Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
13.0
Εἰ µὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερω σύνης ἦν( ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενοµοθέ τητο), τίς ἔτι χρεία, κατὰ τὴν τάξιν Μελχισε δὲχ ἕτερον ἀνίστασθαιἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; µετατιθεµένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόµου µετάθεσις γίνεται. Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας µετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡµῶν, εἰς ἣν φυλὴν οὐ δὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησεν.
13.1
Εἰ µὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, φησίν. Εἰπὼν περὶ τοῦ Μελχισεδὲχ, καὶ δείξας ὅσῳ κρείττων ἦν τοῦ Ἀβραὰµ, καὶ πολὺ τὸ διάφορον ἀποφήνας, ἐντεῦθεν ἄρχεται λοιπὸν τῆς διαθήκης αὐτῆς τὸµέσον ἀποδεικνύναι, καὶ πῶς ἡ µὲν ἀτελὴς, ἡ δὲ τελεία. Καὶ οὐδέπω εἰς αὐτὰ τὰ πράγµατα ἐµβαίνει, ἀλλ' ἀπὸ τῆς ἱερωσύνης τέως µάχεται καὶ τῆς διαθήκης. Τότε γὰρ ταῦτα πιστότερα ἦν τοῖς ἀπίστοις, ὅταν ἀπὸ τῶν ἤδη προειληµµένων καὶ πεπιστευµένων ἡ ἀπόδειξις γίνηται. Ἔδειξεν ὅτι πολὺ καὶ τοῦ Λευῒ καὶ τοῦ Ἀβραὰµ βελτίων ἦν ὁ Μελχισεδὲχ, ἐν τάξει ἱερέων αὐτοῖς γενόµενος. Ἐξ ἑτέρου δὲ πάλιν ἐπιχειρεῖ. Ποίου δὴ τούτου; Τῆς νῦν ἱερωσύνης, καὶ τῆς Ἰουδαϊκῆς. Καὶ θέα µοι συνέσεως ὑπερβολήν· ἀφ' οὗ γὰρ εἰκὸς ἦν αὐτὸν ἐκβαλεῖν τῆς ἱερωσύνης, ἐπειδὴ µὴ κατὰ τὴν τάξιν. 30] Ἀαρὼν, ἀπὸ τούτου τοῦτον µὲν ἵστησιν; ἐκβάλλει δὲ ἐκείνους. Ποιεῖ δὲ τοῦτο ἑαυτὸν εἰσάγων ὥσπερ ἀπό τινος διαπορούµενον, τί δήποτε µὴ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεται, οὕτω τὴν διαπόρησιν λύοντα. Καὶ ἐγὼ, φησὶ, τοῦτο αὐτὸ διαπορῶ, τίνος ἕνεκεν µὴ κατὰ τὴν τάξιν Ἀαρὼν γέγονε. Τοῦτο γὰρ δηλοῖ τῷ εἰπεῖν, Εἰ µὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν. Καὶ τὸ, Τίς ἔτι χρεία, πολλὴν ἔµφασιν ἔχει. Εἰ µὲν οὖν πρώην ὁ Χριστὸς τὸ κατὰ σάρκα κατὰ τὴν τάξιν Μελχισεδὲχ, ἔπειτα ὁ νόµος γέγονε, καὶ τὰ κατὰ τὸν Ἀαρών· εἰκότως ἄν τις εἴποι, ἅτε ὄντα τελειότερα, ταῦτα ἐκεῖνα καταλύειν, ἅτε ἐπεισελθόντα· εἰ δὲ ὁ Χριστὸς ὕστερος, καὶ ἕτερον λαµβάνει τύπον τὸν τῆς ἱερωσύνης, δῆλον ὅτι ὡς ἀτελεστέρων ὄντων ἐκείνων. Θῶµεν γὰρ, φησὶ, τῷ λόγῳ πάντα πεπληρῶσθαι, καὶ µηδὲν ἀτελὲς εἶναι ἐν τῇ ἱερωσύνῃ· τί οὖν ἔδει, Κατὰ τὴν τάξιν Μελχισεδὲχ, λέγεσθαι, καὶ οὐ, Κατὰ τὴν τάξιν Ἀαρών; τίνος ἕνεκεν, ἀφεὶς τὸν Ἀαρὼν, ἑτέραν εἰσήνεγκεν ἱερωσύνην, τὴν τοῦ Μελχισεδέχ; Εἰ µὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης, φησὶν, ἦν· τουτέστι, τῆς τῶν πραγµάτων, τῆς τῶν δογµάτων, τοῦ βίου ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν. Καὶ ὅρα πῶς ὁδῷ προβαίνει. Εἶπεν ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲχ, δεικνὺς ὅτι βελτίων ἡ κατὰ τὴν τάξιν Μελχισεδέχ· πολὺ γὰρ βελτίων ἐκεῖνος. Λοιπὸν δὲ καὶ ἀπὸ τοῦ χρόνου τοῦτο δείκνυσιν, ὅτι µετὰ Ἀαρὼν δηλονότι ὡς ἀµείνων. Καὶ τί βούλεται τὸ ἑξῆς, Ὁ λαὸς γὰρ, φησὶν, ἐπ' αὐτῇ νενοµοθέτητο; τί ἐστιν, Ἐπ' αὐτῇ; Αὐτῇ στοιχεῖ, φησὶ, δι' αὐτῆς ἅπαντα πράττει· οὐκ ἔστιν εἰπεῖν, ὅτι ἑτέροις ἐδόθη. Ὁ λαὸς ἐπ' αὐτῇ νενοµοθέτητο· τουτέστι, κέχρηται αὐτῇ καὶ ἐχρήσατο· οὐκ ἔστιν εἰπεῖν ὅτι τελεία µὲν ἦν, οὐ προειστήκει δὲ τοῦ λαοῦ. Ἐπ' αὐτῇ νενοµοθέτητο· τουτέστιν, αὐτῇ ἐχρήσατο. Τίς οὖν ἑτέρας ἦν ἱερωσύνης χρεία, εἰ τὸ τέλειον εἶχε; Μετατιθεµένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόµου µετάθεσις