Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
11.0
Τῷ γὰρ Ἀβραὰµ ἐπαγγειλάµενος ὁ Θεὸς, ἐπεὶ κατ' οὐδενὸς µείζονος εἶχεν ὀµόσαι, ὤµοσε καθ' ἑαυτοῦ, λέγων· ἦ µὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτω µακροθυµήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι µὲν γὰρ κατὰ τοῦ µείζονος ὀµνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος.
11.1
Καθαψάµενος γενναίως τῶν Ἑβραίων, καὶ φοβήσας αὐτοὺς ἱκανῶς, πρῶτον µὲν τοῖς ἐγκωµίοις παραµυθεῖται, δεύτερον δὲ, ὃ καὶ ἰσχυρότερόν ἐστι, τῷπάντως ἐπιτεύξεσθαι αὐτοὺς τῶν ἐλπιζοµένων. Καὶ τὴν παράκλησιν οὐκ ἀπὸ τῶν ἐνεστώτων ποιεῖται, ἀλλὰ πάλιν ἀπὸ τῶν παρελθόντων· ὃ δὴ µᾶλλον αὐτοὺς ἔπειθεν. Ὥσπερ γὰρ ἐν τῇ κολάσει δι' ἐκείνων µᾶλλον φοβεῖ, οὕτω καὶ ἐν τοῖς ἐπάθλοις διὰ τούτων παρακαλεῖ, τὸ τοῦ Θεοῦ δεικνὺς ἔθος· τοῦτο δέ ἐστι, τὸ µὴ ταχέως ἐπάγειν τὰ ἐπηγγελµένα, ἀλλὰ διὰ µακροῦ τοῦ χρόνου. Ποιεῖ δὲ τοῦτο, τῆς τε αὐτοῦ δυνάµεως µέγιστον τεκµήριον ἐκφέρων, καὶ ἡµᾶς εἰς πίστιν ἐνάγων, ἵνα οἱ ἐν θλίψει ζῶντες, καὶ τὰς ἐπαγγελίας µὴλαµβάνοντες µηδὲ τοὺς µισθοὺς, µὴ ἀπαγορεύωσι πρὸς τοὺς καµάτους. Καὶ πάντας ἀφιεὶς, καίτοι γε ἔχων πολλοὺς εἰπεῖν, τὸν Ἀβραὰµ εἰς µέσον ἤγαγε, διά τε τὸ ἀξίωµα τοῦ προσώπου, καὶ διὰ τὸ µάλιστα ἐπ' αὐτοῦτοῦτο συµβεβηκέναι. Καίτοι γε ἐν τῷ τέλει τῆς ἐπιστολῆς, φησὶν, ὅτι οὗτοι πάντες πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάµενοι, οὐκ ἐκοµίσαντο τὰς ἐπαγγελίας, ἵνα µὴ χωρὶςἡµῶν τελειωθῶσι. Τῷ γὰρ Ἀβραὰµ, φησὶν, ἐπαγγειλάµενος ὁ Θεὸς, ἐπεὶ κατ' οὐδενὸς µείζονος εἶχεν ὀµόσαι, ὤµοσε καθ' ἑαυτοῦ, λέγων· Ἦ µὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτω µακροθυµήσας ἐπέτυχε τῆς ἐπαγγελίας. Πῶς οὖν ἐν τῷ τέλει φησὶν, ὅτι Οὐκ ἐκοµίσαντο τὰς ἐπαγγελίας· ἐνταῦθα δὲ, ὅτι Μακροθυµήσας ἐπέτυχε τῆς ἐπαγγελίας; πῶς οὐκ ἔλαβε; πῶς καὶ ἐπέτυχεν; Οὐ περὶ τῶν αὐτῶν ἐνταῦθά φησι κἀκεῖ, ἀλλὰ καὶ διπλῆν ποιεῖται τὴν παράκλησιν. Ἐπηγγείλατο τῷ Ἀβραάµ· καὶ τὰ µὲν ἐνταῦθα µετὰ µακρὸν χρόνον ἔδωκε, τὰ δὲ ἐκεῖ, οὐδέπω· καὶ οὕτω µακροθυµήσας ἐπέτυχε τῆς ἐπαγγελίας. Ὁρᾷς ὅτι οὐχ ἡ ἐπαγγελία µόνη τὸ πᾶν εἰργάσατο, ἀλλὰ καὶ ἡ µακροθυµία; Ἐνταῦθα φοβεῖ αὐτοὺς, δεικνὺς ὅτι πολλάκις ἐγκόπτεται ἐπαγγελία δι' ὀλιγοψυχίαν. Καὶ τοῦτο ἔδειξε µὲν διὰ τοῦ λαοῦ· ἐπειδὴ γὰρ ὠλιγοψύχησαν, διὰ τοῦτο τῆς ἐπαγγελίας οὐκ ἔτυχον οὐδαµῶς· τὸ δὲ ἐναντίον δείκνυσι διὰ τοῦ Ἀβραάµ. Εἶτα πρὸς τῷ τέλει καὶ πλεῖόν τι ποιεῖ· δείκνυσι γὰρ ὅτι καὶ µακροθυµήσαντες οὐκ ἐπέτυχον, καὶ οὐδὲ οὕτως ἀσχάλλουσιν. Ἄνθρωποι µὲν γὰρ κατὰ τοῦ µείζονος ὀµνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· ὁ δὲ Θεὸς ἐπεὶ κατ' οὐδενὸς µείζονος εἶχεν ὀµόσαι, ὤµοσε καθ' ἑαυτοῦ. Καλῶς. Τίς οὖν ἐστιν ὁ ὀµόσας τῷ Ἀβραάµ; οὐχὶ ὁ Υἱός; Οὒ, φησί. Πόθεν τοῦτο λέγεις; Μάλιστα µὲν γὰρ αὐτός· πλὴν οὐκ ἀµφισβητῶ. Ὅταν οὖν αὐτὸς ὀµνύῃ τὸν αὐτὸν ὅρκον, Ἀµὴν ἀµὴν λέγω ὑµῖν, οὐ δῆλον ὅτι ἐκ τοῦ µὴ ἔχειν κατὰ µείζονος ὀµόσαι; Ὥσπερ γὰρ ὁ Πατὴρ ὤµοσεν, οὕτω καὶ ὁ Υἱὸς ὀµνύει καθ' ἑαυτοῦ, λέγων, Ἀµὴν ἀµὴν λέγω ὑµῖν. Ἐνταῦθα αὐτοὺς ἀναµιµνήσκει ἐκείνων τῶν ὅρκων τῶν τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν, Ἀµὴν ἀµὴν λέγω σοι, ὁ πιστεύων εἰς ἐµὲ, οὐ µὴ ἀποθάνῃ εἰςτὸν αἰῶνα. Τί ἐστι, Καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος; Ἀντὶ τοῦ, ἐκ τούτου λύεται πάσης ἀντιλογίας ἀµφισβήτησις· οὐ τῆσδε ἢ τῆσδε, ἀλλὰ πάσης. Ἔδει µὲν οὖν καὶ χωρὶς ὅρκου πιστεύεσθαι τὸν Θεόν. Ἐν ᾧ περισσότερον βουλόµενος ὁ Θεὸς, φησὶν, ἐπιδεῖξαι τοῖς κληρονόµοις τῆς ἐπαγγελίας τὸ ἀµετάθετον τῆς βουλῆς αὐτοῦ, ἐµεσίτευσεν ὅρκῳ. Ἐνταῦθα καὶ τοὺς πιστοὺς περιλαµβάνει· διὰ τοῦτο καὶ ταύτης τῆς ἐπαγγελίας µέµνηται τῆς πρὸς ἡµᾶς κοινῶς γενοµένης. Ἐµεσίτευσε, φησὶν, ὅρκῳ. Πάλιν ἐνταῦθα τὸν Υἱόν φησι µεταξὺ ἀνθρώπων καὶ Θεοῦ µεσίτην γεγονέναι. Ἵνα διὰ δύο πραγµάτων ἀµεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεόν. Ποίου, καὶ ποίου; Τοῦ τε εἰπεῖν καὶ ὑποσχέσθαι, τοῦ τε ὅρκον προσθεῖναι τῇ ὑποσχέσει. Ἐπειδὴ γὰρ παρὰ ἀνθρώποις τοῦτο δοκεῖ πιστότερον εἶναι τὸ τοῦ ὅρκου, διὰ τοῦτο καὶ αὐτὸ προσέθηκεν.
11.2
Ὁρᾷς ὅτι οὐ τὴν ἀξίαν τὴν ἑαυτοῦ σκοπεῖ, ἀλλ' ὅπως τοὺς ἀνθρώπους πείσῃ, καὶ ἀνάξια περὶ ἑαυτοῦ ἀνέχεται λέγεσθαι; τουτέστι, πληροφορῆσαι θέλων. Καὶ ἐπὶ µὲν τοῦ Ἀβραὰµ δείκνυσι τοῦ Θεοῦ ὂν τὸ πᾶν, οὐ τῆς µακροθυµίας ἐκείνου, εἴ γε καὶ ὅρκον ἠνέσχετο προσθεῖναι, εἰ καθ' οὗ ὀµνύουσιν ἄνθρωποι, καὶ ὁ Θεὸς κατ' αὐτοῦ ὤµοσε, τουτέστι, καθ' ἑαυτοῦ. Ἀλλ' ἐκεῖνοι µὲν ὡς µείζονος, οὗτος δὲ οὐχ ὡς µείζονος· καὶ ὅµως ἐποίησεν. Οὐ γὰρ ἴσον, ἄνθρωπον καθ' ἑαυτοῦ ὀµόσαι καὶ Θεόν· ὁ γὰρ ἄνθρωπος ἐξουσίαν ἑαυτοῦ οὐκ ἔχει. Ὁρᾷς τοίνυν ὅτι οὐ πρὸς τὸν Ἀβραὰµ µᾶλλον ἢ πρὸς ἡµᾶς τοῦτο εἴρηται. Ἰσχυρὰν, φησὶ, παράκλησιν ἔχωµεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειµένης ἐλπίδος. Καὶ ἐνταῦθα πάλιν µακροθυµήσας ἐπέτυχε τῆς ἐπαγγελίας. Νῦν, φησί· καὶ οὐκ εἶπεν, Ἐπειδὴ ὤµοσεν. Ὅρκος δὲ τίς ἐστιν, ἐδήλωσεν εἰπὼν τὸ, κατὰ τοῦ µείζονος ὀµόσαι. Ἀλλ' ἐπειδὴ ἄπιστόν ἐστι τὸ τῶν ἀνθρώπων γένος, συγκάτεισιν εἰς τὰ αὐτὰ ἡµῖν. Ὥσπερ οὖν ὄµνυσι δι' ἡµᾶς, καίτοι ἀνάξιον αὐτοῦ τὸ µὴ πιστεύεσθαι· οὕτω καὶ τὸ, Ἔµαθεν ἐξ ὧν ἔπαθεν, εἴρηκεν, ἐπειδὴ οἱ ἄνθρωποι τοῦτο νοµίζουσι µᾶλλον εἶναι ἀξιοπιστότερον, τὸ διὰ τῆς πείρας ἐλθεῖν. Τί ἐστι, Τῆς προκειµένης ἐλπίδος; Ἀπὸ τούτων τὰ µέλλοντα, φησὶ, στοχαζόµεθα· εἰ γὰρ ταῦτα µετὰ τοσοῦτον ἐξέβη χρόνον, πάντως κἀκεῖνα. Ὥστε τὰ πρὸς τὸν Ἀβραὰµ γεγενηµένα πιστοῦται ἡµᾶς καὶ περὶ τῶν µελλόντων. Ἣν ὡς ἄγκυραν ἔχοµεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχοµένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσµατος· ὅπου πρόδροµος ὑπὲρ ἡµῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲχ ἀρχιερεὺς γενόµενος εἰς τὸν αἰῶνα. Ἐν τῷ κόσµῳ ἔτι ὄντας, καὶ οὐδέπω µεταστάντας τοῦ βίου, δείκνυσιν ἤδη ὄντας ἐν τοῖς ἐπηγγελµένοις· διὰ γὰρ τῆς ἐλπίδος ἤδη ἐν τῷ οὐρανῷ ἐσµεν. Εἶπεν, Ἀναµείνατε· πάντως γὰρ ἔσται. Εἶτα πληροφορῶν λέγει· Μᾶλλον δὲ, τῇ ἐλπίδι ἤδη ἐτύχετε. Καὶ οὐκ εἶπεν, Ἡµεῖς ἐσµεν ἔνδον, ἀλλ', Αὐτὴ εἰσῆλθεν ἔνδον· ὅπερ ἀληθέστερον ἦν καὶ πιθανώτερον. Ὥσπερ γὰρ ἡ ἄγκυρα ἐξαρτηθεῖσα τοῦ πλοίου, οὐκ ἀφίησιν αὐτὸ περιφέρεσθαι, κἂν µυρίοι παρασαλεύωσιν ἄνεµοι, ἀλλ' ἐξαρτηθεῖσα ἑδραῖον ποιεῖ· οὕτω καὶ ἡ ἐλπίς. Καὶ ὅρα πῶς σφόδρα ἁρµόδιον εὗρεν εἰκόνα· οὐ γὰρ εἶπε θεµέλιον, ὅπερ ἀπῇδεν, ἀλλὰ ἄγκυραν. Τὸ γὰρ ἐν σάλῳ ὂν, καὶ οὐ σφόδρα δοκοῦν ἡδράσθαι, ἐπὶ τῆς ὑγρᾶς, ὡς ἐπὶ γῆς, ἕστηκε, καὶ σαλεύεται, καὶ οὐ σαλεύεται. Ἐπὶ µὲν γὰρ τῶν σφόδρα στεῤῥῶνκαὶ φιλοσόφων, εἰκότως ἐκεῖνο τέθεικεν ὁ Χριστὸς λέγων· Ὅστις ᾠκοδόµησε τὴν οἰκίαν αὑτοῦ ἐπὶ τὴν πέτραν· ἐπὶ δὲ τῶν ἀπαγορευόντων, καὶ ὀφειλόντων, διὰ τῆς ἐλπίδος διαβαστάζεσθαι, οἰκείως τοῦτο τέθεικεν ὁ Παῦλος. Ἡ µὲν γὰρ ζάλη καὶ ὁ πολὺς χειµὼν σαλεύει τὸ σκάφος· ἡ δὲ ἐλπὶς οὐκ ἀφίησι περιφέρεσθαι, κἂν µυρίοι παρασαλεύωσιν ἄνεµοι. Ὥστε εἴ γε µὴ ταύτην εἴχοµεν, πάλαι ἂν κατεποντίσθηµεν. Οὐκ ἐν τοῖς πνευµατικοῖς δὲ µόνον, ἀλλὰ καὶ ἐν τοῖς βιωτικοῖς πολλὴν ταύτης εὕροι τις ἂν τὴν ἰσχύν· οἷον, ἐπὶ ἐµπορίας, ἐπὶ γεωργίας, ἐπὶ στρατείας· ἐὰν γὰρ µὴ ταύτην εὐθέως τις πρόθηται, οὐδ' ἂν ἅψαιτο ἔργου. Ἄγκυραν δὲ οὐχ ἁπλῶς εἶπεν, ἀλλ' ἀσφαλῆ τε καὶ βεβαίαν· ἵνα δηλώσῃ τὸ ἀψευδὲς τῶν αὐτῇ ἐπερειδοµένων εἰς σωτηρίαν· διὸ ἐπάγει· Εἰσερχοµένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσµατος. Τί ἐστι τοῦτο; Ἀντὶ τοῦ, διικνουµένην εἰς τὸν οὐρανόν. Εἶτα καὶ τὴν πίστιν ἐπήγαγεν, ἵνα µὴ µόνον ἐλπὶς ᾖ, ἀλλὰ καὶ ἀληθὴς σφόδρα. Μετὰ γὰρ τὸν ὅρκον καὶ ἕτερον τίθησι, τὴν διὰ τῶν πραγµάτων ἀπόδειξιν, ὅτι Πρόδροµος ὑπὲρ ἡµῶν εἰσῆλθεν Ἰησοῦς. Ὁ δὲ πρόδροµος, τινῶν ἐστι πρόδροµος, ὥσπερ Ἰωάννης τοῦ Χριστοῦ. Καὶ οὐκ εἶπεν ἁπλῶς, Εἰσῆλθεν, ἀλλ', Ὅπου πρόδροµος ὑπὲρ ἡµῶν εἰσῆλθεν, ὡς καὶ ἡµῶν ὀφειλόντων καταλαβεῖν. Οὐ πολὺ γὰρ τοῦ προδρόµου καὶ τῶν ἑποµένων ὀφείλει εἶναι τὸ µέσον· ἐπεὶ οὐδ' ἂν εἴη πρόδροµος. Τὸν γὰρ πρόδροµον καὶ τοὺς ἑποµένους ἐν τῇ αὐτῇ χρὴ εἶναι ὁδῷ· καὶ τὸν µὲν ὁδεύειν, τοὺς δὲ ἐπικαταλαµβάνειν. Κατὰ τὴν τάξιν, φησὶ, Μελχισεδὲχ ἀρχιερεὺς γενόµενος εἰς τὸν αἰῶνα. Ἰδοὺ καὶ ἄλλη παράκλησις, εἴ γε ἄνω ὁ ἀρχιερεὺς ἡµῶν, καὶ πολὺ βελτίων τῶν παρὰ Ἰουδαίοις, οὐ τῷ τρόπῳ µόνον, ἀλλὰ καὶ τῷ τόπῳ καὶ τῇ σκηνῇ καὶτῇ διαθήκῃ, καὶ τῷ προσώπῳ. Καὶ τοῦτο δὲ εἰς τὸ κατὰ σάρκα εἴρηται.
11.3
Χρὴ τοίνυν καὶ τοὺς ὧν ἐστιν ἱερεὺς σφόδρα εἶναι βελτίους· καὶ ὥσπερ πολὺ τὸ µέσον Ἀαρὼν καὶ τοῦ Χριστοῦ, τοσοῦτον ἡµῶν καὶ τῶν Ἰουδαίων τὸ µέσον. Ὅρα γὰρ, ἄνω ἔχοµεν τὸ ἱερεῖον, ἄνω τὸν ἱερέα, ἄνω τὴν θυσίαν. Οὐκοῦν τοιαύτας ἀναφέρωµεν θυσίας τὰς ἐν ἐκείνῳ δυναµένας προσφέρεσθαι τῷ θυσιαστηρίῳ· οὐκέτι πρόβατα καὶ βόας, οὐκέτι αἷµα καὶ κνῖσσαν· πάντα ταῦτα λέλυται, καὶ ἀντεισενήνεκται ἀντὶ τούτων ἡ λογικὴ λατρεία. Τί δέ ἐστιν ἡ λογικὴ λατρεία; Τὰ διὰ ψυχῆς, τὰ διὰ πνεύµατος( Πνεῦµα, φησὶν, ὁ Θεός· καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύµατι καὶ ἀληθείᾳ χρὴ προσκυνεῖν)· ὅσα µὴ δεῖται σώµατος, ὅσα µὴ δεῖται ὀργάνων, µὴ τόπων· τὰ δέ ἐστιν οἷον ἐπιείκεια, σωφροσύνη, ἐλεηµοσύνη, ἀνεξικακία, µακροθυµία, ταπεινοφροσύνη. Τὰ θύµατα ταῦτα καὶ ἐν τῇ Παλαιᾷ ἴδοι τις ἂν ἄνωθεν προδιατετυπωµένα. Θύσατε γὰρ, φησὶν ὁ∆ αυῒδ, τῷ Θεῷ θυσίαν δικαιοσύνης· καὶ πάλιν· Θύσω σοι θυσίαν αἰνέσεως· καί· Θυσία αἰνέσεως δοξάσει µε· καί· Θυσία τῷ Θεῷ πνεῦµα συντετριµµένον· καί· Τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τὸ ἀκούειν αὐτοῦ; Ὁλοκαυτώµατα καὶ περὶ ἁµαρτίας οὐκ ηὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέληµά σου· καὶ πάλιν· Ἵνα τί µοι λίβανον ἐκ Σαβὰ φέρετε; καὶ ἕτερος· Ἀπόστησον ἀπ' ἐµοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλµὸν ὀρ γάνων σου οὐκ ἀκούσοµαι· ἀλλ' ἀντὶ τούτων, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Ὁρᾷς οἵαις θυσίαις εὐαρεστεῖται ὁ Θεός; ὁρᾷς καὶ ἄνωθεν ἤδη τὰς µὲν ἐκκεχωρηκυίας, τὰς δὲ ἀντεισελθούσας; Ταύτας τοίνυν προσάγωµεν. Ἐκεῖναι µὲν γὰρ πλούτου καὶ τῶν ἐχόντων εἰσὶν, αὗται δὲ ἀρετῆς· ἐκεῖναι ἔξωθεν, αὗται ἔνδοθεν· ἐκείνας καὶ ὁ τυχὼν ἐργάσασθαι δύναιτ' ἂν, ταύτας δὲ ὀλίγοι. Ὅσῳ δὲ προβάτου κρείττων ὁ ἄνθρωπος, τοσούτῳ αὕτη ἐκείνης ἡ θυσία· ἐνταῦθα γὰρ τὴν ψυχήν σου ἀναφέρεις θῦµα. Ἔστι δὲ καὶ ἄλλα θύµατα, τὰ ὄντως ὁλοκαυτώµατα, τὰ τῶν ἁγίων µαρτύρων σώµατα· ἐκεῖ ἅγια καὶ ψυχὴ καὶ σῶµα· ἐκεῖνα ὀσµὴν εὐωδίας ἔχει µεγάλην.∆ ύνασαι καὶ σὺ, ἐὰν θέλῃς, τοιαύτην θυσίαν ἀναγαγεῖν. Τί γὰρ, ἐὰν µὴ τῷ πυρὶ καύσῃς τὸ σῶµα; ἀλλ' ἑτέρῳ πυρὶ δύνασαι· οἷον, τῷ τῆς πενίας τῆς ἑκουσίου, τῷ τῆς θλίψεως. Τὸ γὰρ ἐξεῖναι µετὰ τρυφῆς καὶ πολυτελείας διάγειν, τὸν δὲ ἐπίµοχθον καὶ κατάπικρον ἀναιρεῖσθαι βίον, καὶ τὸ σῶµα νεκροῦν, οὐχὶ ὁλοκαύτωσίς ἐστι; Νέκρωσόν σου τὸ σῶµα καὶ σταύρωσον, καὶ λήψῃ καὶ αὐτὸς τοῦ µαρτυρίου τούτου τὸν στέφανον. Ὅπερ γὰρ ἐκεῖ τὸ ξίφος ἐργάζεται, τοῦτο ἐνταῦθα ἡ προθυµία ποιείτω. Μὴ καιέτω, µηδὲ κατεχέτω χρηµάτων ἔρως, ἀλλὰ κατακαιέσθω καὶ κατασβεννύσθω ἡ ἐπιθυµία αὕτη ἡ ἄτοπος τῷ πυρὶ τοῦ πνεύµατος, καὶ κατακοπτέσθωτῇ µαχαίρᾳ τοῦ Πνεύµατος. Αὕτη θυσία καλὴ, οὐ δεοµένη ἱερέως, ἀλλ' αὐτοῦ τοῦ προσφέροντος αὐτήν· θυσία καλὴ, κάτω µὲν ἐπιτελουµένη, ἄνω δὲ εὐθέως ἀναλαµβανοµένη. Οὐχὶ θαυµάζοµεν ὅτι τὸ παλαιὸν πῦρ κατιὸν ἅπαντα ἀνήλισκεν; Ἔξεστι καὶ νῦν πῦρ κατελθεῖν πολὺ θαυµαστότερον ἐκείνου, καὶ πάντα ἀναλῶσαι τὰ προκείµενα· µᾶλλον δὲ οὐκ ἀναλῶσαι, ἀλλ' ἀναγαγεῖν εἰς τὸν οὐρανόν· οὐ γὰρ τέφραν αὐτὰ ποιεῖ, ἀλλὰ δῶρα προσφέρει τῷ Θεῷ. Τοιαῦται ἦσαν αἱ τοῦ Κορνηλίου προσφοραί· Αἱ προσευχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεηµοσύναι σου ἀνέβησαν εἰς µνηµόσυνον ἐνώπιον τοῦ Θεοῦ. Ὁρᾷς συζυγίαν ἀρίστην; Τότε ἀκουόµεθα, ὅταν καὶ αὐτοὶ ἀκούωµεν τῶν προσιόντων πενήτων. Ὃς ἀποφράσσει, φησὶ, τὰ ὦτα αὐτοῦ τοῦ µὴ ἀκοῦσαι πτωχοῦ, τῆς δεήσεως αὐτοῦ οὐκ εἰσακούσεται ὁ Θεός. Μακάριος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡµέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Οὐκ ἄλλη δὲ αὕτη ἐστὶν, ἀλλ' ἢ ἡ ἡµέρα ἐκείνη, ἣ πονηρὰ γίνεται τοῖς ἁµαρτωλοῖς. Τί ἐστιν, Ὁ συνιῶν; Ὁ νοῶν τί ἐστι πένης, ὁ τὴν θλῖψιν αὐτοῦ καταµανθάνων· ὁ γὰρ µαθὼν αὐτοῦ τὴν θλῖψιν, πάντως καὶ εὐθέως αὐτὸν ἐλεήσει. Ὅταν ἴδῃς πένητα, µὴ παραδράµῃς, ἀλλ' εὐθέως ἐννόησον τίς ἂν ἦς, εἰ σὺ ἦς ἐκεῖνος· τί οὐκ ἂν ἠθέλησας πάντας ποιεῖν; Ὁ συνιῶν, φησίν. Ἐννόησον ὅτι ὁµοίως σοι ἐλεύθερός ἐστι, καὶ τῆς αὐτῆς σοὶ κοινωνεῖ εὐγενείας, καὶ πάντα σοὶ κοινὰ κέκτηται· ἀλλὰ τοῦτον τὸν οὐδὲν ἔλαττον ἔχοντά σου, οὐδὲ τῶν κυνῶν πολλάκις τῶν σῶν ἴσον ποιεῖς. Οἱ µὲν γὰρ ἄρτου κορέννυνται, οὗτος δὲ πολλάκις ἐκοιµήθη πεινῶν· καὶ δούλων τῶν σῶν ὁ ἐλεύθερος ἀτιµότερος γέγονεν. Ἀλλ' ἐκεῖνοι ἡµῖν χρείαν πληροῦσι, φησί. Ποίαν δὴ ταύτην, εἰπέ µοι; ὅτι δουλεύουσί σοι καλῶς; Ἐὰν οὖν δείξω καὶ τοῦτον χρείαν σοι πληροῦντα πολλῷ µείζονα ἐκείνων, τί ἐρεῖς; παραστήσεται γάρ σοι ἐν τῇ ἡµέρᾳ τῆς κρίσεως, καὶ ἐξαιρήσεταί σε τοῦ πυρός. Τί τοιοῦτον οἱ δοῦλοι ποιοῦσι πάντες; Ὅτε ἡ Ταβιθὰ ἐτελεύτησε, τίς ἀνέστησεν αὐτήν; δοῦλοι περιστάντες, ἢ πτωχοί; Σὺ δὲ οὐδὲ τῶν δούλων τὸν ἐλεύθερον ἐν ἴσῳ ποιεῖν ἐθέλεις. Πολύς ἐστιν ὁ κρυµὸς, καὶ ἔῤῥιπται ἐπ' ἐδάφους ῥάκια ἔχων ὁ πένης, ἀποτεθνηκὼς τῷ κρύει, κροτῶν τοὺς ὀδόντας, καὶ τῇ ὄψει καὶ τῷ σχήµατιἱκανὸς παρακαλέσαι· σὺ δὲ θερµαινόµενος καὶ µεθύων παρέρχῃ· καὶ πῶς ἀξιοῖς τὸν Θεὸν ἐν συµφορᾷ σε ὄντα ἐξελέσθαι; Πολλάκις δὲ καὶ τοῦτο λέγεις· Ἐγὼ εἰ ἤµην, καὶ ἔλαβον πολλὰ ἁµαρτόντα τινὰ, ἀφῆκα ἂν αὐτὸν, καὶ ὁ Θεὸς οὐκ ἀφίησι; Μὴ τοῦτο εἴπῃς καὶ γὰρ σὺ τὸν οὐδὲν ἁµαρτόντα εἰς σὲ, ὃν δύνασαι ἀπαλλάξαι, τοῦτον περιορᾷς. Εἰ δὲ τὸν τοιοῦτον σὺ παραλογίζῃ, πῶς ὁ Θεὸς εἰς αὐτὸν ἁµαρτάνοντά σε ἀφήσει; ἆρα οὐχὶ γεέννης ἄξια ταῦτα; Καὶ τί θαυµαστόν; σῶµα µὲν πολλάκις νεκρὸν καὶ ἀναίσθητον, οὐκέτι τῆς τιµῆς αἰσθανόµενον, µυρίοις καὶ ποικίλοις καὶ διαχρύσοις ἱµατίοις περιστέλλεις· τὸ δὲ ἀλγοῦν καὶ κατακοπτόµενον καὶ βασανιζόµενον καὶ κατατεινόµενον ὑπὸ λιµοῦ καὶ κρυµοῦ περιορᾷς, καὶ πλέον τῇ κενοδοξίᾳ χαρίζῃ, ἢ τῷ φόβῳτοῦ Θεοῦ. Καὶ εἴθε µέχρι τούτου· ἀλλ' εὐθέως κατηγορίαι κατὰ τοῦ προσιόντος· Τί γὰρ οὐκ ἐργάζεται, φησί; τί δὲ ἀργῶν τρέφεται; Εἰπέ µοι, σὺ δὲ ἐργαζόµενος ἔχεις ἃ ἔχεις, οὐχὶ κλῆρον πατρῷον παραλαβών; Εἰ δὲ καὶ ἐργάζῃ, διὰ τοῦτο ὀνειδίζεις ἑτέρῳ; Οὐκ ἀκούεις Παύλου λέγοντος, Ὑµεῖς δὲ τὸ καλὸν ποιοῦντες µὴ ἐκκακήσητε; µετὰ γὰρ τὸ εἰπεῖν, Ὁ µὴ ἐργαζόµενος µηδὲ ἐσθιέτω, τοῦτο ἐπήγαγεν. Ἀλλ' ἐπιθέτης, φησὶν, ἐστί.
11.4
Τί φὴς, ἄνθρωπε; ἄρτου ἑνὸς ἕνεκεν καὶ ἱµατίου ἐπιθέτην καλεῖς; Ἀλλ' εὐθέως πωλεῖ αὐτὸ, φησί. Σὺ δὲ πάντα τὰ σαυτοῦ καλῶς διοικεῖς; Τί δέ; πάντες ἀπὸ ἀργίας πένονται; οὐδεὶς ἀπὸ ναυαγίων; οὐδεὶς ἀπὸ δικαστηρίων; οὐδεὶς ἀπὸ κλοπῆς; οὐδεὶς ἀπὸ κινδύνων; οὐδεὶς ἀπὸ νόσων; οὐδεὶς ἀπὸ ἄλλης περιστάσεως; Ἀλλ' ἂν ἀκούσωµέν τινος τοιαῦτα ἀποδυροµένου καὶ µεγάλα βοῶντος, καὶ γυµνοῦ ἀναβλέποντος εἰς τὸν οὐρανὸν, καὶ κοµῶντος καὶ ῥάκιαἠµφιεσµένου, εὐθέως τὸν ἐπιθέτην, τὸν ἀπατεῶνα, τὸν εἴρωνα καλοῦµεν. Οὐκ αἰσχύνῃ; τίνα ἐπιθέτην καλεῖς; Μηδὲν δῷς, καὶ µὴ κατηγορήσῃς τοῦ ἀνδρός. Ἀλλ' ἔχει, φησὶ, καὶ σχηµατίζεται. Τοῦτο σοῦ κατηγορία, οὐκ ἐκείνου· οἶδε πρὸς ὠµοὺς ἔχων, πρὸς θηρία µᾶλλον ἢ πρὸς ἀνθρώπους καὶ ὅτι κἂν ἐλεεινὸν φθέγξηται ῥῆµα, οὐδένα ἐφέλκεται· καὶ διὰ τοῦτο ἀναγκάζεται καὶ σχῆµα περιθεῖναι ἑαυτῷ ἐλεεινότερον, ἵνα σου κατακλάσῃ τὴν ψυχήν. Ἐὰν ἴδωµέν τινα ἐν ἐλευθερίῳ σχήµατι προσιόντα, Οὗτος ἐπιθέτης ἐστὶ, φησὶ, καὶ ἵνα δόξῃ ἀπὸ εὐγενῶν εἶναι, οὕτω πρόσεισιν· ἂν ἴδωµεν ἐν τῷ ἐναντίῳ σχήµατι καὶ τοῦτον κακίζοµεν. Τί πράξουσι λοιπόν; Ὢ τῆς ὠµότητος! ὢ τῆς ἀπηνείας! Καὶ τίνος ἕνεκεν, φησὶ, τὰ ἠκρωτηριασµένα µέλη γυµνοῦσι;∆ ιὰ σέ· εἰ ἐλεήµονες ἦµεν, οὐκ ἔδει τούτων αὐτοῖς τῶν τεχνῶν· εἰ ἐκ πρώτης προσόδου ἔπειθον, οὐκ ἂν τοσαῦτα ἐµηχανήσαντο. Τίς ἐστιν οὕτως ἄθλιος, ὡς ἐθέλειν τοσαῦτα βοᾷν, ὡς ἐθέλειν ἀσχηµονεῖν, ὡς ἐθέλειν ἀποδύρεσθαι δηµοσίᾳ µετὰ τῆς γυναικὸς γεγυµνωµένης, µετὰτῶν παίδων σποδὸν καταπάττεσθαι; Πόσης ταῦτα πενίας χείρονα; Ἀλλ' ὑπὲρ τούτων οὐ µόνον οὐκ ἐλεοῦνται, ἀλλὰ καὶ κατηγοροῦνται παρ' ἡµῶν. Ἔτι οὖν ἀγανακτήσοµεν, ὅτι τοῦ Θεοῦ δεόµενοι οὐκ εἰσακουόµεθα; ἔτι οὖν δυσχερανοῦµεν, ὅτι οὐ πείθοµεν παρακαλοῦντες; Οὐ φρίττοµεν, ἀγαπητοί; Ἀλλὰ πολλάκις ἔδωκα, φησί. Σὺ δὲ οὐκ ἀεὶ ἐσθίεις; τοὺς δὲ παῖδας πολλάκις ἀπαιτοῦντας ἀπάγεις; Ὢ τῆς ἀναισχυντίας! Πένητα ἀναίσχυντον καλεῖς; καὶ σὺ µὲν ἁρπάζων οὐκ ἀναίσχυντος· ἐκεῖνος δὲ ὑπὲρ ἄρτου δεόµενος ἀναίσχυντος; Οὐκ ἐννοεῖς ὅση τῆς γαστρὸς ἡ ἀνάγκη; οὐχὶ πάντα διὰ τοῦτο ποιεῖς; οὐχὶ τῶν πνευµατικῶν διὰ τοῦτο ἀµελεῖς; οὐχὶ οὐρανὸς πρόκειται καὶ οὐρανῶν βασιλεία; σὺ δὲ τὴν ἐκείνης δεδοικὼς τυραννίδα, πάντα ὑποµένεις, καὶ ἐκείνης οὐ καταφρονεῖς; Αὕτη ἐστὶν ἀναισχυντία. Οὐχ ὁρᾷς γέροντας ἀναπήρους; Ἀλλ' ὢ τῆς ληρωδίας! ὁ δεῖνα, φησὶ, τοσούσδε χρυσοῦς δανείζει· ὁ δεῖνα δὲ τόσους, καὶ ἐπαιτεῖ. Παίδων µικρῶν µύθους διηγεῖσθε καὶ λήρους· καὶ γὰρ ἐκεῖνοι τοιούτων ἀεὶ µύθων παρὰ τῆς τιτθίδος ἀκούουσιν. Οὐ πείθοµαι, οὐ πιστεύω, µὴ γένοιτο.∆ ανείζει τις, καὶ ἐν ἀφθονίᾳ ὢν προσαιτεῖ; τίνος ἕνεκεν, εἰπέ µοι; τί δὲ ἀσχηµονέστερον τοῦ ἐπαιτεῖν; κρεῖσσον ἀποθανεῖν, ἢ ἐπαιτεῖν. Μέχρι τίνος ἀπηνεῖς ἐσµεν; Τί οὖν; πάντες δανείζουσι; πάντες ἐπιθέται εἰσίν; οὐδεὶς πένης ὄντως; Ναὶ, φησὶ, καὶ πολλοί. Τί οὖν ἐκείνοις οὐκ ἐπικουρεῖς, ἐπειδὴ ἀκριβὴς εἶ τῶν βίων αὐτῶν ἐξεταστής; Σκῆψις ταῦτα καὶ πρόφασις. Παντὶ τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα δανείσασθαι ἀπὸ σοῦ µὴ ἀποστραφῇς· ἔκτεινον τὴν χεῖρά σου, µὴ ἔστω συνεσταλµένη. Οὐχὶ τῶν βίων κατέστηµεν ἐξετασταὶ ἐπεὶ οὐδένα οὕτως ἐλεήσοµεν.∆ ιὰ τί, ὅταν τὸν Θεὸν παρακαλῇς, λέγεις· Μὴ µνησθῇς τῶν ἁµαρτιῶν µου; Ὥστε εἰ καὶ σφόδρα ἐστὶν ἐκεῖνος ἁµαρτωλὸς, τοῦτο καὶ ἐπ' αὐτοῦ λογίζου, καὶ µὴ µιµνήσκου τῶν ἁµαρτιῶν αὐτοῦ. Φιλανθρωπίας ἐστὶν ὁ καιρὸς, οὐκ ἀκριβοῦς ἐξετάσεως· ἐλέους, οὐ λογισµοῦ.∆ ιατραφῆναι βούλεται· ἂν µὲν βούλῃ, δός· ἂν δὲ µὴ βούλῃ, ἀπόπεµψον, µὴ ἐπαπορήσας.∆ ιὰ τί ἄθλιος εἶ καὶ ταλαίπωρος;∆ ιὰ τί οὐδὲ αὐτὸν ἐλεεῖς, καὶ τοὺς θέλοντας ἀποτρέπεις; Ὅταν γὰρ ὁ δεῖνα ἀκούσῃ παρὰ σοῦ, ὅτι οὗτος ἀπατεὼν, ὅτι ἐκεῖνος ὑποκριτὴς, ὅτι ἐκεῖνος δανείζει· οὔτε τούτοις δίδωσιν, οὔτε ἐκείνοις· πάντας γὰρ ὑποπτεύει τοιούτους εἶναι. Ἴστε γὰρ ὅτι τὰ πονηρὰ εὐκόλως ὑποπτεύοµεν, τὰ δὲ χρηστὰ οὐκέτι. Γενώµεθα ἐλεήµονες, οὐχ ἁπλῶς, ἀλλ' ὡς ὁ Πατὴρ ἡµῶν ὁ οὐράνιος· αὐτὸς καὶ µοιχοὺς, καὶ πόρνους, καὶ γόητας τρέφει· καὶ τί λέγω; πᾶν εἶδος κακίας ἔχοντας. Ἐν γὰρ τοσούτῳ κόσµῳ ἀνάγκη εἶναι καὶ τοιούτους πολλούς· ἀλλ' ὅµως ἅπαντας ἐνδιδύσκει· οὐδεὶς λιµῷ διεφθάρη ποτὲ, πλὴν εἴ τις ἑκών. Οὕτω γενώµεθα οἰκτίρµονες· ἐὰν δέηται, καὶ ἐν ἀνάγκῃ ᾖ, βοήθει. Νῦν δὲ εἰς τοσοῦτον ἤλθοµεν ἀλογίας, ὥστε µὴ µόνον ἐπὶ τῶν πενήτων τοῦτο ποιεῖν τῶν διὰ τῶν στενωπῶν βαδιζόντων, ἀλλὰ καὶ ἐπὶ µοναζόντων ἀνδρῶν. Ὁ δεῖνα ἐπιθέτης ἐστὶ, φησίν. Οὐχὶ τοῦτο ἔλεγον πρώην, ὅτι ἂν µὲν πᾶσιν ἀδιαφόρως διδῶµεν, ἀεὶ ἐλεήσοµεν· ἐὰν δὲ ἀρξώµεθα περιεργάζεσθαι, οὐδέποτε ἐλεήσοµεν; Τί λέγεις; ἵνα ἄρτον λάβῃ, ἐπιθέτης ἐστίν; Εἰ µὲν χρυσίου τάλαντα αἰτεῖ καὶ ἀργυρίου, ἢ ἱµάτια πολυτελῆ, ἢ ἀνδράποδα, ἢ ἄλλ' ὁτιοῦν, εἰκότως ἄν τις τοῦτον εἴποι ἀπατεῶνα· εἰ δὲ µηδὲν τούτων, ἀλλὰ διατροφὴν καὶ σκέπην ἃ φιλοσοφίας ἐστὶ τοῦτο ἀπατεῶνος, εἰπέ µοι; Παυσώµεθα τῆς ἀκαίρου ταύτης φιλοπραγµοσύνης, τῆς σατανικῆς, τῆς ὀλεθρίας. Εἰ µὲν γὰρ ἐν κλήρῳ κατειλεγµένον ἑαυτὸν εἶναι λέγοι, ἢ ἱερέα ἑαυτὸν ὀνοµάζοι, περιεργάζου, πολυπραγµόνει· οὐ γὰρ ἀκίνδυνος ἐκεῖ ἡ ἀνεξέταστος κοινωνία· περὶ γὰρ µεγάλων ὁ κίνδυνος· ἂν δὲ διατροφῆς δέηται, µηδὲν ἐξέταζε· οὐ γὰρ δίδως, ἀλλὰ λαµβάνεις. Ἐξέτασον, εἰ βούλει, πῶς Ἀβραὰµ τὴν φιλοξενίαν περὶ πάντας τοὺς προσιόντας ἐπεδείκνυτο. Εἰ περίεργος ἦν περὶ τοὺς καταφεύγοντας πρὸς αὐτὸν, οὐκ ἂν ἀγγέλους ἐξένισεν· ἴσως γὰρ ἂν µὴ νοµίζων αὐτοὺς ἀγγέλους εἶναι, µετὰ τῶν ἄλλων καὶ τούτους ἀπώσατο· ἀλλ' ἐπειδὴ πάντας ἐδέχετο, ἐδέξατο καὶ ἀγγέλους. Μὴ γὰρ ἀπὸ τοῦ βίου σοι τῶν λαµβανόντων τὸν µισθὸν δίδωσιν ὁ Θεός; Ἀπὸ τῆς προαιρέσεως τῆς σῆς, ἀπὸ τῆς φιλοτιµίας τῆς οἰκείας, ἀπὸ φιλανθρωπίας τῆς πολλῆς, ἀπὸ τῆς ἀγαθότητος· αὕτη ἔστω, καὶ πάντων ἐπιτεύξῃ τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀµήν.