Homilies on Galatians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
3.0
Ὦ ἀνόητοι Γαλάται, τίς ὑµᾶς ἐβάσκανεν; οἷς κατ' ὀφθαλµοὺς Ἰησοῦς Χριστὸς προεγράφη, ἐν ὑµῖν ἐσταυρωµένος.
3.1
Ἐνταῦθα λοιπὸν ἐφ' ἕτερον µεταβαίνει κεφάλαιον. Ἐν µὲν γὰρ τοῖς προτέροις ἔδειξεν, ὅτι οὐκ ἀνθρώπων ἦν ἀπόστολος, οὐδὲ δι' ἀνθρώπων, οὐδὲ ἐδεήθη τῆς τῶν ἀποστόλων διδασκαλίας· ἐνταῦθα δὲ λοιπὸν ἀξιόπιστον καταστήσας ἑαυτὸν διδάσκαλον, µετὰ πλείονος τῆς αὐθεντίας διαλέγεται, πίστεως καὶ νόµου σύγκρισιν ποιούµενος. Ἀρχόµενος µὲν οὖν φησι· Θαυµάζω ὅτι οὕτω ταχέως µετατίθεσθε. Ἐνταῦθα δὲ, Ὦ ἀνόητοι Γαλάται! Τότε µὲν γὰρ ὤδινε τὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπελογήσατο, εἰς µέσον αὐτὴν ἀποῤῥήξας, ἐξήνεγκε µετὰ τὴν ἀπόδειξιν. Εἰ δὲ ἀνοήτους καλεῖ, µὴ θαυµάσῃς· οὐ γὰρ παραβαίνων τοῦ Χριστοῦ τὸν νόµον τὸν λέγοντα, µὴ λέγειν µωρὸν τὸν ἀδελφὸν αὐτοῦ, ἀλλὰ καὶ σφόδρα αὐτὸν τηρῶν, τοῦτο ποιεῖ. Οὐ γὰρ ἁπλῶς εἴρηται, Ὁ καλῶν τὸν ἀδελφὸν αὑτοῦ µωρὸν, ἀλλ', Ὁ εἰκῆ καλῶν. Τίνες δὲ τούτων δικαιότερον ἂν ἔτυχον ταύτης τῆς προσηγορίας, οἱ µετὰ τοσαῦτα καὶ τηλικαῦτα, ὡς οὐδενὸς γενοµένου, τῶν προτέρων ἐχόµενοι. Εἰ δὲ διὰ τοῦτο ὑβριστὴν καλεῖς τὸν Παῦλον, καὶ διὰ τὴν Σάπφειραν καὶ τὸν Ἀνανίαν ἀνδροφόνον ἐρεῖς τὸν Πέτρον. Εἰ δὲ ἐκεῖνα µανίας εἰπεῖν, πολλῷ µᾶλλον καὶ ταῦτα. Σὺ δέ µοι σκόπει, πῶς οὐκ ἀπὸ προοιµίων ταύτῃ κέχρηται τῇ σφοδρότητι, ἀλλὰ µετὰ τοὺς ἐλέγχους καὶ τὰς ἀποδείξεις, ὅτε λοιπὸν οὐ παρ' ἐκείνου, ἀλλὰπαρ' αὐτῶν τῶν ἐλέγχων τὴν ἐπιτίµησιν ἐδέχοντο. Ὅτε γὰρ ἔδειξε τὴν πίστιν ἐξωθουµένους, καὶ τὸν θάνατον τοῦ Χριστοῦ περιττὸν ἀποφαίνοντας, τότε ἐπάγει τὴν ἐπιτίµησιν, καὶ οὐδὲ τότε κατ' ἀξίαν· καὶ γὰρ πολλῷ χαλεπωτέρων ἦσαν ἄξιοι ῥηµάτων. Θέα δέ µοι πῶς εὐθέως καὶ καθυφίησι πλήξας. Οὐ γὰρ εἶπε, Τίς ὑµᾶς ἠπάτησε; Τίς ὑµῖν ἀπεχρήσατο; Τίς ὑµᾶς παρελογίσατο; ἀλλὰ, Τίς ὑµᾶς ἐβάσκανεν; οὐκ ἄµοιρον ἐγκωµίων τὴν ἐπίπληξιν θείς. Τοῦτο γὰρ δεικνύντος ἐστὶν, ὅτι φθόνου ἄξια ἔπραττον πρότερον, καὶ δαίµονος ἐπήρεια τὸ γινόµενον ἦν, σφοδρὸν κατὰ τῆς εὐηµερίας αὐτῶν πνεύσαντος. Ὅταν δὲ φθόνον ἀκούσῃς ἐνταῦθα, καὶ ἐν τῷ Εὐαγγελίῳ ὀφθαλµὸν πονηρὸν τὸ αὐτὸ δηλοῦντα, µὴ τοῦτο νοµίσῃς, ὅτι ἡ τῶν ὀφθαλµῶν βολὴ τοὺςὁρῶντας βλάπτειν πέφυκεν· ὀφθαλµὸς γὰρ οὐκ ἂν εἴη πονηρὸς, αὐτὸ τὸ µέλος· ἀλλ' ἐνταῦθα ὁ Χριστὸς οὕτω τὸν φθόνον λέγει. Ὀφθαλµῶν µὲν γὰρ τὸ ἁπλῶς ὁρᾷν µόνον, τὸ δὲ πονηρῶς ὁρᾷν τῆς ἔνδον διεστραµµένης γίνεται γνώµης. Ἐπειδὴ γὰρ διὰ τῆς αἰσθήσεως ταύτης εἰς τὴν ψυχὴν ἡµῶν εἰσρεῖ τῶν ὁρωµένων ἡ θεωρία, καὶ ὡς ἐπὶ πολὺ ἐν πλούτῳ µάλιστα ὁ φθόνος τίκτεται, ὁδὲ πλοῦτος ἀπὸ ὀφθαλµῶν ὁρᾶται, καὶ αἱ δυναστεῖαι καὶ αἱ δορυφορίαι· διὰ τοῦτο πονηρὸν ὀφθαλµὸν ἐκάλεσεν, οὐ τὸν ὁρῶντα, ἀλλὰ τὸν µετὰ βασκανίας ὁρῶντα ἀπὸ τῆς κατὰ ψυχὴν πονηρίας. Εἰπὼν δὲ, Τίς ὑµᾶς ἐβάσκανεν; δείκνυσιν ὅτι οὐχ ὡς κηδεµόνες, οὐδὲ ὡς τὸ λεῖπον ἀναπληροῦντες, ἀλλὰ καὶ τὸ ὂν ἀκρωτηριάζοντες, τοῦτο ποιοῦσι. Φθόνου γάρ ἐστιν, οὐ τὸ λεῖπον προσθεῖναι, ἀλλὰ καὶ τῶν πεπληρωµένων ὑφελέσθαι τι, καὶ λυµήνασθαι τῷ παντί. Ταῦτα δὲ λέγει, οὐχ ὡς τοῦ φθόνου καθ' ἑαυτὸν ἰσχὺν ἔχοντος, ἀλλ' ὡς τῶν ταῦτα διδασκόντων διὰ βασκανίαν ἐπὶ τοῦτο ἐλθόντων. Οἷς κατ' ὀφθαλµοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑµῖν ἐσταυρωµένος. Καὶ µὴν οὐκ ἐν τῇ Γαλατῶν χώρᾳ, ἀλλ' ἐν Ἱεροσολύµοις ἐσταυρώθη· πῶς οὖν φησιν, Ἐν ὑµῖν; Τῆς πίστεως δεικνὺς τὴν ἰσχὺν καὶ τὰ πόῤῥωθεν δυναµένης ὁρᾷν. Καὶ οὐκ εἶπεν, Ἐσταυρώθη, ἀλλὰ, Προεγράφη