Homilies on Galatians
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
5.0
Τῇ γὰρ ἐλευθερίᾳ, φησὶν, ᾗ Χριστὸς ὑµᾶς ἐξ ηγόρασε, στήκετε.
5.1
Μὴ γὰρ ἑαυτοὺς ἠλευθερώσατε, ὅτι πάλιν ἐπὶ προτέραν τρέχετε δεσποτείαν; ἀλλ' αὐτός ἐστιν ὁ ὑµᾶς ἐξηγορακὼς, ἄλλος ὁ τὴν τιµὴν δοὺς ὑπὲρ ὑµῶν; Ὁρᾷς δι' ὅσων αὐτοὺς ἀπάγει τῆς Ἰουδαϊκῆς πλάνης; Πρῶτον δεικνὺς, ὅτι ἐσχάτης ἀνοίας ἐλευθέρους ἀντὶ δούλων γενοµένους δούλους ἀντ' ἐλευθέρων ἐπιθυµεῖν εἶναι· δεύτερον, ὅτι περὶ τὸν εὐεργέτην ἀγνώµονες καὶ ἀχάριστοι δειχθήσονται, τοῦ µὲν ἐλευθερώσαντος καταφρονοῦντες, τὸν δὲ δουλωσάµενον στέργοντες· τρίτον, ὅτι οὐ δυνατὸν τοῦτο. Οὐ γὰρ ἔχει τὴν δεσποτείαν ὁ νόµος, ἅπαξ ἑτέρου παρ' αὐτοῦ πάντας ἡµᾶς πριαµένου. Στήκετε δὲ εἰπὼν, τὸν σάλον ἔδειξε. Καὶ µὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. Τῷ µὲν τοῦ ζυγοῦ ὀνόµατι τὸ βαρὺ τοῦ πράγµατος αὐτοῖς ἐνδείκνυται· τῷ δὲ, Πάλιν, εἰπεῖν, πολλὴν αὐτῶν δείκνυσι τὴν ἀναισθησίαν. Εἰ µὲν γὰρ ἄπειροι ἦτε τοῦ βάρους ἐκείνου, οὐ τοσούτων ἦτε ἐγκληµάτων ἄξιοι· οἱ δὲ τῇ πείρᾳ µαθόντες τὸ φορτικὸν τοῦ ζυγοῦ, εἶτα ὑποτιθέντες ἑαυτοὺς ἐκείνῳ πάλιν, ποίας ἂν εἴητε δίκαιοι τυχεῖν συγγνώµης; Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑµῖν, ὅτι ἐὰν περιτέµνεσθε, Χριστὸς ὑµᾶς οὐδὲν ὠφελήσει. Ὅρα πόση ἀπειλή. Εἰκότως ἄρα καὶ ἀγγέλους ἀνεθεµάτιζε. Πῶς δὲ Χριστὸς αὐτοὺς οὐδὲν ὠφελήσει; Αὐτὸς µὲν γὰρ τοῦτο οὐ κατεσκεύασεν, ἀλλ' ἀπεφήνατο, ὡς τῆς τοῦ προσώπου ἀξιοπιστίας ἀρκούσης ἀντὶ πάσης ἀποδείξεως λοιπὸν( διὰ τοῦτογὰρ προλαβὼν εἶπεν· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑµῖν, ὅπερ ἦν θαῤῥοῦντος οἷς λέγει)· ἡµεῖς δὲ ὡς ἂν οἷόν τε τὰ παρ' ἑαυτῶν προσθήσοµεν. Πῶς οὐδὲν ὠφελήσει τὸν περιτεµνόµενον ὁ Χριστός; Ὁ περιτεµνόµενος, ὡς νόµον δεδοικὼς περιτέµνεται· ὁ δὲ δεδοικὼς, ἀπιστεῖ τῇ δυνάµει τῆς χάριτος, ὁ δὲ ἀπιστῶν, οὐδὲν κερδαίνει παρὰ τῆς ἀπιστουµένης. Πάλιν ἑτέρως, ὁ περιτεµνόµενος τὸν νόµον κύριον ποιεῖ· κύριον δὲ εἶναι νοµίζων, καὶ ἐκ τοῦ µείζονος αὐτὸν παραβαίνων µέρους, ἐκ δὲ τοῦ ἐλάττονος τηρῶν, πάλιν ὑπὸ τὴν ἀρὰν ἑαυτὸν τίθησιν· ὑποβάλλων δὲ ἑαυτὸν τῇ ἀρᾷ, καὶ διακρουσάµενος τὴν ἀπὸ τῆς πίστεως ἐλευθερίαν, πῶς δύναται σωθῆναι; Εἰ γὰρ χρή τι καὶ παράδοξον εἰπεῖν, οὗτος οὔτε τῷ Χριστῷ, οὔτε τῷ νόµῳ πιστεύει, ἀλλ' ἐν µέσῳ ἕστηκε, κἀκεῖθεν καὶ ἔνθεν βουλόµενος κερδαίνειν· διόπερ οὐδαµόθεν οὐδὲν καρπώσεται. Εἶτα εἰπὼν, ὅτι Οὐδὲν ὠφελήσει, αἰνιγµατωδῶς καὶ διὰ βραχέων τὴν ἀπόδειξιν τίθησιν, οὕτω λέγων· Μαρτύροµαι δὲ παντὶ ἀνθρώπῳ περιτεµνοµένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόµον πληρῶσαι. Ἵνα γὰρ µὴ νοµίσῃς κατ' ἔχθραν ταῦτα λέγεσθαι, οὐχ ὑµῖν λέγω µόνον, φησὶν, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ περιτεµνοµένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸννόµον πληρῶσαι· ἀλλήλων γὰρ ἔχεται τὰ νόµιµα. Καὶ καθάπερ ὁ ἀπογραψάµενος εἶναι δοῦλος ἐξ ἐλευθέρου, οὐκέτι ποιεῖ ὃ βούλεται, ἀλλὰ πᾶσι τοῖς τῆς δουλείας κατέχεται νόµοις· οὕτω καὶ ἐπὶ τοῦ νόµου ὅταν ἀναδέξῃ µικρόν τι τοῦ νόµου, καὶ ὑπάγῃς σεαυτὸν τῷ ζυγῷ, ὅλην ἐφειλκύσω τὴν δεσποτείαν. Οὕτω καὶ ἐπὶ τῆς ἔξωθεν κληρονοµίας· ὁ µὲν µηδενὸς ἁψάµενος, πάντων ἀπήλλακται τῶν ἐπαγοµένων τῷ κλήρῳ τοῦ τετελευτηκότος πραγµάτων· ἂν δὲ µικρόν τι χειρίσῃ, κἂν µὴ πάντα λάβῃ, πᾶσιν ἑαυτὸν ὑπεύθυνον κατέστησε διὰ τοῦ µέρους. Τοῦτο καὶ ἐπὶ τοῦ νόµου συµβαίνει, οὐ διὰ τοῦτον δὲ µόνον ὃν εἴρηκα τρόπον, ἀλλὰ καὶ δι' ἕτερον· ἀλλήλων γὰρ τὰ νόµιµα ἔχεται. Οἷόν τι λέγω· Ἡ περιτοµὴ θυσίαν ἔχει συνεζευγµένην καὶ ἡµερῶν παρατήρησιν· ἡ θυσία πάλιν καὶ ἡµέρας καὶ τόπου φυλακὴν, ὁ τόπος µυρίων καθαρµῶν τρόπους, οἱ καθαρµοὶ ἐσµόν τινα παρατηρήσεων εἰσάγουσι ποικίλων. Τὸν γὰρ ἀκάθαρτον οὐ θύειν, οὐχ ἱερῶν ἐπιβαίνειν ἀδύτων, οὐκ ἄλλο τι τῶν τοιούτων ποιεῖν θέµις.