Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Galatians
John ChrysostomHom. Gal. 6 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
6.0
Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος.
6.1
Ἐπειδὴ γὰρ ἐπιτιµήσεως προσχήµατι τὰ αὑτῶν ἐξεδίκουν πάθη, καὶ ἐδόκουν µὲν ἁµαρτηµάτων ἕνεκεν τοῦτο ποιεῖν, τὴν δὲ αὐτῶν φιλαρχίανστῆσαι ἐβούλοντο, φησίν· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ. Οὐκ εἶπεν, Ἐὰν πράξῃ, ἀλλ', Ἐὰν προληφθῇ, τουτέστιν, ἐὰν συναρπαγῇ. Ὑµεῖς οἱ πνευµατικοὶ καταρτίζετε τὸν τοιοῦτον. Οὐκ εἶπε, Κολάζετε, οὐδὲ, Καταδικάζετε, ἀλλὰ,∆ ιορθοῦσθε. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ δεικνὺς, ὅτι σφόδρα αὐτοὺς ἡµέρους εἶναι δεῖ τοῖς ὑποσκελιζοµένοις, οὕτως ἐπήγαγεν· Ἐν πνεύµατι πραότητος. Οὐκ εἶπεν, ἐν πραότητι, ἀλλ', Ἐν πνεύµατι πραότητος· δηλῶν ὅτι καὶ τῷ Πνεύµατι ταῦτα δοκεῖ, καὶ τὸ δύνασθαι µετ' ἐπιεικείας διορθοῦν τοὺς ἁµαρτάνοντας, χαρίσµατός ἐστι πνευµατικοῦ. Εἶτα, ἵνα µὴ ἐπαρθῇ ὁ διορθῶν ἕτερον, καὶ αὐτὸν ὑπὸ τὸν αὐτὸν φόβον ἔθηκεν, οὕτως εἰπών· Σκοπῶν σεαυτὸν, µὴ καὶ σὺ πειρασθῇς. Ὥσπερ γὰρ οἱ πλουτοῦντες ἐράνους τοῖς δεοµένοις εἰσφέ ρουσιν, ἵν', εἴποτε καὶ αὐτοὶ περιπέσοιεν πενίᾳ, τῶν αὐτῶν ἐπιτύχωσιν· οὕτω δὴ καὶ ἡµᾶς ποιεῖν χρή.∆ ιὸ καὶ αἰτίαν ἀναγκαίαν τίθησι, λέγων οὕτω· Σκοπῶν σεαυτὸν, µὴ καὶ σὺ πειρασθῇς. Καὶ ἀπολογεῖται ὑπὲρ τοῦ ἡµαρτηκότος, πρῶτον µὲν εἰπὼν, Ἐὰν καὶ προληφθῇ, δεύτερον τὸ τῆς πολλῆς ἀσθενείας ὄνοµα, εἶτα, Ἵνα µὴ καὶ σὺπειρασθῇς, δαίµονος ἐπήρειαν µᾶλλον, ἢ ψυχῆς ῥᾳθυµίαν αἰτιώµενος. Ἀλλήλων τὰ βάρη βαστάζετε. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον ὄντα χωρὶς ἐλαττώµατος εἶναι, παραινεῖ µὴ ἀκριβεῖς ἐξεταστὰς εἶναι τῶν ἑτέροις πεπληµµεληµένων, ἀλλὰ καὶ φέρειντὰ τῶν πλησίον ἐλαττώµατα, ἵνα καὶ τὰ αὐτοῦ φέρηται παρ' ἑτέρων. Καθάπερ γὰρ ἐπὶ τῆς οἰκοδοµῆς, οὐ τὴν αὐτὴν ἅπαντες ἕδραν ἔχουσιν οἱ λίθοι, ἀλλ' ὁ µὲν πρὸς γωνίαν ἐπιτήδειος, οὐκέτι δὲ πρὸς θεµελίους, ὁ δὲπρὸς θεµελίους µὲν, οὐκέτι δὲ πρὸς γωνίαν· οὕτω δὴ καὶ ἐπὶ τοῦ σώµατος τῆς Ἐκκλησίας. Καὶ ἐπὶ τῆς σαρκὸς δὲ τῆς ἡµετέρας τοῦτο αὐτὸ ἴδοι τις ἂν ἀλλ' ὅµως θατέρου θάτερον ἀνέχεται, καὶ οὐ παρὰ πάντων πάντα ζητοῦµεν. Ὁ γὰρ ἐκ τοῦ κοινοῦ γινόµενος ἔρανος, καὶ σῶµα καὶ οἰκοδοµὴν συνίστησι. Καὶ οὕτως ἀναπληρώσατε τὸν νόµον τοῦ Χριστοῦ. Οὐκ εἶπε, Πληρώσατε, ἀλλ', Ἀναπληρώσατε, τουτέστι, κοινῇ πάντες πληρώσατε, δι' ὧν ἀλλήλους φέρετε· οἷον, ὁ δεῖνά ἐστιν ὀργίλος, σὺ δὲ ὑπνηλός· φέρε τοίνυν τὴν ὁρµὴν αὐτοῦ τὴν σφοδρὰν, ἵνα καὶ αὐτός σου τὴν νωθείαν φέρῃ. Καὶ οὕτως οὔτε ἐκεῖνος ἁµαρτήσεται ὑπὸ σοῦ βασταζόµενος, οὔτε