ἐσταυρωµένος, δηλῶν ὅτι τοῖς τῆς πίστεως ὀφθαλµοῖς ἀκριβέστερον ἐθεώρησαν τῶν παρόντων ἐνίων καὶτὰ γινόµενα θεωµένων. Ἐκείνων µὲν γὰρ πολλοὶ θεασάµενοι, οὐδὲν ἀπώναντο· οὗτοι δὲ ὀφθαλµοφανῶς µὲν οὐκ εἶδον, διὰ δὲ τῆς πίστεως ἀκριβέστερον εἶδον. Ταῦτα δὲ λέγει ὁµοῦ καὶ καθαπτόµενος αὐτῶν, καὶ ἐπαινῶν. Ἐπαινῶν µὲν, ὅτι µετὰ τοσαύτης πληροφορίας ἐδέξαντο τὸ γεγενηµένον· καθαπτόµενος δὲ, ὅτι ὃν εἶδον ὑπὲρ αὐτῶν γυµνωθέντα, ἀνεσκολοπισµένον, προσηλωµένον, ἐµπτυόµενον, κωµῳδούµενον, ποτιζόµενονὄξος, κατηγορούµενον ὑπὸ λῃστῶν, λόγχῃ νυττόµενον( ταῦτα γὰρ πάντα ἐδήλωσε διὰ τοῦ εἰπεῖν, Προεγράφη ἐν ὑµῖν ἐσταυρωµένος), τοῦτον ἀφέντες, ἐπὶ τὸννόµον ἔδραµον, οὐδὲν αἰδεσθέντες τῶν παθηµάτων ἐκείνων. Σὺ δέ µοι σκόπει πῶς πανταχοῦ τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλασσαν, τὰ ἄλλα πάντα ἀφεὶς, τὴν δύναµιν ἐκήρυττε τοῦ Χριστοῦ, τὸν σταυρὸν περιφέρων. Τοῦτο γὰρ µάλιστα κεφάλαιον τῆς ὑπὲρ ἡµῶν κηδεµονίας ἦν. Τοῦτο µόνον θέλω µαθεῖν ἀφ' ὑµῶν, ἐξ ἔργων νόµου τὸ Πνεῦµα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Ἐπειδὴ γὰρ τοῖς µακροῖς οὐ παρακολουθεῖτε λόγοις, φησὶν, οὐδὲ τῆς οἰκονοµίας τὸ µέγεθος κατοπτεῦσαι βούλεσθε, διὰ συντόµου λόγου καὶταχίστης ἀποδείξεως ὑµᾶς πεῖσαι βούλοµαι τὴν ἐσχάτην ὁρῶν ἀγνωµοσύνην. Ἀνωτέρω µὲν γὰρ ἐκ τῶν πρὸς τὸν Πέτρον αὐτῷ λεχθέντων ἔπεισεν, ἐνταῦθα δὲ λοιπὸν πρὸς αὐτοὺς ἀποδύεται, οὐκ ἐκ τῶν ἀλλαχοῦ συµβάντων, ἀλλ' ἐκτῶν ἐν αὐτοῖς γινοµένων κατασκευάζων ἅπαντα, καὶ οὐκέτι µόνον ἀπὸ τῶν κοινῇ δεδοµένων, ἀλλὰ καὶ ἐκ τῶν αὐτοῖς ἰδίᾳ δεδωρηµένων πείθων καὶ ποιούµενοςτὴν ἀπόδειξιν.∆ ιό φησι. Τοῦτο µόνον θέλω µαθεῖν ἀφ' ὑµῶν, ἐξ ἔργων νόµου τὸ Πνεῦµα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Ἐλάβετε Πνεῦµα ἅγιον, φησὶν, εἰργάσασθε δυνάµεις πολλὰς, ἐπετελέσατε σηµεῖα νεκροὺς ἐγείροντες, λεπροὺς καθαίροντες, προφητεύοντες, γλώσσαις λαλοῦντες· ταύτην οὖν τὴν τοσαύτην ἰσχὺν ἔδωκεν ὑµῖν ὁ νόµος; Καὶ µὴν οὐδὲν πρότερον ἐποιεῖτε τοιοῦτον. Ἀλλ' ἡ πίστις;
3.2
Πῶς οὖν οὐκ ἐσχάτης µανίας τοσαῦτα παρὰ τῆς πίστεως εὐεργετηθέντας, ταύτην µὲν ἀφεῖναι, πρὸς δὲ τὸν οὐδὲν τοιοῦτον παρασχόντα νόµοναὐτοµολῆσαι πάλιν; Οὕτως ἀνόητοί ἐστε, ἐναρξάµενοι πνεύµατι, νῦν σαρκὶ ἐπιτελεῖσθε. Πάλιν εὐκαίρως τὴν ὕβριν ἐπήγαγε.∆ έον γὰρ, φησὶ, προσθήκην ποιῆσαι τοῦ χρόνου προϊόντος, οὐ µόνον οὐκ ἐπεδώκατε, ἀλλὰ καὶ εἰς τοὐπίσω κατηνέχθητε πάλιν. Οἱ γὰρ ἀπὸ τῶν µικρῶν ἀρχόµενοι, προϊόντες ἐπὶ τὰ µείζονα ἀναβαίνουσιν· ὑµεῖς δὲ ἀπὸ τῶν µεγάλων ἀρξάµενοι, πρὸς τὰ ἐναντία κατηνέχθητε. Εἰ γὰρ καὶ ἀπὸ σαρκικῶν ἤρξασθε, ἔδει εἰς τὰ πνευµατικὰ προκόψαι· νῦν δὲ ἀπὸ πνευµατικῶν ἀρξάµενοι, εἰς τὰ σαρκικὰ κατελύσατε· τὸ µὲν γὰρ σηµεῖα ποιεῖν, πνευµατικὸν, τὸ δὲ περιτέµνεσθαι, σαρκικόν. Ὑµεῖς δὲ µετὰ τὰ σηµεῖα ἐπὶ τὴν περιτοµὴν ἤλθετε, µετὰ τὸ δράξασθαι τῆς ἀληθείας ἐπὶ τοὺς τύπους κατεπέσετε, µετὰ τὸ κατοπτεῦσαι τὸν ἥλιον τὸνλύχνον ἐπιζητεῖτε, µετὰ τὴν στερεὰν τροφὴν ἐπὶ τὸ γάλα τρέχετε. Καὶ οὐκ εἶπε, Σαρκὶ τελεῖσθε, ἀλλὰ, Σαρκὶ ἐπιτελεῖσθε, δεικνὺς ὅτι δίκην θρεµµάτων ἀλόγων λαβόντες αὐτοὺς ἐκεῖνοι κατέκοπτον, τούτωνἑαυτοὺς ἐκδιδόντων εἰς τὸ πάσχειν ἅπερ ἐβούλοντο ἐκεῖνοι· ὥσπερ ἂν εἴ τις ἀπὸ στρατηγῶν καὶ ἀριστέων µετὰ µυρία τρόπαια καὶ νίκας εἰς τὴν τῶν λειποτακτῶν δοὺς ἑαυτὸν ἀτιµίαν, καταστίζειν παρέχειτοῖς βουλοµένοις τὸ σῶµα. Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ. Τοῦτο τοῦ προτέρου πολὺ πληκτικώτερον. Οὐ γὰρ οὕτως ἠδύνατο ἡ τῶν σηµείων ἀνάµνησις, ὡς ἡ τῶν ἀγώνων ἐπίδειξις καὶ ἡ τῶν παθῶν ὑποµονὴ τῶν διὰ Χριστόν. Πάντα γὰρ ἐκεῖνα, φησὶν, ἅπερ ὑπεµείνατε, ζηµιῶσαι ὑµᾶς οὗτοι βούλονται, καὶ τὸν στέφανον ὑµῶν ἁρπάσαι. Εἶτα, ἵνα µὴ κατασείσῃ αὐτῶν τὴν ψυχὴν, καὶ ἐκλύσῃ τὰ νεῦρα, οὐκ ἔµεινεν ἕως τῆς ἀποφάσεως, ἀλλ' ἐπήγαγεν· Εἴ γε καὶ εἰκῆ. Εἰ γὰρ βουληθείητε, φησὶν, ἀνανῆψαι καὶ ἀνακτήσασθαι ἑαυτοὺς, οὐκ εἰκῆ. Ποῦ νῦν εἰσιν οἱ τὴν µετάνοιαν ἐκκόπτοντες; Ἰδοὺ γὰρ οὗτοι καὶ Πνεῦµα ἔλαβον, καὶ σηµεῖα εἰργάσαντο, καὶ ὁµολογηταὶ ἐγένοντο, µυρίους διὰ τὸν Χριστὸν ὑποµείναντες κινδύνους καὶ διωγµοὺς, καὶ µετὰ τοσαῦτα κατορθώµατα τῆς χάριτος ἐξέπεσον. Ἀλλ' ὅµως, φησὶν, ἐὰν βούλησθε, δύνασθε ἑαυτοὺς ἀνακτήσασθαι. Ὁ οὖν ἐπιχορηγῶν ὑµῖν τὸ Πνεῦµα, καὶ ἐνεργῶν δυνάµεις ἐν ὑµῖν, ἐξ ἔργων νόµου, ἢ ἐξ ἀκοῆς πίστεως; Τοσαύτης, φησὶν, ἠξιώθητε δωρεᾶς, καὶ θαύµατα ἐπετελέσατε τοσαῦτα, ὅτι νόµον ἐφυλάξατε, ἢ ὅτι πίστιν ἐτηρήσατε;∆ ῆλον ὅτι διὰ τὴν πίστιν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον καὶ περιέφερον ἐκεῖνοι λέγοντες, ὅτι οὐκ ἔχει ἡ πίστις ἰσχὺν, τοῦ νόµου µὴ προσκειµένου· δείκνυσι τὸ ἐναντίον, ὅτι τῶν ἐντολῶν προστεθεισῶν οὐδὲν ἡ πίστις ὠφελήσει λοιπόν· ἡ γὰρ πίστις τότε ἰσχύει, ὅταν µὴ προστεθῇ ἀπὸ τοῦ νόµου. Ὅσοι γὰρ ἐν νόµῳ δικαιοῦσθε, φησὶ, τῆς χάριτος ἐξεπέσετε. Ἀλλὰ τοῦτο µὲν προϊών φησιν, ὅτε καὶ µείζονι κέχρηται παῤῥησίᾳ, ἀπὸ τῶν ἤδη κατεσκευασµένων τὴν ἀφορµὴν λαµβάνων· τέως δὲ ἀπὸ τῶν παρελθόντων τὴν ἀφορµὴν κατασκευάζει. Ὅτε γὰρ, φησὶν, οὐ προσείχετε τῷ νόµῳ, ἀλλὰ τῇ πίστει, τότε τὸ Πνεῦµα ἐλάβετε, καὶ τὰ σηµεῖα ἐπετελέσατε. Εἶτα ἐπειδὴ περὶ νόµου ὁ λόγος ἦν, καὶ ἕτερον ἐκίνει τόπον ἀγωνιστικώτατον, τὸν Ἀβραὰµ εἰς µέσον ἄγων, καὶ σφόδρα εὐκαίρως, καὶ µετὰ πολλῆςτῆς περιουσίας, οὕτω λέγων· Καθὼς Ἀβραὰµ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.∆ ηλοῖ µὲν γὰρ, φησὶ, τῆς πίστεως τὴν δύναµιν, καὶ τὰ ὑφ' ὑµῶν γενόµενα θαύµατα· εἰ δὲ βούλεσθε, καὶ ἐκ παλαιῶν ὑµᾶς πείσαιµι διηγηµάτων. Ἐπειδὴ γὰρ πολὺς τοῦ πατριάρχου λόγος ἦν παρ' αὐτοῖς, ἄγει καὶ αὐτὸν εἰς µέσον, καὶ δείκνυσι καὶ αὐτὸν οὕτω δικαιωθέντα. Εἰ δὲ ὁ πρὸ τῆς χάριτος ἀπὸ πίστεως ἐδικαιώθη, καίτοι γε καὶ ἐν ἔργοις κοµῶν, πολλῷ µᾶλλον ὑµεῖς. Τί γὰρ ἐκεῖνος ἐβλάβη µὴ γενόµενος ὑπὸ νόµον; Οὐδὲν, ἀλλ' ἤρκεσεν ἡ πίστις εἰς δικαιοσύνην αὐτῷ. Οὐδὲ γὰρ ἦν νόµος τότε, φησίν. Οὐδὲ γὰρ νῦν ἔστι νόµος, ὥσπερ οὐδὲ τότε.∆ ιὰ γὰρ τοῦτο ἀνελὼν τοῦ νόµου τὴν χρείαν, τότε τὸν πρὸ τοῦ νόµου δικαιωθέντα εἰσήγαγεν, ἵνα µὴ ταύτην δέξηται τὴν ἀντίθεσιν. Ὥσπερ γὰρ τότε οὐδέπω δοθεὶς ἦν, οὕτω καὶ νῦν δοθεὶς πέπαυται. Εἶτα ἐπειδὴ µέγα ἐφρόνουν ἐπὶ τῷ ἐξ Ἀβραὰµ γεγενῆσθαι, καὶ ἐδεδοίκεισαν, µὴ τὸν νόµον ἀφέντες, ἀλλοτριωθῶσι τῆς ἐκείνου συγγενείας· καὶ τοῦτο πάλιν εἰς τὸ ἐναντίον περιτρέπει, καὶ λύει τὸν φόβον ὁ Παῦλος, δεικνὺς ὅτι τὴν πρὸς ἐκεῖνον ἀγχιστείαν µάλιστα ἡ πίστις ἐργάζεται. Καὶ τοῦτο σαφέστερον µὲν ἐν τῇ πρὸς Ῥωµαίους κατεσκεύασεν, οὐχ ἧττον δὲ αὐτὸ καὶ ἐνταῦθα ἐργάζεται, λέγων οὕτω· Γινώσκετε ἄρα, ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀβραάµ. Εἶτα καὶ αὐτὸ τοῦτο ἀπὸ µαρτυρίας συνίστησι παλαιᾶς. Προϊδοῦσα γὰρ, φησὶν, ἡ Γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰµ, ὅτι Ἐν σοὶ εὐλογηθήσονται πάντα τὰ ἔθνη. Εἰ τοίνυν οὐχ οἱ τὴν φυσικὴν ἔχοντες πρὸς αὐτὸν συγγένειαν, οὗτοί εἰσιν υἱοὶ, ἀλλ' οἱ τὴν πίστιν ἐκείνου µιµησάµενοι( τοῦτο γάρ ἐστιν, Ἐν σοὶ τὰ ἔθνη), δῆλον ὅτι εἰς ταύτην εἰσάγεται τὴν συγγένειαν.
3.3
∆ ιὰ δὲ τούτων καὶ ἕτερον δείκνυται µέγα. Ἐπειδὴ γὰρ αὐτοὺς ἐθορύβει τὸ τὸν νόµον ἀρχαιότερον εἶναι, τὴν δὲ πίστιν µετὰ τὸν νόµον, καὶ ταύτην αὐτῶν ἀναιρεῖ τὴν ὑποψίαν, δεικνὺς ὅτι τοῦνόµου πρεσβυτέρα ἡ πίστις, καὶ τοῦτο δῆλον ἀπὸ τοῦ Ἀβραάµ· πρὶν ἢ γὰρ φανῆναι τὸν νόµον, ἐκεῖνος ἐδικαιώθη.∆ είκνυσι δὲ ὅτι καὶ τὰ νῦν γενόµενα, κατὰ προφητείαν ἐγένετο· Προϊδοῦσα γὰρ, φησὶν, ἡ Γραφὴ, ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεὸς, οὐκ ἐκ τοῦ νόµου, προευηγγελίσατο τῷ Ἀβραάµ. Τί δὲ τοῦτό ἐστιν; Αὐτὸς ὁ τὸν νόµον διδοὺς, φησὶ, καὶ πρὶν ἢ τὸν νόµον τοῦτον δοῦναι, τοῦτο ἦν ὁρίσας, ἐκ πίστεως δικαιωθῆναι τὰ ἔθνη. Καὶ οὐκ εἶπεν, Ἀπεκάλυψεν, ἀλλ', Εὐηγγελίσατο, ἵνα µάθῃς, ὅτι καὶ ὁ πατριάρχης τούτῳ τῷ τρόπῳ τῆς δικαιοσύνης ἔχαιρε, καὶ σφόδρα ἐπόθει τοῦτο ἐκβῆναι. Ἐπειδὴ δὲ εἶχε φόβος καὶ αὐτοὺς ἕτερος( ἐγέγραπτο γάρ· Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐµµένει ἐν πᾶσι τοῖς γεγραµµένοις ἐν τῷ βιβλίῳ τοῦ νόµου τούτου, τοῦ ποιῆσαι αὐτὰ), καὶ τοῦτο διαλύει τὸ δέος, σοφῶςκαὶ συνετῶς πάλιν εἰς τὸ ἐναντίον αὐτὸ περιτρέπων, καὶ δεικνὺς ὅτι οὐ µόνον οὐκ εἰσὶν ἐπικατάρατοι οἱ τὸν νόµον ἀφέντες, ἀλλὰ καὶ εὐλογηµένοι· οἱ δὲ κατέχοντες, οὐ µόνον οὐκ εὐλογηµένοι, ἀλλὰ καὶ ἐπικατάρατοι. Ἐκεῖνοι µὲν γὰρ ἔλεγον, ὅτι ὁ µὴ τηρῶν τὸν νόµον ἐπικατάρατος· οὗτος δὲ δείκνυσιν, ὅτι ὁ τηρῶν ἐπικατάρατος, ὁ δὲ µὴ τηρῶν εὐλογηµένος. Ἐκεῖνοι πάλιν ἔλεγον, ὅτι ὁ τῇ πίστει µόνῃ προσέχων, ἐπικατάρατος· οὗτος δὲ δείκνυσιν, ὅτι ὁ τῇ πίστει προσέχων µόνῃ, εὐλογηµένος. Πῶς οὖν ταῦτα πάντα δείκνυσιν; οὐ γὰρ τὸ τυχὸν ἐπηγγειλάµεθα.∆ ιὸ χρὴ καὶ µετὰ ἀκριβείας προσέχειν τοῖς ἑξῆς. Ἔδειξε µὲν γὰρ καὶ ἔµπροσθεν τοῦτο εἰπὼν, ὅτι ἡ Γραφὴ εἶπε τῷ πατριάρχῃ, ὅτι Ἐν σοὶ εὐλογηθήσονται πάντα τὰ ἔθνη. Τότε δὲ νόµος οὐκ ἦν, ἀλλὰ πίστις· διὸ καὶ συλλογιζόµενος, ἐπήγαγεν· Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάµ. Ἵνα δὲ µὴ τοῦτο εἰς ἀντίθεσιν λάβωσι, καὶ εἴπωσιν· Εἰκότως ἀπὸ πίστεως ἐδικαιώθη· οὔπω γὰρ ἦν νόµος· σὺ δέ µοι δεῖξον µετὰ τὴν τοῦ νόµου θέσιν τὴν πίστιν δικαιοῦσαν· ἐπὶ τοῦτο ἔρχεται, καὶ πλέον ὧν ζητοῦσιν ἐπιδείκνυσιν, οὐχὶ δικαιοῦσαν µόνον τὴν πίστιν, ἀλλὰ καὶ τὸν νόµον ἐπικαταράτους τοὺς χρωµένουςαὐτῷ ποιοῦντα. Καὶ ἵνα ταῦτα µάθῃς, αὐτῶν ἄκουσον τῶν ἀποστολικῶν ῥηµάτων· Ὅσοι γὰρ ἐξ ἔργων νόµου εἰσὶν, ὑπὸ κατάραν εἰσίν. Ἀλλὰ τοῦτο ἀπόφασις, οὐδέπω τὴν ἀπόδειξιν ἔχουσα. Τίς οὖν ἡ ἀπόδειξις; Ἐξ αὐτοῦ τοῦ νόµου· Ἐπικατάρατος γὰρ πᾶς, ὃς οὐκ ἐµµένει ἐν πᾶσι τοῖς γεγραµµένοις ἐν τῷ βιβλίῳ τοῦ νόµου τούτου, τοῦ ποιῆσαι αὐτά. Ὅτι δὲ ἐν νόµῳ οὐδεὶς δικαιοῦται, παντί που δῆλον. Πάντες γὰρ ἥµαρτον, καὶ ὑπὸ κατάραν εἰσίν. Ἀλλ' οὕτω µὲν οὐ λέγει, ἵνα µὴ δόξῃ αὐτὸς ἀποφαίνεσθαι, πάλιν δὲ ἀπὸ µαρτυρίας αὐτὸ συνίστησιν, ἀµφότερα ἐχούσης ἐν βραχεῖ, καὶ ὅτι νόµονοὐδεὶς ἐπλήρωσε( διὸ καὶ ἐπικατάρατοι ἦσαν), καὶ ὅτι ἡ πίστις δικαιοῖ. Τίς οὖν ἡ µαρτυρία; Ἀπὸ τοῦ προφήτου Ἀββακοὺµ οὕτω λέγοντος· Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Τοῦτο