∆ ιὸ καὶ πολλὰ ἐφέλκεται καὶ διὰ τῆς µιᾶς ἐντολῆς ὁ νόµος. Ἂν τοίνυν περιτµηθῇς, µὴ ἐν τῇ ὀγδόῃ δὲ ἡµέρᾳ, ἢ ἐν τῇ ὀγδόῃ µὲν, µὴ οὔσης δὲ θυσίας, θυσίας δὲ οὔσης, µὴ ἐν τῷ ὡρισµένῳ δὲ τόπῳ, ἢ ἐν τῷ ὡρισµένῳτόπῳ, µὴ τὰ νενοµισµένα δὲ, ἢ τὰ νενοµισµένα µὲν, µὴ καθαρὸς δὲ ὢν, ἢ καθαρὸς µὲν ὢν, οὐ τοῖς προσήκουσι δὲ θεσµοῖς καθαρθεὶς, πάντα οἴχεται ἐκεῖνα.∆ ιὰ τοῦτό φησιν, ὅτι Ὀφειλέτης ἐστὶν ὅλον τὸν νόµον πληρῶσαι. Εἰ µὲν κύριος ὁ νόµος, µὴ µέρος πληρώσῃς, ἀλλὰ τὸ πᾶν· εἰ δὲ οὐκ ἔστι κύριος, µηδὲ τὸ µέρος. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόµῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσετε. Ἐπειδὴ γὰρ κατεσκεύασεν, ἀποφαίνεται λοιπὸν, καὶ τὸν περὶ τῶν ἐσχάτων κρηµνῶν κίνδυνον. Ὅταν γὰρ ὁ τῷ νόµῳ προστρέχων, µήτε ἐκεῖθεν δύνηται σώζεσθαι, καὶ τῆς χάριτος ἐκπίπτῃ, τί τὸ λοιπὸν, ἀλλ' ἢ κό λασις ἀπαραίτητος, τοῦµὲν ἀτονοῦντος, τῆς δὲ οὐ προσιεµένης αὐτόν;
5.2
Αὐξήσας τοίνυν αὐτῶν οὕτω τὸν φόβον, καὶ κατασείσας αὐτῶν τὴν διάνοιαν, καὶ δείξας τὸ ναυάγιον, ὃ µέλλουσιν ὑποµένειν, πᾶν, ἐγγύθεν ἀνοίγει αὐτοῖςτῆς χάριτος τὸν λιµένα· ὃ πανταχοῦ ποιεῖ, εὐκολωτάτην τε καὶ ἀσφαλεστάτην ἐντεῦθεν ἀποφαίνων τὴν σωτηρίαν.∆ ιὸ καὶ ἐπάγει λέγων· Ἡµεῖς γὰρ διὰ πίστεως ἐν πνεύµατι ἐλπίδα δικαιοσύνης ἀπεκδεχόµεθα. Οὐδενὸς ἐκείνων τῶν νοµίµων δεόµεθα, φησίν· ἀρκεῖ γὰρ ἡ πίστις ἡµῖν πνεῦµα παρασχεῖν, καὶ δι' αὐτοῦ δικαιοσύνην, καὶ τὰ πολλὰ καὶ µεγάλα ἀγαθά. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτοµή τί ἐστιν, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι' ἀγάπης ἐνεργουµένη. Ὁρᾷς πῶς λοιπὸν µετὰ πλείονος ἀποδύεται παῤῥησίας; Ὁ γὰρ τὸν Χριστὸν ἐνδυσάµενος, µηκέτι ταῦτα περιεργαζέσθω, φησί. Καὶ µὴν ἔλεγεν, ὅτι βλαβερὸν ἡ περιτοµή· πῶς οὖν ἀδιάφορον αὐτὸ τίθησιν; Ἀδιάφορον ἐπὶ τῶν ἤδη πρὸ τῆς πίστεως ἐσχηκότων, οὐκ ἐπὶ τῶν µετὰ τὴν πίστιν περιτεµνοµένων. Ὅρα δὲ ποῦ αὐτὴν ἐξέβαλε, µετὰ ἀκροβυστίας στήσας αὐτήν. Τὸ γὰρ ποιοῦν τὴν διαφορὰν ἡ πίστις ἐστίν. Ὥσπερ οὖν ἂν ἀθλητάς τις καταλέγῃ, ἄν τε γρυποὺς, ἄν τε σιµοὺς, ἄν τε µέλανας, ἄν τε λευκοὺς, οὐδὲν διαφέρει πρὸς τὴν δοκιµασίαν ταῦτα, ἀλλ' ἵναἰσχυροὶ καὶ ἐπιστήµονες ὦσι µόνον, τοῦτο δεῖ ζητεῖν· οὕτω καὶ τὸν µέλλοντα ἀπογράφεσθαι εἰς τὴν Καινὴν∆ ιαθήκην, οὐδὲν βλάπτει τὰ σωµατικὰ ταῦτα ἅπαντα, ὥσπερ οὖν οὔτε ὀνίνησιν, ἂν προσῇ. Τί δέ ἐστι,∆ ι' ἀγάπης ἐνεργουµένη; Μεγάλην ἐνταῦθα πληγὴν αὐτοὺς ἔπληξεν, ἐµφήνας ὅτι ἐκ τοῦ τὴν πρὸς Χριστὸν ἀγάπην µὴ ῥιζωθῆναι αὕτη ἡ παρείσδυσις γέγονεν· οὐ γὰρ τὸ πιστεῦσαί ἐστι τὸ ζητούµενον µόνον, ἀλλὰ καὶ τὸ µεῖναι ἀγαπῶντας. Ὡς ἂν εἰ ἔλεγεν· Εἰ ἠγαπᾶτε τὸν Χριστὸν ὡς ἐχρῆν, οὐκ ἂν ηὐτοµολήσατε πρὸς τὴν δουλείαν, οὐκ ἂν τὸν ἐξαγοράσαντα ὑµᾶς ἀφήκατε, οὐκ ἂν ὑβρίσατε τὸν ἐλευθερώσαντα. Αἰνίττεται δὲ ἐνταῦθα καὶ τοὺς ἐπιβουλεύοντας αὐτοῖς, δεικνὺς ὅτι καὶ ἐκεῖνοι, εἰ ἀγάπην εἶχον πρὸς αὐτοὺς, οὐκ ἂν ἐτόλµησαν ταῦτα ποιεῖν. Βούλεται δὲ καὶ τὸν βίον αὐτοῖς διορθοῦν ἀπὸ τοῦ ῥήµατος τούτου. Ἐτρέχετε καλῶς, τίς ὑµᾶς ἐνέκοψεν; Οὐκ ἐρωτῶντός ἐστι τοῦτο, ἀλλ' ἀποροῦντος καὶ ὀλοφυροµένου. Πῶς ὁ τοσοῦτος ἐνεκόπη δρόµος; τίς ὁ τοσοῦτον ἰσχύσας; Οἱ πάντων ἀνώτεροι καὶ ἐν τάξει διδασκάλων ὄντες, οὐδὲ ἐν τάξει µαθητῶν ἐµείνατε. Τί γέγονε; τίς τοσοῦτον ἴσχυσε; Ταῦτα ἀνακαλοῦντός ἐστι καὶ θρηνοῦντος µᾶλλον, ὥσπερ καὶ ἔµπροσθεν ἔλεγε· Τίς ὑµᾶς ἐβάσκανεν; Ἡ πεισµονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑµᾶς. Οὐκ ἐπὶ τούτοις ἐκάλεσεν ὑµᾶς ὁ καλῶν, ὥστε οὕτω σαλεύεσθαι· οὐ ταῦτα ἐνοµοθέτησεν, ὥστε Ἰουδαΐζειν. Εἶτα ἵνα µή τις λέγῃ· Τί οὕτω τὸ πρᾶγµα ἐπαίρεις καὶ δεινοῖς τῷ λόγῳ; µίαν ἐντολὴν τοῦ νόµου ἐφυλάξαµεν µόνον, καὶ τοσαῦτα θορυβεῖς; ἄκουσον πῶς φοβεῖ οὐκ ἀπὸ τῶν παρόντων, ἀλλ' ἀπὸ τῶν µελλόντων, λέγων οὕτω· Μικρὰ ζύµη ὅλον τὸ φύραµα ζυµοῖ. Οὕτω καὶ ὑµᾶς ἰσχύει, φησὶ, τὸ µικρὸν τοῦτοσφάλµα, µὴ διορθωθὲν, καὶ εἰς τέλειον Ἰουδαϊσµὸν ἀγαγεῖν, ὥσπερ ἡ ζύµη τὸ φύραµα. Ἐγὼ πέποιθα εἰς ὑµᾶς ἐν Χριστῷ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπεν, ὅτι Οὐ φρονεῖτε, ἀλλ' ὅτι Οὐ φρονήσετε· τουτέστιν, ὅτι∆ ιορθώσεσθε. Πόθεν οἶδας τοῦτο; Οὐκ εἶπεν, Οἶδα, ἀλλὰ, Πιστεύω. Πιστεύω τῷ Θεῷ, φησὶ, καὶ τὴν ἐκείνου καλῶ συµµαχίαν πρὸς τὴν ὑµετέραν διόρθωσιν θαῤῥῶν. Καὶ οὐχ ἁπλῶς εἶπε, Πέποιθα εἰς ὑµᾶς, ἀλλ', Ἐν Κυρίῳ. Πανταχοῦ γὰρ µετ' ἐγκωµίων πλέκει τὰς κατηγορίας· ὡς ἂν εἰ ἔλεγεν· οἶδα τοὺς ἐµοὺς µαθητὰς, οἶδα ὑµῶν τὸ εὐδιόρθωτον· θαῤῥῶ τοῦτο µὲν διὰ τὸν Κύριον τὸν οὐκ ἐῶντα ἀπολέσθαι οὐδὲ τὸ τυχὸν, τοῦτο δὲ δι' ὑµᾶς τοὺς δυναµένους ταχέως ἑαυτοὺς ἀνακτήσασθαι. Ἅµα δὲ καὶ προτρέπει καὶ τὴν παρ' ἑαυτῶν σπουδὴν εἰσενεγκεῖν, ὡς οὐκ ἐνὸν τῶν παρὰ τοῦ Θεοῦ τυχεῖν, ἂν µὴ καὶ τὰ παρ' ἡµῶν εἰσφέρηται. Ὁ δὲ ταράσσων ὑµᾶς, βαστάσει τὸ κρῖµα, ὅστις ἂν ᾖ. Ἑκατέρωθεν αὐτοὺς ἀλείφει, καὶ ἐξ ὧν παρεθάῤῥυνε, καὶ ἐξ ὧν ἐκείνοις ἐπηράσατο, ἢ προεφήτευσε. Σὺ δέ µοι σκόπει πῶς οὐδαµοῦ ὄνοµα τίθησι τῶν ἐπιβουλευόντων, ἵνα µὴ ἀναισχυντότεροι γένωνται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἐπειδὴ ὑµεῖς οὐδὲν ἄλλο φρονήσετε, διὰ τοῦτο οἱ τῆς ἀπάτης αἴτιοι ἀπηλλαγµένοι τῆς κολάσεώς εἰσιν, ἀλλὰ δώσουσι δίκην· οὐδὲ γὰρ προσῆκον τὴν ἑτέρων σπουδὴν τῆς ἄλλων κακοηθείας γενέσθαι παραµυθίαν. Γίνεται δὲ τοῦτο, ἵνα µὴ καὶ ἑτέροις πάλιν ἐπίθωνται. Καὶ οὐχ ἁπλῶς εἶπεν, οἱ ταράσσοντες, ἀλλὰ καὶ ἐπῆρε τὸν λόγον εἰπών· Ὅστις ἂν ᾖ. Ἐγὼ δὲ, ἀδελφοὶ, εἰ περιτοµὴν ἔτι κηρύττω, τί ἔτι διώκοµαι; Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς πολλαχοῦ Ἰουδαΐζοντα, καὶ ὑποκρινόµενον τὸ κήρυγµα, ὅρα πῶς καθαρῶς ἀπεδύσατο, µάρτυρας αὐτοὺς καλῶν. Οἴδατε γὰρ, φησὶ, καὶ ὑµεῖς, ὅτι τῶν διωγµῶν µου πρόφασις τοῦτό ἐστιν, ὅτι κελεύω ἀπέχεσθαι τοῦ νόµου· εἰ δὲ περιτοµὴν κηρύσσω, τί ἔτι διώκοµαι; Οὐδὲν γὰρ ἕτερον ἐγκαλεῖν ἔχουσί µοι οἱ ἐξ Ἰουδαίων, ἢ τοῦτο µόνον. Καὶ γὰρ εἰ συνεχώρουν αὐτοῖς µετὰ τῶν πατρῴων ἐθῶν πιστεύειν, οὐκ ἂν οὔτε οἱ πιστεύσαντες, οὔτε οἱ ἀπιστήσαντες ἐπεβούλευσαν, τῷ µηδὲν τῶνοἰκείων παρασαλεύεσθαι.
5.3
Τί οὖν; Οὐκ ἐκήρυξε περιτοµήν; Οὐ περιέτεµε τὸν Τιµόθεον; Περιέτεµε µέν. Πῶς οὖν φησιν, Οὐ κηρύσσω; Καὶ ἐνταῦθα αὐτοῦ µάθε τὴν ἀκρίβειαν. Οὐ γὰρ εἶπεν, ὅτι περιτοµὴν οὐκ ἐργάζοµαι, ἀλλὰ, Οὐ κηρύσσω, τουτέστιν, οὐχ οὕτω κελεύω πιστεύειν. Μὴ γὰρ εἰς δογµάτων λάβῃς βεβαίωσιν· περιέτεµον µὲν γὰρ, οὐκ ἐκήρυξα δὲ περιτοµήν. Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. Τουτέστι, Τὸ ἐµπόδιον, τὸ κώλυµα ἀνῄρηται, εἰ τοῦτό ἐστιν ὅ φατε. Οὐδὲ γὰρ οὕτως ὁ σταυρὸς ἦν σκάνδαλον τοῖς Ἰουδαίοις, ὡς τὸ µὴ δεῖν πείθεσθαι τοῖς πατρῴοις νόµοις. Καὶ γὰρ τὸν Στέφανον προσενεγκόντες, οὐκ εἶπον, ὅτι Οὗτος τὸν ἐσταυρωµένον προσκυνεῖ, ἀλλ' ὅτι Κατὰ τοῦ τόπου καὶ τοῦ νόµου λέγει τοῦ ἁγίου. Καὶ τῷ Ἰησοῦ τοῦτο ἐνεκάλουν, ὅτι τὸν νόµον παραλύει.∆ ιό φησιν ὁ Παῦλος· Εἰ συγκεχώρηται περιτέµνεσθαι, λέλυται ἡ φιλονεικία ἡ πρὸς ὑµᾶς· οὐ δεµία λοιπὸν ἔχθρα µένει πρὸς τὸν σταυρὸν καὶ τὸ κήρυγµα· εἰ δὲ καθ' ἑκάστην ἡµέραν φονῶσι καθ' ἡµῶν, πῶς τοῦτο ἐγκαλοῦσιν ἡµῖν; Ἐµοὶ γοῦν διὰ τοῦτο ἐπέθεντο, ὅτι εἰσήνεγκα ἀκρόβυστον εἰς τὸν ναόν· Ἆρ' οὖν οὕτως ἀνόητός εἰµι, φησὶν, ὡς συγκεχωρηµένης περιτοµῆς, εἰκῆ καὶ µάτην τοσαύτην ἀναδέξασθαι βλάβην, τοσοῦτον σκάνδαλον θεῖναι τῷ σταυρῷ; Ὁρᾶτε γὰρ, ὅτι δι' οὐδὲν ἡµῖν πολεµοῦσιν οὕτως, ὡς διὰ τὴν περιτοµήν. Οὕτως οὖν ἀνόητος ἤµην, ὡς ὑπὲρ τοῦ µηδενὸς θλίβεσθαι, καὶ σκανδαλίζειν ἑτέρους; Σταυροῦ δὲ σκάνδαλον ἐκάλεσεν, ἐπειδὴ καὶ ὁ τοῦ σταυροῦ λόγος τοῦτο ἐπέταττε, καὶ τοῦτο µάλιστα ἦν τὸ σκανδαλίζον Ἰουδαίους, καὶ κωλύον τὸνσταυρὸν ἀναδέξασθαι, τὸ κελεύεσθαι τῶν πατρῴων ἀφίστασθαι ἐθῶν. Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑµᾶς. Ὅρα πῶς ἐστι πικρὸς ἐνταῦθα κατὰ τῶν ἠπατηκότων. Παρὰ µὲν γὰρ τὴν ἀρχὴν ἐπὶ τοὺς ἠπατηµένους τὴν κατηγορίαν ἔτρεπεν, ἀνοήτους καλῶν, καὶ ἅπαξ καὶ δεύτερον· ἐπειδὴ δὲ καλῶς αὐτοὺς ἐπαίδευσε καὶ διώρθωσε, πρὸς τοὺς ἠπατηκότας τρέπεται λοιπόν.∆ εῖ δὲ ἡµᾶς συνιδεῖν καὶ ἐντεῦθεν αὐτοῦ τὴν σοφίαν, πῶς τούτους µὲν ὡς παῖδας οἰκείους, καὶ δυναµένους λαβεῖν διόρθωσιν, νουθετεῖ καὶ σωφρονίζει· τοὺς δὲ ἠπατηκότας, ὡς ἀλλοτρίους καὶ ἀνίατα νοσοῦντας, ἐκκόπτει· τοῦτο µὲν λέγων, Βαστάσει τὸ κρῖµα, ὅστις ἂν ᾖ, τοῦτο δὲ ἐπαρώµενος αὐτοῖς, καὶ λέγων, Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑµᾶς. Καὶ καλῶς εἶπεν, Ἀναστατοῦντες. Τὴν γὰρ οἰκείαν πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν συγγένειαν ἀφέντες τὴν ἄνω, τὴν ἀλλοτρίαν καὶ ξένην µεταδιώκειν ἠνάγκασαν, ἀπὸ µὲν τῆςἄνω Ἱερουσαλὴµ καὶ τῆς ἐλευθέρας ἐκβάλλοντες, βιαζόµενοι δὲ καθάπερ αἰχµαλώτους καὶ µετανάστας πλανᾶσθαι.∆ ιόπερ αὐτοῖς ἐπαρᾶται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδέν µοι µέλει περὶ ἐκείνων· Αἱρετικὸν γὰρ ἄνθρωπον µετὰ πρώτην καὶ δευτέραν νουθεσίαν παραιτοῦ. Εἰ βούλονται, µὴ περιτεµνέσθωσαν µόνον, ἀλλὰ καὶ περικοπτέσθωσαν. Ποῦ τοίνυν εἰσὶν οἱ τολµῶντες ἀποκόπτειν ἑαυτοὺς, καὶ τὴν ἀρὰν ἐπισπώµενοι, καὶ τὴν τοῦ Θεοῦ δηµιουργίαν διαβάλλοντες, καὶ τοῖςΜανιχαίοις συµπράττοντες; Ἐκεῖνοι µὲν γάρ φασι τὸ σῶµα ἐπίβουλον εἶναι καὶ ὕλης τῆς πονηρᾶς· οὗτοι δὲ διὰ τῶν ἔργων τοῖς χαλεποῖς δόγµασι τούτοις διδόασιν ἀφορµήν· ὡς γὰρ ἐχθρὸν καὶ ἐπίβουλον ἀποκόπτουσι τὸ µέλος. Οὐκοῦν πολλῷ µᾶλλον τοὺς ὀφθαλµοὺς πηρῶσαι ἐχρῆν· διὰ γὰρ τῶν ὀφθαλµῶν εἰς τὴν ψυχὴν κάτεισιν ἡ ἐπιθυµία. Ἀλλὰ οὔτε ὀφθαλµὸς οὔτε τι ἄλλο µέλος αἴτιον, ἀλλ' ἡ πονηρὰ προαίρεσις µόνον. Εἰ δὲ οὐκ ἀνέχῃ, διὰ τί µὴ καὶ γλῶτταν διὰ τὴν βλασφηµίαν, καὶ χεῖρας διὰ τὴν ἁρπαγὴν, καὶ πόδας διὰ τοὺς ἐπὶ πονηρίαν δρόµους, καὶ πᾶν, ὡς εἰπεῖν, τὸ σῶµα κατακόπτεις; Καὶ γὰρ ἀκοὴ καταυλουµένη πολλάκις κατεµάλαξε τὴν ψυχὴν, καὶ ῥῖνες ὀσµὴν ἡδεῖαν δεξάµεναι κατεγοήτευσαν τὴν διάνοιαν, καὶ πρὸςἡδονὴν ἐξεβάκχευσαν. Οὐκοῦν πάντα περικόψωµεν, καὶ ὦτα καὶ χεῖρας καὶ ῥῖνας. Ἀλλ' ἐσχάτης ταῦτα παρανοµίας, καὶ σατανικῆς παραπληξίας.∆ έον γὰρ διορθῶσαι µόνον τὴν ἄτακτον τῆς ψυχῆς ὁρµὴν, ὡς τοῦ τεχνίτου διαµαρτάνοντος, τὸ ὄργανον συντρίβειν ἀνέπεισεν ὁ πονηρὸς δαίµων καὶφόνοις χαίρων διηνεκῶς. Πῶς οὖν τοῦ σώµατος πιαινοµένου, φησὶν, ἐκκαίεται ἐπιθυµία; Ἰδοὺ πάλιν τὸ ἁµάρτηµα τῆς ψυχῆς· τὸ γὰρ πιαίνειν τὴν σάρκα, οὐ τῆς σαρκός ἐστιν, ἀλλὰ τῆς ψυχῆς. Εἰ γὰρ βούλοιτο κατατήκειν, αὐτὴ τὴν ἐξουσίαν ἅπασαν ἔχει. Σὺ δὲ παραπλήσιον ποιεῖς, ὥσπερ ἂν εἴ τις ὁρῶν τινα πῦρ καίοντα, καὶ ἐπιτιθέντα ξύλα, καὶ οἰκίαν ἐµπιπρῶντα, ἀφεὶς τὸν ἅψαντα τὴν πυρὰν, ἐγκαλέσειετῇ πυρᾷ, ὅτι πολλῶν ἐπιλαβοµένη ξύλων εἰς ὕψος ἤρθη· ἀλλ' οὐκ ἔστι τὸ ἔγκληµα τοῦ πυρὸς, ἀλλὰ τοῦ ἅψαντος τὸ πῦρ. Τοῦτο γὰρ πρὸς τροφὴν, πρὸς φωτισµὸν, πρὸς ἄλλας τοιαύτας ἐδόθη διακονίας, οὐχ ἵνα καίῃ τὰς οἰκίας· ὥσπερ οὖν καὶ ἡ ἐπιθυµία εἰς παιδοποιίαν καὶ βίου σύστασιν, οὐ πρὸς µοιχείαν καὶ πορνείαν καὶ ἀσέλγειαν· ἵνα πατὴρ γένῃ, οὐχ ἵνα µοιχός· ἵνα νοµίµως ὁµιλήσῃς γυναικὶ, οὐχ ἵνα παρανόµως διαφθείρῃς· ἵνα καταλίπῃς σπέρµα, οὐχ ἵνα τὸ ἑτέρου λυµήνῃ. Τὸ γὰρ µοιχεύειν οὐ τῆς ἐπιθυµίας ἐστὶ τῆς φυσικῆς, ἀλλὰ τῆς ὕβρεως τῆς παρὰ φύσιν· ἡ γὰρ ἐπιθυµία µίξιν ἐπιζητεῖ µόνον, οὐ τοιάνδε µίξιν.
5.4
Ταῦτα δέ µοι οὐχ ἁπλῶς εἴρηται νῦν, ἀλλὰ προανακρουόµεθά τινας ἀγῶνας, καὶ προακροβολιζόµεθα πρὸς τοὺς λέγοντας τοῦ Θεοῦ τὴν δηµιουργίανπονηρὰν εἶναι, καὶ τῆς µὲν ψυχῆς τὴν ῥᾳθυµίαν ἐῶντας, κατὰ δὲ τοῦ σώµατος µαινοµένους, καὶ τὴν σάρκα ἡµῶν διαβάλλοντας, περὶ ὧν καὶ µετὰ ταῦτα ὁἀπόστολος Παῦλος διαλέγεται, οὐ τῆς σαρκὸς κατηγορῶν, ἀλλὰ τῶν διαβολικῶν λογισµῶν. Ὑµεῖς δὲ, ἀδελφοὶ, ἐπὶ ἐλευθερίᾳ ἐκλήθητε· µόνον µὴ τὴν ἐλευθερίαν εἰς ἀφορµὴν τῇ σαρκί. Ἐνταῦθα λοιπὸν δοκεῖ µὲν εἰς τὸν ἠθικὸν ἐµβαίνειν λόγον, πάσχει δέ τι καινὸν, καὶ ὅπερ οὐδὲ ἐν µιᾷ τῶν ἄλλων ἔπαθεν Ἐπιστολῶν. Πάσας γὰρ διαλαµβάνων εἰς µέρη δύο, καὶ τὰ µὲν πρῶτα περὶ δογµάτων, τὰ δὲ ἔσχατα περὶ βίου διαλεγόµενος, ἐνταῦθα εἰς τὸν ἠθικὸν ἐµπεσὼν λόγον, πάλιν ἀναµίγνυσι τὸν δογµατικόν. Καὶ γὰρ οὗτος ἐκείνου πάλιν ἔχεται ἐν τῇ πρὸς Μανιχαίους µάχῃ. Τί δέ ἐστι, Μόνον µὴ τὴν ἐλευθερίαν τῇ σαρκὶ εἰς ἀφορµήν; Ἀπήλλαξεν ἡµᾶς, φησὶν, ὁ Χριστὸς τοῦ ζυγοῦ τῆς δουλείας, κυρίους ἀφῆκε τοῦ πράττειν ὅ τι βουλόµεθα, οὐχ ἵνα τῇ ἐξουσίᾳ πρὸς κακίαν χρησώµεθα, ἀλλ' ἵνα µείζονος λάβωµεν µισθοῦ πρόφασιν, ἐπὶ φιλοσοφίαν µείζονα ἀνιόντες. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ζυγὸν δουλείας καλεῖ τὸν νόµον, καὶ τὴν χάριν κατάρας ἀπαλλαγήν· ἵνα µή τις ὑποπτεύσῃ, ὅτι διὰ τοῦτο κελεύει τοῦ νόµου ἀποστῆναι, ἵνα ἐξῇ παρανόµως ζῇν, διορθοῦται τὴν ὑπόνοιαν, λέγων· Οὐχ ἵνα παράνοµος γένηται ἡ πολιτεία, ἀλλ' ἵνα ὑπὲρ τὸν νόµον ἡ φιλοσοφία· ἐλύθη γὰρ τοῦ νόµου τὰ δεσµά. Καὶ ἐγὼ ταῦτα λέγω, οὐχ ἵνα ταπεινότεροι, ἀλλ' ἵνα ὑψηλότεροι γενώµεθα. Καὶ γὰρ ὁ πορνεύων, καὶ ὁ παρθενεύων, ἀµφότεροι τοῦ νόµου τὰ µέτρα ἐξέβησαν, ἀλλ' οὐκ ἐπὶ τοῖς αὐτοῖς, ἀλλ' ὁ µὲν ἐπὶ τὸ χεῖρον κατενεχθεὶς, ὁ δὲ ἐπὶτὸ βέλτιον ἐπαρθείς· ὁ µὲν παραβὰς, ὁ δὲ ὑπερβὰς τὸν νόµον. Τοῦτ' οὖν φησιν ὁ Παῦλος, ὅτι Ἔλυσε τὸν ζυγὸν ἀφ' ὑµῶν, οὐχ ἵνα σκιρτήσητε, οὐδ' ἵνα λακτίσητε, ἀλλ' ἵνα χωρὶς ζυγοῦ βαδίζητε εὔρυθµα. Εἶτα καὶ δείκνυσι τρόπον, δι' οὗ ῥᾳδίως ἂν τὸ τοιοῦτον κατορθωθείη. Τίς οὖν ὁ τρόπος;∆ ιὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις, φησί. Πάλιν ἐνταῦθα αἰνίττεται ὅτι φιλονεικία καὶ στάσις καὶ φιλαρχία καὶ ἀπόνοια ταύτης τῆς πλάνης αἴτιαι αὐτοῖς ἐγένοντο· ἡ γὰρ τῶν αἱρέσεων µήτηρ, ἡ τῆς φιλαρχίας ἐστὶν ἐπιθυµία. Εἰπὼν γὰρ, ὅτι∆ ουλεύετε ἀλλήλοις, ἔδειξεν ὅτι ἐξ ἀπονοίας καὶ τύφου τοῦτο ἔλαβεν ἀρχὴν τὸ κακόν· διὸ κατάλληλον ἐπεισάγει φάρµακον. Ἐπειδὴ γὰρ ἀλλήλων ἄρχειν βουλόµενοι διεσχίσθητε,∆ ουλεύσατε ἀλλήλοις· οὕτω γὰρ συναχθήσεσθε πάλιν. Ἀλλὰ φανερῶς µὲν οὐ λέγει τὸ ἁµάρτηµα, φανερῶς δὲ τίθησι τὴν διόρθωσιν, ἵνα δι' αὐτῆς κἀκεῖνο µάθωσιν· ὡς ἂν εἴ τις τῷ ἀσελγαίνοντι ὅτι µὲν ἀσελγαίνει µὴ λέγοι, παραινοῖ δὲ συνεχῶς σωφρονεῖν. Ὁ γὰρ ἀγαπῶν, ὡς χρὴ, τὸν πλησίον, οὐ παραιτεῖται δουλεύειν αὐτῷ παντὸς δούλου ταπεινότερον. Καθάπερ γὰρ πῦρ ὁµιλῆσαν κηρῷ, µαλάσσει ῥᾳδίως αὐτὸν, οὕτω καὶ ἡ τῆς ἀγάπης θερµότης πάντα τῦφον καὶ ἀπόνοιαν πυρὸς σφοδρότερον διαλύει.∆ ιὰ τοῦτο οὐκ εἶπεν, Ἀγαπᾶτε ἀλλήλους, ἁπλῶς, ἀλλὰ,∆ ουλεύετε, τὴν ἐπιτεταµένην δηλῶν φιλίαν. Ἐπειδὴ γὰρ τοῦ νόµου τὸν ζυγὸν ἀνεῖλεν, ἵνα µὴ ἀποσκιρτήσωσιν, ἕτερον αὐτοῖς ἐπιτίθησι ζυγὸν τὸν τῆς ἀγάπης, ἰσχυρότερον µὲν ἐκείνου, κουφότερονδὲ καὶ ἡδίω πολλῷ. Εἶτα δεικνὺς αὐτοῦ τὸ κατόρθωµα, φησίν· Ὁ γὰρ πᾶς νόµος ἐν ἑνὶ λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τὸν νόµον ἔστρεφον, εἰ βούλει αὐτὸν, φησὶ, πληροῦν, µὴ περιτέµνου· οὐ γὰρ ἐν τῇ περιτοµῇ, ἀλλ' ἐν τῇ ἀγάπῃ πληροῦται. Ὅρα τῆς ὀδύνης πῶς οὐκ ἐπιλανθάνεται τῆς ἑαυτοῦ, ἀλλὰ τὸ πονοῦν κινεῖ συνεχῶς, καὶ εἰς τὸν ἠθικὸν ἐξελθὼν λόγον. Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε µὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε. Οὐκ ἀποφαίνεται, ἵνα µὴ βαρήσῃ, ἀλλ' οἶδε µὲν αὐτὸ γινόµενον, λέγει δὲ αὐτὸ µετὰ ἀµφιβολίας. Οὐ γὰρ εἶπεν, Ἐπειδὴ ἀλλήλους δάκνετε· καὶ τὸ ἑξῆς ὁµοίως· οὐδὲ γὰρ ἐκεῖ πάλιν ἀπεφήνατο, ὅτι Ὑπ' ἀλλήλων ἀναλώθητε· ὅπερ ἐστὶ φοβοῦντος καὶ ἀσφαλιζοµένου, οὐ καταδικάζοντος. Καὶ ταῖς λέξεσι δὲ ἐµφαντικῶς ἐχρήσατο. Οὐ γὰρ εἶπε,∆ άκνετε, µόνον, ὅπερ ἐστὶ θυµουµένου, ἀλλὰ, Καὶ κατεσθίετε, ὅπερ ἐστὶν ἐµµένοντος τῇ πονηρίᾳ. Ὁ µὲν γὰρ δάκνων, ὀργῆς ἐπλήρωσε πάθος· ὁ δὲ κατεσθίων θηριωδίας ἐσχάτης παρέσχεν ἀπόδειξιν.∆ ήγµατα δὲ καὶ βρώσεις οὐ τὰς σωµατικάς φησιν, ἀλλὰ τὰς πολὺ χαλεπωτέρας. Οὐ γὰρ οὕτως ὁ ἀνθρωπίνης ἀπογευσάµενος σαρκὸς ἔβλαψεν, ὡς ὁ δήγµατα εἰς τὴν ψυχὴν πηγνύς· ὅσον γὰρ ψυχὴ τιµιωτέρα σώµατος, τοσοῦτον χαλεπωτέρα ἡ ταύτης βλάβη. Βλέπετε µὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε, φησί. Ἐπειδὴ γὰρ οἱ ἀδικοῦντες καὶ ἐπιβουλεύοντες, ὡς ἄλλους ἀναλίσκοντες, ἐπὶ τοῦτο ἔρχονται, διὰ τοῦτό φησι· Σκοπεῖτε µὴ εἰς ὑµᾶς τὸ πρᾶγµα περιτραπῇ. Ἡ γὰρ διάστασις καὶ ἡ µάχη φθοροποιὸν καὶ ἀναλωτικὸν καὶ τῶν δεχοµένων αὐτὴν, καὶ τῶν εἰσαγόντων, καὶ σητὸς µᾶλλον ἅπαντα διατρώγει. Λέγω δὲ, πνεύµατι περιπατεῖτε, καὶ ἐπιθυµίαν σαρκὸς οὐ µὴ τελέσητε.
5.5
Ἰδοὺ καὶ ἑτέραν δείκνυσιν ὁδὸν εὔκολον ποιοῦσαν τὴν ἀρετὴν, καὶ κατορθοῦσαν τὰ εἰρηµένα, ὁδὸν τίκτουσαν ἀγάπην, καὶ σφιγγοµένην ὑπὸτῆς ἀγάπης. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀγαπητικοὺς ποιεῖ, ὡς τὸ πνευµατικοὺς εἶναι, καὶ οὐδὲν οὕτω πείθει παραµένειν ἡµῖν τὸ πνεῦµα, ὡς ἡ τῆς ἀγάπης ἰσχύς.∆ ιό φησι· Πνεύµατι περιπατεῖτε, καὶ ἐπιθυµίαν σαρκὸς οὐ µὴ τελέσητε. Ἐπειδὴ γὰρ εἶπε τὸ ποιοῦν τὴν νόσον, λέγει καὶ τὸ τὴν ὑγείαν χαριζόµενον φάρµακον. Ποῖον δὲ τοῦτό ἐστι, καὶ τίς ἡ δύναµις τῶν εἰρηµένων καλῶν, ἢ τὸ πνεύµατι ζῇν;∆ ιό φησι· Πνεύµατι περιπατεῖτε, καὶ ἐπιθυµίαν σαρκὸς οὐ µὴ τελέσητε. Ἡ γὰρ σὰρξ ἐπιθυµεῖ κατὰ τοῦ πνεύµατος, τὸ δὲ πνεῦµα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα µὴ, ἃ ἂν θέλητε, ταῦτα ποιῆτε. Ἐνταῦθα δὲ ἐπιτίθενταί τινες λέγοντες, ὅτι διεῖλεν εἰς δύο τὸν ἄνθρωπον ὁ Ἀπόστολος, ὥσπερ ἐξ ἐναντίας οὐσίας κατεσκευασµένον εἰσάγων, καὶ µάχηντῷ σώµατι πρὸς τὴν ψυχὴν δεικνὺς οὖσαν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· σάρκα γὰρ ἐνταῦθα, οὐ τὸ σῶµα καλεῖ· εἰ γὰρ τοῦτό φησι, πῶς ἔχει λόγον τὸ ἑξῆς εἰρηµένον; Ἐπιθυµεῖ γὰρ, φησὶ, κατὰ τοῦ πνεύµατος. Καὶ µὴν τοῦτο οὐ τῶν κινούντων, ἀλλὰ τῶν κινουµένων ἐστὶν, οὐ τῶν ἐνεργούντων, ἀλλὰ τῶν ἐνεργουµένων· πῶς οὖν ἐπιθυµεῖ; ἡ γὰρ ἐπιθυµία οὐ σαρκὸς, ἀλλὰ ψυχῆς. Καὶ γὰρ ἀλλαχοῦ φησι· Κατεπίθυµός ἐστιν ἡ ψυχή µου· καὶ τί ἐπιθυµεῖ ἡ ψυχή σου, καὶ ποιήσω σοι, Καὶ, Μὴ πορεύου κατὰ τὴν ἐπιθυµίαν τῆς ψυχῆς σου· καὶ πάλιν, Οὕτως ἐπιποθεῖ ἡ ψυχή µου. Πῶς οὖν Παῦλός φησιν, Ἡ σὰρξ ἐπιθυµεῖ κατὰ τοῦ πνεύµατος; Οἶδε σάρκα καλεῖν, οὐ τὴν τοῦ σώµατος φύσιν, ἀλλὰ τὴν πονηρὰν προαίρεσιν, ὡς ὅταν λέγῃ· Ὑµεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν πνεύµατι· Καὶ πάλιν, Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Τί οὖν; ἀνελεῖν δεῖ τὴν σάρκα; Αὐτὸς δὲ ὁ ταῦτα λέγων, οὐ σάρκα περιέκειτο; Οὐ τῆς σαρκὸς, ἀλλὰ τοῦ διαβόλου ταῦτα τὰ διδάγµατα· Ἐκεῖνος γὰρ ἀνθρωποκτόνος ἦν ἀπαρχῆς. Τί οὖν φησι; Σάρκα ἐνταῦθα τὸν λογισµὸν καλεῖ τὸν γεώδη, τὸν ῥᾴθυµον καὶ ἠµεληµένον. Τοῦτο δὲ οὐ σώµατος κατηγορία, ἀλλὰ ῥᾳθύµου ψυχῆς ἔγκληµα· ὄργανον γάρ ἐστιν ἡ σὰρξ, τὸ δὲ ὄργανον οὐδεὶς ἀποστρέφεται καὶ µισεῖ, ἀλλὰ τὸν τὸ ὄργανον κακῶς µεταχειριζόµενον. Καὶ γὰρ οὐ τὸν σίδηρον, ἀλλὰ τὸν ἀνδροφόνον καὶ µισοῦµεν καὶ κολάζοµεν. Ἀλλὰ καὶ αὐτὸ τοῦτο, φησὶ, κατηγορία τοῦ σώµατος, τὸ τὰ ἁµαρτήµατα τῆς ψυχῆς τῷ τῆς σαρκὸς ὀνόµατι καλεῖσθαι. Ἐγὼ δὲ ὁµολογῶ µὲν ἐλάττονα εἶναι τῆς ψυχῆς τὴν σάρκα, καὶ αὐτὴν δὲ καλήν. Τὸ γὰρ ἔλαττον τοῦ καλοῦ, καὶ αὐτὸ καλόν· τὸ δὲ κακὸν, οὐκ ἔλαττον τοῦ καλοῦ, ἀλλ' ἐναντίον. Σὺ δὲ, εἰ µὲν ἔχεις δεῖξαι ἀπὸ τοῦ σώµατος κατασκευαζοµένην τὴν κακίαν, κατηγόρει τῆς σαρκός· εἰ δὲ ἀπὸ τῆς προσηγορίας διαβάλλειν ἐπιχειρεῖς, ὥρα σοι καὶ τῆς ψυχῆς κατηγορεῖν· καὶ γὰρ ψυχικὸς ἄνθρωπος λέγεται ὁ τῆς ἀληθείας ἐστερηµένος, καὶ πνεύµατα πονηρίας λέγεται τὰ τῶν δαιµόνων πλήθη. Τῷ δὲ τῆς σαρκὸς ὀνόµατι πάλιν καὶ τὰ µυστήρια καλεῖν εἴωθεν ἡ Γραφὴ, καὶ τὴν Ἐκκλησίαν ἅπασαν, σῶµα λέγουσα εἶναι τοῦ Χριστοῦ. Εἰ δὲ βούλει καὶ κατορθώµατα καλεῖν τὰ δι' αὐτῆς γινόµενα, σβέσον τῷ λόγῳ τὰς αἰσθήσεις, καὶ ἔρηµον ὄψει τὴν ψυχὴν γνώσεως ἁπάσης, καὶοὐδὲν εἰδυῖαν ὧν οἶδεν. Εἰ γὰρ ἡ δύναµις τοῦ Θεοῦ ἀπὸ κτίσεως κόσµου τοῖς ποιήµασι νοουµένη καθορᾶται, πῶς ἂν ἴδοιµεν χωρὶς ὀφθαλµῶν; εἰ δὲ καὶ ἡ πίστις ἐξ ἀκοῆς, πῶς ἀκουσόµεθα χωρὶς ὤτων; Καὶ τὸ κηρῦξαι δὲ καὶ τὸ περιελθεῖν, διὰ γλώττης καὶ ποδῶν. Πῶς γὰρ κηρύξουσιν, ἐὰν µὴ ἀποσταλῶσι; καὶ τὸ γράψαι διὰ χειρῶν. Ὁρᾷς ὅτι µυρίων ἡµῖν ἀγαθῶν ἐστιν αἰτία τῆς σαρκὸς ἡ διακονία; Εἰ δὲ λέγει, Ἡ σὰρξ ἐπιθυµεῖ κατὰ τοῦ πνεύµατος, περὶ δύο φησὶ λογισµῶν· οὗτοι γὰρ ἀλλήλοις ἀντίκεινται, ἡ ἀρετὴ καὶ ἡ κακία, οὐχ ἡ ψυχὴ καὶ τὸ σῶµα. Εἰ γὰρ ταῦτα ἀντίκειται, ἀλλήλων ἐστὶν ἀναιρετικὰ, ὡς τὸ πῦρ τοῦ ὕδατος, ὡς τὸ σκότος τοῦ φωτός· εἰ δὲ ἐπιµελεῖται σώµατος ψυχὴ, καὶ πολλὴν αὐτοῦ ποιεῖ πρόνοιαν, καὶ µυρία πάσχει, ὥστε αὐτὸ µὴ καταλιπεῖν, καὶ ἀποῤῥηγνυµένη κωλύει, καὶ τὸσῶµα αὐτῇ διακονεῖται, καὶ πολλὴν εἰσάγει γνῶσιν αὐτῇ, καὶ πρὸς τὴν ἐκείνης ἐνέργειαν τοῦτο κατεσκεύασται· πῶς ἂν ἐναντία ταῦτα εἴη καὶ µαχόµενα ἀλλήλοις; Ἐγὼ γὰρ οὐ µόνον οὐκ ἐναντία, ἀλλὰ καὶ σφόδρα ὁµονοοῦντα, καὶ ἀλλήλων ἀντεχόµενα διὰ τῶν ἔργων ὁρῶ. Οὐ τοίνυν περὶ τούτων φησὶν, ὅτι ἀντίκεινται ἀλλήλοις, ἀλλὰ λογισµῶν πονηρῶν, καὶ ἀγαθῶν µάχην εἰσάγει. Τὸ γὰρ θέλειν καὶ µὴ θέλειν, τῆς ψυχῆς.∆ ιὰ τοῦτό φησι· ταῦτα δὲ ἀντίκειται, ἵνα µὴ συγχωρήσῃς τῇ ψυχῇ πορεύεσθαι ἐν ταῖς ἐπιθυµίαις αὐτῆς ταῖς πονηραῖς. Καθάπερ γάρ τις παιδαγωγὸς καὶ διδάσκαλος φοβῶν, ταῦτα ἐφθέγξατο. Εἰ δὲ πνεύµατι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόµον.
5.6
Ποία αὕτη ἀκολουθία; Μεγίστη µὲν καὶ σαφής. Ὁ γὰρ πνεῦµα ἔχων, ὡς χρὴ, σβέννυσι διὰ τούτου πονηρὰν ἐπιθυµίαν ἅπασαν· ὁ δὲ τούτων ἀπαλλαγεὶς, οὐ δεῖται τῆς ἀπὸ τοῦ νόµου βοηθείας, ὑψηλότερος πολλῷ τῆς ἐκείνου παραγγελίας γενόµενος. Ὁ γὰρ µὴ ὀργιζόµενος, πῶς δεῖται ἀκούειν, Οὐ φονεύσεις; ὁ µὴ βλέπων ἀκολάστοις ὀφθαλµοῖς, πῶς χρῄζει τοῦ παιδεύοντος µὴ µοιχεύειν; Τίς γὰρ διαλέγεται περὶ τοῦ καρποῦ τῆς κακίας τῷ τὴν ῥίζαν αὐτὴν ἀνασπάσαντι; Ῥίζα γὰρ φόνου θυµὸς, καὶ µοιχείας ἡ περίεργος θεωρία τῶν ὄψεων.∆ ιὰ τοῦτό φησιν· Εἰ πνεύµατι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόµον. Ἐνταῦθα δέ µοι δοκεῖ καὶ ἐγκώµιον τοῦ νόµου εἰρηκέναι µέγα καὶ θαυµαστόν· εἰ δὲ ἐν τάξει τοῦ πνεύµατος ὁ νόµος ἦν κατὰ δύναµιν τὴν ἑαυτοῦ πρὸ τῆς τοῦ πνεύµατος ἐπιφοιτήσεως, οὐ µὴν διὰ τοῦτο ἐναποµένειν χρὴ τῷ παιδαγωγῷ. Τότε µὲν εἰκότως ὑπὸ νόµον ἦµεν, ἵνα τῷ δέει κολάζωµεν τὰς ἐπιθυµίας, οὔπω τοῦ πνεύµατος φανέντος· νῦν δὲ τῆς χάριτος δεδοµένης τῆς οὐ κελευούσης µόνον αὐτῶν ἀπέχεσθαι, ἀλλὰ καὶ µαραινούσης αὐτὰς, καὶ πρὸς µείζονα πολιτείαν ἀναγούσης, τίςχρεία νόµου; Τῷ γὰρ οἴκοθεν κατορθοῦντι τὰ µείζω, ποῦ χρεία παιδαγωγοῦ; οὐδὲ γὰρ γραµµατιστοῦ τις δεῖται φιλόσοφος ὤν. Τί τοίνυν ἑαυτοὺς ἐξευτελίζετε, τῷ πνεύµατι πρότερον ἑαυτοὺς ἐκδόντες, καὶ νῦν προσκαθήµενοι τῷ νόµῳ; Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι πορνεία, µοιχεία, ἀκαθαρσία, ἀσέλγεια, φαρµακεία, εἰδωλολατρεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυµοὶ, ἐρίθειαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, µέθαι, κῶµοι, καὶ τὰ ὅµοια τούτοις, ἃ προλέγω ὑµῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, βασιλείανΘεοῦ οὐ κληρονοµήσουσιν. Ἐνταῦθα λοιπὸν ὁ τῆς σαρκός σου κατηγορῶν, εἰπέ µοι, καὶ νοµίζων ὡς περὶ ἐχθρᾶς καὶ πολεµίας ταῦτα εἰρῆσθαι( ἔστω γὰρ ἡ µοιχεία καὶ ἡ πορνείατῆς σαρκὸς καθ' ὑµᾶς), αἱ ἔχθραι, καὶ αἱ ἔρεις, καὶ οἱ ζῆλοι, καὶ αἱ ἐρίθειαι, καὶ αἱ αἱρέσεις, καὶ αἱ φαρµακεῖαι( προαιρέσεως γὰρ ταῦτα διεφθαρµένης µόνον, ὥσπεροὖν καὶ τὰ ἄλλα) πῶς ἂν εἶεν σαρκός; Ὁρᾷς ὅτι οὔ φησι τὴν σάρκα ἐνταῦθα, ἀλλὰ τὸν γεώδη λογισµὸν καὶ χαµαὶ συρόµενον;∆ ιὸ καὶ φοβεῖ λέγων, ὅτι Οἱ τὰ τοιαῦτα πράσσοντες, βασιλείαν Θεοῦ οὐ κληρονοµήσουσιν. Εἰ δὲ φύσεως ταῦτα πονηρᾶς, καὶ οὐ προαιρέσεως µοχθηρᾶς, περιττῶς εἶπε, Πράσσουσιν, ἀλλὰ, Πάσχουσι. Τίνος δὲ ἕνεκεν καὶ βασιλείας ἐκπίπτουσιν; Οὐδὲ γὰρ τῶν ἐν φύσει, ἀλλὰ τῶν ἐν προαιρέσει καὶ οἱ στέφανοι καὶ αἱ κολάσεις.∆ ιὸ καὶ ταῦτα ἠπείλησεν ὁ Παῦλος. Ὁ δὲ καρπὸς τοῦ πνεύµατος ἀγάπη, χαρὰ, εἰρήνη. Οὐκ εἶπε, τὸ ἔργον τοῦ πνεύµατος, ἀλλ', Ὁ καρπός. Οὐκοῦν ἡ ψυχὴ περιττή· εἰ γὰρ περὶ σαρκὸς καὶ πνεύµατος ὁ λόγος, ποῦ ἡ ψυχή; Ἆρα περὶ ἀψύχων διαλέγεται; Ὅταν γὰρ τὰ µὲν πονηρὰ τῆς σαρκὸς, τὰ δὲ χρήσιµα τοῦ πνεύµατος ᾖ, περιττὴ ἡ ψυχή. Οὐδαµῶς· καὶ γὰρ ἡ ἐγκράτεια τῶν παθῶν ταύτης καὶ περὶ αὐτῆς· καὶ ἐν µέσῳ κειµένης κακίας καὶ ἀρετῆς, ἂν µὲν εἰς δέον χρήσηται τῷ σώµατι, πνευµατικὸν αὐτὸ κατειργάσατο· ἂν δὲ ἀποστῇ µὲν τοῦ πνεύµατος, ἐκδῷ δὲ αὑτὴν ταῖς πονηραῖς ἐπιθυµίαις, γεωδεστέραν αὐτὴν κατεσκεύασεν. Ὁρᾷς πάντοθεν πῶς οὐ περὶ οὐσίας αὐτῷ τῆς σαρκὸς νῦν ὁ λόγος, ἀλλὰ περὶ προαιρέσεως µοχθηρᾶς, καὶ οὐ τοιαύτης;∆ ιὰ τί δὲ καρπὸν καλεῖ τοῦ πνεύµατος; Ὅτι τὰ µὲν πονηρὰ ἔργα ἐξ ἡµῶν γίνεται µόνων· διὸ καὶ ἔργα καλεῖ· τὰ δὲ καλὰ οὐ τῆς ἡµετέρας ἐπιµελείας δεῖται µόνον, ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Εἶτα µέλλων αὐτὰ διηγεῖσθαι, τὴν ῥίζαν τίθησι πρῶτον τῶν ἀγαθῶν, οὕτω λέγων· Ἀγάπη, χαρὰ, εἰρήνη, µακροθυµία, χρηστότης, ἀγαθοεργία, πίστις, πραότης, ἐγκράτεια. Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόµος. Τί γὰρ ἄν τις ἐπιτάξειε τῷ πάντα ἔχοντι παρ' ἑαυτῷ, καὶ διδάσκαλον ἀπηρτισµένην τῆς φιλοσοφίας τὴν ἀγάπην; Ὥσπερ γὰρ οἱ τῶν ἵππων εὐήνιοι καὶ ἀφ' ἑαυτῶν ἅπαντα πράττοντες, οὐκ ἂν δεηθεῖεν µάστιγος· οὕτω καὶ ψυχὴ κατορθοῦσα τὴν ἀρετὴν ἀπὸ πνεύµατος, οὐ δεῖται τοῦ νουθετοῦντος νόµου. Πάνυ δὲ καὶ ἐνταῦθα τὸν νόµον θαυµαστικῶς ἐξέβαλεν, οὐχ ὡς φαῦλον, ἀλλ' ὡς ἐλάττονα τῆς δεδοµένης παρὰ τοῦ Πνεύµατος φιλοσοφίας. Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήµασι καὶ ταῖς ἐπιθυµίαις. Ἵνα γὰρ µὴ λέγωσι· Καὶ τίς ἐστι τοιοῦτος; δείκνυσιν ἐπὶ τῶν ἔργων τοὺς τὰ τοιαῦτα κατορθοῦντας, σάρκα πάλιν ἐνταῦθα τὰς πονηρὰς πράξεις καλῶν. Οὐ γὰρ δὴ τὴν σάρκα ἀνεῖλον· ἐπεὶ πῶς ἔµελλον ζῇν; Τὸ γὰρ ἐσταυρωµένον, νεκρόν ἐστι καὶ ἀνενέργητον· ἀλλὰ τὴν ἀκριβῆ φιλοσοφίαν δηλοῖ. Καὶ γὰρ αἱ ἐπιθυµίαι, κἂν ἐνοχλῶσι, κενὰ λυσσῶσιν· ἐπεὶ οὖν τοσαύτη τοῦ πνεύµατος ἡ ἰσχὺς, ἐκείνῳ ζῶµεν, ἐκείνῳ ἀρκώµεθα· ὃ καὶ αὐτὸς ἐπάγει λέγων· Ζῶµεν οὖν ἐν πνεύµατι, καὶ πνεύµατι στοιχῶµεν, κατὰ τοὺς ἐκείνου νόµους πολιτευόµενοι. Τοῦτο γάρ ἐστι τὸ, Στοιχῶµεν· τουτέστι, Ἀρκεσθῶµεν τῇ τοῦ πνεύµατος δυνάµει, καὶ µὴ ἐπιζητῶµεν τὴν ἀπὸ τοῦ νόµου προσθήκην. Εἶτα δεικνὺς ἐκείνους τοὺς ἐπεισάγοντας τὴν περιτοµὴν διὰ φιλοτιµίαν τοῦτο ποιοῦντας, φησί· Μὴ γενώµεθα κενόδοξοι, ὃ πάντων ἐστὶν αἴτιον τῶν κακῶν, ἀλλήλους προκαλούµενοι, ἀλλήλους φθονοῦντες. Ἀπὸ γὰρ κενοδοξίας ὁ φθόνος, καὶ ἀπὸ φθόνου τὰ µυρία ταῦτα κακά.