Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 10 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
10.0
Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόµενον πολ λάκις ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθε τον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, µεταλαµ βάνει εὐλογίας ἀπὸτοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιµος καὶ κατάρας ἐγγύς· ἧς τὸ τέλος εἰς καῦσιν.
10.1
Μετὰ φόβου τῶν λογίων ἀκούωµεν τοῦ Θεοῦ, µετὰ φόβου καὶ τρόµου πολλοῦ·∆ ουλεύσατε γὰρ, φησὶ, τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόµῳ. Εἰ δὲ καὶ ἡ χαρὰ ἡµῶν, καὶ ἡ ἀγαλλίασις µετὰ τρόµου ὀφείλει γίνεσθαι, ὅταν καὶ φοβερὰ ᾖ τὰ λεγόµενα, οἷα τὰ νῦν, τίνος οὐκ ἐσµὲν ἄξιοι τιµωρίας, µὴµετὰ φρίκης ἐπακούοντες τῶν λεγοµένων; Εἰπὼν ὅτι ἀδύνατον τοὺς παραπεσόντας βαπτισθῆναι δεύτερον, καὶ τὴν διὰ τοῦ λουτροῦ ἄφεσιν πάλιν λαβεῖν, καὶ δείξας τὸ φρικτὸν τοῦ πράγµατος, ἐπάγει· Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόµενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, µεταλαµβάνει εὐλογίας ἀπὸτοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιµος, καὶ κατάρας ἐγγύς· ἧς τὸ τέλος εἰς καῦσιν. Φοβηθῶµεν οὖν, ἀγαπητοί· οὐκ ἔστι Παύλου αὕτη ἡ ἀπειλὴ, οὐκ ἔστιν ἀνθρώπου τὰ ῥήµατα· τοῦ Πνεύµατός εἰσι τοῦ ἁγίου, τοῦ Χριστοῦ τοῦ λαλοῦντος ἐν αὐτῷ. Ἆρα τίς ἐστιν ὁ τούτων τῶν ἀκανθῶν καθαρός; Εἰ δὲ καὶ ἦµεν καθαροὶ, οὐδὲ οὕτω θαῤῥεῖν ἐχρῆν, ἀλλὰ δεδοικέναι καὶ τρέµειν µήποτε ἄκανθαι βλαστήσωσιν ἐν ἡµῖν· ὅταν δὲ ὅλοι δι' ὅλου ἄκανθαι ὦµεν καὶ τρίβολοι, πόθεν θαῤῥοῦµεν, εἰπέ µοι, καὶ ὕπτιοι γινόµεθα; τί τὸ ποιοῦν ἡµᾶς ῥᾳθυµεῖν; Εἰ ὁ δοκῶν ἑστάναι, ὀφείλει δεδοικέναι µὴ πέσῃ· Ὁ δοκῶν γὰρ ἑστάναι, φησὶ, βλεπέτω µὴ πέσῃ· ὁ πεσὼν πῶς ὀφείλει µεριµνᾷν ὥστε ἀναστῆναι; Εἰ Παῦλος φοβεῖται µή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιµος γένηται, καὶ δέδοικε τὸ µὴ γενέσθαι ἀδόκιµος, ὁ οὕτω δόκιµος· ἡµεῖς οἱ γενόµενοι ἤδη ἀδόκιµοι, τίνα ἕξοµεν ἀπολογίαν καὶ συγγνώµην, οὐδένα φόβον ἔχοντες, ἀλλ' ὡς συνήθειαν, οὕτω πληροῦντες τὸν Χριστιανισµὸν, καὶ ἀφοσιούµενοι; Φοβηθῶµεν τοίνυν, ἀγαπητοί· Ἀποκαλύπτεται γὰρ ὀργὴ τοῦ Θεοῦ ἀπ' οὐρανοῦ· φοβηθῶµεν· ἀποκαλύπτεται γὰρ οὐκ ἐπ' ἀσέβειαν µόνον, ἀλλὰ καὶ ἐπὶ πᾶσαν ἀδικίαν, καὶ µικρὰν καὶ µεγάλην. Ἐνταῦθα τοῦ Θεοῦ τὸ φιλάνθρωπον αἰνίττεται. Ὑετὸν δὲ τὴν διδασκαλίαν φησί· καὶ ὅπερ ἀνωτέρω