Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 14 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
14.0
Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγοµένοις, τοσοῦτον ἔχο µεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρό νου τῆς µεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸςκαὶ τῆς σκηνῆς τῆς ἀληθι νῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.
14.1
Ἀναµίγνυσι τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁ Παῦλος, ὁ ἀεὶ τὸν διδάσκαλον µιµούµενος τὸν αὑτοῦ, ὥστε τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁδὸν γενέσθαι, καὶ διὰ τούτωνἐπ' ἐκεῖνα χειραγωγηθῆναι, καὶ γενοµένους ἐν τοῖς µεγάλοις, µανθάνειν ὅτι ταῦτα συγκαταβάσεως ἦν. Τοῦτο γοῦν καὶ ἐνταῦθα ποιεῖ· εἰπὼν γὰρ ὅτι ἀνήνεγκεν ἑαυτὸν, καὶ ἀρχιερέα δείξας, ἐπάγει· Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγοµένοις, τοιοῦτον ἔχοµεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς µεγαλωσύνης ἐν τοῖς οὐρανοῖς. Καίτοι τοῦτο οὐχὶ ἱερέως, ἀλλὰ τούτου ᾧ ἱερᾶσθαι ἐκεῖνον χρή. Τῶν ἁγίων λειτουργός. Οὐδὲ λειτουργὸς ἁπλῶς, ἀλλὰ, Τῶν ἁγίων λειτουργός. Καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Ὁρᾷς τὴν συγκατάβασιν; Οὐχὶ πρὸ µικροῦ διίστη, λέγων· Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύµατα; καὶ διὰ τοῦτο οὐδὲ ἀκούουσι· Κάθου ἐκ δεξιῶν µου. Τοῦτο δέ φησιν, ὡς τοῦ καθηµένου πάντως οὐκ ὄντος λειτουργοῦ· ὥστε τοῦτο ἀκούει διὰ τὴν σάρκα. Σκηνὴν δὲ ἐνταῦθα τὸν οὐρανὸν λέγει.∆ ιὸ καὶ τὸ διάφορον δεικνὺς πρὸς τὴν Ἰουδαϊκὴν, ἐπάγει λέγων, Ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Ὅρα πῶς ἦρε τὰς ψυχὰς τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, τοῦτο εἰπών. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς φαντάζεσθαι, ὅτι σκηνὴν οὐκ ἔχοµεν τοιαύτην, Ἰδοὺ, φησὶν, ὁ ἱερεὺς, καὶ µέγας, καὶ πολὺ µείζων ἐκείνου, καὶθυσίαν θαυµασιωτέραν προσήνεγκεν. Ἀλλ' ἆρα µὴ λόγος ταῦτα, µὴ κόµπος καὶ ψυχαγωγία; Ἀλλὰ διὰ τοῦτο ἐπιστώσατο πρότερον ἀπὸ τοῦ ὅρκου, λοιπὸν δὲ καὶ ἀπὸ τῆς σκηνῆς. Ἦν µὲν οὖν καὶ αὕτη δήλη ἡ διαφορά· οὗτος δὲ καὶ ἑτέραν ἐπινοεῖ· Ἣν ἔπηξεν ὁ Κύριος, φησὶ, καὶ οὐκ ἄνθρωπος. Ποῦ τοίνυν εἰσὶν οἱ λέγοντες κινεῖσθαι