γὰρ οὐ τὴν ἐκ πίστεως δείκνυσι δικαιοσύνην µόνον, ἀλλ' ὅτι καὶ διὰ νόµου σωθῆναι οὐκ ἔνι. Ἐπειδὴ γὰρ νόµον, φησὶν, οὐδεὶς ἐτήρησεν, ἀλλὰ πάντες ἦσαν ὑπὸ τὴν ἀρὰν διὰ τὴν παράβασιν, ἐπενοήθη ῥᾳδία τις ὁδὸς, ἡ ἀπὸ τῆς πίστεως· ὅπερ καὶ σηµεῖον µέγιστόν ἐστι τοῦ µηδένα δυνηθῆναι δικαιωθῆναι ἐκ τοῦ νόµου. Οὐ γὰρ εἶπεν ὁ προφήτης, Ὁ δὲ δίκαιος ἐκ νόµου ζήσεται, ἀλλ', Ἐκ πίστεως. Ὁ δὲ νόµος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ' ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς. Οὐ γὰρ πίστιν ἐπιζητεῖ µόνον ὁ νόµος, φησὶν, ἀλλὰ καὶ ἔργα· ἡ δὲ χάρις ἀπὸ πίστεως σώζει καὶ δικαιοῖ. Εἶδες πῶς ἔδειξεν, ὅτι οἱ τῷ νόµῳ προσέχοντες, διὰ τὸ ἀδύνατον εἶναι πληρωθῆναι, ὑπὸ κατάραν ἐγένοντο; Πῶς δὲ καὶ ἡ πίστις ταύτην ἔχει τὴν ἰσχὺν τὴν τοῦ δικαιοῦν; Ταῦτα γὰρ ἔµπροσθεν ἐπηγγείλατο, καὶ µετὰ πολλῆς αὐτὰ παρέστησε τῆς ἰσχύος. Ἐπειδὴ γὰρ ἠσθένει πρὸς δικαιοσύνην ὁ νόµος τὸν ἄνδρα ἀγαγεῖν, εὑρέθη φάρµακον οὐ µικρὸν ἡ πίστις, τὸ ἀδύνατον τοῦ νόµου ποιοῦσα δυνατὸν δι' αὐτῆς. Εἰ τοίνυν καὶ ἡ Γραφὴ λέγει, ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται, ἀπογινώσκουσα τὴν διὰ τοῦ νόµου σωτηρίαν, καὶ ὁ Ἀβραὰµ ἐκ πίστεως ἐδικαιώθη, δῆλονὅτι τῆς πίστεως πολλὴ ἡ ἰσχύς. Ἀλλ' ὅτι µὲν ὁ µὴ ἐµµένων τῷ νόµῳ ἐπικατάρατος, καὶ ὅτι ὁ τῇ πίστει προσέχων δίκαιος, δῆλον. Ὅτι δὲ οὐχ ἕστηκεν ἔτι ἐκείνη ἡ κατάρα, πόθεν ἔχεις ἀποδεῖξαι ἡµῖν, φησίν· Ὁ µὲν γὰρ Ἀβραὰµ πρὸ τοῦ νόµου ἦν· ἡµεῖς δὲ ἅπαξ ὑπὸ τὸν ζυγὸν γενόµενοι τῆς δουλείας, ὑπευθύνους ἑαυτοὺς κατεστήσαµεν τῇ κατάρᾳ· τίς οὖν ὁ τὴν κατάραν λύσας ἐκείνην; Πρὸς τοῦτο ὅρα πῶς ἀπαντᾷ ταχέως· ἱκανὰ µὲν γὰρ καὶ τὰ εἰρηµένα. Ὁ γὰρ δικαιωθεὶς ἅπαξ, καὶ ἀποθανὼν τῷ νόµῳ, καὶ ζωῆς ἐπιλαβόµενος ξένης, πῶς ἂν ὑπεύθυνος εἴη τῇ ἀρᾷ; Πλὴν ἀλλ' οὐκ ἀρκεῖται τούτοις, ἀλλὰ καὶ ἑτέρως ἀγωνίζεται, γράφων· Χριστὸς ἡµᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόµου, γενόµενος ὑπὲρ ἡµῶν κατάρα· γέγραπται γὰρ, ἐπικατάρατος πᾶς ὁ κρεµάµενος ἐπὶ ξύλου. Καὶ µὴν ἑτέρᾳ κατάρᾳ ὁ λαὸς ὑπεύθυνος ἦν τῇ λεγούσῃ· Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐµµένει ἐν τοῖς γεγραµµένοις ἐν τῷ βιβλίῳ τοῦ νόµου. Καὶ τί τοῦτο; Ὁ µὲν γὰρ λαὸς ὑπεύθυνος ἦν· οὐ γὰρ ἐνέµεινεν, οὐδὲ ἦν τις ὁ πεπληρωκὼς τὸν νόµον ἅπαντα. Ὁ δὲ Χριστὸς ἑτέραν κατάραν ταύτης ἠλλάξατο τὴν λέγουσαν· Ἐπικατάρατος πᾶς ὁ κρεµάµενος ἐπὶ ξύλου. Ἐπεὶ οὖν καὶ ὁ κρεµάµενος ἐπὶ ξύλου ἐπικατάρατος, καὶ ὁ τὸν νόµον παραβαίνων ἐπικατάρατος, µέλλοντα δὲ ἐκείνην λύειν τὴν κατάρανὑπεύθυνον οὐκ ἔδει γενέσθαι αὐτῆς, δεῖ δὲ δέξασθαι κατάραν ἀντ' ἐκείνης, τοιαύτην ἐδέξατο, καὶ δι' αὐτῆς ἐκείνην ἔλυσε. Καὶ καθάπερ τινὸς καταδικασθέντος ἀποθανεῖν, ἕτερος ἀνεύθυνος ἑλόµενος θανεῖν ὑπὲρ ἐκείνου, ἐξαρπάζει τῆς τιµωρίας αὐτόν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἐπειδὴ γὰρ οὐχ ὑπέκειτο κατάρᾳ τῇ τῆς παραβάσεως, ἀνεδέξατο ὁ Χριστὸς ἀντ' ἐκείνης ταύτην, ἵνα λύσῃ τὴν ἐκείνων· Ἁµαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόµατι αὐτοῦ.
3.4
Ὥσπερ οὖν ἀποθανὼν τοὺς ἀποθνήσκειν µέλλοντας ἐξείλετο θανάτου, οὕτω καὶ κατάραν δεξάµενος, τῆς κατάρας ἀπήλλαξεν. Ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰµ γένηται. Πῶς εἰς τὰ ἔθνη; Ἐν τῷ σπέρµατί σου, φησὶν, εὐλογηθήσονται πάντα τὰ ἔθνη, τουτέστιν, ἐν τῷ Χριστῷ. Εἰ δὲ περὶ Ἰουδαίων τοῦτο ἐλέγετο, πῶς ἂν ἔχοι λόγον τοὺς ὑπευθύνους ὄντας τῇ κατάρᾳ διὰ τὴν παράβασιν, τούτους ἑτέροις εὐλογίας αἰτίους γενέσθαι; οὐδεὶς γὰρ τῶν κατηραµένων ἑτέρῳ µεταδίδωσιν εὐλογίας, ἧς αὐτὸς ἀπεστέρηται. Ὅθεν δῆλον ὅτι περὶ τοῦ Χριστοῦ τὸ πᾶν εἴρηται· αὐτὸς γὰρ ἦν σπέρµα τοῦ Ἀβραὰµ, καὶ δι' αὐτοῦ τὰ ἔθνη εὐλόγηνται, καὶ οὕτω πρόσεισιν ἡ τοῦ Πνεύµατος ἐπαγγελία. Ὅπερ καὶ αὐτὸς δηλῶν ἔλεγεν· Ἵνα τὴν ἐπαγγελίαν τοῦ Πνεύµατος λάβωσι διὰ τῆς πίστεως. Ἐπειδὴ γὰρ οὐκ ἦν τὴν χάριν τοῦ Πνεύµατος εἰς ἀχάριστον καὶ προσκεκρουκότα ἐλθεῖν, εὐλογοῦνται πρῶτον τῆς κατάρας ἀφαιρεθείσης· εἶτα διὰ τῆς πίστεως δικαιωθέντες, ἐπισπῶνται τοῦ Πνεύµατος τὴν χάριν. Ὥστε ὁ µὲν σταυρὸς τὴν κατάραν ἔλυσεν· ἡ δὲ πίστις τὴν δικαιοσύνην εἰσήγαγεν· ἡ δὲ δικαιοσύνη τοῦ Πνεύµατος τὴν χάριν ἐπεσπάσατο. Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω, ὅµως ἀνθρώπου προκεκυρωµένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται. Τί ἐστι, Κατὰ ἄνθρωπον λέγω; Ἐξ ἀνθρωπίνων παραδειγµάτων. Ἐπειδὴ γὰρ καὶ ἀπὸ Γραφῶν, καὶ ἀπὸ τῶν παρ' αὐτοῖς γινοµένων θαυµάτων, καὶ ἀφ' ὧν ὁ Χριστὸς ἔπαθε, τὸν λόγον συνέστησε, καὶ ἀπὸ τοῦ πατριάρχου, καὶ εἰς τὴν κοινὴν λοιπὸν ἐκβαίνει συνήθειαν. Ἔθος γὰρ αὐτῷ ἀεὶ τοῦτο ποιεῖν, ὥστε καὶ καταγλυκαίνειν τὸν λόγον, καὶ εὐπαράδεκτόν τε καὶ εὐµαθέστερον τοῖς παχυτέροις ποιεῖν. Οὕτω καὶ Κορινθίοις διαλεγόµενος, φησίν· Τίς ποιµαίνει ποίµνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; τίς φυτεύει ἀµπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; καὶ Ἑβραίοις πάλιν·∆ ιαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία· ἐπεὶ µήποτε ἰσχύει, ὅτε ζῇ ὁ διαθέµενος. Καὶ πολλαχοῦ δὲ ἄν τις εὕροι τούτοις αὐτὸν ἐµφιλοχωροῦντα τοῖς λογισµοῖς. Καὶ γὰρ ὁ Θεὸς ἐν τῇ Παλαιᾷ συνεχῶς αὐτὸ ποιεῖ, οὕτω λέγων· Μὴ ἐπιλήσηται γυνὴ τοῦ παιδίου αὐτῆς; καὶ πάλιν, Μὴ ἐρεῖ τὸ πλάσµα τῷ κεραµεῖ, Τί ποιεῖς; Καὶ ἐν τῷ Ὠσηὲ ἄνδρα µιµεῖται καταφρονούµενον ὑπὸ τῆς γυναικός. Καὶ ἐν τοῖς τύποις δὲ πολὺ τὸ τῶν ἀνθρωπίνων παραδειγµάτων ἴδοι τις ἂν, ὡς ὅταν τὸ περίζωµα ὁ προφήτης λαµβάνῃ, καὶ εἰς τὸν οἰκίσκον τοῦκεραµέως κατῄει. Τί οὖν αὐτῷ τὸ ὑπόδειγµα βούλεται; Ὅτι ἡ µὲν πίστις ἀρχαιοτέρα ἦν, ὁ δὲ νόµος νεώτερός τε καὶ πρόσκαιρος, καὶ διὰ τοῦτο δεδοµένος, ἵνα προοδοποιήσῃ τῇ πίστει.∆ ιό φησιν· Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω. Ἀνωτέρω ἀνοήτους εἰπὼν ἐνταῦθα ἀδελφοὺς καλεῖ, ἐπιστύφων τε ὁµοῦ, καὶ παραµυθούµενος. Ὅµως ἀνθρώπου κεκυρωµένην διαθήκην. Ἐὰν ἄνθρωπος, φησὶ, διάθηται, µὴ τολµᾷ τις ἀνατρέψαι µετὰ ταῦτα ἐλθὼν, ἢ προσθεῖναί τι; τοῦτο γάρ ἐστιν, Ἢ ἐπιδιατάσσεται. Οὐκοῦν πολλῷ µᾶλλον ἐπὶ τοῦ Θεοῦ. Καὶ πρὸς τίνα διέθετο ὁ Θεός; Τῷ Ἀβραὰµ, φησὶν, ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρµατι αὐτοῦ. Οὐ λέγει Καὶ τοῖς σπέρµασιν αὐτοῦ, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρµατί σου, ὅ ἐστι Χριστός. Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωµένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν, ὁ µετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόµος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαιτὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόµου ἡ κληρονοµία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰµ δι' ἐπαγγελίας κεχάρισται ὁ Θεός. Ἰδοὺ τοίνυν καὶ ὁ Θεὸς διέθετο τῷ Ἀβραὰµ, διαλεγόµενος εἰς τὰ ἔθνη, ἐν τῷ σπέρµατι αὐτοῦ ἥξειν τὰς εὐλογίας· πῶς οὖν ὁ νόµος ἀνατρέψαι δύναται ταύτας; Ἐπειδὴ δὲ τὸ παράδειγµα ἅπαν οὐκ ἴσχυσεν ἑλκύσαι πρὸς τὸ ὑποκείµενον, καὶ διὰ τοῦτο προεῖπε· Κατὰ ἄνθρωπον λέγω. Μηδὲν ἀπὸ τοῦ παραδείγµατος εἰς τὴν τοῦ Θεοῦ µεγαλοπρέπειαν λάβῃς. Σκόπει δὲ ἄνωθεν τὸ ὑπόδειγµα· Ἐπηγγείλατο τῷ Ἀβραὰµ διὰ τοῦ σπέρµατος αὐτοῦ εὐλογεῖσθαι τὰ ἔθνη· σπέρµα δὲ αὐτοῦ κατὰ σάρκα ἐστὶν ὁ Χριστός. Ἦλθε µετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ὁ νόµος. Εἰ τοίνυν ὁ νόµος χαρίζεται τὰς εὐλογίας, καὶ τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, ἡ ἐπαγγελία ἐκείνη ἄκυρός ἐστιν. Εἶτα ἀνθρώπου µὲν οὐδεὶς ἀκυροῖ διαθήκην, τοῦ δὲ Θεοῦ µετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ἀκυροῦται ἡ διαθήκη; Εἰ γὰρ ἃ ἐπηγγείλατο ἐκείνη, οὐκ ἐκείνη δίδωσιν, ἀλλ' ἕτερος ἀντ' ἐκείνης, ἐκβέβληται ἐκείνη. Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον; Τίνος οὖν ἕνεκεν τὸν νόµον ἔδωκε, φησί; Τῶν παραβάσεων χάριν. Οὐδὲ γὰρ οὗτός ἐστι περιττός. Ὁρᾷς πῶς πάντα συνορᾷ; πῶς µυρίοις κέχρηται ὀφθαλµοῖς; Ἐπειδὴ γὰρ τὴν πίστιν ἐπῆρε, καὶ πρεσβυτέραν ἔδειξεν, ἵνα µή τις νοµίσῃ περιττὸν τὸν νόµον, καὶ τοῦτο διορθοῦται τὸ µέρος, δεικνὺς ὅτι οὐκ εἰκῆ, ἀλλὰπάνυ χρησίµως ἐδόθη· Τῶν παραβάσεων χάριν, τουτέστιν, ἵνα µὴ ἐξῇ Ἰουδαίοις ἀδεῶς ζῇν, καὶ εἰς ἔσχατον ἐξολισθαίνειν κακίας, ἀλλ' ἀντὶ χαλινοῦ ὁ νόµος αὐτοῖς ἐπικείµενοςᾖ, παιδεύων, ῥυθµίζων, κωλύων παραβαίνειν, εἰ καὶ µὴ πάσας, ἀλλ' ὅµως κἂν ἐκ µιᾶς τῶν ἐντολῶν. Ὥστε οὐ µικρὸν τὸ κέρδος τοῦ νόµου. Ἀλλ' ἄχρι τίνος; Ἄχρις οὗ ἔλθῃ τὸ σπέρµα, ᾧ ἐπήγγελται· περὶ Χριστοῦ λέγων. Εἰ τοίνυν µέχρι τῆς τοῦ Χριστοῦ παρουσίας δέδοται, τί περαιτέρω καὶ παρὰ καιρὸν αὐτὸν ἕλκεις;∆ ιαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ µεσίτου. Ἢ τοὺς ἱερέας ἀγγέλους καλεῖ, ἢ καὶ αὐτοὺς τοὺς ἀγγέλους ὑπηρετήσασθαί φησι τῇ νοµοθεσίᾳ. Μεσίτην δὲ ἐνταῦθα τὸν Χριστόν φησι, δεικνὺς ὅτι προῆν, καὶ τὸν νόµον αὐτὸς ἔδωκεν. Ὁ δὲ µεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστι.
3.5
Τί ἂν ἐνταῦθα εἴποιεν αἱρετικοί; Εἰ γὰρ τὸ µόνος ἀληθινὸς, οὐκ ἀφίησι τὸν Υἱὸν εἶναι Θεὸν ἀληθινὸν, οὐκ ἄρα οὐδὲ Θεὸν, διὰ τὸ λέγεσθαι, Ὁ δὲ Θεὸς εἷς ἐστιν. Εἰ δὲ ἑνὸς λεγοµένου Θεοῦ τοῦ Πατρὸς, ἐστὶ Θεὸς καὶ ὁ Υἱὸς, εὔδηλον ὅτι καὶ ἀληθινοῦ λεγοµένου τοῦ Πατρὸς, ἀληθινὸς καὶ ὁ Υἱός. Ὁ δὲ µεσίτης, φησὶ, δύο τινῶν γίνεται µεσίτης. Τίνος οὖν µεσίτης ἦν ὁ Χριστός; Ἦ δῆλον, ὅτι Θεοῦ καὶ ἀνθρώπων. Ὁρᾷς πῶς δείκνυσιν, ὅτι καὶ τὸν νόµον αὐτὸς ἔδωκεν; Εἰ τοίνυν αὐτὸς ἔδωκε, κύριος ἂν εἴη καὶ λῦσαι πάλιν. Ὁ οὖν νόµος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; εἰ γὰρ ἐν τῷ σπέρµατι τοῦ Ἀβραὰµ αἱ εὐλογίαι δέδονται, ὁ δὲ νόµος κατάραν εἰσάγει, ἄρα κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ. Πῶς οὖν λύει τὴν ἀντίθεσιν; Πρῶτον µὲν ἀπαγορεύει, εἰπών· Μὴ γένοιτο· ἔπειτα καὶ κατασκευάζει, οὕτω λέγων· Εἰ γὰρ ἐδόθη νόµος ὁ δυνάµενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόµου ἦν ἡ δικαιοσύνη. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ µὲν ἐν αὐτῷ, φησὶ, τὴν ἐλπίδα τῆς ζωῆς εἴχοµεν, καὶ αὐτὸς ἦν ὁ τὸ κῦρος ἔχων τῆς ἡµετέρας σωτηρίας, ἴσως ταῦτα καλῶς ἔλεγες· εἰ δὲ ἀπὸ πίστεως σώζει, κἂν ἐπικαταράτους ποιῇ, οὐδὲν ἐβλάβης ἐρχοµένης ἐκείνης καὶ πάντα λυούσης. Εἰ µὲν γὰρ δι' ἐκείνου ἡ ἐπαγγελία, εἰκότως ἐδεδοίκεις µὴ τῆς δικαιοσύνης ἐκπέσῃς, ἐκπίπτων τοῦ νόµου· εἰ δὲ διὰ τοῦτο ἐδόθη, ἵνα συγκλείσῃ πάντας, τουτέστιν, ἵνα ἐλέγξῃ, καὶ δείξῃ τὰ οἰκεῖα αὐτῶν πληµµελήµατα, οὐ µόνον οὐ κωλύει σε τοῦ τυχεῖντῆς ἐπαγγελίας, ἀλλὰ καὶ συµπράττει πρὸς τὸ τυχεῖν. Τοῦτο γοῦν δηλῶν ἔλεγεν· Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁµαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. Ἐπειδὴ γὰρ Ἰουδαῖοι οὐδὲ τῶν ἁµαρτηµάτων ᾐσθάνοντο τῶν οἰκείων, οἱ δὲ µὴ αἰσθανόµενοι, οὐδὲ ἀφέσεως ἐπεθύµουν, ἔδωκε τὸν νόµον ἐλέγχοντατὰ τραύµατα, ἵνα ποθήσωσι τὸν ἰατρόν. Τὸ γὰρ, Συνέκλεισεν, ἤλεγξέν ἐστι, καὶ ἐλέγξας κατεῖχεν ἐν φόβῳ. Εἶδες ὅτι οὐ µόνον κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ οὐκ ἔστιν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐπαγγελιῶν ἐδόθη; Εἰ µὲν γὰρ ἑαυτῷ τὸ πρᾶγµα ἐξεδίκει καὶ τὴν αὐθεντίαν ὁ νόµος, καλῶς ταῦτα ἐλέγετο· εἰ δὲ ἑτέρῳ τρέχει, καὶ δι' ἐκεῖνον πάντα ἔπραττε, πῶς κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Εἰ γὰρ µὴ νόµος ἐδόθη, πάντες εἰς κακίαν ἐξώκειλαν, καὶ οὐδεὶς ἔµελλεν Ἰουδαίων ἔσεσθαι ὁ ἀκουσόµενος τοῦ Χριστοῦ· νυνὶ δὲ δοθεὶς, δύο ταῦτα κατώρθωσεν, ἀρετὴν σύµµετρον παιδεύσας τοὺς προσέχοντας, καὶ πείσας εἰδέναι τὰ οἰκεῖα ἁµαρτήµατα, ὃ µάλιστα αὐτοὺςἐποίει προθυµοτέρους πρὸς τὸ ζητεῖν τὸν Υἱόν. Οἱ γοῦν µὴ πιστεύσαντες αὐτῷ, ἐκ τοῦ µὴ καταγνῶναι τῶν οἰκείων ἁµαρτηµάτων, οὐκ ἐπίστευσαν. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόµον ἐφρουρούµεθα, συγκεκλεισµένοι εἰς τὴν µέλλουσαν πίστιν ἀποκαλυφθῆναι εἰς ἡµᾶς. Εἶδες πῶς σαφῶς ἅπερ εἰρήκαµεν παρέστησε; Τὸ γὰρ, Ἐφρουρούµεθα, καὶ, Συγκεκλεισµένοι, οὐδὲν ἕτερον δηλοῦντός ἐστιν, ἢ τὴν ἐκ τῶν ἐντολῶν τοῦ νόµου γενοµένην ἀσφάλειαν. Ὥσπερ γὰρ ἐν τειχίῳ τινὶ τῷ φόβῳ κατέχων αὐτοὺς καὶ τῷ βίῳ τῷ κατ' αὐτὸν ὁ νόµος ἐτήρει τῇ πίστει. Ὥστε ὁ νόµος παιδαγωγὸς ἡµῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶµεν. Ὁ δὲ παιδαγωγὸς οὐκ ἐναντιοῦται τῷ διδασκάλῳ, ἀλλὰ καὶ συµπράττει, πάσης κακίας ἀπαλλάττων τὸν νέον, καὶ µετὰ πάσης σχολῆς τὰ µαθήµατα παρὰτοῦ διδασκάλου δέχεσθαι παρασκευάζων· ἀλλ' ὅταν ἐν ἕξει γένηται, ἀφίσταται λοιπὸν ὁ παιδαγωγός.∆ ιὰ τοῦτό φησιν· Ἐλθούσης δὲ τῆς πίστεως τῆς εἰς τὸν τέλειον ἄνδρα ἀγούσης, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσµεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Εἰ τοίνυν ὁ νόµος παιδαγωγὸς, καὶ ὑπ' αὐτὸν ἐφρουρούµεθα συγκεκλεισµένοι, οὐκ ἐναντίος τῆς χάριτος, ἀλλὰ καὶ συνεργός· εἰ δὲ ἐλθούσης τῆς χάριτος ἐπιµένοι κατέχων, τότε ἐναντίος. Ἂν γὰρ ὀφείλοντας ἐξελθεῖν πρὸς αὐτὴν συγκλείῃ, τότε τὴν ἡµετέραν λυµαίνεται σωτηρίαν. Ὥσπερ γὰρ ὁ λύχνος ἐν τῇ νυκτὶ φωτίσας, ἐὰν γενοµένης ἡµέρας ἀναγκάζῃ µὴ καθορᾷν τὸν ἥλιον, οὐ µόνον οὐκ ἐχαρίσατο, ἀλλὰ καὶ ἐλυµήνατο· οὕτω καὶ ὁ νόµος, ἂν πρὸς τὰ µείζονα κώλυµα γίνηται. Οἱ τοίνυν αὐτὸν τηροῦντες νῦν, οὗτοι µάλιστα αὐτὸν διαβάλλουσι. Καὶ γὰρ ὁ παιδαγωγὸς τότε καταγέλαστον ποιεῖ τὸν νέον, ὅταν καιροῦ καλοῦντος αὐτὸν ἀποστῆναι, παρ' ἑαυτῷ κατέχῃ.∆ ιὸ καὶ ὁ Παῦλός φησιν· Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐστε. Ὥστε οὐκέτι ὑπὸ παιδαγωγόν ἐσµεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε. Βαβαὶ, πόση τῆς πίστεως ἡ δύναµις, καὶ πῶς αὐτὴν ἐκκαλύπτει προϊών! Πρότερον µὲν γὰρ ἔδειξεν, ὅτι υἱοὺς ἐποίει τοῦ πατριάρχου· Γινώσκετε γὰρ, φησὶν, ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάµ· νῦν δὲ ἀποφαίνει, ὅτι καὶ τοῦ Θεοῦ· Πάντες γὰρ υἱοὶ Θεοῦ, φησὶν, ἐστὲ διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.∆ ιὰ τῆς πίστεως, οὐ διὰ τοῦ νόµου. Εἶτα ἐπειδὴ µέγα εἶπε καὶ θαυµαστὸν, λέγει καὶ τὸν τρόπον τῆς υἱοθεσίας. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, ἐκ τοῦ Θεοῦ ἐγεννήθητε; τὸ γὰρ ἀκόλουθον τοῦ δεῖξαι υἱοὺς τοῦτο ἦν. Ὅτι πολὺ φρικωδέστερον αὐτὸ τίθησιν. Εἰ γὰρ ὁ Χριστὸς Υἱὸς τοῦ Θεοῦ, σὺ δὲ αὐτὸν ἐνδέδυσαι, τὸν Υἱὸν ἔχων ἐν ἑαυτῷ καὶ πρὸς αὐτὸν ἀφοµοιωθεὶς, εἰς µίαν συγγένειαν καὶ µίαν ἰδέαν ἤχθης. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν ἢ θῆλυ. Πάντες γὰρ ὑµεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἶδες ψυχὴν ἀκόρεστον; Εἰπὼν γὰρ, ὅτι Υἱοὶ τοῦ Θεοῦ γεγόναµεν διὰ τῆς πίστεως, οὐχ ἵσταται µέχρι τούτου, ἀλλ' ἐπιζητεῖ τι πλέον εὑρεῖν, τὸ δυνάµενον σαφέστερον παραστῆσαιτὴν ἐγγυτέραν πρὸς τὸν Χριστὸν ἕνωσιν. Καὶ εἰπὼν, ὅτι Αὐτὸν ἐνεδύσασθε, οὐδὲ ταύτῃ ἀρκεῖται τῇ λέξει, ἀλλ' ἑρµηνεύων αὐτὴν, ἐνδοτέρω πρόεισι τῆς τοιαύτης συναφείας, καί φησιν, ὅτι Πάντεςεἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ· τουτέστι, µίαν µορφὴν, ἕνα τύπον ἔχετε πάντες τὸν τοῦ Χριστοῦ. Τί τούτων γένοιτ' ἂν φρικωδέστερον τῶν ῥηµάτων; Ὁ Ἕλλην καὶ ὁ Ἰουδαῖος καὶ ὁ δοῦλος πρώην, οὐκ ἀγγέλου οὐδὲ ἀρχαγγέλου, ἀλλ' αὐτοῦ τοῦ πάντων∆ εσπότου τὴν µορφὴν ἔχων περιέρχεται, καὶ ἐναὐτῷ δεικνὺς τὸν Χριστόν. Εἰ δὲ ὑµεῖς τοῦ Χριστοῦ, ἄρα τοῦἈβραὰµ σπέρµα ἐστὲ, καὶ κατ' ἐπαγγελίαν κληρονόµοι. Εἶδες πῶς, ὅπερ ἔµπροσθεν ἔλεγεν, ἀπ έδειξε νῦν τὸ περὶ τοῦ σπέρµατος, ὅτι αὐτῷ, καὶ τῷ σπέρµατι αὐτοῦ αἱ εὐλογίαι εἰσὶ δεδοµέναι;