ἔλεγεν, Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, τοῦτο καὶ ἐνταῦθά φησι. Καὶ πολλαχοῦ ὑετὸν τὴν διδασκαλίαν ἡ Γραφὴ λέγει· Ἐντελοῦµαι γὰρ, φησὶ, ταῖς νεφέλαις τοῦ µὴ βρέξαι εἰς αὐτὸν ὑετόν· περὶ τοῦ ἀµπελῶνος λέγουσα· ὅπερ ἀλλαχοῦ λιµὸν ἄρτου καὶ δίψαν ὕδατος καλεῖ. Καὶ πάλιν· Ὁ ποταµὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. Γῆ γὰρ ἡ πιοῦσα, φησὶ, τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόµενον ὑετόν. Ἐνταῦθα δηλοῖ, ὅτι καὶ ἐδέξαντο καὶ συνέπιον τὸν λόγον, καὶ πολλάκις τούτου ἔτυχον, καὶ οὐδὲ οὕτως ἀπώναντο. Εἰ µὲν γὰρ µὴ ἐγεωργήθης, φησὶν, εἰ µὴ ἀπέλαυσας ὑετῶν, οὐκ ἦν τοσοῦτον τὸ κακόν· Εἰ γὰρ µὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁµαρτίαν οὐκ εἶχον· εἰ δὲ πολλάκις ἔπιες καὶ ἐδέξω, τίνος ἕνεκεν ἀντὶ καρπῶν ἕτερα ἐξήγαγες; Ἔµεινα γὰρ, φησὶν, ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Ὁρᾷς ὅτι πανταχοῦ ἡ Γραφὴ ἀκάνθας καλεῖ τὰ ἁµαρτήµατα; Καὶ γὰρ καὶ ὁ∆ αυΐδ φησιν· Ἐστράφην εἰς ταλαιπωρίαν, ἐν τῷ ἐµπαγῆναί µοι ἄκανθαν. Οὐ γὰρ ἁπλῶς ἐπέρχεται, ἀλλ' ἐµπήγνυται· κἂν µικρὸν αὐτῆς ἐναποµείνῃ, καὶ µὴ πᾶσαν αὐτὴν ἐξέλωµεν, αὐτὸ τὸ µικρὸν ὀδυνᾷ ὁµοίως, καθάπερ ἐπὶ τῆς ἀκάνθης· καὶ τί λέγω αὐτὸ τὸ µικρόν; Καὶ µετὰ τὸ ἐξαιρεθῆναι, ἐπιπολὺ τῆς πληγῆς τὴν ὀδύνην ἐναφίησι· καὶ διὰ τοῦτο δεῖ θεραπείας πολλῆς καὶ ἰατρείας, ὥστε τέλεον αὐτῆς ἐλευθερωθῆναι· οὐδὲ γὰρ ἀρκεῖ τὸ ἐξελεῖν µόνον τὴν ἁµαρτίαν, ἀλλὰ δεῖ καὶ τὸν πληγέντα θεραπεῦσαι τόπον. Ἀλλὰ δέδοικα µὴ πρὸς ἡµᾶς ᾖ τὸ λεγόµενον µᾶλλον ἢ πρὸς ἑτέρους, τὸ, Γῆ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόµενον ὑετόν· ἀεὶ γὰρ πίνοµεν, ἀεὶ ἀκούοµεν, ἀλλ' εὐθέως τὴν νοτίδα ἀπόλλυµεν, τοῦ ἡλίου ἀνατείλαντος, καὶ διὰ τοῦτο ἀκάνθας ἐκφέροµεν. Τίνες οὖν αἱ ἄκανθαι; Ἀκούσωµεν τοῦ Χριστοῦ λέγοντος, ὅτι ἡ µέριµνα τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου συµπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. Γῆ γὰρ ἡ πιοῦσα, φησὶ, τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόµενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον.
10.2