τὸν οὐρανόν; ποῦ εἰσιν οἱ σφαιροειδῆ αὐτὸν εἶναι ἀποφαινόµενοι; ἀµφότερα γὰρ ταῦτα ἀνῄρηται ἐνταῦθα. Κεφάλαιον δὲ, φησὶν, ἐπὶ τοῖς λεγοµένοις. Κεφάλαιον ἀεὶ τὸ µέγιστον λέγεται. Πάλιν κατάγει τὸν λόγον· εἰπὼν τὸ ὑψηλὸν, ἀδεῶς φθέγγεται λοιπὸν τὰ ταπεινά. Εἶτα, ἵνα µάθῃς ὅτι τὸ, Λειτουργὸς, περὶ τῆς ἀνθρωπότητος εἴρηται, ὅρα πῶς πάλιν ἐπισηµαίνεται· Πᾶς γὰρ ἀρχιερεὺς, φησὶν, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. Μὴ, ἐπειδὴ ἀκούεις ὅτι κάθηται, ὕθλον εἶναι νοµίσῃς τὸ ἀρχιερέα αὐτὸν εἰρῆσθαι· ἐκεῖνο µὲν γὰρ τῆς ἀξίας τοῦ Θεοῦ, τὸ καθῆσθαι, τοῦτο δὲ τῆς φιλανθρωπίας τῆς πολλῆς καὶ τῆς εἰς ἡµᾶς κηδεµονίας.∆ ιὰ τοῦτο αὐτὸ λιπαίνει, καὶ τούτῳ πλέον ἐνδιατρίβει· δέδοικε γὰρ µὴ ἐκεῖνο ἀνατρέψῃ.∆ ιὰ τοῦτο πάλιν ἐπὶ τοῦτο κατάγει τὸν λόγον, ἐπειδὴ ἐζήτουν τινὲς, τίνος ἕνεκεν ἀπέθανεν, ἱερεὺς ὤν. Ἱερεὺς δὲ χωρὶς θυσίας οὐκ ἔστι· δεῖ τοίνυν καὶ τοῦτον ἔχειν θυσίαν. Ἄλλως δὲ, εἰπὼν ὅτι ἄνω ἐστὶ, λέγει καὶ δείκνυσιν, ὅτι ἱερεύς ἐστι πάντοθεν, ἀπὸ τοῦ Μελχισεδὲχ, ἀπὸ τοῦ ὅρκου, ἀπὸ τοῦ προσενεγκεῖν θυσίαν. Ἐκ τούτου λοιπὸν καὶ ἀναγκαῖον ἄλλον πλέκει συλλογισµόν. Εἰ µὲν γὰρ ἦν ἐπὶ γῆς, φησὶν, οὐδ' ἂν ἦν ἱερεὺς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόµον τὰ δῶρα. Εἰ τοίνυν ἐστὶν ἱερεὺς, φησὶν, ὥσπερ οὖν καὶ ἔστι, δεῖ αὐτῷ τόπον ζητῆσαι ἕτερον. Ἐπὶ γῆς µὲν γὰρ ὢν, οὐκ ἂν ἦν ἱερεύς. Πῶς γάρ; οὐ προσήνεγκεν, οὐχ ἱεράσατο· καὶ εἰκότως· ἦσαν γὰρ οἱ ἱερεῖς. Καὶ δείκνυσιν, ὅτι οὐδὲ δυνατὸν ἐπὶ γῆς εἶναι ἱερέα· πῶς γάρ; Ἐπεὶ οὐδὲ ἐπανάστασις ἦν, φησίν. Ἐνταῦθα ἀναγκαῖον συντεῖναι τὸν νοῦν, καὶ συνιδεῖν τὴν ἀποστολικὴν σύνεσιν· πάλιν γὰρ τὴν διαφορὰν δείκνυσι τῆς ἱερωσύνης. Οἵτινες, φησὶν, ὑποδείγµατι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. Τίνα λέγει ἐνταῦθα ἐπουράνια; Τὰ πνευµατικά· εἰ γὰρ καὶ ἐπὶ γῆς τελεῖται, ἀλλ' ὅµως τῶν οὐρανῶν εἰσιν ἄξια. Ὅταν γὰρ ὁ Κύριος ἡµῶν Ἰησοῦς Χριστὸς κεῖται ἐσφαγµένος, ὅταν Πνεῦµα παραγίνηται, ὅταν ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρὸς ἐνταῦθα ᾖ, ὅτανυἱοὶ γίνωνται διὰ τοῦ λουτροῦ, ὅταν πολῖται ὦσι τῶν ἐν οὐρανοῖς, ὅταν πατρίδα ἔχωµεν ἐκεῖ, καὶ πόλιν, καὶ πολίτευµα, ὅταν ξένοι ὦµεν τῶν ἐνταῦθα, πῶςοὐκ ἐπουράνια ταῦτα πάντα τυγχάνει;
14.2
Ἀλλὰ τί; οἱ ὕµνοι οὐκ ἐπουράνιοι; οὐχ ἅπερ ἄνω ᾄδουσιν οἱ θεῖοι χοροὶ τῶν ἀσωµάτων δυνάµεων, ταῦτα καὶ ἡµεῖς οἱ κάτω συνῳδὰ ἐκείνοις φθεγγόµεθα; οὐχὶ καὶ τὸ θυσιαστήριον ἐπουράνιον; Πῶς; οὐδὲν ἔχει σαρκικόν· πάντα πνευµατικὰ γίνεται τὰ προκείµενα· οὐκ εἰς τέφραν, οὐκ εἰς καπνὸν, οὐκ εἰς κνῖσσαν διαχεῖται ἡ θυσία, ἀλλὰ λαµπρὰ καὶ φαιδρὰ ἐργάζεται τὰ προκείµενα. Πῶς δὲ οὐκ οὐράνια τὰ τελούµενα, ὅταν οἱ διακονούµενοι αὐτοῖς ἀκούωσιν ἔτι ἐξ οὗ εἴρηται· Ἄν τινων κρατῆτε, κεκράτην ται· ἄν τινων ἀφῆτε, ἀφίενται; Πῶς οὐκ οὐράνια πάντα, ὅταν οὗτοι καὶ τὰς κλεῖς ἔχωσι τοῦ οὐρανοῦ; Οἵτινες, φησὶν, ὑποδείγµατι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρηµάτισται Μωϋσῆς, µέλλων ἐπιτελεῖν τὴν σκηνήν· Ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἐπειδὴ ἡ ἀκοὴ ἡµῶν ἀµαθεστέρα τῆς ὄψεώς ἐστιν( οὐ γὰρ οὕτως ἅπερ ἂν ἀκούσωµεν, τῇ ψυχῇ παρακατατιθέµεθα, ὡς ἅπερ ἂν ἴδωµεν αὐταῖςὄψεσιν), ἔδειξεν αὐτῷ πάντα. Ἢ τοίνυν τοῦτο λέγει, Ὑποδείγµατι καὶ σκιᾷ· ἢ περὶ τοῦ ναοῦ αἰνίττεται· ἐπήγαγε γάρ, Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἄρα περὶ τῆς κατασκευῆς τοῦ ναοῦ µόνον, ἢ περὶ τῶν θυσιῶν εἶδε, καὶ τῶν ἄλλων ἁπάντων· µᾶλλον δὲ οὐκ ἄν τις ἁµάρτοι καὶ τοῦτο εἰπών. Οὐρανία γάρ ἐστιν ἡ Ἐκκλησία, καὶ οὐδέν ἐστιν ἄλλο ἢ οὐρανός. Νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης µεσίτης. Ὁρᾷς, φησὶν, ὅσῳ βελτίων ἡ λειτουργία τῆς λειτουργίας, εἴ γε ἐκείνη µὲν ὑπόδειγµα καὶ τύπος, αὕτη δὲ ἀλήθεια. Ἀλλ' οὐδὲν τοῦτο ὠφέλει τοὺς ἀκούοντας, οὐδὲ εὔφραινε.∆ ιά τοι τοῦτο ὃ µάλιστα αὐτοὺς εὔφραινε, λέγει· Ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενοµεθέτηται. Ἐπάρας ἀπὸ τοῦ τόπου καὶ τοῦ ἱερέως καὶ τῆς θυσίας, τότε καὶ τῆς διαθήκης τὸ µέσον τίθησιν· εἰπὼν µὲν καὶ πρότερον, ὅτε ἐδείκνυ ὅτι ἀσθενὴς ἦν καὶ ἀνωφελής. Καὶ ὅρα οἷα τίθησιν ἀσφαλίσµατα, µέλλων αὐτῆς κατηγορεῖν. Ἐκεῖ γὰρ εἰπὼν, Κατὰ δύναµιν ζωῆς ἀκαταλύτου, τότε εἶπεν, ὅτι Ἀθέτησις γίνεται προαγούσης ἐντολῆς· εἶτα καὶ ὕστερον µέγα τι ἔθηκεν εἰπών·∆ ι' ἧς ἐγγίζοµεν τῷ Θεῷ. Ἐνταῦθα δὲ ἡµᾶς εἰς τὸν οὐρανὸν ἀναγαγὼν, καὶ δείξας ὅτι ἀντὶ τοῦ ἱεροῦ τὸν οὐρανὸν ἔχοµεν, καὶ ὅτι τύποι ἦσαν τῶν ἡµετέρων ἐκεῖνα, καὶ τὴνλειτουργίαν ἐπάρας τούτοις, καὶ τὴν ἱερωσύνην εἰκότως ἐπαίρει λοιπόν. Ἀλλ', ὅπερ ἔφην, ὃ µάλιστα αὐτοὺς εὐφραίνει τίθησι λέγων· Ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενοµοθέτηται. Πόθεν τοῦτο δῆλον; Ἐξ ὧν αὕτη µὲν ἐξεβλήθη, ἐκείνη δὲ ἀντεισήχθη· διὰ γὰρ τοῦτο κρατεῖ, ὅτι βελτίων. Ὥσπερ γὰρ λέγει, ὅτι, Εἰ ἡ τελείωσις δι' αὐτῆς ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲχ ἕτερον ἀνίστασθαι ἱερέα; οὕτω καὶ ἐνταῦθα τῷ αὐτῷ συλλογισµῷ κέχρηται, λέγων· Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄµεµπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος· τουτέστιν, εἰ οὐδὲν εἶχεν ἐλλιπὲς, εἰ ἀµέµπτους ἐποίει. Ὅτι γὰρ περὶ τούτου φησὶν, ἄκουε τὸ ἑξῆς· Μεµφόµενος δὲ αὐτοῖς λέγει. Οὐκ εἶπε, Μεµφόµενος δὲ αὐτῇ, ἀλλὰ, Μεµφόµενος δὲ αὐτοῖς λέγει· Ἰδοὺ ἡµέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣνδιεθέµην τοῖς πατράσιν αὐτῶν, ἐν ἡµέρᾳ ἐπιλαβοµένου µου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέµειναν ἐν τῇ διαθήκῃ µου, κἀγὼ ἠµέλησα αὐτῶν, λέγει Κύριος. Ναὶ, φησί· καὶ πόθεν δῆλον, ὅτι τέλος ἔλαβεν; Ἔδειξε µὲν οὖν καὶ ἀπὸ τοῦ ἱερέως τοῦτο· δείκνυσι δὲ τρανότερον νῦν αὐτολεξεὶ, ὅτι ἐκβέβληται. Πῶς δέ; Ἐπὶ κρείτ τοσιν ἐπαγγελίαις, εἰπών. Ποῦ γὰρ ἴσον, εἰπέ µοι, γῆ καὶ οὐρανός; Σὺ δὲ θεώρει πῶς κἀκεῖ Ἐπαγγελίαις φησὶν, ἵνα µὴ ταύτης τοῦτο κατηγορῇς. Καὶ γὰρ ἐκεῖ,∆ ι' ἧς ἐγγίζοµεν τῷ Θεῷ ἐλπίδος, φησὶ, κρείττονος, δεικνὺς ὅτι κἀκεῖ ἐλπίς· καὶ ἐνταῦθα, ἐπαγγελίας κρείττονος, αἰνιττόµενος ὅτι καὶ ἐκεῖ ἐπηγγείλατο. Ἐπειδὴ δὲ ἐνεκάλουν ἀεὶ, Ἰδοὺ γὰρ ἡµέραι ἔρχονται, λέγει Κύριος, φησὶ, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν. Οὐ παλαιάν τινα διαθήκην φησίν. Ἵνα γὰρ µὴ τοῦτο ἔχωσι λέγειν, καὶ τὸν χρόνον ὥρισεν· οὐ γὰρ ἁπλῶς εἶπε, Κατὰ τὴν διαθήκην, ἢν διεθέµην τοῖς πατράσιν αὐτῶν, ἵνα µὴ τὴν πρὸς τὸν Ἀβραὰµ γεγενηµένην εἴπῃς, ἢ τὴν πρὸς τὸν Νῶε· ἀλλὰ ποίαν δηλῶν, φησὶν, Οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέµην τοῖς πατράσιν αὐτῶν τοῖς ἐν τῇ ἐξόδῳ.∆ ιὸ καὶ ἐπήγαγεν· Ἐν ἡµέρᾳ ἐπιλαβοµένου µου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέµειναν ἐν τῇ διαθήκῃ µου, κἀγὼ ἠµέλησα αὐτῶν, λέγει Κύριος.
14.3
Ὁρᾷς πρῶτον παρ' ἡµῶν ἀρχόµενα τὰ κακά; Αὐτοὶ, φησὶ, πρῶτον οὐκ ἐνέµειναν. Λοιπὸν καὶ παρ' ἡµῶν ἡ ἀµέλεια, τὰ δὲ ἀγαθὰ παρ' αὐτοῦ, τὰ τῆς εὐεργεσίας λέγω. Ἐνταῦθα ὥσπερ ἀπολογίαν τίθησιν, αὐτὴν τὴν αἰτίαν δεικνὺς, δι' ἣν ἐγκαταλιµπάνει αὐτούς. Ὅτι αὕτη ἡ διαθήκη, φησὶν, ἣν διαθήσοµαι τῷ οἴκῳ Ἰσραὴλ µετὰ τὰς ἡµέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόµους µου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶκαρδίας αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσοµαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί µοι εἰς λαόν. Οὕτω περὶ τῆς καινῆς ταῦτά φησιν, ὅτι λέγει· Οὐ κατὰ τὴν διαθήκην ἣν διεθέµην. Ποία δὲ ἄλλη ἐστὶ διαφορὰ, ἢ αὕτη; Εἰ δὲ τὸ διάφορον λέγοι τις οὐ κατὰ τοῦτο, ἀλλὰ κατὰ τὸ δοθῆναι εἰς τὰς καρδίας αὐτῶν· οὐ προσταγµάτων εἰσάγει διαφορὰν, ἀλλὰ τὸν τρόπον τῆς δόσεως δείκνυσιν. Οὐκέτι γὰρ ἐν γράµµασι, φησὶν, ἔσται ἡ διαθήκη, ἀλλ' ἐν καρδίαις.∆ ειξάτω τοίνυν τοῦτο γενόµενόν ποτε ὁ Ἰουδαῖος· ἀλλ' οὐκ ἂν εὕροι· πάλιν γὰρ ἐν γράµµασιν ἐγένετο µετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος. Ἐγὼ δὲ δείκνυµι τοὺς ἀποστόλους µηδὲν παραλαβόντας γραπτὸν, ἀλλ' ἐν ταῖς καρδίαις δεξαµένους διὰ Πνεύµατος ἁγίου.∆ ιὸ καὶ ἔλεγεν ὁ Χριστός· Ἐκεῖνος ἐλθὼν ἀναµνήσει ὑµᾶς πάντα, καὶ διδάξει ὑµᾶς. Καὶ οὐ µὴ διδάξωσιν ἕκαστος, φησὶ, τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί µε, ἀπὸ µικροῦ ἕως µεγάλου αὐτῶν. Ὅτι ἵλεως ἔσοµαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἀνοµιῶν αὐτῶν, καὶ τῶν ἁµαρτιῶν αὐτῶν οὐ µὴ µνησθῶ ἔτι. Ἰδοὺ καὶ ἄλλο σηµεῖον· Ἀπὸ µικροῦ, φησὶν, ἕως µεγάλου αὐτῶν εἰδήσουσί µε, καὶ οὐ µὴ εἴπωσι· Γνῶθι τὸν Κύριον. Πότε τοῦτο γέγονεν ἢ νῦν; δῆλον γὰρ τὸ ἡµέτερον· τὸ δὲ ἐκείνων οὐ δῆλον, ἀλλ' ἀπεκέκλειστο εἰς γωνίαν. Ἄλλως δὲ, καινὴ τότε λέγεται, ὅταν