Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Galatians
John ChrysostomHom. Gal. 4 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
4.0
Λέγω δὲ, ἐφ' ὅσον χρόνον ὁ κληρονόµος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλ' ὑπὸ ἐπιτρόπους καὶ οἰκονόµους ἐστὶν ἄχρι τῆς προθεσµίας τοῦ πατρός. Οὕτω καὶ ἡµεῖς, ὅταν ἦµεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσµου ἦµεν δεδουλωµένοι.
4.1
Νήπιον ἐνταῦθα οὐ τὴν ἡλικίαν φησὶν, ἀλλὰ τὴν γνώµην, δεικνὺς ὅτι ὁ µὲν Θεὸς ἐξ ἀρχῆς ἐβούλετο ταῦτα χαρίσασθαι· ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκείµεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσµου εἶναι, τουτέστι, νουµηνίας καὶ σάββατα· αὗται γὰρ ἡµῖν αἱ ἡµέραι ἀπὸ δρόµου σελήνης καὶ ἡλίου γίνονται. Εἰ τοίνυν καὶ νῦν ὑµᾶς ὑπὸ νόµον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ' ἢ καὶ ἐν τῷ χρόνῳ, τῆς τελείας ἡλικίας εἰς τοὐπίσω πάλιν ὑµᾶς ἀπάγουσιν. Ὁρᾷς ὅσον ἐστὶ παρατήρησις ἡµερῶν; τὸν κύριον, τὸν οἰκοδεσπότην, τὸν πάντων κρατοῦντα ἐν ὑπηρέτου καθίστησι τάξει. Ὅτε δὲ ἦλθε τὸ πλήρωµα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γενόµενον ἐκ γυναικὸς, γενόµενον ὑπὸ νόµον, ἵνα τοὺς ὑπὸ νόµον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωµεν.∆ ύο τίθησιν ἐνταῦθα αἰτίας καὶ κατορθώµατα τῆς σαρκώσεως, καὶ κακῶν ἀπαλλαγὴν, καὶ ἀγαθῶν χορηγίαν, ἅπερ οὐδενὶ δυνατὸν ἦν, ἢ αὐτῷκατορθῶσαι µόνῳ. Τίνα δὲ ταῦτα ἦν; Ἀπαλλαγῆναι τῆς ἀρᾶς τοῦ νόµου, καὶ εἰς υἱοθεσίαν ἀχθῆναι. Ἵνα γὰρ τοὺς ὑπὸ νόµον ἐξαγοράσῃ, φησὶ, καὶ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωµεν. Καλῶς εἶπεν, Ἀπολάβωµεν, δεικνὺς ὀφειλοµένην. Ἄνωθεν γὰρ ἐπηγγείλατο, καθὼς διὰ πολλῶν καὶ αὐτὸς ἔδειξε πρὸς τὸν Ἀβραὰµ ὑπὲρ τούτων ἐπαγγελίας γενοµένας. Καὶ πόθεν δῆλον, ὅτι γεγόναµεν υἱοὶ, φησίν; Εἶπε τρόπον ἕνα, ὅτι τὸν Χριστὸν ἐνεδυσάµεθα τὸν ὄντα Υἱόν· λέγει καὶ δεύτερον, ὅτι τὸ πνεῦµα τῆς υἱοθεσίας ἐλάβοµεν. Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦµα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ὑµῶν, κράζον· Ἀββᾶ ὁ Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόµος Θεοῦ διὰ Χριστοῦ. Οὐ γὰρ ἂν ἠδυνήθηµεν καλέσαι Πατέρα, εἰ µὴ πρότερον υἱοὶ κατέστηµεν. Εἰ τοίνυν ἀντὶ δούλων ἐλευθέρους, ἀντὶ νηπίων τελείους, ἀντὶ ἀλλοτρίων κληρονόµους ἐποίησε καὶ υἱοὺς ἡ χάρις, πῶς οὐκ ἄτοπον καὶ ἐσχάτηςἀγνωµοσύνης ἀφιέναι µὲν ταύτην, ὑποστρέψαι δὲ εἰς τοὐπίσω; Ἀλλὰ τότε µὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς µὴ φύσει οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, µᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; Ἐνταῦθα πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ἀποτεινόµενός φησιν, ὅτι καὶ εἰδωλολατρεία τὸ τοιοῦτόν ἐστιν, ἡ τῆς τῶν ἡµερῶν παρατηρήσεως φυλακὴ, καὶὅτι µείζονα φέρει τὴν κόλασιν νῦν.∆ ιὸ καὶ θεοὺς οὐ φύσει τὰ στοιχεῖα ἐκάλεσε, ταῦτα αὐτὰ κατασκευάσαι βουλόµενος, καὶ εἰς µείζονα ἀγωνίαν αὐτοὺς ἐµβαλεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι Τότε µὲν ἐσκοτισµένοι καὶ ἐν τῇ πλάνῃ διάγοντες χαµαὶ ἐσύρεσθε· νῦν δὲ, ὅτε ἔγνωτε τὸν Θεὸν, µᾶλλον δὲ ἐγνώσθητε παρ' αὐτοῦ, πῶς οὐ µείζονα καὶ χαλεπωτέραν ἐπισπάσεσθε κόλασιν, µετὰ τοσαύτην ἐπιµέλειαν τὰαὐτὰ νοσοῦντες πάλιν; Οὐδὲ γὰρ ὑµεῖς κάµνοντες εὕρετε τὸν Θεὸν, ἀλλ' ὑµεῖς µὲν ἐν τῇ πλάνῃ διετρίβετε, αὐτὸς δὲ ὑµᾶς ἐπεσπάσατο. Ἀσθενῆ δὲ στοιχεῖα καλεῖ καὶ πτωχὰ, τῷ µηδεµίαν δύναµιν ἔχειν εἰς τὰ προκείµενα ἀγαθά. Ἡµέρας παρατηρεῖσθε καὶ µῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. Ἐκ τούτων δῆλον, ὅτι οὐ µόνον περιτοµὴν αὐτοῖς ἐκήρυττον ἐκεῖνοι, ἀλλὰ καὶ τὰς ἑορτὰς καὶ τὰς νουµηνίας. Φοβοῦµαι ὑµᾶς, µή πως εἰκῆ κεκοπίακα εἰς ὑµᾶς. Εἶδες σπλάγχνα ἀποστολικά; ἐκεῖνοι ἐσαλεύοντο, καὶ οὗτος τρέµει καὶ δέδοικε.∆ ιὸ καὶ σφόδρα ἐντρεπτικῶς αὐτὸ τέθεικεν εἰπών· Κεκοπίακα εἰς ὑµᾶς· ὡς ἂν εἰ ἔλεγε· Μὴ κενώσητέ µου τοὺς τοιούτους ἱδρῶτας. Εἰπὼν δὲ, Φοβοῦµαι, καὶ τὸ, Μή πως, προσθεὶς, καὶ εἰς ἀγῶνα αὐτοὺς ἐνέβαλε, καὶ εἰς ἐλπίδας ἤγαγε χρηστάς. Οὐ γὰρ εἶπεν, Εἰκῆ ἐκοπίασα, ἀλλὰ, Μή πως. Οὐδέπω, φησὶ, τοῦτο ἐξέβη τὸ ναυάγιον, ἀλλ' ἔτι τὸν χειµῶνα τοῦτο ὠδίνοντα βλέπω.∆ ιὰ τοῦτο δέδοικα, οὐ µὴν ἀπέγνωκα· κύριοι γὰρ ὑµεῖς τὸ πᾶν διορθῶσαι, καὶ εἰς τὴν προτέραν ἐπανελθεῖν γαλήνην. Εἶτα, ὥσπερ χειµαζοµένοις χεῖρα ὀρέγων, ἑαυτὸν εἰς µέσον ἄγει, λέγων· Γίνεσθε ὡς ἐγὼ, ὅτι κἀγὼ ὡς ὑµεῖς. Ταῦτα πρὸς τοὺς ἐξ Ἰουδαίων.∆ ιὸ καὶ ἑαυτὸν εἰς µέσον ἄγει, πείθων κἀντεῦθεν αὐτοὺς ἀποστῆναι τῶν παλαιῶν. Εἰ γὰρ καὶ µηδένα ἕτερον εἴχετε εἰς ὑπόδειγµα, ἤρκει εἰς ἐµὲ µόνον ἰδεῖν ταύτης ἕνεκεν τῆς µεταβολῆς, καὶ θαῤῥῆσαι ῥαδίως.∆ ιαβλέψατε τοίνυν· καὶ γὰρ ταῦτα κἀγὼ ἔπασχον πάλαι, καὶ σφόδρα καὶ περιεκαιόµην τοῦ νόµου, ἀλλ' ὅµως ὕστερον οὐκ ἐφοβήθην ἀφεῖναι τὸν νόµον, οὐδὲ µεταστῆναιτῆς πολιτείας ἐκείνης. Καὶ ταῦτα ὑµεῖς ἴστε σαφῶς, πῶς µεθ' ὑπερβολῆς πολλῆς ἀντειχόµην τοῦ Ἰουδαϊσµοῦ, καὶ πῶς µετὰ µείζονος αὐτὸν σφοδρότητος εἴασα µετὰ ταῦτα. Καὶ καλῶς αὐτὸ τέθεικεν ὕστερον. Οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων, κἂν µυρίους εὕρωσι λογισµοὺς, καὶ δικαίους, ἀπὸ τοῦ ὁµογενοῦς µᾶλλον ἐφέλκονται, καὶ ὅταν ἴδωσι τὰ αὐτὰπράττοντα, µᾶλλον ἔχονται τῶν αὐτῶν. Ἀδελφοὶ, δέοµαι ὑµῶν, οὐδέν µε ἠδικήσατε. Ὅρα πῶς πάλιν τῷ τῆς τιµῆς ὀνόµατι προσαγορεύει· τὸ δ' αὐτὸ καὶ τῆς χάριτος ὑπόµνησις ἦν. Ἐπειδὴ γὰρ σφόδρα καθήψατο αὐτῶν, καὶ πανταχόθεν συνέκρινε τὰ πράγµατα, καὶ ἔδειξε παρανοµοῦντας καὶ πολλαχόθεν αὐτοὺς ἔβαλε, πάλιν ἀνίησικαὶ θεραπεύει, προσηνεστέροις κεχρηµένος λόγοις. Ὥσπερ γὰρ τὸ διαπαντὸς θεραπεύειν, ἐκλύει, οὕτω τὸ συνεστραµµένως ἀεὶ διελέγχεσθαι, τραχύτερον ποιεῖ.∆ ιὰ τοῦτο πανταχοῦ τῇ συµµετρίᾳ κεχρῆσθαι καλόν. Ὅρα τοίνυν πῶς αὐτοῖς ὑπὲρ τῶν εἰρηµένων ἀπολογεῖται, δεικνὺς ὡς οὐχ ἁπλῶς ἀπεχθανόµενος αὐτοῖς, ἀλλὰ κηδόµενος εἴρηκεν ἅπερ εἴρηκεν. Ἐπειδὴ γὰρ βαθυτέραν ἔδωκε τὴν τοµὴν, ὥσπερ ἔλαιον λοιπὸν τὴν παράκλησιν ταύτην ἐνίησι. Καὶ δηλῶν ὅτι οὐ µίσους, οὐδὲ ἔχθρας ἦν τὰ εἰρηµένα, ἀναµιµνήσκει τῆς ἀγάπης αὐτοὺς, ἣν ἐνεδείξατο περὶ αὐτοὺς, καὶ µετ' ἐγκωµίων τὴν ἀπολογίαν τίθησι.
4.2
∆ ιό φησι·∆ έοµαι ὑµῶν, οὐδέν µε ἠδικήσατε. Οἴδατε δὲ, ὅτι δι' ἀσθένειαν τῆς σαρκός µου εὐηγγελισάµην ὑµῖν· καὶ τὸν πειρασµόν µου τὸν ἐν σαρκί µου οὐκ ἐξουθενήσατε. Ἀλλ' οὔπω τοῦτο µέγα τὸ µὴ ἀδικῆσαι· καίτοι γε οὐδὲ ὁ τυχὼν ἄνθρωπος τὸν οὐκ ἀδικήσαντα βλάψαι ἠθέλησεν ἂν, καὶ εἰκῆ λυπῆσαι καὶ µάτην. Ὑµεῖς δὲ οὐ µόνον οὐκ ἠδικήσατε, ἀλλὰ καὶ πολλὴν καὶ ἄφατον ἐπεδείξασθε εὔνοιαν· καὶ οὐχ οἷόν τε τὸν τοιαύτης ἀπολαύσαντα θεραπείας, ἐκ κακονοίας ταῦτα λέγειν. Οὐ τοίνυν δι' ἀπέχθειαν ταῦτα λέγω· λείπεται διὰ φιλοστοργίαν καὶ κηδεµονίαν.∆ έοµαι ὑµῶν, οὐδέν µε ἠδικήσατε. Οἴδατε δὲ, ὅτι δι' ἀσθένειαν τῆς σαρκός µου εὐηγγελισάµην ὑµῖν. Οὐδὲν προσηνέστερον τῆς ἁγίας ἐκείνης ψυχῆς, οὐδὲν γλυκύτερον καὶ φιλοστοργότερον. Οὐ τοίνυν οὐδὲ τὰ πρότερα ἀλόγου θυµοῦ, οὐδὲ πάθους ψυχῆς ἦν, ἀλλὰ κηδεµονίας πολλῆς. Καὶ τί λέγω, οὐκ ἠδικήσατε; πολλὴν µὲν οὖν καὶ γνησίαν σπουδὴν περὶ ἡµᾶς ἐπεδείξατε. Οἴδατε γὰρ, φησὶν, ὅτι δι' ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάµην ὑµῖν, καὶ τὸν πειρασµόν µου τὸν ἐν τῇ σαρκί µου οὐκ ἐξουθενήσατε οὐδὲ διεπτύσατε. Τί ποτέ ἐστιν, ὃ λέγει; Ἠλαυνόµην, φησὶν, ἐµαστιγούµην, µυρίους θανάτους ὑπέµενον κηρύττων ὑµῖν, καὶ οὐδὲ οὕτω κατεφρονήσατέ µου. Τοῦτο γάρ ἐστι τὸ, Τὸν πειρασµόν µου τὸν ἐν τῇ σαρκί µου οὐκ ἐξουθενήσατε οὐδὲ διεπτύσατε. Εἶδες σύνεσιν πνευµατικήν; Καὶ γὰρ ἐν τάξει ἀπολογίας πάλιν αὐτοὺς ἐντρέπει, δεικνὺς ὅσα ἔπαθε δι' αὐτούς. Ἀλλ' ὅµως οὐδὲν τοῦτο ὑµᾶς ἐσκανδάλισε, φησὶν, οὐδὲ διεπτύσατέ µε διὰ τὰ πάθη καὶ τοὺς διωγµούς· ἀσθένειαν γὰρ καὶ πειρασµὸν ταῦτα καλεῖ. Ἀλλ' ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ µε. Πῶς οὖν οὐκ ἄτοπον διωκόµενον µὲν καὶ ἐλαυνόµενον, ὡς ἄγγελον Θεοῦ δέχεσθαι, παραινοῦντα δὲ τὰ δέοντα µὴ δέχεσθαι; Τίς οὖν ἦν ὁ µακαρισµὸς ὑµῶν; Μαρτυρῶ γὰρ ὑµῖν ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλµοὺς ὑµῶν ἐξορύξαντες ἂν ἐδώκατε ἐµοί. Ὥστε ἐχθρὸς ὑµῶν γέγονα ἀληθεύων ὑµῖν; Ἐνταῦθα διαπορεῖ καὶ ἐκπλήττεται, καὶ παρ' αὐτῶν ζητεῖ τὴν αἰτίαν τῆς µεταβολῆς µαθεῖν. Τίς γὰρ ὑµᾶς ἐξηπάτησε, φησὶ, καὶ ἔπεισεν ἑτέρως διατεθῆναι πρὸς ἡµᾶς· οὐχ ὑµεῖς ἐστε οἱ περιέποντες καὶ θεραπεύοντες, καὶ τῶν ὀφθαλµῶν τιµιώτερον ἄγοντες; τί τοίνυν γέγονε; πόθεν ἡ ἔχθρα, πόθεν ἡ ὑποψία; ὅτι τἀληθῆ πρὸς ὑµᾶς εἶπον;∆ ιὰ τοῦτο µὲν οὖν µειζόνως ἐχρῆν τιµᾷν καὶ θεραπεύειν· νυνὶ δὲ ἐχθρὸς ὑµῶν γέγονα ἀληθεύων ὑµῖν. Ἐγὼ γὰρ, φησὶν, οὐκ οἶδα ἄλλην αἰτίαν, ἢ τὰ ἀληθῆ λέγειν ὑµῖν. Καὶ ὅρα µεθ' ὅσης ἀπολογεῖται ταπεινοφροσύνης. Οὐ γὰρ ἀφ' ὧν περὶ αὐτοὺς