Οὐδὲν οὕτως εὔθετον, ὡς βίου καθαρότης, οὐδὲν οὕτως εὔρυθµον, ὡς βίος ἄριστος, οὐδὲν οὕτως εὔθετον, ὡς ἀρετή. Καὶ τίκτουσα, φησὶ, βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, µεταλαµβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ. Ἐνταῦθά φησι τὸν Θεὸν αἴτιον τῶν ἁπάντων γίνεσθαι, πλήττων τοὺς Ἕλληνας ἠρέµα, τοὺς τῇ δυνάµει τῆς γῆς τῶν καρπῶν τὴν γέννησιν ἐπιγράφοντας. Οὐδὲ γὰρ αἱ γεωργικαὶ χεῖρες, φησὶν, εἰσὶν αἱ τὴν γῆν πρὸς τὴν τῶν καρπῶν φορὰν διεγείρουσαι, ἀλλὰ τὸ παρὰ τοῦ Θεοῦ πρόσταγµα· διὰ τοῦτό φησι· Μεταλαµβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ. Καὶ ὅρα πῶς ἐπὶ τῶν ἀκανθῶν οὐκ εἶπε, τίκτουσα ἀκάνθας, οὐδὲ τῷ χρησίµῳ τούτῳ ὀνόµατι ἐχρήσατο, ἀλλὰ τί; Ἐκφέρουσα ἀκάνθας ὡς ἂν εἴποι τις, ἐκβράσσουσα, ἐκβάλλουσα. Ἀδόκιµος, φησὶ, καὶ κατάρας ἐγγύς. Βαβαὶ, πόσην ἔχει παραµυθίαν ὁ λόγος! Κατάρας γὰρ εἶπεν ἐγγὺς, οὐ κατάρα· ὁ δὲ µηδέπω εἰς τὴν κατάραν ἐµπεσὼν, ἀλλ' ἐγγὺς γενόµενος, καὶ µακρὰν γενέσθαι δυνήσεται. Καὶ οὐ τούτῳ µόνῳ παρεµυθή σατο, ἀλλὰ καὶ τῷ ἑξῆς· οὐ γὰρ εἶπεν, Ἀδόκιµος, καὶ κατάρας ἐγγὺς, ἥτις καήσεται· ἀλλὰ τί; Ἧς τὸ τέλος εἰς καῦσιν· δηλῶν ὅτι ἐὰν µέχρι τέλους οὕτως ἐπιµείνῃ, τούτῳ πείσεται. Ὥστε, ἐὰν ἐκτέµωµεν καὶ κατακαύσωµεν τὰς ἀκάνθας, δυνησόµεθα τῶν µυρίων ἀπολαῦσαι ἀγαθῶν, καὶ γενέσθαι δόκιµοι, καὶ εὐλογίας µετασχεῖν. Εἰκότως δὲ τὴν ἁµαρτίαν τρίβολον ἐκάλεσεν, εἰπὼν, Ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους· ὅθεν γὰρ ἂν αὐτὴν κατάσχῃς, πλήττει καὶ δάκνει, καὶ ἔστιν ἀειδὴς καὶ τῷ ἰδεῖν. Καθαψάµενος τοίνυν αὐτῶν ἱκανῶς, καὶ φοβήσας καὶ πλήξας, θεραπεύει πάλιν, ὥστε µὴ πλέον καταβαλεῖν, καὶ ὑπτίους ἐργάσασθαι· τὸν γὰρ νωθρὸν ὁ πλήττων νωθρότερον ἐργάζεται. Οὔτε οὖν πάντη κολακεύει, ὥστε µὴ ἐπᾶραι, οὔτε πάντη πλήττει, ὥστε µὴ ὑπτιωτέρους ποιῆσαι· ἀλλ' ὀλίγον ἐµβαλὼν τὸ πληκτικὸν, πολὺ τὸ θεραπευτικὸν προσφέρει διὰ τῶν ἐπαγοµένων, ὥστε ὃ βούλεται κατορθῶσαι. Τί γάρ φησι; Πεπείσµεθα δὲ περὶ ὑµῶν, ἀγαπητοὶ, τὰ κρείττονα, καὶ ἐχόµενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦµεν. Τουτέστιν, οὐχ ὡς κατεγνωκότες ὑµῶν ταῦτα λέγοµεν, οὐδὲ ὡς νοµίζοντες ὑµᾶς ἀκανθῶν πλήρεις, ἀλλὰ δεδοικότες µὴ τοῦτο γένηται· βέλτιον γὰρ ὑµᾶς τοῖς ῥήµασι φοβῆσαι, ἵνα µὴ τοῖς πράγµασιν ἀλγήσητε. Καὶ τοῦτο τῆς συνέσεως Παύλου µάλιστα. Καὶ οὐκ εἶπε, Νοµίζοµεν, οὐδὲ, Στοχαζόµεθα, οὐδὲ, Προσδοκῶµεν, οὐδὲ, Ἐλπίζοµεν, ἀλλὰ τί; Πεπείσµεθα. Ὃ καὶ Γαλάταις γράφων ἔλεγε· Πέποιθα δὲ εἰς ὑµᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπε, Φρονεῖτε, ἀλλὰ, Φρονήσετε. Ἐκεῖ µὲν γὰρ ἐπειδὴ σφόδρα κατεγνωσµένοι ἦσαν, καὶ οὐκ εἶχεν αὐτοὺς ἀπὸ τῶν παρόντων ἐπαινέσαι, ἀπὸ τῶν µελλόντων τοῦτο ποιεῖ, Οὐδὲνἄλλο φρονήσετε, λέγων· ἐνταῦθα δὲ ἀπὸ τῶν