Homilies on First Timothy
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
9.0
Γυνὴ ἐν ἡσυχίᾳ µανθανέτω ἐν πάσῃ ὑποταγῇ. Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰµ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα· καὶ Ἀδὰµ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. ἐὰν µείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασµῷ µετὰ σωφροσύνης.
9.1
Πολλὴν ἀπαιτεῖ τὴν αἰδὼ παρὰ τῶν γυναικῶν ὁ µακάριος Παῦλος, πολλὴν τὴν κοσµιότητα.∆ ιὰ τοῦτο οὐ µέχρι σχηµάτων, οὐ µέχρι καταστολῆς πρόεισιν, ἀλλὰ καὶ µέχρι φωνῆς· καὶ τί φησι; Γυνὴ ἐν ἡσυχίᾳ µανθανέτω. Τί ἐστι τοῦτο; Μηδὲ φθεγγέσθω, φησὶν, ἐν ἐκκλησίᾳ γυνή· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων ἔλεγεν· Αἰσχρὸν γάρ ἐστιν γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. Τί δήποτε; Ὅτι ὁ νόµος αὐτὰς, φησὶν, ὑπέταξε. Καὶ πάλιν ἑτέρωθι, Εἰ δέ τι µανθάνειν ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Ἀλλὰ τότε µὲν αἱ γυναῖκες ἀπὸ τῆς τοιαύτης διδασκαλίας ἐσίγων· νυνὶ δὲ παρ' αὐταῖς πολὺς ὁ θόρυβος, πολλὴ ἡ κραυγὴ, πολλὴ ἡ διάλεξις, οὐδαµοῦ ἀλλαχοῦ τοσαύτη, ὅση ἐνταῦθα· πάσας διαλεγοµένας ἴδοι τις ἂν, ὅσα οὔτε ἐν ἀγορᾷ, οὔτε ἐν βαλανείοις. Ὥσπερ γὰρ δι' αὐτὸ τοῦτο παραγινόµεναι, ἵνα ἄνεσιν ἔχωσιν, οὕτω περὶ τὴν τῶν ἀνονήτων διάλεξιν ἠσχόληνται ἅπασαι.∆ ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε· καὶ οὐκ ἐννοοῦσιν, ὅτι οὐδὲ ἔστιν ἄλλως µαθεῖν τι τῶν χρησίµων µὴ ἡσυχαζούσας. Ὅταν γὰρ ἐπείγηται µὲν πρὸς τὴν διάλεξιν ὁ λόγος, µηδεὶς δὲ προσέχῃ τοῖς λεγοµένοις, τί τὸ ὄφελος; Τοσοῦτον γὰρ αὐτὴν σιγηρὰν εἶναι δεῖ, φησὶν, ὡς µὴ µόνον περὶ βιωτικῶν, ἀλλὰ µηδὲ περὶ πνευµατικῶν φθέγγεσθαι ἐν ἐκκλησίᾳ. Τοῦτο κόσµος, τοῦτο αἰδὼς, τοῦτο µᾶλλον αὐτὴν τῶν ἱµατίων κοσµῆσαι δυνήσεται· ἂν οὕτως ἑαυτὴν περιστείλῃ, δυνήσεται καὶ µετὰ πολλῆς τῆς εὐκοσµίας τὰς εὐχὰς ποιεῖσθαι. Γυναικὶ δὲ οὐκ ἐπιτρέπω διδάσκειν. Οὐκ ἐπιτρέπω, φησί· ποίαν ἐνταῦθα τοῦτο ἔχει τὴν ἀκολουθίαν; Καὶ πολλήν. Περὶ ἡσυχίας διελέγετο, περὶ κοσµιότητος, περὶ αἰδοῦς· εἶπεν, ὅτι Λαλεῖν αὐτὰς οὐ βούλοµαι. Πάντοθεν τοίνυν βουλόµενος αὐτῶν περικόψαι τὴν ἀφορµὴν τῆς λαλιᾶς, µηδὲ διδασκέτωσαν, φησὶν, ἀλλὰ τὴν τῶν µαθητευοµένων ἐχέτωσαν τάξιν· οὕτω γὰρ διὰ τῆς σιγῆς καὶ τὴν ὑποταγὴν δείξουσι. Λάλον γάρ πως τὸ γένος ἐστί· διὰ τοῦτο πάντοθεν αὐτὴν καταστέλλει. Ἀδὰµ γὰρ, φησὶ, πρῶτος ἐπλάσθη, εἶτα Εὔα· καὶ Ἀδὰµ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Τί οὖν ταῦτα πρὸς τὰς νῦν; Ναὶ, φησί· τῆς πλείονος ἀπέλαυσε τιµῆς τὸ τῶν ἀνδρῶν γένος· πρῶτον ἐπλάσθη. Ἀλλαχοῦ δὲ καὶ τὸ µεῖζον ἔδειξεν, οὕτω λέγων· Οὐ γὰρ ἐπλάσθη ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλ' ἡ γυνὴ διὰ τὸν ἄνδρα. Τί οὖν τοῦτο λέγει; Πολλαχόθεν βουλόµενος τὸν ἄνδρα πρωτεύειν. Πρῶτον µὲν γὰρ ἀπὸ τούτων ἐχέτω τὰ πρωτεῖα, φησὶ, δεύτερον δὲ ἀπὸ τῶν ἤδη γενοµένων. Ἐδίδαξέ ποτε τὸν ἄνδρα, καὶ πάντα κατέστρεψε, καὶ τῇ παρακοῇ ὑπεύθυνον ἐποίησε.∆ ιὰ τοῦτο αὐτὴν ὑπέταξεν ὁ Θεὸς, ἐπειδὴ τῇ ἀρχῇ, µᾶλλον δὲ τῇ ὁµοτιµίᾳ κακῶς ἐχρήσατο. Πρὸς τὸν ἄνδρα σου, φησὶν, ἡ ἀποστροφή σου. Πρὸ δὲ τούτου οὐκ εἴρητο τοῦτο. Πῶς δὲ Ἀδὰµ οὐκ ἠπατήθη; οὐκοῦν οὐ παρήκουσεν, εἴ γε οὐκ ἠπατήθη. Πρόσεχε ἀκριβῶς. Ἡ γυνή φησιν, Ὁ ὄφις ἠπάτησέ µε· ὁ δὲ Ἀδὰµ οὐ λέγει, Ἡ γυνὴἠπάτησέ µε, ἀλλ' ὅτι Αὕτη ἔδωκέ µοι, καὶ ἔφαγον. Οὐκ ἔστι δὲ ἴσον, παρὰ τῆς ὁµοφύλου καὶ συγγενοῦς δέξασθαι τὴν ἀπάτην, καὶ παρὰ θηρίου, τοῦ δούλου, τοῦ ὑποτεταγµένου· ὥστε ἐκεῖνο ἀπάτης ἐστί. Πρὸς οὖν τὴν σύγκρισιν τῆς γυναικός φησιν αὐτὸν µὴ ἠπατῆσθαι, ὅτι ἐκείνη µὲν ὑπὸ τοῦ δούλου καὶ ὑποτεταγµένου, οὗτος δὲ ὑπὸ τῆς ἐλευθέρας. Πάλιν δὲ οὐ περὶ τοῦ Ἀδὰµ εἴρηται, ὅτι Εἶδε τὸ ξύλον ὅτι καλὸν εἰς βρῶσιν, ἀλλὰ περὶ τῆς γυναικὸς, καὶ ὅτι ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς· ὥστε οὗτος οὐκ ἐπιθυµίᾳ ἁλοὺς παρέβη, ἀλλὰ τῇ γυναικὶ πεισθεὶς ἁπλῶς. Ἐδίδαξεν ἅπαξ ἡ γυνὴ, καὶ πάντα κατέστρεψε· διὰ τοῦτό φησι, Μὴ διδασκέτω. Τί οὖν πρὸς τὰς λοιπὰς, εἰ ἐκείνη τοῦτο