντρέχοντας ἅπαντα. 20] τὰ τῆς ἁγιστείας ἐν τῷ ναῷ ἐπιτελεῖν ἔδει. Τούτων ἀντίῤῥοπον τὴν παραίνεσιν εἰσάγει. Καὶ τῆς ἀνάγκης ἀπαλλάξας ἐκείνης, Οὐκ ἔστι, φησὶ, τοιαῦτα τὰ ἡµέτερα, οἷα τὰ Ἰουδαϊκά. Ὥσπερ γὰρ ὑπὲρ πάντων τὰς εὐχὰς κελεύει ποιεῖν( ὑπὲρ πάντων γὰρ καὶ ὁ Χριστὸς ἀπέθανε, καὶ ὑπὲρ πάντων, φησὶ, ταῦτα κηρύττω), οὕτω καὶπανταχοῦ καλὸν εὔχεσθαι· ἡ δὲ παρατήρησις λοιπὸν µὴ περὶ τόπον ἔστω, ἀλλὰ περὶ τὸν τρόπον τῆς εὐχῆς. Πανταχοῦ µὲν εὔχου, φησὶ, πανταχοῦ δὲ ὁσίους χεῖρας ἔπαιρε· τοῦτό ἐστι τὸ ζητούµενον. Ὁσίους δὲ τί ἐστι; Καθαράς· καθαρὰς δὲ τί ἐστιν; Οὐχ ὕδατι νιπτοµένας, ἀλλὰ πλεονεξίας φόνων, ἁρπαγῆς, πληγῶν καθαράς. Χωρὶς ὀργῆς καὶ διαλογισµοῦ. Τί δὴ τοῦτό ἐστι; τίς δὲ εὐχόµενος ὀργίζεται; Τουτέστι, χωρὶς µνησικακίας. Καθαρὰ ἔστω τοῦ εὐχοµένου ἡ διάνοια, παντὸς πάθους ἀπηλλαγµένῃ· µηδεὶς µετὰ ἔχθρας προσίτω τῷ Θεῷ· µηδεὶς µετὰ ἀηδίας καὶ διαλογισµοῦ. Τί ἐστι, Χωρὶς διαλογισµοῦ; Ἐπακούσωµεν. Ἄρα οὐ δεῖ ὅλως ἀµφιβάλλειν ὅτι ἐπακουσθησόµεθα. Ὅσα γὰρ ἂν αἰτήσητε, φησὶ, πιστεύοντες, λήψεσθε· καὶ πάλιν, Ὅταν στήκητε προσευχόµενοι, ἀφίετε, εἴ τι ἔχετε κατά τινος. Τοῦτό ἐστι, Χωρὶς ὀργῆς καὶ διαλογισµοῦ. Καὶ πῶς, φησὶ, δυνήσοµαι πιστεύειν, ὅτι ἐπιτεύξοµαι τῆς αἰτήσεως; Ἂν µηδὲν ἐναντίον αἰτῇς, ὧν δοῦναί ἐστιν ἕτοιµος· ἂν µηδὲν ἀνάξιον τοῦ βασιλέως, ἂν µηδὲν βιωτικὸν, ἂν πάντα πνευµατικὰ, ἂν χωρὶς ὀργῆς προσίῃς, ἂν καθαρὰς ἔχων τὰς χεῖρας, ἂν ὁσίας· ὅσιαί εἰσιν αἱ ἐλεηµοσύνας ἐργαζόµεναι. Ἂν οὕτω προσίῃς, πάντως ἐπιτεύξῃ τῆς αἰτήσεως. Εἰ γὰρ ὑµεῖς, φησὶ, πονηροὶ ὄντες οἴδατε δόµατα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑµῶν, πόσῳ µᾶλλον ὁ Πατὴρ ὑµῶν ὁ ἐν τοῖς οὐρανοῖς;∆ ιαλογισµὸν τὴν ἀµφιβολίαν λέγει. Ὡσαύτως καὶ τὰς γυναῖκας βούλοµαι, φησὶ, Θεῷ προσιέναι χωρὶς ὀργῆς, χωρὶς διαλογισµοῦ, ὁσίους χεῖρας ἔχειν, µὴ ταῖς ἐπιθυµίαις ἐξακολουθεῖνταῖς ἑαυτῶν, µὴ ἁρπάζειν, µὴ πλεονεκτεῖν. Τί γὰρ, κἂν αὐτὴ µὴ ἁρπάζῃ, διὰ δὲ τοῦ ἀνδρὸς τοῦτο ἐργάζηται; Παρὰ δὲ τῶν γυναικῶν καὶ πλέον τι αἰτεῖ ὁ Παῦλος. Ποῖον δὴ τοῦτο; Τὸ, Μετὰ αἰδοῦς καὶ σωφροσύνης, φησὶν, ἐν καταστολῇ κοσµίᾳ κοσµεῖν ἑαυτὰς, µὴ ἐν πλέγµασιν, ἢ χρυσῷ, ἢ µαργαρίταις, ἀλλ' ὃ πρέπειγυναιξὶν ἐπαγγελλοµέναις θεοσέβειαν δι' ἔργων ἀγαθῶν. Καταστολὴν τί φησι; Τουτέστι, τὴν ἀµπεχόνην πάντοθεν περιεστάλθαι καλῶς, κοσµίως, µὴ περιέργως· ἐκεῖνο γὰρ κόσµιον, τοῦτο δὲ ἄκοσµον. Τί λέγεις; προσέρχῃ δεοµένη τοῦ Θεοῦ, καὶ περίκεισαι χρυσία καὶ ἐµπλέγµατα; µὴ γὰρ χορεῦσαι ἦλθες; µὴ γὰρ γάµων µεθέξουσα; µὴ γὰρ εἰς ποµπὴν παρεγένου; Ἐκεῖ τὰ χρυσία, ἐκεῖ τὰ ἐµπλέγµατα, ἐκεῖ τὰ πολυτελῆ ἱµάτια ἔχει καιρόν· νῦν δὲ οὐδενὸς χρεία τούτων. Ἦλθες παρακαλέσαι, δεηθῆναι ὑπὲρ ἁµαρτηµάτων, ἐντευξοµένη ὑπὲρ ὧν προσέκρουσας, αἰτουµένη τὸν∆ εσπότην, ἵλεω καταστήσουσα αὐτόν· τί κοσµεῖς σαυτήν; Οὐκ ἔστι ταῦτα ἱκετευούσης τὰ σχήµατα. Πῶς δύνασαι στενάξαι; πῶς δύνασαι δακρῦσαι; πῶς µετὰ ἐκτενείας εὔξασθαι, τοιοῦτον σχῆµα περικειµένη; Κἂν δακρύσῃς, γέλως ἔσται τὰ δάκρυα τοῖς ὁρῶσιν· οὐ γὰρ χρυσοφορεῖν τὴν δακρύουσαν δεῖ· ἐπεὶ σκηνή ἐστι καὶ ὑπόκρισις. Πῶς γὰρ οὐ σκηνὴ, ὅταν ἀπ' αὐτῆς τῆς διανοίας, ἀφ' ἧς ἡ τοσαύτη πολυτέλεια καὶ φιλοτιµία ἐτέχθη, ἀπὸ τῆς αὐτῆς καὶ δάκρυα προχέηται; Περίελε πᾶσαν ἐκείνην τὴν ὑπόκρισιν· Θεὸς οὐ παίζεται. Ταῦτα τῶν µίµων καὶ τῶν ὀρχηστῶν ἐστι τῶν ἐν ταῖς σκηναῖς διηµερευόντων· γυναικὶ δὲ κοσµίᾳ οὐδὲν τούτων πρέπει. Μετὰ αἰδοῦς, φησὶ, καὶ σωφροσύνης.
8.2
Μὴ τοίνυν τὰς ἑταιριζοµένας µιµοῦ· διὰ γὰρ τούτου τοῦ σχήµατος ἐκεῖναι πολλοὺς ἐπισπῶνται τοὺς ἐραστὰς, κἀντεῦθεν πολλαὶ πονηρὰν ἔλαβον ὑποψίαν πολλάκις, καὶ οὐδὲν ἐκ τοῦκόσµου τούτου ἀπώναντο· πολλοὺς γὰρ διὰ τῆς δόξης ταύτης ἔβλαψαν. Ὥσπερ γὰρ ἡ πεπορνευµένη κἂν ἔχῃ σώφρονος δόξαν, οὐδὲν τῆς δόξης ἀπώνατο, τοῦ τὰ κρύφια δικάζοντος τότε πάντα εἰς µέσον ἄγοντος· οὕτως οὐδὲ ἡ σώφρων, ἂν ἐπιτηδεύσῃ διὰ τοῦ σχήµατος µοιχείας δόξαν λαβεῖν, ἀπώνατό τι τῆς σωφροσύνης· πολλοὶ γὰρ διὰ τῆς δόξης ταύτης ἐβλάβησαν. Τί οὖν ἐγὼ πάθω, φησὶν, ἂν ἕτερος ὑποπτεύσῃ; Σὺ δίδως τὴν ἀφορµὴν διὰ τοῦ σχήµατος, διὰ τοῦ βλέµµατος, διὰ τῶν κινηµάτων.∆ ιὰ τοῦτο πολὺς τῷ Παύλῳ λόγος τῆς ἀµφιάσεως, πολὺς τῆς αἰδοῦς. Εἰ δὲ ἃ πλούτου µόνον ἐστὶ τεκµήρια ταῦτα περιεῖλε, χρυσὸν, µαργαρίτας, ἱµάτια πολυτελῆ, πῶς οὐ πολλῷ µᾶλλον ἃ περιεργίας ἐστὶν, οἷονἐπιτρίµµατα, ὑπογραφὰς ὀφθαλµῶν, διατεθρυµµένην βάδισιν, διακεκλασµένην φωνὴν, ὄµµα ὑγρὸν καὶ πάσης πορνείας γέµον, περίεργον ἀναβολὴν τοῦ φάρους, τοῦ χιτωνίσκου, ζώνην περιεργοτέραν, ὑποδήµατα ἀπηρτισµένα; Ἅπαντα γὰρ ταῦτα διὰ τοῦ εἰπεῖν, Ἐν καταστολῇ κοσµίᾳ, ᾐνίξατο, καὶ διὰ τοῦ εἰπεῖν, Μετὰ αἰδοῦς· ταῦτα γὰρ ἀναιδείας ἐστὶ καὶ ἀσχηµοσύνης. Ἀνάσχεσθέ µου, παρακαλῶ· γυµνότερον γὰρ ὁ λόγος τὸν ἔλεγχον προσάγει, οὐχ ἵνα πλήξῃ, οὐδ' ἵνα λυπήσῃ, ἀλλ' ἵνα τὸ ἀλλότριον τῆς ἀγέλης ἅπαν περιέλῃ. Εἰ ταῖς ἄνδρας ἐχούσαις, εἰ ταῖς τρυφώσαις, εἰ ταῖς πλουτούσαις ταῦτα ἀπαγορεύει, πολλῷ µᾶλλον ταῖς παρθενίαν ἀναδεδεγµέναις. Καὶ τίς, φησὶ, παρθένος χρυσία περιτίθεται; τίς δὲ ἐµπλέγµατα; Τοσαύτη ἡ τοῦ λιτοῦ σχήµατός ἐστι περιεργία, ὡς ταῦτα µηδὲν εἶναι πρὸς ἐκεῖνα. Ἔνεστι γὰρ καὶ δι' εὐτελῶν ἱµατίων µᾶλλον καλλωπίζεσθαι τῶν τὰ χρυσία περικειµένων. Ὅταν γὰρ σφόδρα ᾖ κυανὸς ὁ χιτὼν, καὶ τῇ ζώνῃ συνεσταλµένος µετὰ πολλῆς τῆς ἀκριβείας περὶ τὸ στῆθος, καθάπερ τούτων τῶν ἐπὶ τῆςσκηνῆς ὀρχουµένων, ὥστε µήτε εἰς πλάτος ἐκβαίνειν ἐξωγκωµένον, µήτε εἰς ἰσχνότητα συστέλλεσθαι, ἀλλ' ἀµφοτέρων εἶναι µέσον, καὶ πολλὰς ἔχειν περὶ τὰστέρνα τὰς ῥυτίδας, πόσων σηρικῶν οὐχ ἱκανὸν τοῦτο δελεάσαι µᾶλλον; Τί δὲ, ὅταν τὸ ὑπόδηµα ἐν τῷ µέλανι σφόδρα ἀποστίλβῃ δι' αὐτοῦ, λῆγον εἰς ὀξὺ, καὶ τὴν ἐν ταῖς ζωγραφίαις εὐφυΐαν ᾖ µιµούµενον, ὥστε µήτε τὸνταρσὸν ἀνέχειν πολύ; τί δὲ, ὅταν τὴν ὄψιν ἐπιτρίµµασι µὲν µὴ καλλωπίζῃς, ἀπονίπτῃς δὲ µετὰ πολλῆς τῆς ἀκριβείας καὶ τῆς σχολῆς, καὶ διατείνῃς µετὰ τοῦ µετώπου πολὺτῆς ὄψεως λευκότερον τὸ κάλυµµα, εἶτα ἄνωθεν τὸ φάρος ἐπιτιθῇς, ὡς ἂν τῷ λευκῷ τὸ µέλαν ἐµπρέπῃ; Τί ἄν τις εἴποι περὶ τῶν ὀφθαλµῶν τὰς µυρίας ἐκείνας περιστροφάς; περὶ τῆς δέσεως, τῆς νῦν µὲν κρυπτοµένης, νῦν δὲ γυµνουµένης ἐν τῇ δέσει τῆς περιστηθίδος; καὶ γὰρ καὶ τοῦτο γυµνοῦσι πολλάκις, ὥστε τοῦ ζώσµατος τὴν ἀκρίβειαν φαίνεσθαι, τοῦ φάρους παντὸς περὶ τὴν κεφαλὴν περιαγοµένου. Τὰς δὲ χεῖρας, καθάπερ οἱ τραγῳδοὶ, οὕτω µετὰ ἀκριβείας ἐνδιδύσκουσιν, ὥστε νοµίζειν προσπεφυκέναι µᾶλλον αὐταῖς. Τί ἄν τις εἴποι τὴν βάδισιν, καὶ τὰ ἄλλα ἐπιτηδεύµατα παντὸς χρυσίου µᾶλλον δυνάµενα τοὺς θεωµένους ἑλεῖν; Φοβηθῶµεν, ἀγαπητοὶ, µὴ ἀκούσωµεν καὶ ἡµεῖς, ἅπερ ὁ προφήτης ἔλεγε ταῖς τῶν Ἑβραίων γυναιξὶ περὶ τὸν κόσµον τὸν ἔξωθεν ἠσχοληµέναις· Ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσµου τῆς κεφαλῆς σου φαλάκρωµα ἕξεις. Ὥστε ταῦτα µᾶλλον ἐπαγωγὰ τῶν χρυσίων ἐστὶν, ὡς πολλῶν ἑτέρων καὶ πρὸς τοῦτο ἐπιτετηδευµένων, πρὸς τὸ ὁρᾶσθαι καὶ αἰχµαλωτίζειν τοὺς θεωµένους. Οὐκ ἔστι µικρὸν τὸ ἁµάρτηµα, ἀλλὰ καὶ σφόδρα µέγα, ἱκανὸν παροξῦναι τὸν Θεὸν, ἱκανὸν παντὶ τῷ πόνῳ τῆς παρθενίας λυµήνασθαι.
8.3