παρόντων· Πεπείσµεθα δὲ περὶ ὑµῶν, ἀγαπητοὶ, τὰ κρείττω, καὶ ἐχόµενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦµεν. Καὶ ἐπειδὴ ἀπὸ τῶν παρόντων οὐ τοσαῦτα εἶχεν εἰπεῖν, ἀπὸ τῶν παρελθόντων κατασκευάζει τὴν παραµυθίαν, καί φησιν· Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑµῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνοµα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοιςκαὶ διακονοῦντες Βαβαὶ, πῶς αὐτῶν ἀνεκτήσατο τὴν ψυχὴν καὶ ἀνέῤῥωσε, τῶν παλαιῶν ἀναµνήσας πραγµάτων, καὶ εἰς ἀνάγκην καταστήσας τοῦ µὴπροσδοκᾷν ἐπιλελῆσθαι τὸν Θεόν! Ἀνάγκη γὰρ ἐκεῖνον ἁµαρτάνειν τὸν µὴ πεπληροφορηµένον περὶ τῆς τοῦ Θεοῦ δικαιοκρισίας, καὶ τῆς τῶν ἑκάστῳ βεβιωµένωνκατ' ἀξίαν παρ' αὐτοῦ ἀνταποδόσεως, καὶ λέγειν ὅτι ἄδικος ὁ Θεός. Ὥστε συνηνάγκασεν αὐτοὺς πάντως προσδοκᾷν ἐκεῖνα τὰ µέλλοντα. Τὸν γὰρ ἀπεγνωκότα ἀπὸ τῶν παρόντων καὶ ἀπαγορεύσαντα, ἀπὸ τῶν µελλόντων ἀναῤῥῶσαι δυνήσεταί τις· ὡς καὶ αὐτὸς Γαλάταις γράφων ἔλεγεν, Ἐτρέχετε καλῶς· τίς ὑµᾶς ἐνέκοψε; καὶ πάλιν, Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ. Ὥσπερ δὲ ἐνταῦθα µετὰ ἐπιπλήξεως τίθησι τὸ ἐγκώµιον, λέγων· Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον· οὕτω καὶ ἐκεῖ· Θαυµάζω ὅτι οὕτω ταχέως µετατίθεσθε. Μετ' ἐκπλήξεως τὸ ἐγκώµιον· περὶ γὰρ µεγάλων, ὅταν ἐκπέσωσι, θαυµάζοµεν. Ὁρᾷς ἐγκεκρυµµένον τὸν ἔπαινον τῇ κατηγορίᾳ καὶ τῇ διαβολῇ; Καὶ οὐ περὶ ἑαυτοῦ τοῦτο µόνον φησὶν, ἀλλὰ καὶ περὶ πάντων· οὐ γὰρ εἶπε, Πέπεισµαι, ἀλλὰ, Πεπείσµεθα περὶ ὑµῶν τὰ κρείττονα· τουτέστι, τὰ χρηστά. Ἤτοι περὶ πολιτείας, ἢ περὶ ἀντιδόσεως ταῦτά φησιν. Εἶτα εἰπὼν ἀνωτέρω, ὅτι Ἀδόκιµος καὶ κατάρας ἐγγὺς, καὶ ὅτι εἰς καῦσιν ἔσται, ἵνα µὴ δόξῃ περὶ αὐτῶν τοῦτο λέγειν, ἐπήγαγεν εὐθέως τὸ, Οὐ γὰρ ἄδικοςὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑµῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης· δηλῶν, ὅτι εἰ καὶ οὕτω λαλοῦµεν, οὐ πάντως περὶ ὑµῶν τοῦτο λέγοµεν. Καὶ εἰ περὶ ἡµῶν οὐ λέγεις, τί δήποτε καθάπτῃ νωθροὺς καλῶν, καὶ µεµνηµένος ἀκανθῶν ἐκφοβεῖς; Ἐπειδὴ ἐπιθυµοῦµεν, φησὶν, ἕνα ἕκαστον ὑµῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους· ἵνα µὴ νωθροὶ γένησθε, µιµηταὶ δὲ τῶν διὰ πίστεως καὶ µακροθυµίας κληρονοµούντων τὰς ἐπαγγελίας.
10.3
Ἐπιθυµοῦµεν, φησίν· οὐκ ἄρα µέχρι ῥηµάτων τοῦτο βουλόµεθα µόνον. Ἀλλὰ τί ἐπιθυµεῖς, εἰπέ. Ἐπιθυµοῦµεν τῆς ἀρετῆς ὑµᾶς ἔχεσθαι· οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, φησὶν, ἀλλ' ὑπὲρ τῶν µελλόντων δεδοικότες. Καὶ οὐκ εἶπεν, ὅτι Οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, ἀλλὰ τῶν παρόντων· ἐξελύθητε γὰρ, ῥᾳθυµότεροι γεγόνατε. Ἀλλ' ὅρα πῶς προσηνῶς ἐνέφηνε, καὶ οὐκ ἔπληξε. Τί γάρ φησιν; Ἐπιθυµοῦµεν δὲ ἕκαστον ὑµῶν τὴν αὐτὴν σπουδὴν ἐνδείκνυσθαι ἄχρι τέλους. Τοῦτο γὰρ τὸ θαυµαστόν ἐστι τῆς Παύλου συνέσεως, ὅτι οὐκ ἐνδείκνυται, ὅτι ἐνέδωκαν, ὅτι καθυφῆκαν. Τὸ γὰρ εἰπεῖν, Ἐπιθυµοῦµεν ἕκαστον ὑµῶν, τοῦτό ἐστιν, ὡς ἂν εἴποι τις· Θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος ἦς πρότερον, τοιοῦτον εἶναι καὶ νῦν καὶ εἰς τὸ µέλλον. Τοῦτο γὰρ τὸν ἔλεγχον προσηνέστερον καὶ εὐπαράδεκτον εἰργάζετο. Καὶ οὐκ εἶπε, Θέλω, ὅπερ ἦν διδασκαλικῆς αὐθεντίας, ἀλλ' ὃ πατρικῆς ἦν φιλοστοργίας καὶ πλέον τοῦ θέλειν, Ἐπιθυµοῦµεν· µονονουχὶ λέγων· Σύγγνωτε κἂν φορτικόν τι φθεγξώµεθα. Ἐπιθυµοῦµεν γὰρ ἕνα ἕκαστον ὑµῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ὑµῶν ἄχρι τέλους. Τί ἐστι τοῦτο; Ἡ ἐλπὶς, φησὶ, διαβαστάζει, αὕτη ἀνακτᾶται πάλιν· µὴ ἐκλυθῆτε, µηδὲ ἀπελπίσητε, ἵνα µὴ περιττὴ ὑµῶν ἡ ἐλπὶς ᾖ· ὁ γὰρ ἀγαθὰ ἐργαζόµενος, καὶ ἀγαθὰ ἐλπίζει, καὶ οὐδέποτε ἀπελπίζει ἑαυτόν. Ἵνα µὴ νωθροὶ γένησθε, ἀκµὴν γένησθε. Καὶ µὴν ἀνωτέρω ἔλεγεν· Ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἀλλ' ὅρα πῶς ἐκεῖ µέχρι τῆς ἀκοῆς τὴν νωθρότητα ἔστησεν· ἐνταῦθα εἰ καὶ αὐτὸ τοῦτο φθέγγεται, ἀλλ' ἕτερόν τι αἰνίττεται· ἀντὶ γὰρ τοῦ εἰπεῖν, Μὴ ἐναποµείνητε τῇ ῥᾳθυµίᾳ, Μὴ νωθροὶ γένησθε, εἶπε. Πάλιν αὐτοὺς εἰς τὸν µέλλοντα ἐξάγει καιρὸν τὸν ἀνεύθυνον, εἰπών· Ἵνα µὴ νωθρότεροι γένησθε· ἐκείνου γὰρ τοῦ µήπω παρόντος οὐκ ἂν εἴηµεν ὑπεύθυνοι. Ὁ µὲν γὰρ εἰς τὸ παρὸν παρακαλούµενος σπουδάζειν, ὡς ῥᾳθυµῶν, ἴσως καὶ ὀκνηρότερος ἔσται· ὁ δὲ εἰς τὸ µέλλον, οὐχ οὕτως. Ἐπιθυµοῦµεν δὲ, φησὶν, ἕκαστον ὑµῶν. Πολλὴ ἡ φιλοστοργία· καὶ µεγάλων καὶ µικρῶν ὁµοίως κήδεται, καὶ πάντας οἶδε, καὶ οὐδένα παρορᾷ, ἀλλὰ τὴν αὐτὴν περὶ ἕκαστον κηδεµονίαν ἐπιδείκνυται, καὶ τὴν ἰσοτιµίανπρὸς πάντας· ὅθεν καὶ µᾶλλον ἔπειθε δέξασθαι τὸ φορτικὸν τῶν ῥηµάτων. Ἵνα µὴ νωθροὶ γένησθε, φησί. Καθάπερ γὰρ ἡ ἀργία τὸ σῶµα βλάπτει· οὕτω καὶ τὴν ψυχὴν ἡ ἀργία τῶν ἀγαθῶν ὑπτιωτέραν ἐργάζεται καὶ ἀσθενῆ. Μιµηταὶ δὲ, φησὶ, τῶν διὰ πίστεως καὶ µακροθυµίας κληρονοµούντων τὰς ἐπαγγελίας. Καὶ τίνες οὗτοί εἰσιν, ἑξῆς λέγει. Πρότερον εἴρηκε, Μιµήσασθε τὰ πρότερα ὑµῶν κατορθώµατα· εἶτα, ἵνα µὴ λέγωσι. Ποῖα; αὐτοὺς ἀνάγει ἐπὶ τὸν πατριάρχην, τῶν µὲν κατορθωµάτων οἴκοθεν αὐτοῖς φέρων τὰ ὑποδείγµατα, τοῦ δὲ νοµίζειν ἐγκαταλελεῖφθαι, ἀπὸ τοῦ πατριάρχου. Τοῦτο δὲ ποιεῖ, ἵνα µὴ λέγωσιν ὅτι ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες ἐγκατελείφθησαν, ἀλλ' εἰδέναι ἔχωσιν ὅτι τῶν µάλιστα γενναίων ἀνδρῶντοῦτό ἐστι, τὸ διὰ πειρασµῶν ὁδεύειν τὸν βίον, καὶ ὅτι τοῖς θαυµαστοῖς καὶ µεγάλοις ἀνδράσιν οὕτω κέχρηται ὁ Θεός.∆ εῖ δὲ, φησὶ, µετὰ µακροθυµίας ἅπαντα φέρειν· τοῦτο γάρ ἐστι καὶ πιστεῦσαι. Ἐὰν δὲ εἴπῃ ὅτι δίδωσι, καὶ λάβῃς εὐθέως, τί καὶ ἐπίστευσας; οὐκέτι γὰρ τῆς πίστεώς ἐστι τοῦτο τῆς σῆς, ἀλλ' ἐµοῦ, φησὶ, τοῦ προλαβόντος τὴν ἐπαγγελίαν καὶ δεδωκότος. Ἐὰν δὲ εἴπω ὅτι δίδωµι, καὶ µετὰ ἑκατὸν ἔτη δώσω, σὺ δὲ µὴ ἀπελπίσῃς· τότε µε ἐνόµισας ἀξιόπιστον, τότε τὴν προσήκουσαν περὶ ἐµοῦ δόξαν ἔχεις. Ὁρᾷς ὅτι πολλάκις ἡ ἀπιστία οὐκ ἐξ ἀνελπιστίας γίνεται µόνον, ἀλλὰ καὶ ἐκ τοῦ ὀλιγοψυχεῖν καὶ µὴ µακροθυµεῖν, οὐκ ἐκ τοῦ ἐπαγγειλαµένου; Οὐ γὰρ ἄδικος ὁ Θεὸς, φησὶν, ἐπιλαθέσθαι τῆς ἀγάπης ὑµῶν, καὶ τῆς σπουδῆς ἧς ἐνεδείξασθε εἰς τὸ ὄνοµα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις, καὶ διακονοῦντες. Μεγάλα αὐτοῖς µαρτυρεῖ, οὐκ ἔργα µόνον, ἀλλὰ καὶ µετὰ προθυµίας ἔργα· ὃ καὶ ἀλλαχοῦ φησιν· Οὐ µόνον δὲ, ἀλλὰ καὶ ἑαυτοὺς ἔδωκαν τῷ Κυρίῳ καὶ ἡµῖν. Ἧς ἐνεδείξασθε, φησὶν, εἰς τὸ ὄνοµα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. Ὅρα πῶς πάλιν αὐτοὺς θεραπεύει ἐπαγαγὼν καὶ εἰπὼν,∆ ιακονοῦντες; Ἔτι καὶ νῦν, λέγει, διακονοῦντες, διανιστῶν αὐτοὺς καὶ δεικνὺς ὅτι οὐκ ἐκείνοις πεποιήκασιν, ἀλλὰ τῷ Θεῷ. Ἣν ἐνεδείξασθε, φησίν· οὐχ ἁπλῶς εἰς τοὺς ἁγίους, ἀλλ' εἰς τὸν Θεόν· τοῦτο γάρ ἐστιν, Εἰς τὸ ὄνοµα αὐτοῦ· ὡσεὶ ἔλεγε,∆ ιὰ τὸ ὄνοµα αὐτοῦ πάντα πεποιήκατε. Ὁ τοίνυν τοσαύτης παρ' ὑµῶν ἀπολαύων σπουδῆς καὶ ἀγάπης, οὐ καταφρονήσει ποτὲ ὑµῶν οὐδὲ ἐπιλήσεται.
10.4
Ταῦτα ἀκούοντες, παρακαλῶ, διακονῶµεν τοῖς ἁγίοις. Πᾶς γὰρ πιστὸς ἅγιος, καθὸ πιστός ἐστι· κἂν κοσµικὸς ᾖ τις, ἅγιός ἐστιν· Ἡγίασται γὰρ, φησὶν, ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί. Ὅρα πῶς τὸν ἁγιασµὸν ἡ πίστις ποιεῖ. Κἂν κοσµικὸν τοίνυν ἴδωµεν ἐν περιστάσει, ὀρέγωµεν χεῖρα· µὴ πρὸς τοὺς ἐν ὄρεσι µόνον καθηµένους ὦµεν σπουδαῖοι· ἅγιοι µὲν γὰρ ἐκεῖνοι καὶ βίῳ καὶ πίστει, ἅγιοι δὲ καὶ οὗτοι τῇ πίστει, πολλοὶ δὲ καὶ βίῳ. Μὴ, ἐὰν ἴδωµεν µοναχὸν εἰς φυλακὴν, τότε εἰσέλθωµεν· ἐὰν