Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 12 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
12.0
Οὗτος γὰρ ὁ Μελχισεδὲχ, βασιλεὺς Σαλὴµ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰµ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶεὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἐµέρισεν ἀπὸ πάντων Ἀβραὰµ, πρῶτον µὲν ἑρµηνευό µενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴµ( ὅ ἐστιβασιλεὺς εἰρήνης), ἀπάτωρ, ἀµήτωρ, ἀγενεαλόγητος, µήτε ἀρχὴν ἡµερῶν, µήτε ζωῆς τέλος ἔχων, ἀφωµοιωµένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ µένει ἱερεὺς εἰς τὸ διηνεκές.
12.1
Βουλόµενος ὁ Παῦλος τὸ διάφορον δεῖξαι τῆς Καινῆς καὶ τῆς Παλαιᾶς, πολλαχοῦ αὐτὸ διασπείρει, καὶ ἀκροβολίζεται, καὶ διακωδωνίζει τὰς ἀκοὰςτῶν ἀκροατῶν καὶ προγυµνάζει. Εὐθέως γὰρ καὶ ἀπὸ τοῦ προοιµίου τοῦτο κατεβάλλετο, εἰπὼν, ὅτι ἐκείνοις µὲν ἐλάλησεν ἐν προφήταις, ἡµῖν δὲ ἐν Υἱῷ· κἀκείνοις µὲν πολυµερῶς καὶ πολυτρόπως, ἡµῖν δὲ διὰ τοῦ Υἱοῦ. Εἶτα περὶ τοῦ Υἱοῦ διαλεχθεὶς τίς εἴη καὶ τί ἐργασάµενος, καὶ παραινέσας αὐτῷ πείθεσθαι, ἵνα µὴ τὰ αὐτὰ πάθωµεν τοῖς Ἰουδαίοις, καὶ εἰπὼν ὅτιἀρχιερεύς ἐστι κατὰ τὸν Μελχισεδὲχ, καὶ πολλάκις εἰς τὴν διαφορὰν ταύτην ἐµβῆναι βουληθεὶς, καὶ πολλὰ προοικονοµήσας, καὶ ἐπιτιµήσας αὐτοῖς ὡς ἀσθενέσι, καὶ πάλιν θεραπεύσας καὶ ἀνακτησάµενος ὥστε θαῤῥεῖν· τότε λοιπὸν εἰσάγει τὸν τῆς διαφορᾶς λόγον ἀκµαζούσαις ταῖς ἀκοαῖς· ὁ γὰρ ἀναπεπτωκὼς οὐκ ἂν εὐ κόλως ἀκούσειε. Καὶ ἵνα µάθῃς, ἄκουε τῆς Γραφῆς λεγούσης· Καὶ οὐκ ἤκουσαν Μωϋσῆ διὰ τὴν ὀλιγοψυχίαν.∆ ιὰ τοῦτο πρότερον κενώσας αὐτῶν τὴν ἀθυµίαν διὰ πολλῶν, καὶ διὰ φοβερῶν, καὶ διὰ χρηστοτέρων, τότε λοιπὸν καθίησιν εἰς τὸν τῆς διαφορᾶς λόγον· καὶ τί φησιν; Οὗτος γὰρ ὁ Μελχισεδὲχ, βασιλεὺς Σαλὴµ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Καὶ τὸ δὴ θαυµαστὸν, ἐν τῷ τύπῳ δείκνυσι πολλὴν οὖσαν τὴν διαφοράν. Ὅπερ γὰρ εἶπον, ἀπὸ τοῦ τύπου ἀεὶ πιστοῦται τὴν ἀλήθειαν, ἀπὸ τῶν παρελθόντων τὰ ἐνεστῶτα, διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν. Οὗτος γὰρ, φησὶν, ὁ Μελχισεδὲχ, βασιλεὺς Σαλὴµ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰµ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτόν· ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐµέρισεν Ἀβραάµ. Θεὶς τὴν διήγησιν πᾶσαν ἐν συντόµῳ, µυστικῶς αὐτὴν ἐθεώρησε· καὶ πρῶτον ἀπὸ τοῦ ὀνόµατος· Πρῶτον µὲν, φησὶν, ἑρµηνευόµενος βασιλεὺς δικαιοσύνης. Καλῶς· Σεδὲχ γὰρ δικαιοσύνη λέγεται. Μελχὶ δὲ βασιλεύς· ἄρα ὁ Μελχισεδὲχ βασιλεὺς δικαιοσύνης ἐστίν. Ὁρᾷς καὶ ἐν τοῖς ὀνόµασι τὴν ἀκρίβειαν; Τίς δέ ἐστι βασιλεὺς δικαιοσύνης, ἀλλ' ἢ ὁ Κύριος ἡµῶν Ἰησοῦς Χριστός; Ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴµ, ἀπὸ τῆς πόλεως· τουτέστι, βασιλεὺς εἰρήνης· οὕτω γὰρ ἑρµηνεύεται τὸ, Σαλήµ. Ὃ πάλιν ἐστὶ τοῦ Χριστοῦ· οὗτος γὰρ ἡµᾶς δικαίους ἐποίησε, καὶ εἰρηνοποίησε τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Τίς δαὶ ἄνθρωπος βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης ἐστίν; Οὐδεὶς ἕτερος, ἀλλ' ἢ µόνος ὁ Κύριος ἡµῶν Ἰησοῦς Χριστός. Εἶτα καὶ ἑτέραν διαφορὰν ἐπάγει λέγων, Ἀπάτωρ, ἀµήτωρ, ἀγενεαλόγητος, µήτε ἀρχὴν ἡµερῶν, µήτε ζωῆς τέλος ἔχων, ἀφωµοιωµένος δὲ τῷ Υἱῷ τοῦΘεοῦ, µένει ἱερεὺς εἰς τὸ διηνεκές. Ἐπειδὴ τοίνυν ἀντέπιπτεν αὐτῷ τὸ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲχ, ἐκεῖνος δὲ ἐτεθνήκει, καὶ οὐκ ἐγένετο ἱερεὺς εἰς τὸν αἰῶνα· ὅρα πῶς αὐτὸ τεθεώρηκεν. Ἵνα γὰρ µηδεὶς ἀντεπενέγκῃ λέγων, Καὶ τίς τοῦτο εἴποι ἂν περὶ ἀνθρώπου; οὐ τῷ πράγµατι, φησὶ, λέγω· τουτέστιν, οὐκ ἴσµεν ποτὲ τίνα πατέρα ἔσχεν, ἢ τίνα µητέρα, οὐ πότε ἐδέξατο τὴν ἀρχὴν, οὐ πότε ἐτελεύτησε. Καὶ τίς τοῦτο, φησί; µὴ γὰρ, ἐπειδὴ ἡµεῖς οὐκ ἴσµεν, οὐκ ἐτελεύτησεν, ἢ οὐκ ἔσχε γονεῖς; Καλῶς λέγεις, καὶ ἐτελεύτησε, καὶ ἔσχε γονεῖς. Πῶς οὖν, Ἀπάτωρ, ἀµήτωρ; πῶς, Μήτε ἀρχὴν ἡµερῶν, µήτε ζωῆς τέλος ἔχων; Πῶς; τῷ µὴ ἐµφέρεσθαι τῇ Γραφῇ. Καὶ τί τοῦτο; Ὅτι, ὥσπερ οὗτος ἀπάτωρ τῷ µὴ γενεαλογεῖσθαι, οὕτως ὁ Χριστὸς αὐτῇ τῇ φύσει τοῦ πράγµατος.
12.2
Ἰδοὺ τὸ ἄναρχον, ἰδοὺ τὸ ἀτελεύτητον. Ὥσπερ τούτου οὐκ ἴσµεν οὔτε ἀρχὴν ἡµερῶν, οὔτε ζωῆς τέλος, διὰ τὸ µὴ γεγράφθαι· οὕτως οὐκ ἴσµεν οὐδὲ τοῦ Ἰησοῦ, οὐ διὰ τὸ µὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ µὴ εἶναι. Ἐκεῖνο µὲν γὰρ τύπος, καὶ διὰ τοῦτο ἀπὸ τοῦ µὴ γεγράφθαι· τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο ἀπὸ τοῦ µὴ εἶναι. Ὥσπερ γὰρ καὶ ἐν τοῖς ὀνόµασιν( ἐνταῦθα µὲν γὰρ προσηγορίαι ἦσαν βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης, ἐκεῖ δὲ πραγµάτων ἀλήθεια) οὕτω καὶἐνταῦθα προσηγορίαι εἰσὶν, ἐκεῖ δὲ πραγµάτων ἀλήθεια. Πῶς οὖν ἀρχὴν ἔχει; Ὁρᾷς ἄναρχον τὸν Υἱὸν, οὐ κατὰ τὸ µὴ ἔχειν αἴτιον· τοῦτο γὰρ ἀδύνατον· ἔχει γὰρ Πατέρα· ἐπεὶ πῶς υἱός; ἀλλὰ κατὰ τὸ µὴ ἔχειν ἀρχὴν ζωῆς, µήτε τέλος. Ἀφ ωµοιωµένος δὲ, φησὶ, τῷ Υἱῷ τοῦ Θεοῦ. Καὶ ποῦ ἡ ὁµοιότης; Ὅτι καὶ τούτου κἀκείνου τὸ τέλος ἀγνοοῦµεν. καὶ τὴν ἀρχήν· ἀλλὰ τούτου µὲν παρὰ τὸ µὴ γεγράφθαι, ἐκείνου δὲ παρὰ τὸ µὴ εἶναι. Ἐνταῦθα ἡ ὁµοιότης. Εἰ δὲ πανταχοῦ ἔµελλεν ἡ ὁµοιότης εἶναι, οὐκέτι τύπος ἦν καὶ ἀλήθεια, ἀλλὰ τύπος τὰ ἀµφότερα. Οὕτω καὶ ἐν ταῖς σκιαγραφουµέναις εἰκόσι γινόµενον ἴδοι τις ἄν· ἐν ἐκείναις γὰρ ἔστι µέν τι καὶ ὅµοιον, ἔστι δὲ καὶ ἀνόµοιον· διὰ µὲν γὰρ τῆς ἁπλῶς γραφῆς ὁµοιότης τίς ἐστι τοῦ χαρακτῆρος· τῶν χρωµάτων δὲ ἐπιτεθέντων, τότε φανερῶς δείκνυται ἡ διαφορὰ, καὶ τὸ ὅµοιον καὶ τὸ ἀνόµοιον. Θεωρεῖτε δὲ, φησὶ, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰµ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Τέως ἥρµοσε τὸν τύπον. Θαῤῥῶν λοιπὸν δείκνυσι αὐτὸν τῶν ἀληθινῶν πραγµάτων τῶν παρὰ Ἰουδαίοις λαµπρότερον. Εἰ δὲ ὁ τύπον ἔχων τοῦ Χριστοῦ τοσοῦτον, οὐ τῶν ἱερέων, ἀλλὰ καὶ αὐτοῦ τοῦ προπάτορος τῶν ἱερέων βελτίων· τί ἄν τις εἴποι περὶ τῆς ἀληθείας; Ὁρᾷς ἐξ ὅσης περιουσίας δείκνυσι τὴν ὑπεροχήν· Θεωρεῖτε δὲ, φησὶ, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἔδωκεν Ἀβραὰµ ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Ἀκροθίνια τὰ λάφυρα λέγεται. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι ὡς µετασχόντι τοῦ πολέµου ἔδωκε· διὰ γὰρ τοῦτο εἶπεν, Ὑπήντησεν ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων· δηλῶν ὅτι οἴκοι ἐκάθητο, καὶ ὅτι τῶν αὐτῷ πεπονηµένων τὰς ἀπαρχὰς ἔδωκε. Καὶ οἱ µὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαµβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦ ν τὸν λαὸν κατὰ τὸν νόµον, τουτέστι, τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάµ. Τοσαύτη, φησὶ, τῆς ἱερωσύνης ἡ ὑπερβολὴ, ὥστε τοὺς ὁµοτίµους ἀπὸ προγόνων καὶ τὸν αὐτὸν ἔχοντας προπάτορα, πολλῷ βελτίους εἶναι τῶν ἄλλων.∆ εκάτας γοῦν παρ' ἐκείνων λαµβάνουσιν. Ὅταν οὖν εὑρεθῇ τις παρ' αὐτῶν τούτων δεκάτας λαµβάνων, ἆρα οὐχ οὗτοι µὲν ἐν τάξει λαϊκῶν, ἐκεῖνος δὲ ἐν τοῖς ἱερεῦσι; Καὶ οὐ τοῦτο µόνον, ἀλλ' οὐδὲ ὁµότιµος ἦν αὐτοῖς, ἀλλ' ἐξ ἑτέρου γένους. Ὥστε οὐκ ἂν ἔδωκεν ἀλλοφύλῳ δεκάτας, εἰ µὴ πολλὴ ἦν ἡ τιµή. Βαβαί! τὶ εἰργάσατο; µεῖζον ἢ τὰ κατὰ τὴν πίστιν ἐν τῇ πρὸς Ῥωµαίους κινῶν Ἐπιστολῇ διεσάφησεν. Ἐκεῖ µὲνγὰρ καὶ τῆς ἡµετέρας καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν Ἀβραὰµ προπάτορα εἶναί φησιν· ἐνταῦθα δὲ αὐτοῦ σφόδρα κατατολµᾷ, καὶ δείκνυσι τὸν ἀκρόβυστον πολλῷ βελτίονα. Πῶς οὖν ἔδειξεν; ὅτι Λευῒ δεκάτας ἔδωκεν; Ὁ Ἀβρὰµ, φησὶν, ἔδωκε. Καὶ τί πρὸς ἡµᾶς τοῦτο; Μάλιστα µὲν οὖν πρὸς ὑµᾶς· οὐ γὰρ δὴ φιλονεικήσετε τοὺς Λευΐτας βελτίονας εἶναι τοῦ Ἀβραάµ. Ὁ δὲ µὴ γενεαλογούµενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραάµ. Εἶτα καὶ οὐχ ἁπλῶς παρῆλθεν, ἀλλὰ προσέθηκε, Καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγησεν. Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεµνὸν Ἰουδαίοις, δείκνυσιν ἐκείνου ὄντα σεµνότερον ἐκεῖνον, καὶ ἀπὸ τῆς κοινῆς κρίσεως ἁπάντων. Χωρὶς δὲ πάσης ἀντιλογίας, φησὶ, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Τουτέστι, πᾶσι δοκεῖ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖσθαι. Οὐκοῦν κρείττων ὁ τύπος τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος. Καὶ ὧδε µὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαµβάνουσιν· ἐκεῖ δὲ µαρτυρούµενος ὅτι ζῇ. Ἀλλ' ἵνα ἐκεῖνα µὴ εἴπωσι, τί ἄνω ἀπέρχῃ; τί πρὸς τοὺς ἱερέας ἡµῶν, εἰ Ἀβραὰµ δεκάτην ἔδωκεν; εἰπὲ τὰ εἰς ἡµᾶς· ἐπάγει καὶ λέγει· Καὶ, ὡς ἔπος εἰπεῖν. Καὶ καλῶς αὐτὸ ἐκό λασε, φανερῶς µὴ εἰπὼν, ἵνα µὴ πλήξῃ.∆ ιὰ Ἀβραὰµ καὶ Λευῒ ὁ δεκάτας λαµβάνων δεδεκάτωται. Πῶς; Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέχ. Τουτέστιν, ἐν αὐτῷ ἦν ὁ Λευῒ καὶ µήπω τεχθεὶς, δι' αὐτοῦ τὴν δεκάτην ἐδίδου. Ὅρα, οὐκ εἶπεν, Οἱ Λευῗται, ἀλλ' Ὁ Λευΐ· τὸ µεῖζον, ὡς ἤθελε, κἀντεῦθεν συνάγων εἰς ὑπερβολήν. Εἶδες πόσον τὸ µέσον τοῦ Ἀβραὰµ καὶ τοῦ Μελχισεδὲχ τοῦ τὸν τύπον φέροντος τοῦ ἀρχιερέως τοῦ ἡµετέρου; Καὶ δείκνυσι τὴν ὑπεροχὴν ἐξουσίᾳ, οὐκ ἀνάγκῃ γεγενηµένην. Ἐκεῖνος γὰρ ἔδωκε τὴν δεκάτην, ὅπερ ἐστὶν ἱερέως· οὗτος εὐλόγησεν, ὅπερ ἐστὶ κρείττονος. Αὕτη ἡ ὑπεροχὴ καὶ εἰς τοὺς ἐκγόνους διαβαίνει. Θαυµαστῶς καὶ περιγεγονότως ἔῤῥιψεν ἔξω τὰ Ἰουδαϊκά.∆ ιὰ τοῦτο ἄρα ἔλεγε, Νωθροὶ γεγόνατε, ἐπειδὴ ταῦτα καταβαλέσθαι ἐβούλετο, ὥστε µὴ ἀποσκιρτῆσαι αὐτούς. Τοιαύτη γὰρ ἡ σοφία τοῦ Παύλου· προκατασκευάζων πρῶτον, οὕτως ἐµβάλλει εἰς ἃ βούλεται.∆ υσπειθὲς γὰρ τὸ γένος τὸ ἀνθρώπινον, καὶ πολλῆς δεόµενον ἐπιµελείας, καὶ πλείονος ἢ τὰ φυτά. Ἐκεῖ µὲν γὰρ φύσις σωµάτων ἐστὶ καὶ γῆς, εἴκουσα ταῖς τῶν γηπόνων χερσίν· ἐνταῦθα δὲ προαίρεσις, πολλὰς δεχοµένη µεταβολὰς, καὶ νῦν µὲν τοῦτο, νῦν δὲ ἐκεῖνο αἱρουµένη· ὀξυῤῥεπὴς γὰρ αὕτη πρὸς κακίαν.
12.3
∆ ιὸ χρὴ πάντοτε φυλάττειν ἑαυτοὺς, µήποτε ἀπονυστάξωµεν. Ἰδοὺ γὰρ, φησὶν, οὐ νυστάξει, οὐδὲ ὑπνώσει, ὁ φυλάσσων τὸν Ἰσραήλ· καί· Μὴ δῷς εἰς σάλον τὸν πόδα σου. Οὐκ εἶπε, Μὴ σαλευθῇς, ἀλλὰ, Μὴ δῷς. Ἄρα ἐφ' ἡµῖν τὸ δοῦναι, καὶ οὐκ ἐφ' ἑτέρῳ τινί. Ἂν γὰρ ἐθέλωµεν ἑστάναι ἑδραῖοι καὶ ἀµετακίνητοι, οὐ σαλευθησόµεθα· τῷ γὰρ οὕτως εἰπεῖν, τοῦτο ᾐνίξατο. Τί οὖν; οὐδὲν ἐπὶ τῷ Θεῷ; Πάντα µὲν ἐπὶ τῷ Θεῷ· ἀλλ' οὐχ οὕτως, ὥστε τὸ αὐτεξούσιον ἡµῶν βλάπτεσθαι. Εἰ τοίνυν ἐπὶ τῷ Θεῷ, φησὶ, τί ἡµᾶς αἰτιᾶται;∆ ιὰ τοῦτο εἶπον, Οὐχ οὕτως, ὥστε τὸ αὐτεξούσιον ἡµῶν βλάπτεσθαι. Ἐφ' ἡµῖν ἐστι τοίνυν, καὶ ἐπ' αὐτῷ· δεῖ γὰρ ἡµᾶς πρῶτον ἑλέσθαι τὰ ἀγαθὰ, καὶ ὅτε ἑλώµεθα ἡµεῖς, τότε καὶ αὐτὸς τὰ παρ' ἑαυτοῦ εἰσάγει. Οὐ προφθάνει τὰς ἡµετέρας βουλήσεις, ἵνα µὴ λυµήνηται τὸ αὐτεξούσιον ἡµῶν· ὅταν δὲ ἡµεῖς ἑλώµεθα, τότε πολλὴν εἰσάγει τὴν βοήθειαν ἡµῖν. Πῶς οὖν, εἰ καὶ ἐφ' ἡµῖν ἐστιν, ὁ Παῦλός φησιν· Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ; Πρῶτον µὲν οὐχ ὡς ἰδίαν γνώµην εἰσήγαγεν, ἀλλ' ὡς ἐκ τοῦ προκειµένου αὐτὸ συνήγαγε, καὶ ἐκ τοῦ προβληθέντος. Εἰπὼν γάρ· Γέγραπται· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω, ἐπήγαγεν· Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Ἐρεῖς οὖν µοι· Τί ἔτι µέµφεται;∆ εύτερον δὲ, ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὗ τὸ πλέον ἐστὶ, τὸ πᾶν φησιν εἶναι. Ἡµῶν γὰρ τὸ προελέσθαι καὶ βουληθῆναι, Θεοῦ δὲ τὸ ἀνύσαι καὶ εἰς τέλος ἀγαγεῖν. Ἐπεὶ οὖν ἐκείνου τὸ πλέον ἐστὶ, τὸ πᾶν ἐκείνου εἶναί φησι, κατὰ τὴν συνήθειαν τὴν ἀνθρωπίνην τοῦτο λέγων. Οὕτω γὰρ καὶ ἡµεῖς ποιοῦµεν· οἷόν τι λέγω· Ὁρῶµεν οἰκίαν οἰκοδοµουµένην καλῶς, καὶ λέγοµεν· Τὸ πᾶν τοῦ τεχνίτου ἐστί· καίτοι γε οὐ τὸ πᾶν αὐτοῦ ἐστιν, ἀλλὰ καὶ τῶν ἐργατῶν, καὶ τοῦ τὴν ὕλην παρασχόντος δεσπότου, καὶ πολλῶν ἑτέρων· ἀλλ' ὅµως ἐπειδὴ τὸ πλέον ἐκεῖνος εἰσήνεγκεν, ἐκείνου τὸ πᾶν εἶναι λέγοµεν. Οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ πάλιν ἐπὶ πλήθους, ἔνθα µὲν οἱ πολλοὶ, πάντας εἶναί φαµεν· ἔνθα δὲ ὀλίγοι, οὐδένα. Οὕτω καὶ Παῦλος ἐνταῦθά φησι τὸ, Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Τοῦτο δὲ λέγων, δύο τὰ µέγιστα κατορθοῖ· ἓν µὲν, τὸ µὴ ἐπαίρεσθαι ἐφ' οἷς κατορθοῦµεν· δεύτερον δὲ, τὸ κατορθοῦντας ἀνατιθέναι τῷ Θεῷ τὴν τῶν κατορθουµένων αἰτίαν. Κἂν τρέχῃς τοίνυν, κἂν σπουδάζῃς, φησὶ, µὴ νόµιζε σὸν εἶναι τὸ κατόρθωµα· ἂν γὰρ µὴ τῆς ἄνωθεν τύχῃς ῥοπῆς, πάντα εἰκῆ. Πλὴν ὅτι τεύξῃ τοῦ σπουδαζοµένου µετὰ τῆς ἐκεῖθεν συµµαχίας, εὔδηλόν ἐστιν· ἀλλ' ἂν τρέχῃς καὶ σὺ, ἂν θέλῃς. Οὐ τοῦτο οὖν εἶπεν, ὅτι εἰκῆ τρέχοµεν, ἀλλ' ὅτι εἰκῆ τρέχοµεν, ἐὰν ἡµέτερον εἶναι τὸ πᾶν νοµίζωµεν, ἐὰν µὴ τὸ πλέον ἀπονέµωµεν τῷ Θεῷ. Οὔτε γὰρ αὐτοῦ εἶναι τὸ πᾶν ἠθέλησεν ὁ Θεὸς, ἵνα µὴ δόξῃ εἰκῆ στεφανοῦν ἡµᾶς· οὔτε ἡµῶν πάλιν, ἵνα µὴ εἰς ἀπόνοιαν ἐκπέσωµεν. Εἰ γὰρ τὸ ἔλαττον µέρος ἔχοντες µεγάλα φρονοῦµεν, τί, εἰ τοῦ ὅλου κύριοι ἦµεν; πολλὰ γὰρ ὁ Θεὸς ἐποίησεν ὑπὲρ τοῦ τὴν ἀλαζονείαν ἡµῶν ἐκκόψαι. Καὶ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλὴ, φησί. Πόσοις ἡµᾶς πάθεσι περιέβαλεν, ὥστε ἐκκόψαι ἡµῶν τὸ φρόνηµα; πόσοις ἐκύκλωσε θηρίοις; Καὶ γὰρ ὅταν λέγωσί τινες, Τί τοῦτο; εἰς τί τοῦτο; παρὰ τὸ τῷ Θεῷ δοκοῦν ταῦτά φασιν. Ἐν τοσούτῳ σε φόβῳ κατέστησε, καὶ οὐδὲ οὕτω ταπεινοφρονεῖς, ἀλλὰ µικρᾶς εὐπραγίας ἂν ἐπιλάβῃ ποτὲ, πρὸς αὐτὸν φθάνεις τὸν οὐρανὸν τῷ φρονήµατι.
12.4
∆ ιὰ τοῦτο αἱ τάχισται µεταβολαὶ καὶ µεταπτώσεις, καὶ οὐδὲ οὕτω παιδευόµεθα· διὰ τοῦτο θάνατοι συνεχεῖς καὶ ἄωροι, ἡµεῖς δὲ ὡς ἀθάνατοι φρονοῦµεν, ὡς οὐδέποτε τεθνηξόµενοι· οὕτως ἁρπάζοµεν, οὕτω πλεονεκτοῦµεν, ὡς οὐδέποτε δώσοντες λόγον· οὕτως οἰκοδοµοῦµεν, ὡς ἐνταῦθα µένοντες ἀεὶ, καὶ οὐδὲ ὁ τοῦ Θεοῦ λόγος καθ' ἑκάστην ἡµέραν ἡµῖν ἐνηχούµενος, οὐδὲ αὐτὰ παιδεύει τὰ πράγµατα. Οὐκ ἔστιν ἡµέραν, οὐκ ἔστιν ὥραν εἰπεῖν, ἐν ᾗ µὴ συνεχεῖς ἔστιν ἰδεῖν ἐκφοράς· ἀλλὰ πάντα µάτην, καὶ τῆς σκληρότητος ἡµῶν οὐδὲν καθικνεῖται. Οὐδὲ ἐν ταῖς ἑτέρων συµφοραῖς βελτίους γενέσθαι δυνάµεθα, µᾶλλον δὲ, οὐδὲ θέλοµεν· ἀλλ' ὅταν αὐτοὶ µόνοι πενθῶµεν, τότε συστελλόµεθα· κἂν ἀνῇ τὴν χεῖρα ὁ Θεὸς, πάλιν ἡµεῖς τὴν χεῖρα ἐπήραµεν. Οὐδεὶς τὰ ἄνω φρονεῖ, οὐδεὶς καταφρονεῖ τῶν ἐν τῇ γῇ, οὐδεὶς πρὸς τὸν οὐρανὸν ὁρᾷ· ἀλλ' ὥσπερ οἱ χοῖροι κάτω νεύουσι, πρὸς τὴν γαστέρα κύπτοντες, καὶ τῷ βορβόρῳ ἐγκαλινδούµενοι· οὕτω καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων, βορβόρῳ χαλεπωτάτῳ ἑαυτοὺς µολύνοντες οὐκ αἰσθάνονται· βέλτιον γὰρ πηλῷ µολύ νεσθαι ἀκαθάρτῳ, ἢ ἁµαρτήµασιν. Ὁ µὲν γὰρ ἐκεῖθεν µολυνθεὶς, ἀπενίψατο ἐν βραχεῖ χρόνῳ, καὶ γέγονεν ὅµοιος τῷ µηδὲ ἐµπεσόντι παρὰ τὴν ἀρχὴν εἰς ἐκεῖνο τὸ τέλµα· ὁ δὲ εἰς τὸ βάραθρον τῆς ἁµαρτίας ἐµπεσὼν, ἐδέξατο µολυσµὸν οὐχ ὕδατι καθαιρόµενον, ἀλλὰ πολλοῦ δεόµενον χρόνου, καὶ µετανοίας ἀκριβοῦς, καὶ δακρύων, καὶ κοπετῶν, καὶ πλείονος θρήνου καὶ θερµοτέρου, ἢ ἐπὶ τοῖς φιλτάτοις ἐπιδείκνυσθε. Οὗτος µὲν γὰρ ὁ ῥύπος ἔξωθεν ἡµῖν προσγίνεται· διὸ καὶ ταχέως αὐτὸν ἀποτιθέµεθα· ἐκεῖνος δὲ ἔνδοθεν τίκτεται· διὸ καὶ µόλις αὐτὸν ἀπονιπτόµενοι καθαιρόµεθα. Ἐκ γὰρ τῆς καρδίας, φησὶν, ἐξέρχονται διαλογισµοὶ πονηροὶ, πορνεῖαι, µοιχεῖαι, κλοπαὶ, ψευδοµαρτυρίαι.∆ ιὸ καὶ ὁ προφήτης ἔλεγε· Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοὶ, ὁ Θεός· ἕτερος δέ· Ἀπόπλυνον ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήµ. Ὁρᾷς ὅτι τὸ κατορθοῦν καὶ ἡµῶν ἐστι καὶ τοῦ Θεοῦ; Καὶ πάλιν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Οὐκοῦν γενώµεθα καθαροὶ εἰς δύναµιν τὴν ἡµετέραν· ἀποσµήξωµεν ἑαυτῶν τὰ ἁµαρτήµατα. Πῶς δὲ ἔστιν ἀποσµῆξαι; Ὁ προφήτης διδάσκει, λέγων, Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑµῶν ἀπὸ τῶν ψυχῶν ὑµῶν ἀπέναντι τῶν ὀφθαλµῶν µου. Τί ἐστιν, Ἀπέναντι τῶν ὀφθαλµῶν µου; Ἐπειδή τινες εἶναι δοκοῦσιν ἀπόνηροι, ἀλλὰ τοῖς ἀνθρώποις, τῷ δὲ Θεῷ δῆλοι ὄντες τάφοι κεκονιαµένοι· διὰ τοῦτό φησιν, Οὕτως ἀφέλετε, ὡς ἐγὼ ὁρῶ. Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ταπεινὸν καὶ πένητα δικαιώσατε· καὶ δεῦτε, καὶ διελεγχθῶµεν, λέγει Κύριος· καὶ, ἐὰν ὦσιν αἱ ἁµαρτίαι ὑµῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Ὁρᾷς ὅτι προτέρους ἡµᾶς ἑαυτοὺς δεῖ καθαίρειν, καὶ τότε ὁ Θεὸς καθαίρει; Πρῶτον γὰρ εἰπὼν, Λούσασθε, καθαροὶ γένεσθε, τότε ἐπήγαγεν, Ἐγὼ λευκανῶ. Μηδεὶς τοίνυν τῶν εἰς ἐσχάτην κακίαν ἡκόντων, ἀπογινωσκέτω ἑαυτοῦ· κἂν γὰρ εἰς ἕξιν, φησὶν, ἔλθῃς, καὶ σχεδὸν εἰς φύσιν τῆς κακίας αὐτῆς, µὴ φοβηθῇς.∆ ιὰ γὰρ τοῦτο χρώµατα οὐκ ἐξίτηλα, ἀλλὰ σχεδὸν συνουσιωµένα τοῖς ὑποκειµένοις λαβὼν εἰς τὴν ἐναντίαν αὐτὰ ἔφησε κατάστασιν ἥξειν. Οὐ γὰρ ἁπλῶς πλύνειν ἔφη, ἀλλ' ὡς χιόνα, καὶ ὡς ἔριον λευκαίνειν, ἵνα ἡµῖν χρηστὰς ὑποτείνῃ τὰς ἐλπίδας. Ἄρα µεγάλη τῆς µετανοίας ἡ δύναµις, εἴ γε ὡς χιόνα ἡµᾶς ἐργάζεται, καὶ ὡς ἔριον λευκαίνει, κἂν προλαβοῦσα ἡ ἁµαρτία βάψῃ τὰς ἡµετέρας ψυχάς. Σπουδάσωµεν τοίνυν καθαροὶ γενέσθαι· οὐδὲν φορτικὸν ἐπέταξε· Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, φησίν. Ὁρᾷς πανταχοῦ πῶς πολὺς τῷ Θεῷ ὁ τοῦ ἐλέους λόγος, καὶ τῆς τῶν ἀδικουµένων προστασίας; Ταῦτα µετίωµεν τὰ κατορθώµατα, καὶ δυνησόµεθα τῇ χάριτι τοῦ Θεοῦ καὶ τῶν µελλόντων ἐπιτυχεῖν ἀγαθῶν· ὧν πάντας ἡµᾶς ἀξιοῦσθαι γένοιτο ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν.

Intertext edge

Open linked passage

Note