ἔπαθε; Καὶ πάνυ· τὸ γὰρ γένος ἀσθενὲς καὶ κοῦφον. Ἄλλως δὲ, περὶ τῆς φύσεως ἐνταῦθα πάσης λέγεται· οὐ γὰρ εἶπεν, Ἡ δὲ Εὔα ἀπατηθεῖσα, ἀλλ', Ἡ γυνὴ, ὅπερ ἐστὶν ὄνοµα τοῦ κοινοῦ γένους µᾶλλον ἢ ἐκείνης. Τί οὖν; πᾶσα ἡ φύσις ἐν παραβάσει γέγονε δι' ἐκείνης; Ὥσπερ περὶ τοῦ Ἀδάµ φησιν, ὅτι Ἐν ὁµοιώµατιτῆς παραβάσεως Ἀδὰµ, ὅς ἐστι τύπος τοῦ µέλλοντος· οὕτω καὶ ἐνταῦθα τὸ γυναικεῖον γένος παρέβη, οὐ τὸ ἀνδρεῖον. Τί οὖν; οὐκ ἔχει σωτηρίαν; Ναὶ, φησί. Ποίαν δὴ ταύτην; Τὴν διὰ τῶν τέκνων· οὐ γὰρ δὴ περὶ τῆς Εὔας ἔλεγεν· Ἐὰν µείνωσιν ἐν τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασµῷ µετὰ σωφροσύνης. Ποίᾳ πίστει; ποίᾳ ἀγάπῃ; ποίῳ ἁγιασµῷ µετὰ σωφροσύνης; Ὡς ἂν εἰ ἔλεγε· Μὴ κατηφεῖς ἐστε, αἱ γυναῖκες, ὅτι τὸ γένος ὑµῶν διαβέβληται· ἔδωκεν ὑµῖν ὁ Θεὸς καὶ ἑτέραν ἀφορµὴν σωτηρίας, τὴν παιδοτροφίαν· ὥστε µὴ µόνον δι' ἑαυτῶν, ἀλλὰ καὶ δι' ἑτέρων σώζεσθαι. Ὅρα πόσα κατὰ ταυτὸν ζητήµατα τίκτεται. Ἡ γυνὴ ἀπατηθεῖσα, φησὶν, ἐν παραβάσει γέγονε. Τίς; Ἡ Εὔα. Αὐτὴ οὖν σωθήσεται διὰ τῆς τεκνογονίας; Οὐ τοῦτό φησιν, ἀλλ' ὅτι ἡ φύσις ἡ γυναικεία σωθήσεται. Αὕτη δὴ οὐκ ἐν παραβάσει γέγονε; Ναὶ, γέγονεν, ἀλλὰ παρέβη µὲν ἡ Εὔα, σωθήσεται δὲ τὸ γυναικεῖον γένος διὰ τῆς τεκνογονίας.∆ ιὰ τί γὰρ µὴ καὶ διὰ τῆς οἰκείας ἀρετῆς; µὴ γὰρ ἐκείνη τοῦτο ταῖς ἄλλαις ἐξέκλεισε; τί οὖν πρὸς τὰς παρθένους; τί δὲ πρὸς τὰς στείρας; τί δὲ πρὸς τὰς χήρας, τὰς πρὶν ἢ τεκεῖν τοὺς ἄνδρας ἀποβαλούσας; ἀπολώλασιν; ἐλπίδα οὐκ ἔχουσι; καὶ µὴν αἱ παρθένοι εἰσὶν αἱ µάλιστα εὐδοκιµοῦσαι. Τί ποτε οὖν βούλεται εἰπεῖν;
9.2
Τινές φασιν, ὅτι ὥσπερ τὸ πᾶν γένος ὑπέταξεν ἀπὸ τῆς διαπλάσεως διὰ τῶν εἰς τὴν πρώτην γενοµένων γυναῖκα( ἐπειδὴ γὰρ ἡ Εὔα δευτέρα ἐπλάσθηκαὶ ὑπετάγη, καὶ τὸ λοιπὸν γένος ὑποτασσέσθω, φησίν)· οὕτως ἄρα, ἐπειδὴ καὶ παρέβη, καὶ τὸ λοιπὸν γένος γέγονεν ἐν τῇ παραβάσει. Ἀλλ' οὐκ ἔχει λόγον· ἐκεῖ µὲν γὰρ τῆς τοῦ Θεοῦ δωρεᾶς γέγονε τὸ πᾶν, ἐνταῦθα δὲ τῆς ἁµαρτίας τῆς γυναικός. Ὃ οὖν λέγει, τοῦτό ἐστιν· ὅτι ὥσπερ πάντες ἀπέθανον ἄνθρωποι διὰ τοῦ ἑνὸς, ἐπειδὴ ὁ εἷς ἥµαρτεν, οὕτω καὶ πᾶν τὸ γυναικεῖον γένος παρέβη, ἐπειδὴ ἐν παραβάσει γέγονεν ἡ γυνή. Μηδὲν οὖν ἀλγείτω· ἔδωκεν αὐτῇ ὁ Θεὸς παραµυθίαν οὐ µικρὰν, τὸ τεκεῖν παιδία. Ἀλλὰ τοῦτο τῆς φύσεως, φησί. Καὶ ἐκεῖνο τῆς φύσεως· οὐ γὰρ µόνον τὸ τῆς φύσεως, ἀλλὰ καὶ τὸ τῆς παιδοτροφίας κεχάρισται. Ἐὰν ἐπιµείνωσι, φησὶ, τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασµῷ µετὰ σωφροσύνης· τουτέστιν, ἐὰν αὐτοὺς ἐν ἀγάπῃ µετὰ τὸ τεκεῖν καὶ ἁγνείᾳ διατηρήσωσιν. Ἐν τούτοις οὐ µικρὸν ἕξουσι τὸν ὑπὲρ τούτων µισθὸν, ἀλλὰ καὶ σφόδρα µέγαν, ὅτι ἀθλητὰς ἔθρεψαν τῷ Χριστῷ. Ἁγιασµὸν δὲ τὸν ὀρθὸν λέγει βίον, σωφροσύνην δὲ τὴν κοσµιότητα. Πιστὸς ὁ λόγος. Πρὸς τοῦτο εἴρηται, οὐ πρὸς τὸ, Εἴ τις ἐπισκοπῆς ὀρέγεται. Ἐπειδὴ γὰρ τοῦτο ἀµφιβαλλόµενον ἦν, διὰ τοῦτο λέγει, Πιστὸς ὁ λόγος, ὅτι δυνήσονται πατέρες ἀπολαύειν τῆς τῶν παίδων ἀρετῆς, καὶ µητέρες, ὅταναὐτοὺς ἐκθρέψωσι καλῶς. Τί οὖν, ἂν αὐτὴ µὲν ᾖ µοχθηρὰ καὶ µυρίων κακῶν γέµουσα; ἆρα ἀπὸ τῆς παιδοτροφίας ὠφεληθήσεται; οὐκ εἰκὸς δὲ µᾶλλον τοιούτους αὐτοὺς τρέφειν ὁµοίους αὐτῇ; Περὶ τῆς ἐναρέτου ταῦτά φησιν, οὐ τῆς τυχούσης, ὅτι πολὺν καὶ τούτου λήψεται µισθὸν καὶ ἀµοιβήν. Ἀκούσατε ταῦτα, πατέρες καὶ µητέρες, ὡς οὐκ ἄµισθος ὑµῖν ἔσται ἡ παιδοτροφία. Τοῦτο οὖν καὶ προϊών φησιν, Ἐν ἔργοις καλοῖς µαρτυρουµένη, εἰ ἐτεκνοτρόφησε· µετὰ τῶν ἄλλων καὶ αὐτὸ τίθησιν. Οὐ γάρ ἐστι τοῦτο µικρὸν τὸ τὰ δοθέντα παιδία παρὰ Θεοῦ, ταῦτα τῷ Θεῷ ἀνατιθέναι. Ἂν γὰρ τὴν κρηπῖδα καὶ τοὺς θεµελίους καλοὺς ἔχοιεν τῆς καταβολῆς, µέγαν ἕξουσι τὸν µισθόν· ὥσπερ οὖν ἀµελοῦντες, τὴν κόλασιν. Ἐπεὶ καὶ ὁ Ἠλεὶ διὰ τοὺς παῖδας ἀπώλετο τοὺς ἑαυτοῦ· ἐχρῆν γὰρ αὐτοὺς νουθετεῖν. Καὶ µὴν ἐνουθέτει· ἀλλ' οὐχ ὡς ἔδει, ἀλλὰ µὴ βουληθεὶς αὐτοὺς λυπῆσαι, καὶ αὐτοὺς καὶ ἑαυτὸν προσαπώλεσεν. Ἀκούσατε ταῦτα, οἱ πατέρες· παιδεύετε ὑµῶν τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου µετὰ πολλῆς τῆς ἐπιστροφῆς. Ἄγριον ἡ νεότης, πολλῶν δεοµένη τῶν ἐπιστατούντων, διδασκάλων, παιδαγωγῶν, ἀκολούθων, τροφέων· ἀγαπητὸν γὰρ µετὰ τοσαῦτα κατασχεθῆναι αὐτήν. Καθάπερ τις ἵππος ἀδάµαστος, καθάπερ τι θηρίον ἀτίθασσον, τοιοῦτόν ἐστιν ἡ νεότης. Ἂν τοίνυν ἄνωθεν καὶ ἐκ πρώτης ἡλικίας ὅρους αὐτῇ πήξωµεν καλοὺς, οὐ δεησόµεθα πολλῶν µετὰ ταῦτα πόνων, ἀλλ' ἡ συνήθεια νόµος αὐτοῖς ἔσται λοιπόν. Μηδὲν ἐῶµεν αὐτοὺς τῶν ἡδέων καὶ βλαβερῶν ποιεῖν, µηδὲ ὡς παισὶ χαριζώµεθα· ἐν σωφροσύνῃ µάλιστα διατηρῶµεν αὐτούς· τοῦτο γὰρ πάντων πλέον τὴν νεότητα λυµαίνεται. Πρὸς τοῦτο πολλῶν ἡµῖν δεῖ τῶν ἀγώνων, πολλῆς τῆς προσοχῆς. Ταχέως αὐτοῖς γυναῖκας ἄγωµεν, ὥστε καθαρὰ αὐτῶν καὶ ἀνέπαφα τὰ σώµατα δέχεσθαι τὴν νύµφην· οὗτοι οἱ ἔρωτες θερµότεροι. Ὁ πρὸ τοῦ γάµου σωφρονῶν, πολλῷ µᾶλλον µετὰ τὸν γάµον· ὁ δὲ µαθὼν πορνεύειν πρὸ τοῦ γάµου, καὶ µετὰ τὸν γάµον τοῦτο ποιήσει. Ἀνδρὶ γὰρ, φησὶ, πόρνῳ πᾶς ἄρτος ἡδύς.∆ ιὰ τοῦτο στέφανοι ταῖς κεφαλαῖς ἐπιτίθενται, σύµβολον τῆς νίκης, ὅτι ἀήττητοι γενόµενοι, οὕτω προσέρχονται τῇ εὐνῇ, ὅτι µὴ κατηγωνίσθησαν ὑπὸτῆς ἡδονῆς. Εἰ δὲ ἁλοὺς ὑπὸ τῆς ἡδονῆς πόρναις ἑαυτὸν ἐκδῷ, τίνος ἕνεκεν λοιπὸν καὶ στέφανον ἔχει ἐπὶ τῆς κεφαλῆς, ἡττηµένος; Ταῦτα αὐτοῖς παραινῶµεν, τούτοις νουθετῶµεν, φοβῶµεν, ἀπειλῶµεν, νῦν µὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιοῦντες. Μεγάλην παρακαταθήκην ἔχοµεν τὰ παιδία. Φροντίζωµεν τοίνυν αὐτῶν, καὶ πάντα ποιῶµεν, µὴ ὁ πονηρὸς ἡµᾶς αὐτοὺς ἀφέληται. Νῦν δὲ πάντα ἀπεναντίας γίνεται παρ' ἡµῶν. Ὅπως µὲν γὰρ ἔσται τὸ χωρίον καλὸν, πάντα πράττοµεν, καὶ ὅπως ἀνδρὶ πιστῷ τοῦτο ἐγχειρίσωµεν, καὶ ὀνηλάτην, καὶ ὀρεοκόµον, καὶ ἐπίτροπον, καὶ λογοθέτην εὐνούστατον ἐπιζητοῦµεν· ὃ δὲ πάντων ἡµῖν ἐστι τιµιώτερον, ὅπως τὸν υἱὸν ἐπιτρέψωµέν τινι τῷ δυναµένῳ αὐτοῦ τὴν σωφροσύνην διατηρῆσαι, οὐ σκοποῦµεν· καίτοι τοῦτο πάντων ἐστὶ τὸ κτῆµα τιµιώτερον, καὶ ἐκεῖνα διὰ τοῦτο γίνεται. Τῶν µὲν οὖν κτηµάτων αὐτοῖς φροντίζοµεν, αὐτῶν δὲ οὐκέτι. Ὁρᾷς τὴν ἀλογίαν; Ἄσκησον τοῦ παιδὸς τὴν ψυχὴν, κἀκεῖνα παρέσται λοιπόν· ταύτης µὲν γὰρ οὐκ οὔσης ἀγαθῆς, οὐδὲν ὄφελος αὐτῷ τῶν χρηµάτων· ταύτης δὲ κατωρθωµένης, οὐδὲν βλάβος ἀπὸ τῆς πενίας. Βούλει καταλιπεῖν αὐτὸν πλούσιον; δίδαξον αὐτὸν εἶναι χρηστόν· οὕτω γὰρ καὶ τὰ κτήµατα συγκροτῆσαι δυνήσεται, καὶ ἐὰν µὴ κτήσηται, τῶν κεκτηµένων οὐδὲν ἔλαττον διακείσεται. Ἂν δὲ πονηρὸς ᾖ, κἂν µυρία καταλίπῃς αὐτῷ, τὸν φύλακα οὐ κατέλιπες, ἀλλὰ τῶν εἰς ἔσχατον πενίας ἐληλακότων χείρονα ἐποίησας. Τοῖς γὰρ µὴ ῥυθµισθεῖσι τῶν παίδων καλῶς, βέλτιον πλούτου πενία. Ἐκείνη µὲν γὰρ καὶ ἄκοντας κατέχει ἐν ἀρετῇ· οὗτος δὲ οὐδὲ βουλοµένους ἀφίησι σωφρονεῖν, ἀλλ' ἐξάγει καὶ καταστρέφει, καὶ µυρίοις ἐµβάλλει δεινοῖς. Αἱ µητέρες, τὰς θυγατέρας µάλιστα διανείµασθε· εὔκολος ὑµῖν ἡ φυλακὴ αὕτη· περισκοπεῖτε, ὥστε οἰκουροὺς εἶναι· πρὸ δὲ πάντων εὐλαβεῖς αὐτὰς εἶναι παιδεύετε, κοσµίας, χρηµάτων καταφρονεῖν, ἀκαλλωπίστους µένειν. Οὕτω πρὸς τὸν γάµον ἔκδοτε. Ἂν οὕτω, αὐτὰς διαπλάττωµεν, οὐκ αὐτὰς µόνον, ἀλλὰ καὶ τὸν ἄνδρα διασώσετε τὸν µέλλοντα αὐτὴν ἀγαγέσθαι· οὐ τὸν ἄνδρα, ἀλλὰ καὶ τὰ παιδία· οὐ τὰ παιδία, ἀλλὰ καὶ τὰ ἔγγονα. Τῆς γὰρ ῥίζης γενοµένης καλῆς, οἱ κλάδοι ἐπὶ τὸ βέλτιον ἐκταθήσονται, καὶ πάντων τούτων λήψεσθε τὸν µισθόν. Ὡς οὖν οὐ µίαν ὠφελοῦντες ψυχὴν, ἀλλὰ πολλὰς διὰ τῆς µιᾶς, οὕτω πάντα πράττωµεν. Οὕτω γὰρ δεῖ ἐκ τῆς πατρικῆς οἰκίας ἐξιέναι πρὸς γάµον, καθάπερ ἀθλητὴν ἐκ παλαίστρας, πᾶσαν δι' ἀκριβείας ἔχουσαν τὴν ἐπιστήµην, καθάπερζύµην ὀφείλουσαν τὸ ὅλον φύραµα εἰς τὸ ἑαυτῆς µεταστῆσαι κάλλος. Καὶ οἱ παῖδες πάλιν οὕτως ἔστωσαν αἰδέσιµοι, ὡς ἀπὸ τῆς κοσµιότητος καὶ τῆς σωφροσύνης µᾶλλον διαγινώσκεσθαι, ἵνα καὶ παρὰ ἀνθρώπων, καὶ παρὰΘεοῦ πολὺν τὸν ἔπαινον ἔχωσι. Μαθέτωσαν γαστρὸς κρατεῖν, πολυτελείας ἀπέχεσθαι, οἰκονοµικοί τινες εἶναι, φιλόστοργοι, µαθέτωσαν ἄρχεσθαι. Οὕτω γὰρ δυνήσονται πολὺν προξενῆσαι µισθὸν τοῖς γονεῦσιν· οὕτω πάντα ἔσται εἰς δόξαν Θεοῦ καὶ εἰς σωτηρίαν ἡµετέραν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.