δὲ κοσµικὸν, µὴ εἰσέλθωµεν· ἅγιός ἐστι καὶ οὗτος, καὶ ἀδελφός. Τί οὖν, φησὶν, ἐὰν ᾖ ἀκάθαρτος καὶ µιαρός; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Μὴ κρίνετε, ἵνα µὴ κριθῆτε. Σὺ διὰ τὸν Θεὸν ποίησον. Καὶ τί λέγω; κἂν Ἕλληνα ἴδωµεν ἐν περιστάσει, εὖ ποιεῖν δεῖ, καὶ ἁπλῶς πάντα ἄνθρωπον ἐν περιστάσεσιν ὄντα, πολλῷ δὲ µᾶλλον πιστὸν κοσµικόν. Ἄκουε Παύλου λέγοντος· Τὸ καλὸν ποιεῖτε πρὸς πάντας, µάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ἀλλ' οὐκ οἶδα πόθεν τοῦτο εἰσενήνεκται, καὶ πόθεν αὕτη κεκράτηκεν ἡ συνήθεια. Ὁ γὰρ τοὺς µονάζοντας µόνον ἐπιζητῶν, κἀκείνους µόνους εὖ ποιεῖν θέλων, καὶ ἐκείνους δὲ πάλιν περιεργαζόµενος, καὶ λέγων, Ἐὰν µὴ ᾖ ἄξιος, ἐὰν µὴᾖ δίκαιος, ἐὰν µὴ σηµεῖα ποιῇ, οὐκ ὀρέγω χεῖρα, τὸ πλέον τῆς ἐλεηµοσύνης ἐξεῖλε, καὶ τοῦτο δὲ αὐτὸ τῷ χρόνῳ πάλιν ἀναιρήσει· καίτοι γε ἐλεηµοσύνη ἐκείνη ἐστὶν, ἡ εἰς τοὺς ἁµαρτωλοὺς, ἡ εἰς τοὺς ὑπευθύνους γινοµένη. Ἐλεηµοσύνη γὰρ τοῦτό ἐστιν, οὐ τὸ τοὺς κατωρθωκότας, ἀλλὰ τὸ τοὺς πεπληµµεληκότας ἐλεεῖν. Καὶ ἵνα µάθῃς, ἄκουε τί φησιν ὁ Χριστὸς διὰ τῆς παραβολῆς· Κατῄει, φησὶ, τὶς ἀπὸ Ἱεροσολύµων εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσε· καὶ τυπτήσαντες αὐτὸν, εἴασαν παρὰ τὴν ὁδὸν ἡµιθανῆ τυγχάνοντα. Κατὰ δὲ συγκυρίαν Λευΐτης τις παρὰ τὴν ὁδὸν ἦλθε, καὶ ἰδὼν αὐτὸν, ἀντιπαρῆλθεν· ὁµοίως δὲ καὶ ἱερεύς τις τὸ αὐτὸ ποιήσας παρέδραµεν. Ὕστερον δὲ ἦλθέ τις Σαµαρείτης, καὶ πολλὴν τὴν κηδεµονίαν ἐποιήσατο ἐπ' αὐτῷ. Ἐπέδησε γὰρ τὰ τραύµατα, ἐπέσταξεν ἔλαιον, ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ὄνον, ἤγαγεν αὐτὸν εἰς τὸ πανδοχεῖον, εἶπε τῷ πανδοχεῖ· Θεράπευσον αὐτόν. Καὶ ὅρα τὴν φιλοτιµίαν τὴν πολλήν· Καὶ ἐγώ σοι δώσω, φησὶν, ὅσον ἂν ἀναλώσῃς. Εἶτα πυνθάνεται· Τίς οὖν δοκεῖ σοι πλησίον αὐτοῦ γεγονέναι; Ὁ δὲ νοµικὸς εἰπὼν, Ὁ ποιήσας τὸ ἔλεος µετ' αὐτοῦ, ἀκούει, Πορεύου οὖν, καὶ σὺ ποίει ὁµοίως. Καὶ θέα ποίαν εἶπε παραβολήν. Οὐκ εἶπεν ὅτι Ἰουδαῖος εἰς Σαµαρείτην ἐποίησεν, ἀλλ' ὅτι Σαµαρείτης τὴν φιλοτιµίαν ἐκείνην ἅπασαν ἐνεδείξατο. Ἐντεῦθεν µανθάνοµεν, ἐξ ἴσης προνοεῖσθαι τῶν πάντων, οὐ τῶν οἰκείων τῆς πίστεως µόνον ἐπιµελουµένους, τῶν ἀλλοτρίων δὲ ἀµελοῦντας. Οὕτω τοίνυν καὶ σὺ, ἐὰν ἴδῃς τινὰ κακῶς πάσχοντα, µηδὲν περιεργάζου λοιπόν· ἔχει τὸ δικαίωµα τῆς βοηθείας τὸ κακῶς παθεῖν αὐτόν. Εἰ γὰρ ὄνον ἐὰν ἴδῃς ἀγχόµενον, ἐγείρεις αὐτὸν, καὶ οὐ περιεργάζῃ τίνος ἐστί· πολλῷ µᾶλλον ἄνθρωπον οὐ δεῖ περιεργάζεσθαι τίνος ἐστί· τοῦ Θεοῦ ἐστι, κἂν Ἕλλην ᾖ, κἂν Ἰουδαῖος. Εἰ γὰρ καὶ ἄπιστος, ἀλλὰ βοηθείας δεῖται. Εἰ µὲν γὰρ ἐξετάζειν καὶ κρίνειν ἐπετράπη σοι, καλῶς ταῦτα ἔλεγες· νῦν δὲ ἡ συµφορὰ ταῦτα οὐκ ἀφίησί σε ἐξετάζειν. Εἰ γὰρ οὐδὲ ὑγιαίνοντας περιεργάζεσθαι χρὴ, οὐδὲ τὰ ἑτέρων πολυπραγµονεῖν, πολλῷ µᾶλλον τοὺς κακῶς πάσχοντας. Ἄλλως δὲ τί; Εἶδες εὐθηνοῦντα αὐτὸν ἢ εὐδοκιµοῦντα, ὅτι λέγεις, πονηρός ἐστι καὶ φαῦλος; κακῶς πάσχει· εἰ δὲ κακῶς πάσχοντα ὁρᾷς, µὴ λέγε ὅτι πονηρός ἐστιν. Ὅταν µὲν γὰρ εὐδοκιµῇ, καλῶς ταῦτα λέγοµεν· ὅταν δὲ ἐν συµφορᾷ ᾖ καὶ βοηθείας δεῖται, οὐ χρὴ λέγειν ὅτι πονηρός ἐστιν· ὠµότητος γὰρ τοῦτο καὶ ἀπανθρωπίας καὶ ἀλαζονείας. Τί τῶν Ἰουδαίων ἀνοµώτερον γέγονεν, εἰπέ µοι; Ἀλλ' ὅµως ἐκόλασεν αὐτοὺς ὁ Θεὸς, καὶ δικαίως, καὶ σφόδρα δικαίως· καὶ ὅµως τοὺς µὲν συναλγοῦντας αὐτοῖς ἀπεδέξατο, τοὺς δὲ ἐφησθέντας ἐκόλασεν. Οὐκ ἔπασχον γὰρ, φησὶν, οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ. Καὶ πάλιν φησίν· Ἐκπρίου κτεινοµένους, µὴ φείσῃ. Οὐκ εἶπε, Περιέργασαι, καὶ µάθε τίς ἐστι· καίτοι ὡς τὰ πολλὰ πονηροὶ οἱ ἀπαγόµενοι ἀλλ' εἶπεν ἁπλῶς, Ἐκπρίου, ὅστις ἂν ᾖ, φησί. Τοῦτο γάρ ἐστι µάλιστα ἐλεηµοσύνη. Ὁ µὲν γὰρ φίλον εὖ ποιῶν, οὐ διὰ τὸν Θεὸν πάντως ποιεῖ· ὁ δὲ ἀγνῶτα, οὗτος καθαρῶς διὰ τὸν Θεὸν ἐργάζεται. Καὶ ὁ µέν φησι, Μὴ φείσῃ χρηµάτων, ἀλλὰ κἂν πάντα δέῃ κενῶσαι, δός· ἡµεῖς δὲ ἀγχοµένους ὁρῶντες, ἀποδυροµένους, µυρίων θανάτων χαλεπώτερα πάσχοντας, καὶ ἀδίκως πολλάκις, φειδόµεθα τῶν χρηµάτων, καὶἀφειδοῦµεν τῶν ἀδελφῶν· τῶν ἀψύχων µὲν κηδόµεθα, ψυχῆς δὲ ἀµελοῦµεν. Καίτοι γε Παῦλος κελεύει ἐν πραότητι παιδεύειν τοὺς ἀντιδιατιθεµένους· µήποτε, φησὶ, δῷ αὐτοῖς ὁ Θεὸς µετάνοιαν εἰς ἐπίγνωσιν τῆς ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρηµένοι ὑπ' αὐτοῦ εἰς τὸἐκείνου θέληµα. Μήποτε, φησίν· ὁρᾷς πόσης µακροθυµίας τὸ ῥῆµα γέµει; Τοῦτον καὶ ἡµεῖς µιµούµενοι, µηδένα ἀπελπίζωµεν. Καὶ γὰρ οἱ ἁλιεῖς, πολλάκις τὸ ἄγκιστρον ῥίψαντες εἰς τὴν θάλατταν, οὐκ ἐπέτυχον, ὕστερον δὲ βαλόντες, τὸ πᾶν ἀπέλαβον. Οὕτω καὶ ἡµεῖς οὐκ ἀπελπίζοµεν, ἀλλὰ προσδοκῶµεν ὅτι ἀθρόον δείξετε ἡµῖν καρπὸν ὥριµον. Καὶ γὰρ ὁ γηπόνος ἐπειδὰν σπείρῃ, καὶ τὴν πρώτην ἡµέραν καὶ τὴν δευτέραν ἀναµένει, καὶ πολὺν χρόνον ἐκδέχεται· εἶτα ἀθρόον πάντοθεν ὁρᾷ τοὺς καρποὺς βλαστάνοντας. Τοῦτο καὶ ἐφ' ὑµῶν ἔσεσθαι προσδοκῶµεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note