γίνεται· εἰ δὲ ἕτερον δεῖ ἱερέα εἶναι, µᾶλλον δὲ ἑτέραν ἱερωσύνην, ἀνάγκη καὶ νόµον ἕτερον εἶναι. Τοῦτο πρὸς τοὺς λέγοντας· Τί ἔδει καινῆς διαθήκης; Εἶχε µὲν γὰρ καὶ µαρτυρίαν εἰπεῖν ἀπὸ προφητείας· Αὕτη διαθήκη, ἣν διεθέµην τοῖς πατράσιν ὑµῶν· τέως δὲ ἀπὸ τῆς ἱερωσύνης µάχεται. Καὶ ὅρα πῶς ἄνωθεν ταῦτα εἰπεῖν ὤδινεν. Εἶπε· Κατὰ τὴν τάξιν Μελχισεδέχ. Τοῦτο τὴν Ἀαρὼν ἐξέβαλεν· οὐ γὰρ ἂν, Κατὰ τὴν τάξιν Μελχισεδὲχ, εἶπεν, εἰ αὕτη ἀµείνων ἦν. Εἰ τοίνυν ἱερωσύνη εἰσῆκται ἄλλη, δεῖ διαθήκην εἶναι ἑτέραν· οὔτε γὰρ ἱερέα ἔστι διαθήκης χωρὶς εἶναι καὶ νόµων καὶ προσταγµάτων, οὔτε ἑτέραν λαβόντα ἱερωσύνην ἐκείνῃ κεχρῆσθαι. Εἶτα, ὅπερ ἀντιθέσεως ἦν, πῶς ἱερεὺς ἂν εἴη µὴ ὢν Λευΐτης, τοῦτο διὰ τῶν ἄνω προκαταβαλὼν, οὐδὲ λῦσαι ἀξιοῖ, ἀλλ' ἐν παραδροµῇ εἰσάγει αὐτό. Εἶπον, φησὶν, ὅτι µετετέθη ἡ ἱερωσύνη· οὐκοῦν καὶ ἡ διαθήκη. Μετετέθη δὲ οὐ τῷ τρόπῳ µόνον, οὐδὲ τοῖς προστάγµασιν, ἀλλὰ καὶ τῇ φυλῇ· ἔδει γὰρ καὶ τῇ φυλῇ. Πῶς; Μετατιθεµένης γὰρ τῆς ἱερωσύνης, φησί. Τουτέστι, διὰ τοῦτο µετετέθη ἀπὸ φυλῆς εἰς φυλὴν, ἀπὸ τῆς ἱερατικῆς ἐπὶ τὴν βασιλικὴν, ἵνα ᾖ ἡ αὐτὴ καὶ βασιλικὴ καὶ ἱερατική. Καὶ θέα τὸ µυστήριον· Πρῶτον µὲν ἦν βασιλικὴ, καὶ νῦν γέγονεν ἱερατική· ὡσπεροῦν καὶ ἐπὶ τοῦ Χριστοῦ· βασιλεὺς µὲν γὰρ ἦν ἀεὶ, ἱερεὺς δὲ γέγονεν, ὅτε τὴν σάρκα ἀνέλαβεν, ὅτε τὴν θυσίαν προσήγαγεν. Ὁρᾷς τὴν µεταβολήν; Καὶ ἅπερ ἀντιθέσεως ἦν, ταῦτα, ὡς τῆς τῶν πραγµάτων ἀκολουθίας ἀπαιτούσης, εἰσάγει· Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φησὶ, φυλῆς ἑτέρας µετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡµῶν, εἰς ἣν φυλὴν περὶ ἱερωσύνης οὐδὲν Μωϋσῆς ἐλάλησεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κἀγώ φηµι καὶ οἶδα, ὅτι οὐδὲν ἱερωσύνης εἶχεν αὕτη ἡ φυλὴ, οὐδέ τις ἀπὸ ταύτης ἱεράτευσε· τοῦτο γὰρ δηλοῖ τὸ, Οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ· ἀλλὰ τὸ πᾶν µετάθεσίς ἐστιν. Οὕτως ἀναγκαῖον ἦν τὸν νόµον καὶ τὴν παλαιὰν διαθήκην µετατεθῆναι, ὅτι καὶ αὐτὴ ἐνήλλακται ἡ φυλή. Ὁρᾷς πῶς δείκνυσι καὶ ἄλλην διαφορὰν ἀπὸ τῆς ἐναλλαγῆς τῆς φυλῆς; Οὐ µόνον δὲ καὶ ἀπὸ ταύτης δείκνυται ὅσον τὸ διάφορον, ἀλλ' ἤδη καὶ ἀπὸ τοῦ προσώπου, καὶ ἀπὸ τῆς διαθήκης, καὶ ἀπὸ τοῦ τρόπου, καὶ ἀπ' αὐτοῦτοῦ τύπου. Ὃς οὐ κατὰ νόµον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναµιν ζωῆς ἀκαταλύτου.
13.2
Γέγονε, φησὶν, ἱερεὺς, ἀλλ' οὐ κατὰ νόµον σαρκικῆς ἐντολῆς· ὁ γὰρ νόµος ἐκεῖνος τὰ πολλὰ ἄνοµος ἦν. Καὶ καλῶς αὐτὸν ἐντολὴν ἐκάλεσε σαρκικήν· πάντα γὰρ ὅσα διωρίζετο σαρκικὰ ἦν. Τὸ γὰρ λέγειν, Περίτεµε τὴν σάρκα, χρῖσον τὴν σάρκα, λοῦσον τὴν σάρκα, καθάρισον τὴν σάρκα, περίκειρον τὴν σάρκα, ἐπίδησον τὴν σάρκα, θρέψον τὴν σάρκα, ἄργησον τῇ σαρκί· ταῦτα, εἰπέ µοι, οὐχὶ σαρκικά; Εἰ δὲ θέλεις µαθεῖν καὶ τίνα ἃ ἐπηγγέλλετο ἀγαθὰ, ἄκουε· Πολλὴ ζωὴ, φησὶ, τῇ σαρκὶ, γάλα καὶ µέλι τῇ σαρκὶ, εἰρήνη τῇ σαρκὶ, τρυφὴ τῇ σαρκί. Ἀπὸ τούτου τοῦ νόµου τὴν ἱερωσύνην ἔλαβεν ὁ Ἀαρών· ὁ µέντοι Μελχισεδὲχ οὐχ οὕτω. Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁµοιότητα Μελχισεδὲχ ἀνίσταται ἱερεὺς ἕτερος. Τί ἐστι κατάδηλον; Τὸ µέσον τῆς ἱερωσύνης ἑκατέρας, τὸ διάφορον, ὅσον κρείττων ὃς οὐ κατὰ νόµον ἐντολῆς σαρκικῆς γέγονε. Τίς; ὁ Μελχισεδὲχ οὗτος; Οὒκ, ἀλλ' ὁ Χριστός. Ἀλλὰ κατὰ δύναµιν ζωῆς ἀκαταλύτου. Μαρτυρεῖται γὰρ, ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν τοῦ Μελχισεδέχ. Τουτέστιν, οὐ πρόσκαιρος, οὐδὲ πέρας ἔχων, ἀλλὰ, Κατὰ δύναµιν ζωῆς ἀκαταλύτου. Τοῦτο εἶπεν, ἵνα δηλώσῃ, ὅτι ἱερεὺς γέγονε διὰ δυνάµεως ἰδίας καὶ τοῦ Πατρὸς, διὰ ζωῆς ἀπεράντου. Καίτοι οὐκ ἔστιν ἀκόλουθον τοῦτο τῷ, Ὃς οὐ κατὰ νόµον ἐντολῆς σαρκικῆς γέγονε· τὸ γὰρ ἀκόλουθον ἦν εἰπεῖν, Ἀλλὰ κατὰ πνευµατικῆς. Ἀλλὰ διὰ τοῦ σαρκικοῦ τὸ πρόσκαιρον ἔδειξεν· ὥσπερ καὶ ἀλλαχοῦ λέγει, Μέχρι καιροῦ διορθώσεως ἐπικείµενα τὰ δικαιώµατα τῆς σαρκὸς κατὰ δύναµιν ζωῆς· τουτέστιν, ὅτι οἰκείᾳ δυνάµει ζῇ. Εἶπεν, ὅτι νόµου µετάθεσις γίνεται, καὶ ἔδειξε πῶς· ζητεῖ λοιπὸν τὴν αἰτίαν· ὃ µάλιστα πάντων πληροφορεῖ τὰς τῶν ἀνθρώπων ψυχὰς, τὸ τὴν αἰτίαν πάντως εἰδέναι, καὶ εἰς πίστιν πλείονα ἄγει. Τότε γὰρ µᾶλλον πιστεύοµεν, ὅταν καὶ τὴν αἰτίαν µάθωµεν, καὶ τὸν λόγον καθ' ὃν γίνεται. Ἀθέτησις µὲν γὰρ γίνεται, φησὶ, προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Ἐνταῦθα ἡµῖν οἱ αἱρετικοὶ ἐπιφύονται λέγοντες· Ἰδοὺ καὶ ὁ Παῦλος πονηρὰν τὴν ἐντολὴν εἴρηκεν. Ἀλλὰ πρόσεχε ἀκριβῶς· οὐκ εἶπε, διὰ τὸ πονηρὸν, οὐδὲ, διὰ τὸ µοχθηρὸν, ἀλλὰ,∆ ιὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Καὶ ἀλλαχοῦ δὲ δείκνυσι τὸ ἀσθενές· ὡς ὅταν λέγῃ, Ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός. Οὐκ ἄρα αὕτη ἀσθενὴς, ἀλλ' ἡµεῖς. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόµος. Τί ἐστιν, Οὐδὲν ἐτελείωσεν; Οὐδένα, φησὶ, τέλειον εἰργάσατο παρακουόµενος. Ἄλλως δὲ, οὐδὲ εἰ ἠκούσθη, τέλειον ἐποίησεν ἂν καὶ ἐνάρετον. Τέως δὲ οὐ τοῦτό φησιν ὁ λόγος ἐνταῦθα, ἀλλ' ὅτι οὐδὲν ἴσχυσε· καὶ εἰκότως. Γράµµατα γὰρ ἦν κείµενα· Τόδε πρᾶττε, καὶ τόδε µὴ πρᾶττε· ὑποτιθέµενα µόνον, οὐχὶ δὲ καὶ δύναµιν ἐντιθέντα. Ἡ δὲ ἐλπὶς οὐ τοιαύτη. Τί ἐστιν ἀθέτησις; Ἄµειψις, ἐκβολή. Τίνος δὲ ταύτης δηλῶν, ἐπήγαγεν εἰπὼν, Προαγούσης ἐντολῆς; Οὕτω τὸν νόµον καλῶν, διότι ἐκβέβληται διὰ τὸ αὐτοῦ ἀσθενές· προαγόµενον δὲ, τὸ παρελθὸν καὶ παλαιωθὲν διὰ τὴν ἀσθένειαν. Ὥστε ἡ ἀθέτησις τῶν κρατούντων ἐστὶν ἀθέτησις. Καὶ δῆλον ἐκ τούτου λοιπὸν, ὅτι ἐκράτει, ἀλλὰ κατεφρονήθη, ἐπεὶ µηδὲν ἤνυσεν. Οὐδὲν οὖν ὠφέλησεν ὁ νόµος; Ὠφέλησε µὲν, καὶ σφόδρα ὠφέλησεν, ἀλλὰ πρὸς τὸ ποιῆσαι τελείους οὐκ ὠφέλησε. Κατὰ τοῦτο τοίνυν λέγει τὸ, Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόµος, καθὸ πάντα τύποι ἦσαν, πάντα σκιὰ, περιτοµὴ, θυσία, Σάββατον, ἃ οὐκ ἴσχυσεν διαβῆναι εἰςτὴν ψυχήν· διὰ τοῦτο παραχωρεῖ καὶ ὑπεξίσταται. Ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζοµεν τῷ Θεῷ· καὶ καθόσον οὐ χωρὶς ὁρκωµοσίας. Ὁρᾷς ὅτι ἀναγκαῖον οὕτω γέγονε τὸ τοῦ ὅρκου ἐνταῦθα; Ὥστε διὰ τοῦτο πολλὰ ἄνω ἐφιλοσόφησεν, ὅτι ὤµοσεν ὁ Θεὸς, καὶ ὤµοσεν ὑπὲρ πλείονος πληροφορίας. Ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος. Τί ἐστι τοῦτο; Εἶχε καὶ ὁ νόµος ἐλπίδα, φησὶν, ἀλλ' οὐ τοιαύτην· ἤλπιζον γὰρ εὐαρεστήσαντες ἕξειν τὴν γῆν, µηδὲν πείσεσθαι δεινόν· ἐνταῦθα δὲ ἐλπίζοµεν εὐαρεστήσαντες, οὐ γῆν καθέξειν, ἀλλὰ τὸν οὐρανόν· µᾶλλον δὲ, ὃ πολλῷ τούτου κρεῖττόν ἐστιν, ἐλπίζοµεν ἐγγὺς στήσεσθαι τοῦ Θεοῦ, παρ' αὐτὸν ἥξειν τὸν θρόνον τὸν πατρικὸν, λειτουργήσειν αὐτῷµετὰ ἀγγέλων. Καὶ ὅρα πῶς αὐτὰ τίθησι κατὰ µικρόν. Ἐκεῖ µὲν γάρ φησιν· Εἰσερχοµένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσµατος· ἐνταῦθα δέ·∆ ι' ἧς ἐγγίζοµεν τῷ Θεῷ· καὶ καθόσον οὐ χωρὶς ὁρκωµοσίας· τί ἐστι, Καὶ καθόσον οὐ χωρὶς ὁρκωµοσίας; Τουτέστιν, οὐ χωρὶς ὅρκου. Ἰδοὺ καὶ ἄλλη διαφορά. Καὶ οὐδὲ ἁπλῶς ταῦτα ἐπήγγελται, φησίν. Οἱ µὲν γὰρ χωρὶς ὁρκωµοσίας εἰσὶν ἱερεῖς γεγονότες· ὁ δὲ µεθ' ὁρκωµοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, Ὤµοσε Κύριος, καὶ οὐ µεταµεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέχ· κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. Καὶ οἱ µὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραµένειν· ὁ δὲ διὰ τὸ µένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην.∆ ύο τίθησι διαφορὰς, ὅτι οὐκ ἔχει τέλος, ὥσπερ ἡ νοµικὴ, καὶ ὅτι µεθ' ὁρκωµοσίας· τοῦτο δὲ ποιεῖ ἀπὸ τοῦ Χριστοῦ τοῦ µετιόντος· Κατὰ δύναµιν γὰρ, φησὶ, ζωῆς ἀκαταλύτου· ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ὅρκου, ὅτι ὤµοσε· καὶ ἀπὸ τοῦ πράγµατος. Εἰ γὰρ ἐπειδὴ ἀσθενὴς ἦν, φησὶν, ἐκείνη, ἐξεβλήθη· αὕτη, ἐπειδὴ δυνατή ἐστιν, ἕστηκε. Ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ἱερέως. Πῶς;∆ εικνὺς ὅτι εἷς ἐστι· καὶ οὐκ ἂν εἷς ἦν, εἰ µὴ ἀθάνατος ἦν. Ὥσπερ γὰρ πολλοὶ ἱερεῖς, διὰ τὸ θνητοὶ εἶναι· οὕτως εἷς ὁ εἷς, διὰ τὸ ἀθάνατος εἶναι· Κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς, καθότι ὤµοσεν αὐτῷ ἀεὶ αὐτὸν ἔσεσθαι ἱερέα, φησίν· οὐκ ἂν τοῦτο ποιήσας, εἰ µὴ ζῶν ἦν. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχοµένους δι' αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
13.3
Ὁρᾷς ὅτι εἰς τὸ κατὰ σάρκα τοῦτό φησιν; Ὅτε ἔδειξεν αὐτὸν ἱερέα, τότε εὐκαίρως λέγει τὸ ἐντυγχάνειν. Ὥστε καὶ ὅταν λέγῃ Παῦλος, Ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡµῶν, τὸ αὐτὸ αἰνίττεται, ὅτι ἀρχιερεὺς ὢν ἐντυγχάνει. Ἐπεὶ ὁ ἐγείρων τοὺς νεκροὺς ὡς θέλει, καὶ ζωοποιῶν οὕτως ὡς ὁ Πατὴρ, πῶς ἔνθα σῶσαι δεῖ, ἐντυγχάνει; ὁ πᾶσαν τὴν κρίσιν ἔχων, πῶς ἐντυγχάνει; ὁ ἀποστέλλων τοὺς ἀγγέλους, ὥστε τοὺς µὲν εἰς κάµινον ἐµβαλεῖν, τοὺς δὲ σῶσαι, πῶς ἐντυγχάνει; Ὅθεν, φησὶ, καὶ σώζειν δύναται.∆ ιὰ τοῦτο οὖν σώζει, ἐπειδὴ οὐκ ἀποθνήσκει. Ἐπειδὴ ἀεὶ ζῇ, οὐκ ἔχει διάδοχον, φησίν· εἰ δὲ οὐκ ἔχει διάδοχον, καὶ δύναται πάντων προΐστασθαι. Ἐνταῦθα µὲν γὰρ ὁ ἀρχιερεὺς, εἰ καὶ θαυµαστὸς ἦν, µέχρι τοῦ καιροῦ ἐκείνου ἐν ᾧ ἦν, οἷον ὁ Σαµουὴλ, καὶ ὅσοι τοιοῦτοι· µετὰ δὲ ταῦτα, οὐκέτι· ἐτεθνήκεσαν γάρ· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ σώζει εἰς τὸ παντελές. Τί ἐστιν, Εἰς τὸ παντελές; Μυστήριόν τι µέγα αἰνίττεται. Οὐκ ἐνταῦθα µόνον, φησὶν, ἀλλὰ καὶ ἐκεῖ σώζει τοὺς προσερχοµένους δι' αὐτοῦ τῷ Θεῷ. Πῶς σώζει; Πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν, φησίν. Ὁρᾷς ὅσον τὸ ταπεινὸν εἶπε διὰ τὴν ἀνθρωπότητα; οὐ γὰρ ἅπαξ αὐτὸν ἐντυχόντα τούτου τυχεῖν λέγει, ἀλλ' ἀεὶ, καὶ ἡνίκα ἂν δέηται ἐντυγχάνειν ὑπὲρ αὐτῶν· τοῦτο γὰρ δηλοῖ τὸ, Εἰς τὸ παντελές. Τί ἐστιν, Εἰς τὸ παντελές; Οὐ πρὸς τὸ παρὸν µόνον, φησὶν, ἀλλὰ καὶ ἐκεῖ ἐν τῇ µελλούσῃ ζωῇ. Ἀεὶ οὖν δεῖται τοῦ εὔχεσθαι; καὶ πῶς ἂν ἔχοι λόγον; καὶ ἄνθρωποι µὲν πολλάκις δίκαιοι ἐκ µιᾶς αἰτήσεως τὸ πᾶν ἤνυσαν, αὐτὸς δὲ ἀεὶ δεῖται; τίνος οὖν ἕνεκεν συγκάθηται; Ὁρᾷς ὅτι συγκατάβασίς ἐστι τὸ ταπεινὰ φθέγγεσθαι; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Μηδὲν δείσητε, µηδὲ εἴπητε, Ναὶ, φιλεῖ µὲν ἡµᾶς, καὶ παῤῥησίαν ἔχει πρὸς τὸν Πατέρα, ἀλλ' οὐκ ἀεὶ δύναται ζῇν· ἀεὶ γὰρ ζῇ. Τοιοῦτος γὰρ ἡµῖν ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀµίαντος, κεχωρισµένος ἀπὸ τῶν ἁµαρτωλῶν. Ὁρᾷς ὅτι περὶ τῆς ἀνθρωπότητος τὸ πᾶν εἴρηται; Ὅταν δὲ εἴπω ἀνθρωπότητα, θεότητα ἔχουσαν λέγω, οὐ διαιρῶν, ἀλλὰ ἀφεὶς τὰ πρέποντα ὑποπτεύειν. Εἶδες τὴν διαφορὰν τοῦ ἀρχιερέως; Ἀνεκεφαλαιώσατο τὰ ἄνω λεχθέντα, ὅτε ἔλεγε· Πεπειραµένον δὲ κατὰ πάντα καθ' ὁµοιότητα χωρὶς ἁµαρτίας· τοιοῦτος γὰρ ἡµῖν, φησὶν, ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος. Ἄκακος τί ἐστιν, Ἀπόνηρος, οὐχ ὕπουλος· καὶ ὅτι τοιοῦτος, ἄκουε τοῦ προφήτου λέγοντος· Οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόµατι αὐτοῦ. Τοῦτο οὖν ἄν τις περὶ Θεοῦ εἴποι· ὁ δὲ οὐκ αἰσχύνεται λέγων, ὅτι ὁ Θεὸς οὐκ ἔστιν ὕπουλος, οὐδὲ δολερός; Περὶ µὲν οὖν τοῦ κατὰ σάρκα ἔχοι ἂν λόγον, Ὅσιος, ἀµίαντος· καὶ τοῦτο οὐ περὶ τοῦ Θεοῦ εἴποι τις ἄν· ἔχει γὰρ φύσιν µὴ µιαίνεσθαι. Κεχωρισµένος ἀπὸ τῶν ἁµαρτωλῶν. Τοῦτο οὖν µόνον δείκνυσι τὸ διάφορον, ἢ καὶ αὐτὴ ἡ θυσία; Καὶ ἡ θυσία. Πῶς; Οὐκ ἔχει, φησὶ, καθ' ἡµέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁµαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ, ἑαυτὸν ἀνενέγκας. Τοῦτο, ποῖον; ἐνταῦθα προανακρούεται λοιπὸν τῆς πνευµατικῆς θυσίας τὴν ὑπερβολήν. Καὶ τὸ µέσον εἶπε τὸ τοῦ ἱερέως, εἶπε τὸ τῆς διαθήκης, οὐχ ὅλον µὲν, εἶπε δὲ ὅµως· ἐνταῦθα προανακρούεται λοιπὸν καὶ αὐτὴν τὴν θυ σίαν. Μὴ τοίνυν αὐτὸν ἱερέα ἀκούσας, ἀεὶ ἱερᾶσθαι νόµιζε· ἅπαξ γὰρ ἱεράσατο, καὶ λοιπὸν ἐκάθισεν. Ἵνα γὰρ µὴ νοµίσῃς ἄνω ἑστάναι αὐτὸν, καὶ λειτουργὸν εἶναι, δείκνυσιν ὅτι οἰκονοµίας τὸ πρᾶγµά ἐστιν. Ὥσπερ γὰρ δοῦλος ἐγένετο, οὕτω καὶ ἱερεὺς καὶ λειτουργός· ἀλλ' ὥσπερ δοῦλος γενόµενος, οὐκ ἔµεινε δοῦλος· οὕτω καὶ λειτουργὸς γενόµενος, οὐκ ἔµεινε λειτουργός· οὐ γὰρ λειτουργοῦ τὸ καθῆσθαι, ἀλλὰ τὸ ἑστάναι. Τοῦτο οὖν αἰνίττεται ἐνταῦθα τῆς θυσίας τὸ µεγαλεῖον, ἣ ἤρκεσε µία οὖσα, καὶ ἅπαξ προσενεχθεῖσα, τοσοῦτον ὅσον αἱ πᾶσαι οὐκ ἴσχυσαν. Ἀλλ' οὔπω περὶ τούτου· τοσοῦτον δὲ τέως φησί· Τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ. Τοῦτο, ποῖον; Ἀναγκαῖον γὰρ ἔχειν, φησὶ, τὶ καὶ τοῦτον ὃ προσενέγκῃ· οὐ τὸ ὑπὲρ ἑαυτοῦ· πῶς γὰρ ὑπὲρ ἑαυτοῦ προσέφερεν ἀναµάρτητος ὤν; ἀλλ' ὑπὲρ τοῦ λαοῦ. Τί λέγεις; καὶ οὐ δεῖται τοῦ προσφέρειν ὑπὲρ ἑαυτοῦ, ἀλλ' ἰσχύει τοσοῦτον; Ναὶ, φησίν. Ἵνα γὰρ µὴ νοµίσῃς τὸ, Ἐποίησεν ἐφάπαξ, καὶ περὶ αὐτοῦ εἰρῆσθαι, ἄκουσον τί ἐπάγει· Ὁ νόµος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν.∆ ιὰ τοῦτο καὶ ἀεὶ ὑπὲρ ἑαυτῶν προσφέρουσιν· ὁ µέντοι δυνατὸς ὢν, ὁ µὴ ἔχων ἁµαρτίαν, τίνος ἕνεκεν ὑπὲρ ἑαυτοῦ προσφέρει; Ἄρα οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τοῦ λαοῦ προσέφερε· καὶ τοῦτο ἐφάπαξ. Ὁ λόγος δὲ τῆς ὁρκωµοσίας τῆς µετὰ τὸν νόµον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωµένον. Τετελειωµένον τί ἐστιν; Ὅρα· Οὐ τίθησι τὰς ἀντιδιαστολὰς ὁ Παῦλος κυρίας· εἰπὼν γὰρ, Ἔχοντας ἀσθένειαν, οὐκ εἶπεν Υἱὸν δυνατὸν, ἀλλὰ τετελειωµένον, τουτέστι, δυνατὸν, ὡς ἂν εἴποι τις· Ὁρᾷς ὅτι τὸ, Υἱὸς, ὄνοµα πρὸς ἀντιδιαστολὴν τοῦ δούλου εἴρηται; Ἀσθένειαν δὲ ἢ τὴν ἁµαρτίαν φησὶν, ἢ τὸν θάνατον. Τί ἐστιν, Εἰς τὸν αἰῶνα; Οὐ νῦν µόνον ἀναµάρτητον, φησὶν, ἀλλ' ἀεί. Εἰ τοίνυν τέλειός ἐστιν, εἰ µηδέποτε ἁµαρτάνει, εἰ ἀεὶ ζῇ, τίνος ἕνεκεν προσοίσει πολλάκις ὑπὲρ ἡµῶν θυσίας; Ἀλλὰ τέως µὲν ὑπὲρ τούτου οὐκ ἰσχυρίζεται, ὑπὲρ δὲ τοῦ µὴ προσφέρειν αὐτὸν ὑπὲρ ἑαυτοῦ, τοῦτο ἰσχυρίζεται. Ἐπεὶ οὖν τοιοῦτον ἔχοµεν ἀρχιερέα, µιµησώµεθα αὐτὸν, καὶ κατ' ἴχνος αὐτοῦ βαίνωµεν. Οὐκ ἔστιν ἄλλη θυσία· µία ἡµᾶς ἐκαθάρισε· µετὰ δὲ τοῦτο πῦρ καὶ γέεννα. Καὶ γὰρ καὶ διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει λέγων, ἕνα ἱερέα, µίαν θυσίαν, ἵνα µή τις, νοµίζων πολλὰς εἶναι ἀδεῶς ἁµαρτάνῃ.
13.4
Ὅσοι τοίνυν κατηξιώθηµεν τῆς σφραγῖδος, ὅσοι τῆς θυσίας ἀπηλαύσαµεν, ὅσοι τῆς ἀθανάτου τραπέζης µετέσχοµεν, µένωµεν φυλάττοντες τὴν εὐγένειανκαὶ τὴν τιµήν· οὐ γὰρ ἀκίνδυνος ἡ ἀπόπτωσις. Ὅσοι δὲ µηδέπω κατηξιώθησαν τούτων, µηδὲ οὗτοι διὰ τοῦτο θαῤῥείτωσαν· ὅταν γάρ τις διὰ τοῦτο ἁµαρτάνῃ, ἵνα τὸ ἅγιον βάπτισµα πρὸς ἐσχάταις λάβῃ ταῖς ἀναπνοαῖς, πολλάκις οὐκ ἐπιτεύξεται. Καὶ, πιστεύσατέ µοι, οὐ φοβῶν ὑµᾶς λέγω, ὃ µέλλω λέγειν· πολλοὺς οἶδα τοῦτο παθόντας ἐγὼ, οἳ προσδοκίᾳ µὲν τοῦ φωτίσµατος πολλὰ ἡµάρτανον, πρὸς δὲ τῇ ἡµέρᾳ τῆς τελευτῆς ἀπῆλθον κενοί. Ὁ γὰρ Θεὸς διὰ τοῦτο τὸ βάπτισµα ἔδωκεν, ἵνα λύσῃ τὰς ἁµαρτίας, οὐχ ἵνα αὐξήσῃ τὰς ἁµαρτίας· εἰ δέ τις τούτῳ κεχρηµένος εἴη πρὸς ἄδειαν τοῦ πλείονα ἁµαρτάνειν, ῥᾳθυµίας λοιπὸν τοῦτο γίνεται αἴτιον. Εἰ γὰρ µὴ λουτρὸν ἦν, ἀσφαλέστερον ἔζων ἂν, ὡς οὐκ ἔχοντες ἄφεσιν. Ὁρᾷς ὅτι τὸ, Ποιήσωµεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθὰ, ἡµεῖς ἐσµεν οἱ ποιοῦντες λέγεσθαι;∆ ιὸ, παρακαλῶ, καὶ ὑµεῖς οἱ ἀµύητοι νήφετε· µηδεὶς ὡς µισθωτὸς, µηδεὶς ὡς ἀγνώµων, οὕτω µετιέτω τὴν ἀρετὴν, µηδεὶς ὡς βαρὺ καὶ φορτικόν. Μετὰ προθυµίας τοίνυν ταύτην µετέλθωµεν καὶ χαίροντες. Εἰ γὰρ µὴ µισθὸς ἔκειτο, οὐκ ἐχρῆν εἶναι ἀγαθόν; ἀλλ' ὅµως κἂν µετὰ µισθοῦ γενώµεθα ἀγαθοί. Πῶς γὰρ οὐκ αἰσχύνη τοῦτο, καὶ µεγίστη κατάγνωσις; Ἐὰν µὴ δῷς µοι µισθὸν, φησὶν, οὐ γίνοµαι σώφρων. Οὐκοῦν τολµῶ τι εἰπεῖν; οὐδέποτε ἔσῃ σώφρων, οὐδὲ ὅταν σωφρονῇς, εἴ γε µισθῷ αὐτὸ ποιεῖς· οὐδὲν γὰρ ἡγῇ τὴν ἀρετὴν, εἴ γε µὴ ἐρᾷς αὐτῆς. Ἀλλ' ὁ Θεὸς διὰ τὴν πολλὴν ἡµῶν ἀσθένειαν τέως κἂν µισθοῦ ἠθέλησεν αὐτὴν γενέσθαι· ἡµεῖς δὲ οὐδὲ οὕτω µέτιµεν αὐτήν. Θῶµεν δὲ, εἰ βούλεσθε, ὅτι ἄνθρωπός τις µυρία ἐργασάµενος κακὰ ἄπεισι, καὶ καταξιωθεὶς τοῦ βαπτίσµατος( ὅπερ οὐ ταχέως οἶµαι συµβαίνειν), πῶς ἀπελεύσεται ἐκεῖ, εἰπέ µοι; Ὑπὲρ µὲν τῶν εἰργασµένων οὐκ ἐγκαλούµενος, ἀπαῤῥησίαστος δὲ ὢν, εἰκότως. Ὅταν γὰρ ἑκατὸν ἔτη βιώσας, µηδὲν ἀγαθὸν ἔργον ἐπιδείξηται, ἀλλὰ µόνον, ὅτι οὐχ ἥµαρτε, µᾶλλον δὲ µηδὲ τοῦτο, ἀλλ' ὅτι χάριτι µόνῃ διεσώθη, ἑτέρουςδὲ ἐστεφανωµένους λαµπροὺς καὶ εὐδοκίµους ἴδῃ· κἂν εἰς γέενναν µὴ ἐµπέσῃ, ἆρα οἴσει τὴν ἀθυµίαν, εἰπέ µοι; Ἵνα δὲ ἐπὶ ὑποδείγµατος τὸ πρᾶγµα ποιήσω φανερώτερον, ἔστωσαν δύο στρατιῶται, καὶ ὁ µὲν κλεπτέτω, ἀδικείτω, πλεονεκτείτω· ὁ δὲ µηδὲν τούτων ἐργαζέσθω, ἀλλὰ ἀνδραγαθείτω, µεγάλα κατορθούτω, ἐν πολέµοις τρόπαια ἱστάτω, αἱµαττέτω τὴν δεξιάν· εἶτα καιροῦ ἐπιστάντος, ὁ µὲν ἀπὸ τῆς ἀξίας ἐκείνης, ἐν ᾗ καὶ ὁ κλέπτης ἦν, ἀθρόον ἐπὶ τὸν βασιλικὸν θρόνον καὶ τὴν ἁλουργίδα ἀγέσθω· ἐκεῖνος δὲ ὁ κλέπτης ἐκεῖ µενέτω, ἔνθα ἦν, ἀπὸ δὲ τῆς φιλανθρωπίας µόνον τῆς βασιλικῆς µὴ διδότω δίκην ὧν ἔδρασεν, ἐν µέντοι τῷ ἐσχάτῳ τόπῳ ἔστω, καὶ ὑπὸ τῷ βασιλεῖ ταττέσθω· ἆρα οἴσει τὴν ἀθυµίαν, εἰπέ µοι, ὅταν ἴδῃ τὸν µὲν µετ' αὐτοῦ πρὸς αὐτὴν δήπου ἀνελθόντα τῶν ἀξιωµάτων τὴν κορυφὴν, καὶ οὕτω λαµπρὸν γενόµενον, καὶ τῆς οἰκουµένης κρατοῦντα, ἑαυτὸν δὲ ἔτι κάτω µένοντα, καὶ οὐδὲ αὐτὸ τὸ µὴ κολασθῆναι µετὰ τιµῆς ἔχοντα, ἀλλ' ἀπὸ τῆς χάριτος καὶ τῆς φιλανθρωπίαςτοῦ βασιλέως; κἂν γὰρ ἀφῇ ὁ βασιλεὺς, καὶ ἐγκληµάτων ἀπαλλάξῃ, ἀλλ' ὅµως αἰσχυνόµενος βιώσεται· οὐ γὰρ δὴ καὶ ἄλλοι αὐτὸν θαυµάσονται. Ἐν γὰρ ταῖς τοιαύταις συγχωρήσεσιν οὐ τοὺς λαµβάνοντας τὰ δῶρα, ἀλλὰ τοὺς διδόντας θαυµάζοµεν· καὶ ὅσῳ ἂν µείζονα δῶσι δῶρα, τοσούτῳ µᾶλλον καταισχύνονται οἱ λαµβάνοντες, ὅταν µεγάλα ᾖ αὐτοῖς τὰ ἡµαρτηµένα. Ποίοις οὖν ὀφθαλµοῖς ἀντιβλέψαι δυνήσεται ὁ τοιοῦτος τοῖς ἐν τοῖς βασιλείοις οὖσιν, ἐκείνων µυρίους ἱδρῶτας καὶ τραύµατα ἐπιδεικνυµένων, αὐτὸςοὐδὲν ἔχων ἐπιδεῖξαι, ἀλλὰ καὶ αὐτὸ τὸ σωθῆναι ἀπὸ µόνης τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔχων; Ὥσπερ γὰρ εἴ τις ἀνδροφόνον, κλέπτην, µοιχὸν µέλλοντα ἀπάγεσθαι ἐξαιτήσαιτο, καὶ κελεύσειεν εἶναι παρὰ τὰ πρόθυρα τῶν βασιλείων, οὐδενὶδυνήσεται ἀντιβλέψαι ἐκεῖνος λοιπὸν, εἰ καὶ τῆς τιµωρίας ἀπήλλακται· οὕτω δὴ καὶ οὗτος.
13.5
Μὴ γὰρ δὴ, ἐπειδὴ βασίλεια λέγεται, νοµίσητε πάντας τῶν αὐτῶν τυγχάνειν. Εἰ γὰρ ἐνταῦθα καὶ ὁ ὕπαρχος, καὶ πάντες οἱ περὶ τὸν βασιλέα, καὶ οἱ σφόδρα καταδεέστεροι καὶ τὸν τῶν λεγοµένων δεκανῶν τόπον ἐπέχοντες, ἐντοῖς βασιλείοις εἰσὶ, καίτοι τοσούτου ὄντος τοῦ µέσου τοῦ ὑπάρχου καὶ τοῦ δεκανοῦ· πολλῷ µᾶλλον ἐν τοῖς ἄνω βασιλείοις τοῦτο ἔσται. Καὶ τοῦτο οὐκ ἀπ' ἐµαυτοῦ λέγω· καὶ γὰρ ἑτέραν τούτων µείζονα τίθησι διαφορὰν ὁ Παῦλος. Ὅσαι γὰρ διαφοραὶ, φησὶν, ἀπὸ ἡλίου ἕως σελήνης, καὶ ἀστέρων καὶ τοῦ µικροτάτου ἀστέρος, τοσαῦται καὶ τῶν ἐν τῇ βασιλείᾳ. Καὶ ὅτι πολλῷ πλέον τοῦ δεκανοῦ λεγοµένου καὶ τοῦ ὑπάρχου, τοῦ ἡλίου καὶ τοῦ µικροτάτου ἀστέρος τὸ διάφορον, δῆλον ἅπασιν. Ὁ µὲν γὰρ ἥλιος πᾶσαν ὁµοῦ καταλάµπει τὴν οἰκουµένην καὶ φαιδρὰν ποιεῖ, καὶ σελήνην καὶ ἀστέρας ἀποκρύπτει· ὁ δὲ πολλάκις οὐδὲ φαίνεται, καὶ ταῦτα ἐν σκότῳ· πολλοὶ γάρ εἰσι τῶν ἀστέρων, οὓς οὐχ ὁρῶµεν. Ὅταν οὖν ἑτέρους ὁρῶµεν ἡλίους γινοµένους, ἡµεῖς δὲ τῶν ἀστέρων τῶν σµικροτάτων τὴν τάξιν ἔχωµεν τῶν οὐδὲ φαινοµένων, τίς ἔσται ἡµῖν παραµυθία; Μὴ, παρακαλῶ, µὴ οὕτω νωθεῖς ὦµεν, µὴ οὕτως ἀργοὶ, µὴ πραγµατευώµεθα τὴν παρὰ τοῦ Θεοῦ σωτηρίαν εἰς ῥᾳθυµίαν, ἀλλ' ἐµπορευώµεθα αὐτὴν, καὶ πληθύνωµεν. Κἂν γὰρ κατηχούµενός τις ᾖ, ἀλλὰ τὸν Χριστὸν οἶδεν, ἀλλὰ τὴν πίστιν ἔγνω, ἀλλὰ τῶν θείων ἐπακούει λόγων, ἀλλ' οὐ πόῤῥω ἐστὶ τῆς θείας γνώσεως, οἶδετὸ θέληµα τοῦ∆ εσπότου αὐτοῦ. Τίνος οὖν ἕνεκεν ἀναβάλλεται; τίνος ἕνεκεν µέλλει καὶ ὑπερτίθεται; Οὐδὲν βίου κρεῖττον καλοῦ, καὶ ἐνταῦθα κἀκεῖ, καὶ ἐπὶ φωτιζοµένων καὶ ἐπὶ κατηχουµένων. Τί γὰρ, εἰπέ µοι, φορτικὸν ἐπιτετάγµεθα; Ἔχε, φησὶ, γυναῖκα, καὶ σωφρόνει. Τοῦτο φορτικὸν, εἰπέ µοι; καὶ πῶς, ὅπου γε πολλοὶ καὶ χωρὶς γυναικὸς σωφρονοῦσιν, οὐ Χριστιανοὶ µόνον, ἀλλὰ καὶ Ἕλληνες; Ὃ ὑπερβαίνει τοίνυν ὁ Ἕλλην διὰ κενοδοξίαν, σὺ οὐδὲ τοῦτο τηρεῖς διὰ τὸν φόβον τοῦ Θεοῦ;∆ ίδου, φησὶ, πένησιν ἐκ τῶν ὄντων. Τοῦτο φορτικόν; Ἀλλὰ καὶ ἐνταῦθα κατηγοροῦσιν ἡµῶν Ἕλληνες, ὁλοκλήρους οὐσίας κενώσαντες διὰ κενοδοξίαν µόνην. Μὴ αἰσχρο λόγει. Τοῦτο δύσκολον; εἰ γὰρ µὴ ἐπετέτακτο, οὐκ ἔδει αὐτὸ κατορθοῦν, ἵνα µὴ ἄτιµοι φαινώµεθα; ὅτι γὰρ τὸ ἐναντίον δύσκολον, τὸ αἰσχρολογεῖν λέγω, δῆλον ἐξ ὧν αἰδεῖται ἡ ψυχὴ καὶ ἐρυθριᾷ, ἐάν τι τοιοῦτον εἰπεῖν προαχθῇ, καὶ οὐδὲ ἐρεῖ, ἐὰν µὴτάχα µεθύῃ.∆ ιὰ τί γὰρ ἐπ' ἀγορᾶς καθήµενος, κἂν ἐπὶ οἰκίας τοῦτο ποιῇς, ἐκεῖ οὐ ποιεῖς; ἆρα οὐχὶ διὰ τοὺς παρόντας; διὰ τί ἐπὶ τῆς γυναικός σου ταχέως τὸ αὐτὸ µὴ ποιεῖς; ἆρα οὐχ ἵνα µὴ αὐτὴν ὑβρίσῃς; Ἵνα µὴ ὑβρίσῃς τοίνυν τὴν γυναῖκά σου, οὐ ποιεῖς· τὸν δὲ Θεὸν ὑβρίζων οὐκ ἐρυθριᾷς; πανταχοῦ γὰρ πάρεστι, καὶ πάντα ἀκούει. Μὴ µέθυε, φησί· καλῶς. Τοῦτο γὰρ καὶ αὐτὸ καθ' ἑαυτὸ οὐ κόλασις; Οὐκ εἶπε, Κατάτεινον τὸ σῶµα, ἀλλὰ τί; Μὴ µέθυε· τουτέστι, µὴ οὕτως αὐτὸ ἐκτραχηλίσῃς, ὡς τῆς ψυχῆς ἀφελέσθαι τὴν ἀρχήν. Τί οὖν; οὐ χρὴ προνοεῖσθαι τοῦ σώµατος; Μὴ γένοιτο· οὐ τοῦτο λέγω, ἀλλ' εἰς ἐπιθυµίας αὐτοῦ µὴ προνόει· οὕτω γὰρ καὶ Παῦλος ἐκέλευσε λέγων· Καὶ τῆς σαρκὸς πρόνοιαν µὴ ποιεῖσθε εἰς ἐπιθυµίας. Μὴ ἅρπαζε, φησὶ, τὰ µὴ σὰ, µὴ πλεονέκτει, µὴ ἐπιόρκει. Ποίων πόνων ταῦτα δεῖται; ποίων ἱδρώτων; Μὴ κακηγόρει, φησὶ, µηδὲ συκοφάντει. Ποῖον ἔχει τοῦτο πόνον; Τοὐναντίον µὲν οὖν πόνος. Ὅταν µὲν γὰρ εἴπῃς κακῶς, εὐθέως ἐν κινδύνῳ εἶ, ἐν ὑποψίᾳ, Μὴ ἤκουσε περὶ οὗ εἶπον, ἄν τε µέγας ᾖ, ἄν τε µικρός· ἂν µὲν γὰρ µέγας ᾖ, ἐν ἔργοις κινδυνεύσεις εὐθέως· ἂν δὲ µικρὸς, τοῖς ἴσοις σε ἀµυνεῖται, µᾶλλον δὲ καὶ πολλῷ χαλεπωτέροις· µειζόνως γάρ σε ἐρεῖ κακῶς. Οὐδὲν δύσκολον, οὐδὲν φορτικὸν ἐπιτετάγµεθα, ἂν βουλώµεθα· ἂν δὲ µὴ βουλώµεθα, καὶ τὰ ῥᾷστα φορτικὰ ἡµῖν φανεῖται. Τί τοῦ φαγεῖν ῥᾷον; ἀλλ' ὑπὸ πολλῆς βλακείας πολλοὶ καὶ πρὸς τοῦτο δυσχεραίνουσι· πολλῶν δὲ ἀκούω λεγόντων, ὅτι καὶ τὸ φαγεῖν κάµατος. Οὐδὲν τούτων ἔχει κάµατον, ἂν θέλῃς· ἐν γὰρ τῷ θέλειν πάντα κεῖται, µετὰ τὴν ἄνωθεν χάριν. Θελήσωµεν οὖν τὰ ἀγαθὰ, ἵνα καὶ τῶν αἰωνίων τύχωµεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ.