Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 0.1 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
0.1
Ῥωµαίοις γράφων ὁ µακάριος Παῦλός φησιν· Ἐφ' ὅσον µὲν οὖν εἰµι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν µου δοξάζω, εἴ πως παραζηλώσω µου τὴν σάρκα· καὶ πάλιν ἀλλαχοῦ, Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτοµῆς, ἐνήργησε κἀµοὶ εἰς τὰ ἔθνη. Εἰ τοίνυν ἐθνῶν ἀπόστολος ἦν( καὶ γὰρ καὶ ἐν ταῖς Πράξεσί φησι πρὸς αὐτὸν ὁ Θεὸς, Πορεύου, ὅτι εἰς ἔθνη µακρὰν ἀποστελῶ σε)· τί κοινὸν πρὸς Ἑβραίους εἶχε; τί δὲ αὐτοῖς ἐπέστελλεν; Οὐ µὴν ἀλλὰ καὶ αὐτοὶ πρὸς αὐτὸν ἀπεχθῶς διέκειντο· καὶ τοῦτο πολλαχόθεν ἔστιν ἰδεῖν. Ἄκουσον γὰρ τί φησιν ὁ Ἰάκωβος πρὸς αὐτόν· Θεωρεῖς, ἀδελφὲ, πόσαι µυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; καὶ οὗτοι πάντες κατήχην ται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόµου διδάσκεις· καὶ πολλαὶ ζητήσεις αὐτῷ πολλάκις ἐγένοντο περὶ τούτου. Τίνος οὖν ἕνεκεν, ζητήσειεν ἄν τις, τὸν νοµοµαθῆ( παρὰ γὰρ τοὺς πόδας Γαµαλιήλου τὸν νόµον ἐξεπαιδεύετο, καὶ πολὺς ἦν αὐτῷ ζῆλος τοῦ πράγµατος), καὶ ταύτῃ µάλιστα δυνάµενον ἐντρέψαι, οὐχὶ πρὸς Ἰουδαίους ἔπεµπεν ὁ Θεός; Ὅτι ταύτῃ µάλιστα πλέον ἂν αὐτῷ ἐξεπολεµώθησαν. Τοῦτο τοίνυν προειδὼς ὁ Θεὸς, καὶ ὅτι οὐκ ἀνέξονται αὐτοῦ, Πορεύου εἰς τὰ ἔθνη, φησὶ πρὸς αὐτόν· διότι οὐ παραδέξονταί σου τὴν µαρτυρίαν περὶ ἐµοῦ. Εἶτα αὐτός φησι· Ναὶ, Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤµην φυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ· καὶ ὅτε ἐξεχεῖτο τὸ αἷµα Στεφάνου τοῦ µάρτυρός σου, καὶ αὐτὸς ἤµην ἑστὼς καὶ συνευ δοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάττων τὰ ἱµάτια τῶνἀναιρούντων αὐτόν. Καὶ τοῦτο αὐτὸ δείκνυσι σηµεῖον εἶναι καὶ ὑπόθεσιν τοῦ µὴ πιστεῦσαι αὐτῷ. Καὶ γὰρ οὕτως ἔχει· ὅταν τις ἐξ ἔθνους ἀποπηδήσῃ τινὸς, ἂν µὲν τῶν ἐλαχίστων ᾖ καὶ οὐδενὸς ἀξίων λόγου, οὐ πάνυ δάκνει τοὺς ἀφ' ὧν ἀνεχώρησεν· ἂν δὲ τῶν θαυµαστῶν καὶ σφόδρα ζηλωτῶν καὶ τὰ ἐκείνων φρονούντων, µάλιστα αὐτοὺς ἀλγύνει, καὶ µεθ' ὑπερβολῆς λυπεῖ, ἅτε µάλιστα αὐτῶν καθαιρῶντὸ δόγµα, τῷ προσελθεῖν ἄλλοις ἐκείνων ἀποπηδήσαντα. Καὶ ἄλλο δὲ τούτῳ προσῆν τὸ τὴν ἀπιστίαν ἐργαζόµενον. Ποῖον δὴ τοῦτο; Ὅτι οἱ µὲν περὶ Πέτρον καὶ συνεγένοντο τῷ Χριστῷ, καὶ σηµεῖα εἶδον καὶ θαύµατα· οὗτος δὲ οὐδενὸς τούτων ἀπολελαυκὼς, ἀλλὰ µετὰ Ἰουδαίων ὢν, ἐξαίφνης ηὐτοµόλησε καὶ γέγονεν εἷς ἐξ αὐτῶν· ὃ µάλιστα ἤρκει τὰ ἡµέτερα ἐπᾶραι. Ἐκεῖνοι µὲν γὰρ καὶ χάριτι ἐδόκουν µαρτυρεῖν, καὶ εἶπεν ἄν τις, ὅτι τὸν διδάσκαλον ποθοῦντες ταῦτα µαρτυροῦσιν· ὁ δὲ τῇ ἀναστάσει µαρτυρῶν, οὗτος µάλιστα ἦν ὁ φωνῆς µόνης ἀκούσας.∆ ιὰ τοῦτο ὁρᾷς αὐτοὺς ἐκθύµως πολεµοῦντας αὐτῷ, καὶ πάντα ὑπὲρ τούτου πράττοντας καὶ στασιάζοντας, ὥστε ἀνελεῖν αὐτόν. Ἀλλ' οἱ µὲν ἄπιστοι διὰ τοῦτο αὐτῷ ἀπεχθῶς εἶχον· οἱ δὲ πιστεύσαντες, τίνος ἕνεκεν; Ὅτι ἠναγκάζετο τοῖς ἔθνεσι κηρύττων καθαρῶς κηρύττειν τὸν Χριστιανισµόν· καὶ εἴ που καὶ ἐν Ἰουδαίᾳ ἀπελήφθη, οὐκ ἐφρόντιζε. Πέτρος µὲν γὰρ καὶ οἱ περὶ αὐτὸν, ἅτε ἐν Ἱεροσολύµοις κηρύττοντες, ἔνθα πολὺς ἦν ὁ ζῆλος, ἀνάγκην εἶχον τὸν νόµον κελεύειν τηρεῖν· οὗτος δὲ ἐν ἐλευθερίᾳ πολλῇ ἦν. Καὶ πλείους ἦσαν οἱ ἐξ ἐθνῶν, ἢ οἱ Ἰουδαῖοι, ἅτε ἐκτὸς ὄντες· καὶ τούτῳ παρέλυε τὸν νόµον, καὶ οὐ τοσαύτην εἶχον περὶ αὐτὸν εὐλάβειαν, ὅτι πάντα καθαρῶς ἐκήρυττεν. Ἀµέλει ἐν τούτῳ αὐτὸν δοκοῦσι καταιδεῖν τῷ πλήθει, λέγοντες, Θεωρεῖς, ἀδελφὲ, πόσαι µυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων;∆ ιὰ τοῦτο αὐτὸν ἐµίσουν καὶ ἀπεστρέφοντο, ὅτι κατηχήθησαν, φησὶ, περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόµου διδάσκεις. Τίνος οὖν ἕνεκεν οὐκ ὢν τῶν Ἰουδαίων διδάσκαλος ἐπιστέλλει αὐτοῖς; ποῦ δὲ οὖσιν ἐπέστελλεν; Ἐµοὶ δοκεῖ, ἐν Ἱεροσολύµοις καὶ Παλαιστίνῃ. Πῶς οὖν ἐπιστέλλει; Ὥσπερ καὶ βαπτίσαι οὐκ ἐπετράπη, καὶ ἐβάπτιζεν· οὐ γὰρ ἀπεστάλην, φησὶ, βαπτίζειν· οὐ µὴν ἐκωλύθη· ἀλλ' ἐκ παρέργου τοῦτο ποιεῖ. Πῶς δὲ οὐκ ἂν ἐπέστελλε τούτοις, ὑπὲρ ὧν καὶ ἀνάθεµα γενέσθαι ἤθελε;∆ ιὰ τοῦτο ἔλεγε· Γινώσκετε τὸν ἀδελφὸν Τιµόθεον ἀπολελυµένον· µεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψοµαι ὑµᾶς. Οὔπω γὰρ συνειληµµένος ἦν.∆ ύο µὲν οὖν ἔτη ἐποίησεν ἐν Ῥώµῃ δεδεµένος· εἶτα ἀφείθη· εἶτα εἰς τὰς Σπανίας ἦλθεν· εἶτα εἰς Ἰουδαίαν ἔβη, ὅτε καὶ Ἰουδαίους εἶδε. Καὶ τότε πάλιν ἦλθεν εἰς Ῥώµην, ὅτε καὶ ὑπὸ Νέρωνος ἀνῃρέθη. Ταύτης µὲν οὖν τῆς ἐπιστολῆς πρεσβυτέρα ἡ πρὸς Τιµόθεον. Ἐκεῖ γάρ φησιν· Ἐγὼ γὰρ ἤδη σπένδοµαι· καὶ ἐκεῖ πάλιν φησίν· Ἐν τῇ πρώτῃ µου ἀπολογίᾳ οὐδείς µοι συµπαρεγένετο. Πολλαχοῦ γὰρ ἤθλησε, καθὼς καὶ Θεσσαλονικεῦσιν ἐπιστέλλων λέγει· Μιµηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τῆς Ἰουδαίας. Καὶ αὐτοῖς δὲ τούτοις γράφων φησί· Μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑµῶν προσεδέξασθε. Ὁρᾷς ἀθλοῦντας αὐτούς; Εἰ δὲ τοῖς ἀποστόλοις οὕτως ἐκέχρηντο οὐκ ἐν Ἰουδαίᾳ µόνον, ἀλλὰ καὶ ὅπου µεταξὺ ἐθνῶν ἦσαν, τί οὐκ ἂν ἐποίησαν τοῖς πιστοῖς;∆ ιὰ τοῦτο αὐτῶν µάλιστα ὁρᾷς αὐτὸν φροντίζοντα. Ὅταν γὰρ λέγῃ· Πορεύοµαι διακονῶν τοῖς ἁγίοις τοῖς ἐν Ἱεροσολύµοις· καὶ πάλιν, ὅταν Κορινθίους παρακαλῇ πρὸς τὴν εὐποιίαν, καὶ Μακεδόνας λέγῃ εἰσενηνοχέναι, καί φησιν· Ἐὰν ᾖ ἄξιον κἀµὲ πορεύεσθαι, τοῦτο λέγει. Καὶ ὅταν λέγῃ· Μόνον τῶν πτωχῶν ἵνα µνηµονεύωµεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι, τοῦτο λέγει. Καὶ ὅταν λέγῃ·∆ εξιὰς ἔδωκαν ἐµοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡµεῖς µὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτοµὴν, τοῦτο λέγει. Ταῦτα δὲ οὐχ ἁπλῶς φησι περὶ τῶν πτωχῶν τῶν ἐκεῖ, ἀλλ' ὥστε ἐν ἐκείνῳ κοινωνεῖν ἡµᾶς τῆς εὐποιίας. Οὐ γὰρ ὥσπερ τὸ κήρυγµα ἑαυτοῖς ἀπενείµαµεν, καὶ ἡµεῖς µὲν εἰς τὰ ἔθνη, ἐκεῖνοι δὲ εἰς τὴν περιτοµὴν, οὕτω καὶ τὴν πρόνοιαν τῶν πτωχῶν, φησὶν, ἐνειµάµεθα. Καὶ πανταχοῦ ὁρᾷς αὐτῶν πολλὴν πρόνοιαν τὸν Παῦλον ποιούµενον· καὶ εἰκότως. Ἐν µὲν οὖν τοῖς ἄλλοις ἔθνεσιν, ἔνθα καὶ Ἰουδαῖοι ἦσαν καὶ Ἕλληνες, οὐδὲν τοιοῦτον ἐγίνετο· ἐκεῖ δὲ ἐπειδὴ τέως ἐδόκουν κρατεῖν καὶ αὐτονοµεῖσθαι, καὶ πολλὰ καὶ τοῖς ἰδίοις νόµοις διοικεῖν, οὔπω τῆς ἀρχῆς κατάστασιν ἐχούσης, οὐδὲ τέλεονὑπὸ Ῥωµαίοις κειµένης, εἰκότως πολλῇ τυραννίδι ἐκέχρηντο. Εἰ γὰρ καὶ ἐν ἄλλαις πόλεσιν, ὥσπερ ἐν Κορίνθῳ, ἔτυπτον τὸν ἀρχισυνάγωγον ἔµπροσθεν τοῦ βήµατος τοῦ ἀνθυπάτου, καὶ οὐδὲν τούτων τῷΓαλλίωνι ἔµελεν· ἀλλ' οὐκ ἐν τῇ Ἰουδαίᾳ;
0.2
Ὁρᾷς γοῦν ὅτι ἐν µὲν ταῖς ἄλλαις πόλεσι τοῖς ἄρχουσιν αὐτοὺς προσάγουσι, καὶ αὐτῶν δέονται εἰς βοήθειαν καὶ τῶν ἐθνῶν· ἐνταῦθα δὲ οὐδεµίαν ἐποιοῦντο φροντίδα τούτου, ἀλλ' αὐτοὶ συνέδριον καθίζουσι, καὶ ἀναιροῦσιν οὓς ἂν ἐθέλωσιν. Οὕτω γοῦν τὸν Στέφανον ἀνεῖλον, οὕτω τοὺς ἀποστόλους ἐµάστιξαν, οὐκ ἐπὶ ἄρχοντας ἀγαγόντες· οὕτω καὶ τὸν Παῦλον ἔµελλον ἀναιρεῖν, εἰ µὴ ὁ χιλίαρχος ἐπέῤῥιψεν ἑαυτόν. Ἔτι γὰρ τῶν ἱερέων ἑστώτων, ἔτι τοῦ ναοῦ, τῆς λατρείας, τῶν θυσιῶν, τοῦτο ἐγίνετο. Ὅρα γοῦν αὐτὸν τὸν Παῦλον ἐπὶ τοῦ ἱερέως κρινόµενον, καὶ λέγοντα· Οὐκ ᾔδειν ὅτι ἀρχιερεύς ἐστι, καὶ ταῦτα ἐπὶ τοῦ ἄρχοντος. Πολλὴν γὰρ εἶχον τότε ἐξουσίαν. Ἐννόησον οὖν οἷα πάσχειν εἰκὸς ἦν τοὺς οἰκοῦντας τὰ Ἱεροσόλυµα καὶ τὴν Ἰουδαίαν. Ὁ τοίνυν ἀνάθεµα ὑπὲρ τῶν µήπω πιστευσάντων εὐχόµενος γενέσθαι, καὶ τοῖς πιστοῖς οὕτω διακονῶν, ὡς καὶ αὐτὸς πορεύεσθαι, εἰ δέοι, καὶπολλὴν πανταχοῦ πρόνοιαν αὐτῶν ποιησάµενος, τί θαυµαστὸν, εἰ καὶ διὰ γραµµάτων αὐτοὺς παρακαλεῖ καὶ παραµυθεῖται, καὶ ἀναπίπτοντας αὐτοὺς καὶκειµένους ἀνορθοῖ; καὶ γὰρ τεταριχευµένοι λοιπὸν ἦσαν, καὶ ἀπεγνωκότες ταῖς πολλαῖς θλίψεσι. Καὶ τοῦτο πρὸς τῷ τέλει ἐµφαίνει λέγων·∆ ιὸ τὰς παρειµένας χεῖρας καὶ τὰ παραλελυµένα γόνατα ἀνορθώσατε· καὶ πάλιν· Ἔτι µικρὸν ὅσον ὅσον, καὶ ὁ ἐρχόµενος ἥξει, καὶ οὐ χρονιεῖ· καὶ πάλιν, Εἰ ἐκτός ἐστε παιδείας· ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί. Ἐπειδὴ γὰρ καὶ Ἰουδαῖοι ἦσαν, καὶ αὐτοὶ παρὰ τῶν πατέρων ἐµάνθανον, ὅτι καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ παρὰ πόδας ἐχρῆν προσδοκᾷν, καὶ οὕτω βιῶναι, τότε δὲ τὸ ἐναντίον ἦν, τὰ µὲν ἀγαθὰ ἐν ἐλπίσι καὶ µετὰ θάνατον, τὰ δὲ κακὰ ἐν χερσὶ, καὶ πολλὰ καρτερη σάντων αὐτῶν, εἰκὸς ἦν ὀλιγοψυχεῖν πολλοὺς, πολὺν ὑπὲρ τούτου ποιεῖται τὸν λόγον. Ἀλλὰ ταῦτα µὲν ἐν καιρῷ τῷ προσήκοντι ἐπιλύσοµεν· τέως δὲ, ὅτι ἀναγκαίως αὐτοῖς ἔγραφεν, ὧν τοσαύτην ἐποιεῖτο πρόνοιαν· καὶ γὰρ ἡ αἰτία, δι' ἢν οὐκ ἀπεστάλη πρὸς αὐτοὺς, δήλη ἦν· οὐ τοίνυν ἐκωλύετο γράφειν. Ὅτι δὲ ὠλιγοψύχουν, δείκνυσιν εἰπών· Τὰς παρειµένας χεῖρας καὶ τὰ παραλελυµένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε· καὶ πάλιν· Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑµῶν καὶ τῆς ἀγάπης. Ἡ ψυχὴ γὰρ ὑπὸ πειρασµῶν πολλῶν καταληφθεῖσα, πολλάκις καὶ τῆς πίστεως ἐκτρέπεται.∆ ιὸ παραινεῖ προσέχειν τοῖς ἀκουσθεῖσι, καὶ µὴ εἶναι καρδίαν πονηρὰν ἀπιστίας.∆ ιὰ τοῦτο καὶ ἐν ταύτῃ µάλιστα τῇ ἐπιστολῇ πολλὰ περὶ πίστεως διαλέγεται, καὶ παραδείγµατα πολλὰ ἐν τῷ τέλει δείκνυσιν, ὅτι κἀκείνοις παρὰ πόδαςτὰ ἀγαθὰ ἐπηγγέλλετο, καὶ οὐδὲν ἔδωκε. Καὶ χωρὶς τούτων, ἵνα µὴ ἐγκαταλελεῖφθαι νοµίσαιεν, δύο ταῦτα κατασκευάζει· ἓν µὲν πρὸς τὸ φέρειν πάντα γενναίως τὰ συµπίπτοντα, ἕτερον δὲ πρὸς τὸ πάντως προσδοκᾷν τὴν ἀµοιβήν· οὐ γὰρ δὴ περιόψεται τοὺς περὶ Ἄβελ καὶ τοὺς καθεξῆς δικαίους ἀγεράστους. Καὶ ποιεῖται τὴν παράκλησιν ἀπὸ τριῶν τρόπων· ἑνὸς µὲν, ἐξ ὧν ἔπαθεν ὁ Χριστός· καθὼς καὶ αὐτὸς λέγει· Οὐκ ἔστι δοῦλος µείζων τοῦ κυρίου αὐτοῦ· ἑτέρου δὲ, ἐξ ὧν ἀπόκειται τοῖς πιστεύουσιν ἀγαθῶν· καὶ τρίτου, ἐκ τῶν κακῶν. Καὶ τοῦτο οὐκ ἀπὸ τῶν µελλόν των ἰσχυρίζεται µόνον, ὅπερ ἧττον ἦν πιθανὸν, ἀλλὰ καὶ ἀπὸ τῶν παρελθόντων, καὶ γεγονότων εἰς τοὺς πατέρας αὐτῶν. Τοῦτο καὶ ὁ Χριστὸς ποιεῖ, λέγων ποτὲ µέν· Οὐκ ἔστι δοῦλος µείζων τοῦ κυρίου αὐτοῦ· καὶ πάλιν· Πολλαὶ µοναί εἰσι παρὰ τῷ Πατρί· καὶ µυρία ταλανίζει τοὺς µὴ πεπιστευκότας. Ποιεῖται δὲ πολὺν λόγον καὶ περὶ τῆς Καινῆς καὶ Παλαιᾶς∆ ιαθήκης· καὶ γὰρ πρὸς τὴν τῆς ἀναστάσεως πίστιν σφόδρα αὐτῷ τοῦτο ἐχρησίµευεν. Ἵνα γὰρ µὴ ἐξ ὧν ἔπαθε διαπιστῶσιν ὅτι ἀνέστη, ἀπὸ προφητῶν αὐτὸ ἰσχυροποιεῖ· καὶ δείκνυσιν οὐκ ὄντα σεµνὰ τὰ Ἰουδαϊκὰ, ἀλλὰ τὰ ἡµέτερα· ἔτι γὰρ καὶ ὁ ναὸς εἱστήκει, καὶ τὰ τῶν θυσιῶν· διὸ καὶ ἔλεγε, Τοίνυν ἐξερχώµεθα ἔξω, τὸν ὀνειδισµὸν αὐτοῦ φέροντες. Ἠναντιοῦτο δὲ αὐτῷ καὶ τοῦτο· εἰκὸς γὰρ ἦν εἰπεῖν τινας, ὅτι Εἰ ταῦτα σκιὰ, εἰ ταῦτα εἰκὼν, πῶς οὐ παρεχώρησεν, οὐδὲ ὑπεξέστη τῆς ἀληθείας φανείσης, ἀλλ' ἔτι ταῦτα ἀνθεῖ; Καὶ τοῦτο δὲ ἠρέµα ᾐνίξατο ἐσόµενον καὶ αὐτὸ εἰς καιρὸν τὸν προσήκοντα. Ὅτι δὲ πολὺν χρόνον εἶχον ἐν τῇ πίστει καὶ ταῖς θλίψεσιν, ἐδήλωσε λέγων· Ὀφείλοντες γὰρ εἶναι διδάσκαλοι διὰ τὸν χρόνον· καὶ, Μήποτε ἔσται ἔν τινι ὑµῶν καρδία πονηρὰ ἀπιστίας· καὶ, Μιµηταὶ ἐγενήθητε τῶν διὰ µακροθυµίας κληρονοµούντων τὰς ἐπαγγελίας.

Intertext edge

Open linked passage

Note