ἐπεδείξατο, ἀλλ' ἀφ' ὧν αὐτοὶ περὶ αὐτὸν, δείκνυσιν ἀδύνατον εἶναι ἐκ κακονοίας ταῦτα λέγεσθαι. Οὐδὲ γὰρ εἶπεν οὕτω· Καὶ πῶς ἐγχωρεῖ τὸν µαστιζόµενον, τὸν ἐλαυνόµενον, τὸν µυρία παθόντα δι' ὑµᾶς, νῦν ἐπιβουλεύειν ὑµῖν; ἀλλ' ἀφ' ὧν εἶχον ἐναβρύνεσθαι ἐκεῖνοι, ἀπὸ τούτων συλλογίζεται λέγων· πῶς ἐγχωρεῖ τὸν τιµηθέντα παρ' ὑµῶν, τὸν ὡς ἄγγελον δεχθέντα τοῖς ἐναντίοις ἀµείψασθαι; Ζηλοῦσιν ὑµᾶς οὐκ ἀληθῶς, ἀλλ' ἐκκλεῖσαι ὑµᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. Ἔστι γὰρ καὶ ζῆλος ἀγαθὸς, ὅταν τις οὕτω ζηλοῖ, ὥστε µιµήσασθαι τὴν ἀρετήν· ἔστι καὶ ζῆλος πονηρὸς, ὥστε ἐκβάλλειν τῆς ἀρετῆς τὸν κατορθοῦντα· ὃ δὴ καὶ αὐτοὶ νῦν ἐπιχειροῦσι, τῆς µὲν τελείας γνώσεως ἐκβάλλειν θέλοντες, εἰς δὲ τὴν ἠκρωτηριασµένην καὶ νόθον ἀγαγεῖν, δι' οὐδὲν ἕτερον, ἀλλ' ἵνααὐτοὶ µὲν ἐν τάξει κάθωνται διδασκάλων, ὑµᾶς δὲ τοὺς νῦν ὑψηλοτέρους αὐτῶν ὄντας ἐν τάξει καταστήσωσι µαθητῶν. Τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Ἵνα αὐτοὺς ζηλοῦτε. Ἐγὼ δὲ τοὐναντίον βούλοµαι, φησὶν, ὑµᾶς αὐτῶν καλλίονας, καὶ ὑπόδειγµα γίνεσθαι τῶν τελειοτέρων. Ὃ δὴ καὶ ἐγένετο, ὅτε πρὸς ὑµᾶς ἤµην· διὸ καὶ ἐπάγει λέγων· Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ µὴ µόνον ἐν τῷ παρεῖναί µε πρὸς ὑµᾶς. Ἐνταῦθα γὰρ αἰνίττεται, ὅτι ἡ ἀπουσία αὐτοῦ ταῦτα εἰργάσατο, καὶ ὅτι τὸ µὲν µακάριον τοῦτό ἐστι, µὴ παρόντος τοῦ διδασκάλου µόνον, τοὺς µαθητὰςτὴν δέουσαν ἔχειν γνώµην, ἀλλὰ καὶ ἀπόντος· ἐπειδὴ δὲ ἐκεῖνοι οὐδέπω ἦσαν πρὸς τοῦτο τελειότητος ἀφιγµένοι, πάντα ποιεῖται, ὥστε εἰς τοῦτο αὐτοὺς ἐµβιβάσαι. Τεκνία µου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ µορφωθῇ Χριστὸς ἐν ὑµῖν. Ὅρα ταραττόµενον, ὅρα θορυβούµενον. Ἀδελφοί µου, δέοµαι ὑµῶν· Τεκνία µου, οὓς πάλιν ὠδίνω. Μητέρα µιµεῖται περιτρέµουσαν τοῖς παιδίοις. Ἄχρις οὗ µορφωθῇ Χριστὸς ἐν ὑµῖν. Εἶδες σπλάγχνα πατρικά; εἶδες ἀθυµίαν ἀποστόλῳ πρέπουσαν; εἶδες οἵαν ἀφῆκεν ὀλολυγὴν πολὺ τῶν τικτουσῶν πικροτέραν;∆ ιεφθείρατε, φησὶ, τὴν εἰκόνα, ἀπωλέσατε τὴν συγγένειαν, τὴν µορφὴν ἠλλοιώσατε· ἀναγεννήσεως ἑτέρας ὑµῖν δεῖ καὶ ἀναπλάσεως· ἀλλ' ὅµως ἔτι τεκνία καλῶ τὰ ἀµβλωθρίδια, τὰ ἐκτρώµατα. Ἀλλ' οὕτω µὲν οὐ λέγει, ἑτέρως δέ· φείδεται γὰρ, καὶ οὐ βούλεται πλῆξαι, οὐδὲ τραύµατα ἐπιθεῖναι τραύµασιν· ἀλλ' ὥσπερ οἱ σοφοὶ τῶν ἰατρῶν τοὺς εἰς µακρὰν καταπεσόντας νόσον, οὐχ ὑφ' ἓν θεραπεύουσιν, ἀλλὰ διαλιµπάνοντες, ὥστε µὴ ὀλιγοψυχοῦνταςἀπολέσθαι, οὕτω καὶ ὁ µακάριος οὗτος. Καὶ γὰρ αἱ ὠδῖνες αὗται τῶν σωµατικῶν δριµύτεραι ὅσῳ καὶ ἡ φιλοστοργία µείζων, καὶ τὸ ἁµαρτηθὲν οὐ τὸ τυχὸν ἦν.