σὺ πληµµελεῖς ἐν οἷς εἶ βαρὺς, ἀνεχοµένου σοῦ τοῦ ἀδελφοῦ σου. Οὕτω δὲ ἀλλήλοις χεῖρα ὀρέγοντες ἐν οἷς µέλλετε καταπίπτειν, δι' ἀλλήλων κοινῇ πληρώσατε τὸν νόµον, τὸ λεῖπον τῷ πλησίον ἀναπληρῶν ἕκαστος διὰτῆς οἰκείας ὑποµονῆς. Ἐὰν δὲ µὴ οὕτω ποιῆτε, ἀλλ' ἕκαστος ἐπεξιέναι µέλλῃ τοῖς τοῦ πλησίον, οὐδέποτε οὐδὲν ἔσται τῶν δεόντων ὑµῖν. Ὥσπερ γὰρ ἐν τῷ σώµατι εἰ τὴν αὐτήν τις ἀπαιτοίη παρὰ πάντων χρείαν, οὐδέποτε τὸ σῶµα στήσεται· οὕτω καὶ ἐπὶ τῶν ἀδελφῶν πολύς ἐστι πόλεµος, εἰ παρὰ πάντων πάντα ἐπιζητοῦµεν. Εἰ γάρ τις δοκεῖ εἶναί τι, µηδὲν ὢν, φρεναπατᾷ ἑαυτόν. Πάλιν ἐνταῦθα τὴν ἀπόνοιαν κατασκοπεῖ. Ὁ γὰρ δοκῶν εἶναί τι, οὐδέν ἐστι, πρῶτον τῆς εὐτελείας αὐτοῦ δεῖγµα ἐκφέρων τὴν τοιαύτην εὐµένειαν. Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιµαζέτω ἕκαστος. Ἐνταῦθα δείκνυσιν ὅτι δεῖ βίου ἐξεταστὰς εἶναι, καὶ οὐχ ἁπλῶς, ἀλλὰ µετ' ἀκριβείας δοκιµάζειν τὰ πεπραγµένα ὑµῖν. Οἷον, ἐποίησάς τι καλόν; Σκόπησον µή ποτε διὰ κενοδοξίαν, µὴ δι' ἀνάγκην, µὴ πρὸς ἀπέχθειαν, µὴ ὑποκρίσει, µὴ δι' ἄλλην τινὰ αἰτίαν ἀνθρωπίνην. Καθάπερ γὰρ τὸ χρυσίον δοκεῖ µὲν εἶναι λαµπρὸν πρὸ τοῦ χωνευτηρίου, ὅταν δὲ αὐτὸ παραδοθῇ τῷ πυρὶ, τότε ἀκριβῶς διαδείκνυται, τοῦ νόθου παντὸςἀπὸ τοῦ γνησίου χωριζοµένου· οὕτω καὶ τὰ ἡµέτερα ἔργα, ὅταν µετὰ ἀκριβείας ἐξετάζωµεν, τότε σαφῶς ἐκκαλυφθήσεται, καὶ πολλῶν ὀψόµεθα ἑαυτοὺς ὄντας ὑπευθύνους ἐγκληµάτων. Καὶ τότε εἰς ἑαυτὸν µόνον τὸ καύχηµα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Ταῦτα οὐ νοµοθετῶν φησιν, ἀλλὰ συγκαταβαίνων· ὡς ἂν εἰ ἔλεγεν· Ἄτοπον µὲν τὸ καυχᾶσθαι· εἰ δ' ἄρα βούλει, µὴ κατὰ τοῦ πλησίον, ὡς ὁ Φαρισαῖος. Ὁ γὰρ τοῦτο παιδευθεὶς, καὶ ἐκείνου ἀποστήσεται ταχέως.∆ ιὸ καὶ τοῦτο συνεχώρησεν, ἵνα τὸ ὅλον κατὰ µικρὸν ἐξέλῃ. Ὁ γὰρ συνεθισθεὶς εἰς ἑαυτὸν µόνον καυχᾶσθαι, καὶ µὴ κατ' ἄλλων, ταχέως καὶ τοῦτο διορθώσεται τὸ ἐλάττωµα. Ὁ γὰρ µὴ νοµίσας τῶν ἄλλων ἑαυτὸν εἶναι βελτίονα( τοῦτο γάρ ἐστιν, Οὐκ εἰς τὸν ἕτερον), ἀλλ' αὐτὸν καθ' ἑαυτὸν ἐξετάζων ἁβρύνεται, παύσεται καὶτοῦτο ποιῶν ὕστερον. Καὶ ἵνα µάθῃς ὅτι τοῦτο βούλεται κατασκευάσαι, ὅρα πῶς αὐτὸν συστέλλει τῷ φόβῳ· ἀνωτέρω µὲν εἰπὼν,∆ οκιµαζέτω τὸ ἔργον αὐτοῦ, ἐνταῦθα δὲ ἐπαγαγών· Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.∆ οκεῖ µὲν γὰρ τιθέναι λογισµὸν κωλύοντα καθ' ἑτέρου καυχᾶσθαι, διορθοῦται δὲ τὸν καυχώµενον, ὥστε µηδ' ἐφ' ἑαυτῷ µέγα φρονεῖν, εἰς ἔννοιαν ἄγωναὐτὸν τῶν οἰκείων ἁµαρτηµάτων, καὶ τοῖς ὀνόµασι τοῦ φορτίου καὶ τῆς ἀχθοφορίας πιέζων αὐτοῦ τὸ συνειδός. Κοινωνείτω δὲ ὁ κατηχούµενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.
6.2
Ἐνταῦθα περὶ τῶν διδασκάλων λοιπὸν ὁ λόγος αὐτῷ, ὥστε πολλῆς ἀπολαύειν παρὰ τῶν µαθητευοµένων θεραπείας. Καὶ τίνος ἕνεκεν οὕτως ὁ Χριστὸς ἐνοµοθέτησε; Καὶ γὰρ ἐν τῇ Καινῇ οὗτος κεῖται ὁ νόµος, ὥστε τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου ζῇν· καὶ ἐν τῇ Παλαιᾷ δὲ ὁµοίως πολλαὶ τοῖς Λευΐταις παρὰ τῶν ἀρχοµένων ἦσαν αἱ πρόσοδοι. Τίνος οὖν ἕνεκεν ταῦτα διετάξατο; Ταπεινοφροσύνης καὶ ἀγάπης ὑπόθεσιν προαποτιθέµενος. Ἐπειδὴ γὰρ τὸ διδασκαλικὸν ἀξίωµα πολλάκις φυσᾷ τοὺς ἔχοντας, καταστέλλω[ ν] αὐτοῦ τὸ φρόνηµα, εἰς ἀνάγκην κατέστησε τοῦ δεῖσθαιτῶν µαθητευοµένων· κἀκείνους πάλιν εἰς ἀφορµὴν ἤγαγε τοῦ πρὸς εὔνοιαν εὐκολωτέρους γίνεσθαι, γυµνάζων αὐτοὺς ἐν τῇ περὶ τοὺς διδασκάλους εὐνοίᾳ καὶ περὶ τοὺςἄλλους ἡµέρους εἶναι· ὅπερ καὶ ἀγάπην οὐ µικρὰν εἰργάζετο ἐν ἑκατέρῳ τῷ µέρει. Ἐπεὶ εἰ µὴ τοῦτο ἦν, ὅπερ εἶπον, τίνος ἕνεκεν τοὺς Ἰουδαίους τοὺς ἀγνώµονας ἀπὸ τοῦ µάννα τρέφων, τοὺς ἀποστόλους εἰς τὴν τῶνπροσαιτούντων κατέστησεν ἀνάγκην; οὐκ εὔδηλον ὅτι τὰ µεγάλα ἐκ τούτου κατασκευάζων ἀγαθὰ, ταπεινοφροσύνην καὶ ἀγάπην, καὶ ὥστε τοὺς µαθητευοµένους µὴ αἰσχύνεσθαι ἐπὶ τοῖςδοκοῦσιν ἐπονειδίστοις εἶναι; Τὸ γὰρ ἐπαιτεῖν, αἰσχύνης εἶναι δοκεῖ· ἀλλ' οὐκ ἐδόκει λοιπὸν, τῶν διδασκάλων αὐτὸ µετιόντων µετὰ παῤῥησίας ἁπάσης· ὥστε οὐ µικρὰ κἀντεῦθεν ἐκέρδαινον οἱ µαθηταὶ, πάσης δόξης παιδευόµενοι διὰ τούτων ὑπερορᾷν.∆ ιὰ τοῦτό φησι· Κοινωνείτω δὲ ὁ κατηχούµενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. Τουτέστι, πᾶσαν ἐπιδεικνύσθω περὶ αὐτὸν δαψίλειαν· τοῦτο γὰρ αἰνιττόµενος ἔλεγεν· Ἐν πᾶσιν ἀγαθοῖς. Μηδὲν γὰρ ἔστω τοῦ µαθητοῦ, φησὶν, ἴδιον, ἀλλὰ πάντα κοινά. Μείζονα γὰρ λαµβάνει ἢ δίδωσι, καὶ τοσούτῳ µείζω, ὅσῳ τῶν γηΐνων τὰ ἐπουράνια ἀµείνω· ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγεν· Εἰ ἡµεῖς ὑµῖν τὰ πνευµατικὰ ἐσπείραµεν, µέγα, εἰ ἡµεῖς ὑµῶν τὰ σαρκικὰ θερίσοµεν;∆ ιὰ τοῦτο καὶ κοινωνίαν τὸ πρᾶγµα καλεῖ, δεικνὺς ἀντίδοσιν γινοµένην. Ἐκ τούτου δὲ καὶ τὰ τῆς ἀγάπης ἐγίνετο θερµότερα πολλῷ καὶ βεβαιότερα. Ἂν µὲν οὖν τὴν αὐτάρκειαν ὁ διδάσκαλος ζητεῖ, µένει καὶ λαµβάνων ἐπὶ τῆς οἰκείας ἀξίας. Καὶ γὰρ καὶ τοῦτο ἔπαινος τὸ οὕτω προσεδρεύειν τῷ λόγῳ, ὡς ἑτέρων δεῖσθαι, καὶ ἐν πενίᾳ µυρίᾳ εἶναι, καὶ τῶν βιωτικῶν ὑπερορᾷν ἁπάντων. Ἂν δὲ ὑπερβαίνῃ τὸ µέτρον, ἐλυµήνατο τὴν ἀξίαν, οὐ τῷ λαµβάνειν, ἀλλὰ τῷ ἀµέτρῳ. Εἶτα ἵνα µὴ ἡ πονηρία τοῦ διδασκάλου ὀκνηρότερον περὶ ταῦτα ποιῇ τὸν µαθητὴν, καὶ πένητα ὄντα πολλάκις παρατρέχῃ διὰ τὸν τρόπον, προϊὸν µέν φησι· Τὸ δὲ καλὸν ποιοῦντες, µὴ ἐκκακῶµεν· ἐνταῦθα δὲ τὸ µέσον τῆς τοιαύτης, καὶ τῆς ἐν τοῖς βιωτικοῖς φιλοτιµίας δείκνυσιν, οὕτω λέγων. Μὴ πλανᾶσθε· Θεὸς οὐ µυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦµα, ἐκ τοῦ πνεύµατος θερίσει ζωὴν αἰώνιον. Ὥσπερ γὰρ ἐπὶ τῶν σπερµάτων οὐκ ἔνι σπείροντα ὀρόβους σῖτον ἀµῆσαι· δεῖ γὰρ τοῦ αὐτοῦ γένους καὶ τὸν σπόρον εἶναι καὶ τὸν ἀµητόν· οὕτω καὶ ἐν τοῖς ἔργοις, ὁ καταβαλὼν εἰς τὴν σάρκα τρυφὴν, µέθην, ἐπιθυµίαν ἄτοπον, τὰ ἐκ τούτων ἀµήσει. Τίνα δέ ἐστι ταῦτα; Κόλασις, τιµωρία, αἰσχύνη, γέλως, φθορά. Τῶν γὰρ πολυτελῶν τραπε ζῶν καὶ τῶν ἡδυσµάτων οὐδὲν ἕτερον τὸ τέλος, ἢ φθορά· καὶ γὰρ αὐτὰ φθείρεται, καὶ συµφθείρει τὸ σῶµα. Τὰ δὲ τοῦ πνεύµατος οὐ τοιαῦτα, ἀλλ' ἀπ' ἐναντίας ἅπαντα τούτοις. Σκόπει δέ· Ἔσπειρας ἐλεηµοσύνην, ἀναµένουσί σε οἱ τῶν οὐρανῶν θησαυροὶ καὶ δόξα αἰώνιος· ἔσπειρας σωφροσύνην, τιµὴ καὶ βραβεῖον καὶ αἱ παρ' ἀγγέλων εὐφηµίαι καὶ οἱ παρὰ τοῦ ἀγωνοθέτου στέφανοι. Τὸ δὲ καλὸν ποιοῦντες, µὴ ἐκκακῶµεν· καιρῷ γὰρ ἰδίῳ θερίσοµεν µὴ ἐκλυόµενοι. Ἄρ' οὖν, ὡς καιρὸν ἔχοµεν, ἐργαζώµεθα τὸ καλὸν πρὸς πάντας, µάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ἵνα γὰρ µή τις νοµίσῃ, ὅτι διδασκάλων µὲν ἐπιµελεῖσθαι δεῖ καὶ τρέφειν αὐτοὺς, τῶν δὲ ἄλλων ἀµελεῖν, εἰς κοινὸν ἐξάγει τὸν λόγον, καὶ πᾶσι τὴν θύραντῆς τοιαύτης ἀνοίγει φιλοτιµίας, καὶ τοσαύτην ποιεῖται τὴν ὑπερβολὴν, ὡς καὶ Ἰουδαίους καὶ Ἕλληνας ἐλεεῖν κελεύειν, µετὰ προσηκούσης µὲν τάξεως, ἐλεεῖν δ' ὅµως. Τίς δὲ ἡ τάξις; Τὸ πλείονα περὶ τοὺς πιστοὺς ἐνδείκνυσθαι τὴν πρόνοιαν. Καὶ ὅπερ καὶ ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς ποιεῖ, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται, οὐ περὶ τοῦ ἐλεεῖν διαλεγόµενος µόνον, ἀλλὰ καὶ περὶ τοῦ φιλοτίµωςκαὶ διηνεκῶς· τὸ γὰρ τοῦ σπόρου ὄνοµα καὶ τὸ µὴ δεῖν ἐκκακεῖν, τοῦτο αἰνίττεται. Εἶτα ἐπειδὴ µέγα ἀπῄτησε, καὶ τὸ ἔπαθλον ἐπὶ θύραις τίθησιν, ἀµητοῦ µεµνηµένος καινοῦ τινος καὶ παραδόξου.
6.3
Ἐπὶ µὲν γὰρ τῶν γηπόνων οὐχ ὁ σπείρων µόνον, ἀλλὰ καὶ ὁ θερίζων πολὺν ὑποµένει τὸν πόνον, αὐχµῷ καὶ κονιορτῷ καὶ πολλῇ µαχόµενος ταλαιπωρίᾳ· τότε δὲ οὐδὲν τούτων ἔνι, φησίν· ἃ καὶ παραδηλῶν ἔλεγε· Καιρῷ γὰρ ἰδίῳ θερίσοµεν µὴ ἐκλυόµενοι. Καὶ ἐντεῦθεν µὲν αὐτοὺς προτρέπει καὶ ἐφέλκεται· καὶ ἑτέρωθεν δὲ κατεπείγει καὶ συνωθεῖ, λέγων· Ἄρ' οὖν ὡς καιρὸν ἔχοµεν, ἐργαζώµεθα τὸ ἀγαθόν. Ὥσπερ γὰρ οὐκ ἀεὶ τοῦ σπείρειν ἐσµὲν κύριοι, οὕτως οὐδὲ τοῦ ἐλεεῖν. Ὅταν γὰρ ἐντεῦθεν ἀπενεχθῶµεν, κἂν µυριάκις βουληθῶµεν, οὐδὲν περανοῦµεν πλέον. Καὶ µαρτυροῦσιν ἡµῖν αἱ παρθένοι τῷ λόγῳ, αἳ µυρία προθυµηθεῖσαι, ἐπειδὴ δαψιλῆ τὴν ἐλεηµοσύνην οὐκ ἀπῆλθον ἔχουσαι, ἀπεκλείσθησαν τοῦ νυµφῶνος· καὶ ὁ τὸν Λάζαρον παριδὼν πλούσιος· καὶ γὰρ κἀκεῖνος, ἐπειδὴ ταύτης ἔρηµος ἦν τῆς συµµαχίας, καὶ ὀλοφυρόµενος καὶ ἱκετεύσας πολλὰ, οὐ παρὰ τοῦ πατριάρχου, οὐ παρὰ ἄλλου τινὸςἠλεεῖτο, ἀλλ' ἔµενε διηνεκῶς ἀποτηγανιζόµενος χωρὶς συγγνώµης ἁπάσης.∆ ιὰ ταῦτά φησιν, Ὡς καιρὸν ἔχοµεν, ἐργαζώµεθα τὸ ἀγαθὸν, καὶ πρὸς πάντας· καὶ ταύτῃ µάλιστα ἀπαλλάττων τῆς Ἰουδαϊκῆς ταπεινότητος. Ἐκεῖνος µὲν γὰρ τὰ τῆς φιλανθρωπίας ἅπαντα πρὸς τοὺς ὁµοφύλους ἦν· ἡ δὲ τῆς χάριτος φιλοσοφία γῆν ὁµοῦ καὶ θάλατταν ἐπὶ τὴν τῆς ἐλεηµοσύνης καλεῖ τράπεζαν, εἰ καὶ πλείονα περὶ τοὺς οἰκείους τὴν σπουδὴν ἐπιδείκνυται. Ἴδετε πηλίκοις ὑµῖν γράµµασιν ἔγραψα τῇ ἐµῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπεῖν ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑµᾶς περιτέµνεσθαι. Ἐννόησον, ὅση κατέχει τὴν µακαρίαν ἐκείνην ψυχὴν ὀδύνη. Καθάπερ γὰρ οἱ πένθει τινὶ περιπεσόντες, ἤ τινα τῶν γνησίων ἀποβαλόντες, καί τινα τῶν ἀδοκήτων ὑποµένοντες, οὔτε νύκτωρ ἡσυχάζουσι, οὔτεµεθ' ἡµέραν, τοῦ πένθους αὐτοῖς τὴν ψυχὴν πολιορκοῦντος· οὕτω καὶ ὁ µακάριος Παῦλος εἰπὼν ὀλίγα περὶ τῶν ἠθῶν, πάλιν ἐπὶ τὰ πρότερα ἐπανέρχεται, ἃ µάλιστα αὐτοῦ τὴν ψυχὴν διετάραττε, λέγων οὕτως· Ἴδετε πηλίκοις ὑµῖν γράµµασιν ἔγραψα τῇ ἐµῇ χειρί. Ἐνταῦθα οὐδὲν ἄλλο αἰνίττεται, ἀλλ' ὅτι αὐτὸς ἔγραψε τὴν Ἐπιστολὴν ἅπασαν· ὃ πολλῆς γνησιότητος σηµεῖον ἦν. Ἐπὶ µὲν γὰρ τῶν ἄλλων ὑπηγόρευε µὲν αὐτὸς, ἔγραφε δὲ ἕτερος· καὶ τοῦτο δῆλον ἀπὸ τῆς πρὸς Ῥωµαίους Ἐπιστολῆς· πρὸς γὰρ τῷ τέλει φησίν· Ἀσπάζοµαι ὑµᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν Ἐπιστολήν· ἐνταῦθα δὲ αὐτὸς ἔγραψε πᾶσαν. Ἐποίησε δὲ τοῦτο ἐνταῦθα καὶ ἀναγκαίως, οὐ δι' ἀγάπην µόνον, ἀλλὰ καὶ διὰ τὴν τῆς πονηρᾶς ὑπονοίας ἀναίρεσιν. Ἐπειδὴ γὰρ διεβάλλετο ἐπὶ πράγµασιν οἷς οὐδὲν ἐκοινώνει, καὶ ἐλέγετο περιτοµὴν καταγγέλλειν καὶ ὑποκρίνεσθαι, ὡς οὐ καταγγέλλων, διὰτοῦτο ἠναγκάσθη ἰδιόγραφον ποιήσασθαι τὴν Ἐπιστολὴν, µαρτυρίαν ἔγγραφον προαποτιθέµενος. Τὸ δὲ Πηλίκοις, ἐµοὶ δοκεῖ οὐ τὸ µέγεθος, ἀλλὰ τὴν ἀµορφίαν τῶν γραµµάτων ἐµφαίνων λέγειν, µονονουχὶ λέγων, ὅτι Οὔτε ἄριστα γράφειν εἰδὼς, ὅµως ἠναγκάσθην δι' ἐµαυτοῦ γράψαι, ὥστε τῶν συκοφαντῶν ἐµφράξαι τὸ στόµα. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, οὗτοι ἀναγκάζουσιν ὑµᾶς περιτέµνεσθαι, µόνον ἵνα µὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτεµνόµενοι αὐτοὶ νόµον φυλάττουσιν, ἀλλὰ θέλουσιν ὑµᾶς περιτέµνεσθαι, ἵνα ἐν τῇ ὑµετέρᾳ σαρκὶ καυχήσωνται. Ἐνταῦθα δείκνυσιν οὐχ ἑκόντας αὐτοὺς τοῦτο ὑποµένοντας, ἀλλ' ἀναγκαζοµένους παρέχων αὐτοῖς ἀφορµὴν ἀναχωρήσεως, καὶ σχεδὸν ὑπὲραὐτῶν ἀπολογούµενος, καὶ προτρέπων ἀποπηδῆσαι ταχέως. Τί δέ ἐστιν, Εὐπροσωπεῖν ἐν σαρκί· Εὐδοκιµεῖν παρ' ἀνθρώποις. Ἐπειδὴ γὰρ ὠνειδίζοντο παρὰ τοῖς Ἰουδαίοις ὡς τῶν πατρίων ἀποστάντες ἐθῶν. Ἵνα µὴ ταῦτα ἐγκαλῶνται, φησὶ, βούλονται ὑµῖν λυµήνασθαι, διὰ τῆς ὑµετέρας σαρκὸς ἐκείνοις ἀπολογούµενοι. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ διὰ τὸν Θεὸν ταῦτα ἔπραττον. Ὡς ἂν εἰ ἔλεγεν· Οὐκ ἔστιν εὐσεβείας ὑπόθεσις τὸ γινόµενον· ὡς δι' ἀνθρωπίνην φιλοτιµίαν ταῦτα πάντα γίνεται, ὑπὲρ ἀρεσκείας τῶν ἀπίστων, ὅτι πιστοὶ κατακόπτονται, καὶ αἱροῦνται Θεῷ προσκροῦσαι, ἵναἀνθρώποις ἀρέσωσι. Τοῦτο γάρ ἐστιν, Ἐν σαρκὶ εὐπροσωπῆσαι. Εἶτα δεικνὺς ὅτι καὶ ἑτέρωθεν συγγνώµης εἰσὶν ἀπεστερηµένοι, διελέγχει πάλιν αὐτοὺς, οὐ διὰ τὴν εἰς ἑτέρους ἀρέσκειαν µόνον, ἀλλὰ καὶ δι' οἰκείαν κενοδοξίαν ταῦτα ἐπιτάσσοντας.∆ ιὸ καὶ ἐπήγαγεν· Ἵνα ἐν τῇ ὑµετέρᾳ σαρκὶ καυχήσωνται, ὡς µαθητὰς ἔχοντες, καὶ ὄντες διδάσκαλοι. Καὶ τίς ἡ τούτων ἀπόδειξις; Οὐδὲ γὰρ αὐτοὶ νόµον φυλάττουσι, φησί. Μάλιστα µὲν γὰρ, εἰ καὶ ἐφύλαττον, οὕτως ἄξιοι κατηγορίας· νυνὶ δὲ καὶ ὁ σκοπὸς αὐτῶν διεφθαρµένος ἐστίν. Ἐµοὶ δὲ, φησὶ, µὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ. Καὶ µὴν τὸ πρᾶγµα ἐπονείδιστον εἶναι δοκεῖ, ἀλλ' ἐν τῷ κόσµῳ καὶ παρὰ τοῖς ἀπίστοις· ἐν δὲ τοῖς οὐρανοῖς καὶ παρὰ τοῖς πιστοῖς δόξα, καὶ µεγίστη. Καὶ γὰρ πενία ἐπονείδιστον, ἀλλ' ἡµῖν καύχηµα· καὶ τὸ ἐξευτελίζεσθαι παρὰ πολλοῖς γέλως, ἀλλ' ἡµεῖς ἁβρυνόµεθα τούτῳ. Οὕτω καὶ ὁ σταυρὸς ἡµῖν καύχηµα. Καὶ οὐκ εἶπεν, Ἐγὼ δὲ οὐ καυχῶµαι, ἢ, Ἐγὼ δὲ οὐ βούλοµαι καυχᾶσθαι, ἀλλ', Ἐµοὶ δὲ µὴ γένοιτο, ὡς περὶ τῶν ἀτόπων ἀπηύξατο καὶ τὴν παρὰ τοῦΘεοῦ συµµαχίαν ἐκάλεσεν εἰς τὸ κατορθῶσαι τοῦτο. Καὶ τί ἐστι τὸ καύχηµα τοῦ σταυροῦ; Ὅτι ὁ Χριστὸς δι' ἐµὲ δούλου µορφὴν ἀνέλαβε, καὶ ἔπαθεν ἅπερ ἔπαθε, δι' ἐµὲ τὸν δοῦλον, τὸν ἐχθρὸν, τὸν ἀγνώµονα· ἀλλ' οὕτω µε ἠγάπησεν, ὡς καὶ ἑαυτὸν ἐκδοῦναι. Ἆρα τούτου γένοιτ' ἄν τι ἴσον; Εἰ γὰρ οἰκέται, ἂν µόνον ἐπαινῶνται παρὰ τῶν δεσποτῶν, καὶ ταῦτα ὁµογενῶν ὄντων, µέγα φρονοῦσι, πῶς οὐ καυχᾶσθαι χρὴ, ὅταν ὁ∆ εσπότης ὁἀληθὴς Θεὸς µὴ ἐπαισχύνηται τὸν ὑπὲρ ἡµῶν σταυρόν; Μηδὲ ἡµεῖς τοίνυν ἐπαισχυνώµεθα τὴν ἄφατον αὐτοῦ κηδεµονίαν. Αὐτὸς οὐκ ἐπῃσχύνθη σταυρωθῆναι διὰ σὲ, καὶ σὺ ἐπαισχύνῃ ὁµολογῆσαι αὐτοῦ τὴν ἄπειρον κηδεµονίαν; ὥσπερ ἂν εἴ τις δεσµώτης µὴ ἐπαισχυνόµενος τὸν βασιλέα, ἐπειδὴ δὲ ἐπέστη τῷ δεσµωτηρίῳ καὶ τὰ δεσµὰ ἔλυσε δι' ἑαυτοῦ, διὰ τοῦτο αὐτὸν ἐπαισχύνηται. Ἀλλ' ἐσχάτης ταῦτα παραπληξίας· δι' αὐτὸ γὰρ τοῦτο µάλιστα ἐναβρύνεσθαι δεῖ.∆ ι' οὗ ἐµοὶ κόσµος ἐσταύρωται, κἀγὼ τῷ κόσµῳ. Τὸν κόσµον φησὶ νῦν, οὐ τὸν οὐρανὸν οὐδὲ τὴν γῆν, ἀλλὰ τὰ βιωτικὰ πράγµατα, τὸν ἔπαινον τὸν παρὰ τῶν ἀνθρώπων, τὴν δορυφορίαν, τὴν δόξαν, τὸν πλοῦτον, τὰ τοιαῦτα ἅπαντα τὰ δοκοῦντα εἶναι λαµπρά. Ταῦτα γάρ µοι νεκρὰ γέγονε. Τοιοῦτον εἶναι χρὴ τὸν Χριστιανὸν, ταύτην ἀεὶ τὴν φωνὴν περιφέρειν. Οὐδὲ γὰρ ἠρκέσθη µόνον τῷ προτέρῳ τῆς νεκρώσεως τρόπῳ, ἀλλὰ καὶ ἕτερον ἐπήγαγεν εἰπών· Κἀγὼ τῷ κόσµῳ· διπλῆν τὴν νέκρωσιν αἰνιττόµενος, καὶ λέγων, ὅτι Καὶ ἐκεῖνα ἐµοὶ νεκρὰ, καὶ ἐγὼ ἐκείνοις, καὶ οὔτε αὐτὰ ἑλεῖν µε δύναται καὶ χειρώσασθαι· νεκρὰ γάρ ἐστιν ἅπαξ· οὔτε ἐγὼ ἐπιθυµῆσαι αὐτῶν· νεκρὸς γὰρ αὐτοῖς εἰµι καὶ ἐγώ. Οὐδὲν τῆς νεκρώσεως ταύτης µακαριώτερον. Αὕτη γάρ ἐστι τῆς µακαρίας ζωῆς ἡ ὑπόθεσις. Οὔτε γὰρ περιτοµή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Εἶδες σταυροῦ δύναµιν, εἰς ὅσον αὐτὸν ὕψος ἀνήγαγεν; Οὐ γὰρ δὴ µόνον τὰ τοῦ κόσµου πράγµατα ἐνέκρωσεν αὐτῷ πάντα, ἀλλὰ καὶ τῆς πολιτείας τῆς παλαιᾶς ἀνώτερον πολλῷ κατέστησε. Τί ταύτης τῆς ἰσχύος ἴσον; Τὸν γὰρ ὑπὲρ ταύτης τῆς περιτοµῆς σφαττόµενον καὶ ἑτέρους ἀποσφάττοντα, τοῦτον ἔπεισεν ὁ σταυρὸς ἐν ἴσῳ τῇ ἀκροβυστίᾳ αὐτὴν ἀφέντα, ξένα τινὰκαὶ παράδοξα καὶ τὰ ὑπὲρ τοὺς οὐρανοὺς ἐπιζητεῖν πράγµατα. Καινὴν γὰρ κτίσιν ταύτην καλεῖ τὴν καθ' ὑµᾶς πολιτείαν, διά τε τὰ γεγενηµένα, διά τε τὰ ἐσόµενα· τὰ γεγενηµένα µὲν, ὅτι ἡ ψυχὴ ἡµῶν παλαιωθεῖσα ἐν γήρᾳ τῆς ἁµαρτίας, ἀθρόως διὰ τοῦ βαπτίσµατος ἀνενεώθη, ὡσανεὶ ἀνακτισθεῖσα πάλιν· διὸ καινὴν καὶ οὐρανίαν ἀπαιτούµεθα πολιτείαν· διὰ τὰ ἐσόµενα δὲ, ὅτι καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶσα ἡ κτίσις εἰς ἀφθαρσίαν µεταστήσεται µετὰ τῶν σωµάτων τῶν ἡµετέρων. Μὴ τοίνυν µοι λέγε, φησὶ, περιτοµὴν τὴν οὐδὲν δυναµένην λοιπόν· πῶς γὰρ αὕτη φανεῖται, πάντων ἐπὶ τοσοῦτον µεταβεβληµένων; ἀλλὰ τὰ καινὰ ζήτει πράγµατα τῆς χάριτος. Οἱ γὰρ ταῦτα διώκοντες, οὗτοι καὶ εἰρήνης καὶ φιλανθρωπίας ἀπολαύσονται, καὶ τῷ τοῦ Ἰσραὴλ ὀνόµατι κυρίως ἂν καλοῖντο· ὡς οἵ γε τὰ ἐναντία φρονοῦντες, κἂν ἐξ ἐκείνου γεγεννηµένοι εἶεν, καὶ τὴν προσηγορίαν αὐτοῦ περιφέροιεν, πάντων ἐκπεπτώκασι τούτων, καὶτῆς συγγενείας καὶ τῆς ἐπωνυµίας αὐτῆς. Οἱ γὰρ κυρίως Ἰσραηλῖται εἶναι δυνάµενοι, οἱ τὸν κανόνα τοῦτον διατηροῦντές εἰσιν, οἱ τῶν παλαιῶν ἀπεχόµενοι, καὶ τὰ τῆς χάριτος διώκοντες. Τοῦ λοιποῦ, κόπους µοι µηδεὶς παρεχέτω. Ἐνταῦθα οὐχ ὡς καµὼν, οὐδ' ὡς περικακήσας ταῦτα φθέγγεται· ὁ γὰρ πάντα καὶ ποιεῖν καὶ πάσχειν ὑπὲρ τῶν µαθητῶν αἱρούµενος, πῶς ἂν ἐξελύθη καὶ ἀνέπεσε νῦν; ὁ λέγων· Ἐπίστηθι εὐκαίρως, ἀκαίρως· ὁ λέγων· Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος. Τίνος οὖν ἕνεκεν ταῦτά φησιν; Ἀναστέλλων αὐτῶν τὴν ῥᾴθυµον γνώµην, καὶ εἰς φόβον πλείονα ἐµβάλλων, καὶ πηγνὺς τοὺς παρ' αὐτοῦ τεθέντας νόµους, καὶ οὐ συγχωρῶν ἀεὶκινεῖν αὐτούς. Ἐγὼ γὰρ τὰ στίγµατα τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ ἐν τῷ σώµατί µου βαστάζω. Οὐκ εἶπεν, Ἔχω, ἀλλὰ, Βαστάζω, ὥσπερ τις ἐπὶ τροπαίοις µέγα φρονῶν, ἢ σηµείοις βασιλικοῖς· εἰ καὶ τοῦτο πάλιν ὄνειδος εἶναι δοκεῖ. Ἀλλ' οὗτος ἐπὶ τοῖς τραύµασιν ἐναβρύνεται· καὶ καθάπερ οἱ σηµειοφόροι τῶν στρατιωτῶν, οὕτω καὶ οὗτος ἀγαλλιάζεται τραύµατα περιφέρων.∆ ιὰ τί δὲ τοῦτο λέγει; Παντὸς λόγου, πάσης φωνῆς λαµπρότερον διὰ τούτων ἀπολογοῦµαι, φησί. Ταῦτα γὰρ φωνὴν σάλπιγγος ὑψηλοτέραν ἀφίησι πρὸς τοὺς ἀντιλέγοντας, καὶ λέγοντας ὑποκρίνεσθαί µε τὸ δόγµα, καὶ πρὸς ἀνθρώπων ἀρέσκειάν τι λέγειν. Οὐδὲ γὰρ εἴ τις στρατιώτην εἶδεν ἐκ παρατάξεως ᾑµαγµένον ἐξελθόντα, καὶ µυρία τραύµατα ἔχοντα, δειλίας τι κρίνειν αὐτὸν καὶ προδοσίας ἠνείχετο, ἐπὶτοῦ σώµατος τῆς ἀνδραγαθίας φέροντα τὴν ἀπόδειξιν. Καὶ ἐπ' ἐµοῦ τοίνυν οὕτω ψηφίζεσθαι δεῖ, φησί. Καὶ εἴ τις ἀκοῦσαι βούλεται τῆς ἐµῆς ἀπολογίας, καὶ τὴν γνώµην µου καταµαθεῖν, βλεπέτω τὰ τραύµατα, τῶν ῥηµάτων τούτων καὶ τῶν γραµµάτωνπλείονα παρεχόµενα τὴν ἀπόδειξιν. Ἀρχόµενος µὲν τῆς Ἐπιστολῆς, ἀπὸ τῆς ἀθρόας αὐτοῦ µεταβολῆς τὴν ἀνυπόκριτον αὐτοῦ σαφῶς ἔδειξε γνώµην· τελευτῶν δὲ ἀπὸ τῶν ταύτης κινδύνων. Ἵνα γὰρ µή τις λέγῃ, ὅτι µετέστη µὲν ἀπὸ διανοίας ὀρθῆς, οὐκ ἐνέµεινε δὲ ἐπὶ τῆς αὐτῆς προαιρέσεως, ὅτι καὶ ἔµεινε µάρτυρας παράγει τοὺς πόνους, τοὺς κινδύνους, τὰς πληγάς. Εἶτα ἀπολογησάµενος διὰ πάντων σαφῶς, καὶ δείξας, ὡς οὐδὲν εἶπε τῶν εἰρηµένων θυµῷ καὶ ἀπεχθείᾳ, ἀλλ' ἀκίνητον ἔχει τὴν πρὸς αὐτοὺςφιλοστοργίαν, πάλιν αὐτὸ τοῦτο κατασκευάζει, εἰς εὐχὴν µυρίων γέµουσαν ἀγαθῶν κατακλείων τὸν λόγον, καὶ οὕτω λέγων· Ἡ χάρις τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ µετὰ τοῦ πνεύµατος ὑµῶν, ἀδελφοί. Ἀµήν. Τῷ ἐσχάτῳ ῥήµατι τούτῳ πάντα τὰ ἔµπροσθεν ἐπεσφράγισεν. Οὐ γὰρ ἁπλῶς, Μεθ' ὑµῶν, ὡς ἐπὶ τῶν ἄλλων, ἀλλὰ, Μετὰ τοῦ πνεύµατος ὑµῶν, ἀπάγων αὐτοὺς τῶν σαρκικῶν, καὶ πανταχοῦ δεικνὺς τοῦ Θεοῦτὴν εὐεργεσίαν, καὶ ἀναµιµνήσκων τῆς χάριτος ἧς ἀπήλαυσαν, δι' ἧς πάσης αὐτοὺς ἱκανὸς ἦν Ἰουδαϊκῆς πλάνης ἀπαγαγεῖν. Τό τε γὰρ Πνεῦµα λαβεῖν, οὐ τῆς νοµικῆς ἦν πτωχείας, ἀλλὰ τῆς κατὰ τὴν πίστιν δικαιοσύνης· τό τε κατασχεῖν λαβόντας, οὐκ ἀπὸ τῆς περιτοµῆς, ἀλλ' ἀπὸ τῆς χάριτος ἐγένετο πάλιν.∆ ιὰ τοῦτο τὴν παραίνεσιν εὐχῇ κατέκλεισε, καὶ χάριτος καὶ πνεύµατος ἀναµνήσας, ὁµοῦ καὶ ἀδελφοὺς προσειπὼν, καὶ παρακαλέσας τὸν Θεὸν τούτωναὐτοὺς διηνεκῶς ἀπολαύειν, καὶ διπλῷ τοὺς ἀνθρώπους ἀσφαλισάµενος τρόπῳ· τὸ γὰρ αὐτὸ καὶ εὐχὴ, καὶ διδασκαλία ἦν τῶν εἰρηµένων ὁλόκληρος, ἀντὶ τείχους αὐτοῖς διπλοῦ γινοµένη. Ἥ τε γὰρ διδασκαλία ἀναµιµνήσκουσα αὐτοὺς ὅσων ἀπέλαυσαν ἀγαθῶν, µᾶλλον κατέσχεν ἐν τοῖς τῆς Ἐκκλησίας δόγµα σιν· ἥ τε εὐχὴ καλοῦσα τὴν χάριν, καὶ παραµένειν αὐτοῖς πείθουσα, οὐκ ἠφίει τὸ πνεῦµα αὐτῶν ἀπαναστῆναι. Τούτου δὲ ἐν αὐτοῖς ὄντος, πᾶσα, ὥσπερ κόνις, ἀπεσοβεῖτο τῶν τοιούτων δογµάτων ἡ ἀπάτη, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺντῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note