Χριστὸν ἔχεις νυµφίον· τί ἐραστὰς ἀνθρώπους ἐπισπᾶσαι; Μοιχείας σε τότε κρινεῖ.∆ ιὰ τί µὴ κοσµῇ τὸν κόσµον τὸν αὐτῷ ἀρέσκοντα, τὸν αὐτῷ φίλον, τὴν αἰδὼ, τὴν σωφροσύνην, τὴν κοσµιότητα, τὴν σώφρονα καταστολήν; αὕτη πορνική τίς ἐστι καὶ αἰσχρά. Οὐκέτι διαγινώσκοµεν τὰς πόρνας καὶ τὰς παρθένους. Ὅρα εἰς πόσην ἀσχηµοσύνην ἐξήγαγον ἑαυτάς. Ἀνεπιτήδευτον εἶναι χρὴ τὴν παρθένον, ἁπλῶς καὶ εἰκῆ διεσκευασµένην· ἡ δὲ µυρία ἐπιτηδεύει πρὸς τὴν φαινοµένην διασκευήν. Παῦσαι τῆς µανίας, γύναι, ἐπὶ τὴν ψυχὴν µετάγαγε τὴν τοιαύτην σπουδὴν, ἐπὶ τὴν ἔσω ἐµπρέπειαν· οὗτος γὰρ ὁ κόσµος ὁ ἔξωθεν περικείµενος οὐκ ἀφίησι τὸν ἔνδον γενέσθαι καλόν. Ὁ περὶ τοῦτον ἠσχοληµένος, τοῦ ἔνδον καταφρονεῖ, ὥσπερ ὁ τούτου καταφρονῶν, πᾶσαν τὴν σπουδὴν περὶ τὸν ἔνδον ἐνδείκνυται. Μή µοι εἴπῃς, Οἴµοι, ἱµάτιον ἐκτετριµµένον φορῶ, ὑπόδηµα εὐτελὲς, κάλυµµα οὐδαµινόν· ποῖος ταῦτα κόσµος; Μὴ ἀπάτα σαυτήν. Ἔνεστιν, ὅπερ ἔφην, διὰ τούτων µειζόνως καλλωπίζεσθαι, ἢ δι' ἐκείνων, µάλιστα διὰ τῶν ἐκτετριµµένων ἱµατίων, ἢ τῶν προσπεπλασµένων τῷ σώµατι, καὶ ἐκτετυπωµένων καλῶς πρὸς τὸ σχῆµα τὸ ἀναιδὲς, καὶ στιλβόντων λαµπρόν. Ἐµοὶ ταῦτα λέγεις· τί δὲ τῷ Θεῷ ἐρεῖς τῷ τὴν διάνοιαν εἰδότι, µεθ' ἧς ταῦτα ποιεῖς; Ἀλλ' οὐχ ὥστε πορνεῦσαι ποιεῖς; Ἀλλὰ τί; ὥστε θαυµασθῆναι; καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς ἐπὶ τούτοις βουλοµένη θαυµάζεσθαι; Ἀλλ' ἁπλῶς, φησὶ, ταῦτα περίκειµαι, οὐδὲ ἐπὶ τούτῳ. Οἶδεν ὁ Θεὸς ἃ φθέγγῃ πρὸς ἡµᾶς. Μὴ γὰρ ἐµοὶ δίδως λόγον; Ἐκείνῳ τῷ παρόντι τοῖς γινοµένοις, καὶ τότε ἐξετάζοντι ταῦτα, ἐκείνῳ ᾧ γυµνὰ καὶ τετραχηλισµένα πάντα.∆ ιὰ τοῦτο καὶ ἡµεῖς ταῦτα λέγοµεν νῦν, ἵνα ὑµᾶς τῶν εὐθυνῶν ἐκείνων µὴ ποιήσωµεν ἐνόχους. Φοβηθῶµεν µὴ καὶ ὑµῖν ὀνειδίσῃ, ἃ διὰ τοῦ προφήτου ταῖς Ἰουδαίων γυναιξὶν, Ἦλθον ὀφθῆναί µοι θρυπτόµεναι καὶ τοῖς ποσὶν ἅµα παίζουσαι. Ἀνεδέξασθε ἀγῶνα µέγαν, ἔνθα ἀθλήσεως, οὐ καλλωπισµοῦ δεῖ, πυκτεύειν δεῖ, οὐ βλακεύειν. Οὐχ ὁρᾷς τοὺς πυκτεύοντας, τοὺς ἀθλοῦντας; ἆρα βαδίσεως αὐτοῖς µέλει καὶ σχήµατος; Οὐδαµῶς· ἀλλὰ ταῦτα πάντα ἀφέντες, ἱµάτιον ἐλαίῳ διάβροχον ἀναβαλλόµενοι, πρὸς ἓν µόνον ὁρῶσι, τὸ πλῆξαι, καὶ µὴ πληγῆναι. Ἕστηκεν ὁ διάβολος τρίζων τοὺς ὀδόντας, πάντοθέν σε βουλόµενος καθελεῖν· σὺ δὲ µένεις ἀπησχοληµένη περὶ τὸν κόσµον τοῦτον τὸν σατανικόν; Οὐδὲν βούλοµαι λέγειν περὶ φωνῆς, πῶς πολλαὶ καὶ τοῦτο ἐπιτηδεύουσι, περὶ µύρων καὶ τῆς ἄλλης βλακείας.∆ ιὰ ταῦτα γελῶσιν ἡµᾶς αἱ κοσµικαί. Τὸ σεµνὸν τῆς παρθενίας ἀπόλωλεν· οὐδεὶς τιµᾷ παρθένον, ὡς τιµᾷν χρή· ἑαυτὰς γὰρ ἀτιµάζεσθαιπεποιήκασιν. Οὐκ ἔδει, ὥσπερ ἐξ οὐρανοῦ παραγενοµένας, οὕτως εἶναι περιβλέπτους ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ; νῦν δὲ καταπεφρόνηνται δι' ἑαυτὰς, οὐ διὰ τὰς φρονίµους. Ὅταν γὰρ ἴδῃ σε, τὴν ἐσταυρωµένην εἶναι ὀφείλουσαν, ἡ ἄνδρα ἔχουσα καὶ παιδία καὶ οἰκίας προεστῶσα, µᾶλλον αὐτῆς τὸν κόσµον τοῦτον διώκουσαν, πῶς οὐ καταγελάσεται; πῶς οὐ καταφρονήσει; Ὁρᾷς πόση ἡ σπουδή; πόση ἡ µελέτη; δι' εὐτελείας νικᾷς τὴν κοσµουµένην τὰ πολυτελῆ, µᾶλλον αὐτῆς καλλωπιζοµένη τῆς τὰ χρυσία περικειµένης. Ἃ πρέπει σοι οὐ ζητεῖς, ἃ οὐ πρέπει σοι, ἐκεῖνα µετέρχῃ, δέον σε τὰ ἀγαθὰ ἔργα µετιέναι.∆ ιὰ τοῦτο τῶν κοσµικῶν ἀτιµότεραι αἱ παρθένοι· οὐ γὰρ ἄξια τῆς παρθενίας τὰ ἔργα ἐπιδείκνυνται. Ταῦτα εἰρήκαµεν οὐ πρὸς πάσας, µᾶλλον δὲ πρὸς πάσας, τὰς µὲν ὑπευθύνους, ἵνα σωφρονῶσι, τὰς δὲ ἀνευθύνους, ἵνα ἐκείνας σωφρονίζωσιν. Ἀλλ' ὁρᾶτε ὅπως µὴ εἰς ἔργον ἡ ἐπιτίµησις ἔλθῃ. Οὐ γὰρ ἵνα λυπήσωµεν, εἴποµεν, ἀλλ' ἵνα διορθωσώµεθα, ἵνα καυχησώµεθα ἐν ὑµῖν. Γένοιτο δὲ πάντας ἡµᾶς τὰ τῷ Θεῷ δοκοῦντα ποιεῖν, καὶ εἰς δόξαν αὐτοῦ ζῇν, ὥστε καὶ τῶν ἐπηγγελµένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳτοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ. ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.