4.3
Ὅπερ γὰρ ἀεὶ λέγω, καὶ λέγων οὐ παύσοµαι, καὶ τὸ µικρὸν παραβαθὲν ὁλόκληρον τὴν ὄψιν ἠφάνισε, καὶ τὴν µορφὴν ἐλυµήνατο. Ἤθελον παρεῖναι πρὸς ὑµᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν µου. Σκόπει µοι τὸν ἀκαρτέρητον, τὸν θερµὸν, τὸν οὐ δυνάµενον στέγειν τὰ τοιαῦτα. Τοιοῦτον γὰρ ἡ ἀγάπη· οὐκ ἀρκεῖται τοῖς ῥήµασιν, ἀλλ' ἐπιζητεῖ καὶ τὴν παρουσίαν. Ὥστε ἀλλάξαι τὴν φωνήν µου, φησί. Τουτέστιν, ἀλλάξαι τὸν ὀλοφυρµὸν, ποιῆσαι καὶ δάκρυα, καὶ πάντα εἰς θρῆνον ἐπισπάσασθαι.∆ ιὰ γὰρ ἐπιστολῆς οὐκ ἐνῆν δάκρυα δεῖξαι οὐδὲ ὀλολυγµόν· διὸ καίεται τὴν παρουσίαν ἐπιζητῶν. Ὅτι ἀποροῦµαι ἐν ὑµῖν. Οὐκ ἔχω γὰρ, φησὶ, τί εἴπω, οὐκ ἔχω τί λογίσωµαι. Πόθεν οἱ πρὸς αὐτὴν ἀναβάντες τῶν οὐρανῶν τὴν κορυφὴν, καὶ διὰ τῶν κινδύνων, οὓς ὑπ εµείνατε ὑπὲρ τῆς πίστεως, καὶ διὰ τῶν σηµείων, ὧν ἐπεδείξασθε διὰ τῆς πίστεως, νῦν ἀθρόον οὕτως εἰς τοσαύτην εὐτέλειαν κατηνέχθητε, ὡς εἰς περιτοµὴν καὶ σάββατα σύρεσθαι, καὶ τῶνἸουδαϊζόντων ἐκκρέµασθαι;∆ ιὰ ταῦτα καὶ ἀρχόµενος ἔλεγε· Θαυµάζω ὅτι οὕτω ταχέως µετατίθεσθε· καὶ ἐνταῦθα· Ἀποροῦµαι ἐν ὑµῖν· ὡς ἂν εἰ ἔλεγε· Τί εἴπω τί λαλήσω; τί ἐννοήσω; ἀπορῶ· διὸ καὶ ὀλολύζειν ἀνάγκη· ὅπερ ἐν τοῖς ἀπόροις ποιοῦσι καὶ οἱ προφῆται. Εἶδος δὲ καὶ τοῦτο θεραπείας οὐ µικρὸν, τὸ µὴ µόνον συµβουλεύειν, ἀλλὰ καὶ θρηνεῖν. Τοῦτο γὰρ καὶ Μιλησίοις διαλεγόµενος ἔλεγε· Τριετίαν µετὰ δακρύων νουθετῶν ὑµᾶς οὐ διέλειπον. Τοῦτο καὶ ἐνταῦθά φησι λέγων· Ἀλλάξαι τὴν φωνήν µου. Καὶ γὰρ ἐν ταῖς ἀπορίαις καὶ ταῖς ἀµηχανίαις ταῖς παρ' ἐλπίδα συµβαινούσαις νικώµενοι, λοιπὸν ἐπὶ τὰ δάκρυα καταφερόµεθα. Ἐπειδὴ τοίνυν ἐπέπληξε καὶ ἐνέτρεψε, καὶ ἐθεράπευσε πάλιν, εἶτα ὠλοφύρατο· ὁ δὲ ὀλοφυρµὸς οὐκ ἐπιπλήξεως µόνον, ἀλλὰ καὶ κολακείας ἐστίν. Οὔτε γὰρ τραχύνει, ὥσπερ ἐπίπληξις, οὔτε χαλᾷ, καθάπερ ἡ θεραπεία, ἀλλ' ἔστι µεµιγµένον φάρµακον, καὶ πολλὴν ἔχει τὴν ἰσχὺν πρὸς παραίνεσιν. Ἐπειδὴ οὖν ὠλοφύρατο καὶ ἐµάλαξεν αὐτῶν τὴν διάνοιαν, καὶ ἐπεσπάσατο µειζόνως, πάλιν εἰς τοὺς ἀγῶνας ἐµβαίνει, κεφάλαιον τιθεὶς µεῖζον, δεικνὺςὅτι αὐτὸς ὁ νόµος οὐ βούλεται ἑαυτὸν φυλάττεσθαι. Τότε µὲν οὖν ἐκ τοῦ Ἀβραὰµ τὸ παράδειγµα εἰσήγαγε, νῦν δὲ αὐτὸν εἰσάγει τὸν νόµον παραινοῦντα µὴ φυλάττειν αὐτὸν, ἀλλὰ ἀναχωρεῖν, ὅπερἦν ἰσχυρότερον. Ὥστε εἰ βούλεσθε πείθεσθαι τῷ νόµῳ, φησὶν, ἀπόστητε αὐτοῦ· τοῦτο γὰρ αὐτὸς βούλεται. Ἀλλ' οὕτω µὲν οὐ λέγει· ἑτέρως δὲ αὐτὸ κατασκευάζει, καὶ ἱστορίαν ἀναµιγνύς. Λέγετε γάρ µοι, φησὶν, οἱ ὑπὸ νόµον θέλοντες εἶναι, τὸν νόµον οὐκ ἀκούετε; Καλῶς εἶπεν, Οἱ θέλοντες· οὐ γὰρ τῆς τῶν πραγµάτων ἀκολουθίας, ἀλλὰ τῆς ἐκείνων ἀκαίρου φιλονεικίας τὸ πρᾶγµα ἦν. Νόµον δὲ ἐνταῦθα τὸ βιβλίον τῆς κτίσεως καλεῖ, ὅπερ πολλάκις ποιεῖ, τὴν Παλαιὰν ἅπασαν οὕτως ὀνοµάζων. Γέγραπται γὰρ, ὅτι Ἀβραὰµ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Πάλιν ἐπὶ τὸν Ἀβραὰµ ἄνεισιν, οὐ ταυτολογῶν, ἀλλ' ἐπειδὴ πολλὴ τοῦ πατριάρχου παρὰ τοῖς Ἰουδαίοις ἡ δόξα ἦν, δείκνυσιν ὅτι ἐκεῖθεν οἱ τύποι τὴνἀρχὴν ἔλαβον, καὶ τὰ παρόντα ἐν αὐτῷ προεζωγραφεῖτο. Καὶ πρῶτον δείξας υἱοὺς ὄντας τοῦ Ἀβραὰµ, ἐπειδὴ οὐ τῆς αὐτῆς ἀξίας ἦσαν οἱ υἱοὶ τοῦ πατριάρχου, ἀλλ' ὁ µὲν ἐκ τῆς δούλης, ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δείκνυσι λοιπὸν, ὅτι οὐ µόνον υἱοὶ, ἀλλὰ καὶ οὕτως υἱοὶ, ὡς ὁ ἐλεύθερος καὶ εὐγενής. Τοσαύτη τῆς πίστεως ἡ δύναµις. Ἀλλ' ὁ µὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας κατ' ἐπαγγελίαν. Τί ἐστι, Κατὰ σάρκα; Ἐπειδὴ ἔλεγεν, ὅτι ἡ πίστις ἡµᾶς συνάπτει τῷ Ἀβραὰµ, καὶ ἐδόκει τοῖς ἀκούουσιν ἀπίθανον εἶναι, εἰ τοὺς µὴ γενοµένους ἐξ ἐκείνου, τούτους φησὶν υἱοὺςεἶναι ἐκείνου, δείκνυσιν ὅτι τὸ παράδοξον τοῦτο ἄνωθεν γέγονεν. Ὁ γὰρ Ἰσαὰκ οὐ κατὰ φύσεως ἀκολουθίαν, οὐδὲ κατὰ γάµων νόµον, οὐδὲ κατὰ σαρκὸς δύναµιν γενό µενος, καὶ υἱὸς καὶ γνήσιος ἦν, ἀπὸνεκρῶν σωµάτων φὺς, καὶ ἀπὸ τῆς µήτρας ἐκείνης. Οὐ γὰρ ἡ σὰρξ τὴν κύησιν, οὐδὲ τὸ σπέρµα τὸν τόκον εἰργάσαντο· νεκρὰ γὰρ ἡ µήτρα, καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν πήρωσιν, ἀλλ' ὁ τοῦ Θεοῦ λόγος αὐτὸν ἔπλασεν. Ἐπὶ δὲ τοῦ δούλου οὐχ οὕτως, ἀλλ' ἐκεῖνος τοῖς τῆς φύσεως δεσµοῖς, καὶ τῇ τοῦ γάµου συνηθείᾳ τίκτεται. Ἀλλ' ὅµως ὁ µὴ κατὰ σάρκα τοῦ κατὰ σάρκα γεννηθέντος τιµιώτερος ἦν. Μὴ θορυβείτω τοίνυν ὑµᾶς τὸ µὴ κατὰ σάρκα γεγεννῆσθαι· διὰ γὰρ τοῦτο µάλιστα αὐτοῦ συγγενεῖς ὑµεῖς, ὅτι οὐ κατὰ σάρκα ἐγεννήθητε. Οὐ γὰρ τιµιωτέρους τοῦτο τὸ κατὰ σάρκα, ἀλλὰ καὶ ἀτιµοτέρους ἐργάζεται· θαυµαστότερος γὰρ ὁ τόκος ὁ µὴ κατὰ σάρκα καὶ πνευµατικώτερος· καὶ δῆλον ἐκ τῶν ἄνωθεν τεχθέντων. Ἐτέχθη γὰρ κατὰ σάρκα ὁ Ἰσµαὴλ, ἀλλὰ δοῦλος ἦν, καὶ οὐ τοῦτο µόνον, ἀλλὰ καὶ ἐξεβάλλετο τῆς πατρῴας οἰκίας· ὁ δὲ κατ' ἐπαγγελίαν τεχθεὶς ὁ Ἰσαὰκ, ἅτε υἱὸς ὢν καὶ ἐλεύθερος, κύριος ἦν πάντων. Ἅτινά ἐστιν ἀλληγορούµενα. Καταχρηστικῶς τὸν τύπον ἀλληγορίαν ἐκάλεσεν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ µὲν ἱστορία αὕτη οὐ τοῦτο µόνον παραδηλοῖ, ὅπερ φαίνεται, ἀλλὰ καὶ ἄλλα τινὰ ἀναγορεύει· διὸ καὶ ἀλληγορία κέκληται. Τί δὲ ἀνηγόρευσεν; Οὐδὲν ἕτερον, ἢ τὰ παρόντα πάντα. Αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι, φησὶ, µία µὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. Αὗται· τίνες; Τῶν παιδίων ἐκείνων αἱ µητέρες, ἡ Σάῤῥα καὶ ἡ Ἄγαρ. Τί εἰσι δύο∆ ιαθῆκαι;∆ ύο νόµοι. Ἀλλ' ἐπειδὴ γυναικῶν ὀνόµατα ἦν ἐν τῇ ἱστορίᾳ, ἐνέµεινεν ἐν τῇ προσηγορίᾳ τοῦ γένους, καὶ ἀπὸ τῶν ὀνοµάτων πολλὴν δεικνὺς τὴν ἀκολουθίαν. Πῶς δὲ ἀπὸ τῶν ὀνοµάτων; Τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶ, φησὶν, ἐν τῇ Ἀραβίᾳ. Ἄγαρ ἐλέγετο ἡ δούλη· τὸ δὲ Σινᾶ ὄρος οὕτω µεθερµηνεύεται τῇ ἐπιχωρίῳ αὐτῶν γλώττῃ.
4.4
Ὥστε τοὺς ἐκ τῆς Παλαιᾶς τικτοµένους πάντας ἀνάγκη δούλους εἶναι. Τὸ γὰρ ὄρος ἐκεῖνο, ἔνθα ἡ Παλαιὰ∆ ιαθήκη ἐδόθη, ὁµώνυµον ὂν τῇ δούλῃ παραλαµβάνει καὶ τὴν Ἱερουσαλήµ· τοῦτο γάρ ἐστι· Συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήµ. Τουτέστι, γειτνιάζει, ἅπτεται.∆ ουλεύει δὲ µετὰ τῶν τέκνων αὐτῆς. Τί οὖν ἀπὸ τούτου; Ὅτι οὐ µόνον ἐκείνη δούλη ἦν, καὶ δούλους ἔτικτεν, ἀλλὰ καὶ αὕτη, τουτέστιν, ἡ∆ ιαθήκη, ἧς τύπος ἡ δούλη. Καὶ γὰρ ἡ Ἱερουσαλὴµ ἐκ γειτόνων κεῖται τῷ ὄρει τῷ ὁµωνύµῳ τῇ δούλῃ· ἐν τούτῳ δὲ τῷ ὄρει καὶ ἡ∆ ιαθήκη δέδοται. Ποῦ οὖν καὶ τῆς Σάῤῥας ὁ τύπος; Ἡ δὲ ἄνω Ἱερουσαλὴµ ἐλευθέρα ἐστίν. Οὐκοῦν καὶ οἱ ἐξ αὐτῆς τικτόµενοι οὐ δοῦλοι. Τῆς µὲν Ἱερουσαλὴµ τῆς κάτω τύπος ἦν Ἄγαρ, καὶ δῆλον ἐκ τοῦ ὄρους τοῦ οὕτω καλουµένου, τῆς δὲ ἄνω ἡ Ἐκκλησία. Ἀλλ' ὅµως οὐκ ἀρκεῖται τοῖς τύποις, ἀλλὰ καὶ τὸν Ἡσαΐαν προστίθησι µαρτυροῦντα τοῖς εἰρηµένοις· εἰπὼν γὰρ, Ἡ ἄνω Ἱερουσαλὴµ µήτηρ ἡµῶν ἐστι, καὶ τὴν Ἐκκλησίαν οὕτω καλέσας, παρίστησι τὸν προφήτην τὰ αὐτὰ αὐτῷ ψηφιζόµενον· Εὐφράνθητι γὰρ, φησὶ, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήµου µᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Τίς οὖν ἡ στεῖρα, καὶ τίς ἡ ἔρηµος πρὸ τούτου; οὐκ εὔδηλον ὅτι ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τῆς τοῦ Θεοῦ γνώ σεως ἀπεστερηµένη; Τίς δὲ ἡ τὸν ἄνδρα ἔχουσα; οὐκ εὔδηλον ὅτι ἡ συναγωγή; Ἀλλ' ὅµως ἐνίκησεν αὐτὴν τῇ πολυπαιδίᾳ ἡ στεῖρα. Ἐκείνη µὲν γὰρ ἓν ἔθνος ἔχει· τὰ δὲ τῆς Ἐκκλησίας τέκνα τὴν Ἑλλάδα, τὴν βάρβαρον, τὴν γῆν, τὴν θάλατταν, τὴν οἰκουµένην ἅπασαν ἐνέπλησεν. Εἶδες πῶς διὰ µὲν πραγµάτων ἡ Σάῤῥα, διὰ δὲ ῥηµάτων ὁ προφήτης τὰ µέλλοντα ἡµῖν ὑπέγραψαν; Σκόπει δέ· Στεῖραν ἐκάλεσεν ὁ Ἡσαΐας, καὶ ταύτην ἔδειξε πολύπαιδα γενοµένην. Τοῦτο τυπικῶς καὶ ἐπὶ τῆς Σάῤῥας συνέβη· καὶ γὰρ καὶ αὕτη στεῖρα οὖσα, πλήθους ἐκγόνων ἐγένετο µήτηρ. Τῷ Παύλῳ δὲ οὐδὲ ταῦτα ἀπόχρη, ἀλλὰ καὶ πῶς ἐγένετο µήτηρ ἡ στεῖρα περιεργάζεται, ἵνα καὶ ἐντεῦθεν τῇ ἀληθείᾳ προσαγάγῃ τὸν τύπον.∆ ιὸ καὶ ἐπάγει λέγων· Ἡµεῖς δὲ, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσµέν. Οὐ γὰρ µόνον στεῖρα ἦν ἡ Ἐκκλησία, ὥσπερ ἡ Σάῤῥα, οὐδὲ µόνον πολύπαις ἐγένετο, ὥσπερ ἐκείνη, ἀλλὰ καὶ οὕτως ἐγέννησεν, ὥσπερ ἡ Σάῤῥα. Καθάπερ γὰρ ἐκείνην µητέρα οὐχ ἡ φύσις εἰργάσατο, ἀλλ' ἡ ἐπαγγελία τοῦ Θεοῦ( ὁ γὰρ εἰρηκὼς, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσοµαι, καὶ ἔσται τῇ Σάῤῥᾳυἱὸς, οὗτος εἰσελθὼν εἰς τὴν νηδὺν, τὸ βρέφος διέπλασεν)· οὕτω δὴ καὶ ἐπὶ τῆς ἀναγεννήσεως τῆς ἡµετέρας φύσις µὲν οὐδεµία, τὰ δὲ ῥήµατα τοῦ Θεοῦ διὰ τοῦ ἱερέως λεγόµενα, ἅπερ ἴσασιν οἱ πιστοὶ, ταῦτα ἐντῇ κολυµβήθρᾳ τῶν ὑδάτων, καθάπερ ἐν νηδύϊ τινὶ, διαπλάττει καὶ ἀναγεννᾷ τὸν βαπτιζόµενον. Οὐκοῦν εἰ τῆς στείρας ἐσµὲν παῖδες, καὶ ἐλεύθεροί ἐσµεν. Καὶ ποία αὕτη ἐλευθερία, εἴποι τις ἂν, ὅταν οἱ µὲν Ἰουδαῖοι κατέχωσι καὶ µαστίζωσι τοὺς πιστεύσαντας, οἱ δὲ δοκοῦντες ἐλεύθεροι εἶναι διώκωνται; ταῦτα γὰρ τότε συνέβαινε, τῶν πιστῶν διωκοµένων. Ἀλλὰ µηδὲ τοῦτο ὑµᾶς θορυβείτω, φησί· καὶ γὰρ καὶ τοῦτο προέλαβεν ἐν τῷ τύπῳ· ὁ γὰρ Ἰσαὰκ ἐλεύθερος ὢν, ὑπὸ τοῦ δούλου Ἰσµαὴλ ἐδιώκετο.∆ ιὸ καὶ ἐπάγει λέγων· Ἀλλ' ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦµα, οὕτω καὶ νῦν. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἔκβαλε τὸν υἱὸν τῆς παιδίσκης οὐ γὰρ µὴ κληρονοµήσει ὁ υἱὸς τῆς παιδίσκης µετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Τί οὖν; αὕτη ἡ παράκλησις πᾶσα τὸ δειχθῆναι τοὺς ἐλευθέρους ὑπὸ τῶν δούλων διώκεσθαι; Οὐχὶ, φησίν· οὐδὲ γὰρ ἐνταῦθα ἵσταµαι, ἀλλ' ἄκουσον καὶ τῶν ἑξῆς, καὶ τότε λήψῃ παραµυθίαν ἱκανὴν, οὐ µικροψυχῶν τοῖς διωγµοῖς. Τίνα οὖν τὰ ἑξῆς; Ἔκβαλε τὸν υἱὸν τῆς παιδίσκης· οὐ γὰρ µὴ κληρονοµήσει µετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Εἶδες τὰ ἐπίχειρα τῆς προσκαίρου τυραννίδος, καὶ τῆς ἀπονοίας τῆς ἀκαίρου, Ἐκπίπτει τῶν πατρῴων ὁ παῖς, καὶ γίνεται φυγὰς καὶ πλάνος µετὰ τῆς µητρός. Σὺ δέ µοι σκόπει τὴν σοφίαν τῶν εἰρηµένων. Οὐ γὰρ εἶπεν, ἐπειδὴ ἐδίωκε, διὰ τοῦτο ἐξεβάλλετο, µόνον, ἀλλ', ἵνα µὴ κληρονοµήσῃ. Οὐ γὰρ τοῦ προσκαίρου διωγµοῦ τιµωρίαν αὐτὸν ἀπῄτει ταύτην( τοῦτο γὰρ µικρὸν, καὶ οὐδὲν πρὸς ἐκεῖνο)· ἀλλ' οὐκ ἀφῆκε γενέσθαι κοινωνὸν τῶν ἡτοιµασµένων τῷ παιδὶ, δεικνὺς ὅτι καὶ τοῦ διωγµοῦ χωρὶς τοῦτο ἄνωθεν αὐτὸ διατετυπωµένον ἦν, οὐκ ἀπὸτοῦ διωγµοῦ τὴν ἀρχὴν λαβὸν, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ γνώµης. Καὶ οὐκ εἶπεν, Οὐ µὴ κληρονοµήσει ὁ υἱὸς τοῦ Ἀβραὰµ, ἀλλ', Ὁ υἱὸς τῆς παιδίσκης, ἀπὸ τοῦ φαυλοτέρου γένους αὐτὸν καλῶν. Ἀλλ' ἡ Σάῤῥα στεῖρα ἦν· καὶ γὰρ ἡ ἐξ ἐθνῶν Ἐκκλησία τοιαύτη. Ὁρᾷς διὰ πάντων τὸν τύπον τηρούµενον; Ὥσπερ γὰρ ἐν ὅλοις τοῖς ἔµπροσθεν ἔτεσιν ἐκείνη µὴ τίκτουσα, πρὸς ἐσχάτῳ γήρᾳ γίνεται µήτηρ. οὕτω καὶ αὕτη, ὅτε ἦλθε τὸ πλήρωµα, τίκτει. Τοῦτο γὰρ καὶ προφῆται προανεφώνουν λέγοντες, Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆςἐρήµου µᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα· τὴν Ἐκκλησίαν οὕτω καλοῦντες. Οὐ γὰρ ἦν ἐπεγνωκυῖα τὸν Θεόν· ἀλλ' ὅµως ἐπιγνοῦσα, τὴν πολύπαιδα ἐνίκησε συναγωγήν. Ἄρα, ἀδελφοὶ, οὐκ ἐσµὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας. Ταῦτα πάντα κινεῖ καὶ στρέφει, δεῖξαι βουλόµενος, ὅτι τὸ γενόµενον οὐ πρόσφατον ἦν, ἀλλ' ἄνωθεν καὶ πρὸ πολλῶν διετυποῦτο χρόνων. Πῶς οὖν οὐκ ἄτοπον πρὸ τοσούτων χρόνων ἀφορισθέντας καὶ ἐλευθερίας τυχόντας, ἑκόντας ἑαυτοὺς εἰς τὸν τῆς δουλείας ὑπάγειν ζυγόν; Εἶτα καὶ ἄλλην αἰτίαν τίθησι τὴν πείθουσαν αὐτοὺς ἐπὶ τῶν δογµάτων µένειν.

Intertext edge

Open linked passage

Note