ἑτέρα ᾖ, καὶ δεικνύῃ εἴ τι τῆς παλαιᾶς πλέον ἔχει. Καινὴ δὲ καὶ αὕτη τυγχάνει, ὅταν αὐτῆς τὰ µὲν περιαιρεθῇ, τὰ δὲ µή· οἷον, ἐπὶ ὑποδείγµατος ἵνα εἴπω, εἴ τις οἰκίαν παλαιὰν µέλλουσαν καταπίπτειν ἀφεὶς τὸ πᾶν, τὸν θεµέλιον ὑπέῤῥαψεν, εὐθέως λέγοµεν, Ἐποίησεν αὐτὴν καινὴν, ὅταν τὰ µὲν ἐξέλῃ, τὰ δὲ ἀντεισαγάγῃ. Καὶ γὰρ καὶ ὁ οὐρανὸς καινὸς λέγεται οὕτως, ὅταν µηκέτι χαλκοῦς ᾖ, ἀλλ' ὑετὸν διδῷ· καὶ ἡ γῆ ὁµοίως καινὴ, ὅταν µὴ ἄκαρπος ᾖ, οὐχ ὅταν µεταβληθῇ. Καὶ οἶκος οὕτω καινὸς, ὅταν τὰ µὲν αὐτοῦ ἐξαιρεθῇ, τὰ δὲ µένῃ. Ὥστε καὶ διαθήκην καινὴν καλῶς εἶπεν· ἵνα δείξῃ ὅτι παλαιὰ γέγονεν ἡ διαθήκη ἐκείνη, κατὰ τὸ µηδένα δοῦναι καρπόν. Καὶ ἵνα µάθῃς ἀκριβῶς, ἀνάγνωθι τί φησιν ὁ Ἀγγαῖος, τί ὁ Ζαχαρίας, τί ὁ ἄγγελος, τί δὲ Ἔσδρας ἐγκαλεῖ. Πῶς οὖν ἔλαβεν αὐτόν; πῶς δὲ οὐδεὶς ἐρωτᾷ Κύριον, ὅπου γε καὶ αὐτοὶ παρέβησαν, καὶ οὐδὲ αὐτοὶ ᾔδεσαν; Ὁρᾷς πῶς βεβίασται τὸ σόν; Ἐγὼ δὲ τὸ ἐµὸν τίθηµι, ὅτι καινὴ κυρίως αὕτη ἂν λέγοιτο. Ἄλλως δὲ, οὐδὲ ἐκεῖνο συγχωρῶ περὶ τούτου εἰρῆσθαι, τὸ, Ἔσται καινὸς ὁ οὐρανός.∆ ιὰ τί γὰρ µὴ, λέγων ἐν τῷ∆ ευτερονοµίῳ, ὅτι Ἔσται χαλκοῦς ὁ οὐρανὸς, τοῦτο ἔθηκεν ἐν τῇ διαστολῇ, ἐὰν δὲ εἰσακούσητε, ἔσται καινός; Καὶ µὴν διὰ τοῦτό φησιν ἑτέραν διαθήκην δώσειν, ἐπειδὴ τῇ προτέρᾳ οὐκ ἐνέµειναν. Τοῦτο ἐγὼ δείκνυµι, δι' ὧν φησι· Τὸ γὰρ ἀδύνατον τοῦ νόµου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός· καὶ πάλιν· Τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν µαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡµῶν, οὔτε ἡµεῖς ἰσχύσαµεν βαστάσαι; Ὅτι αὐτοὶ οὐκ ἐνέµειναν, φησίν. Ἐνταῦθα δείκνυσιν, ὅτι µειζόνων ἡµᾶς ἀξιοῖ, καὶ πνευµατικῶν. Εἰς πᾶσαν γὰρ, φησὶ, τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουµένης τὰ ῥήµατα αὐτῶν. Τουτέστιν, Οὐ µὴ εἴπωσιν ἕκαστος τῷ πλησίον αὐτοῦ, Γνῶθι τὸν Κύριον. Καὶ πάλιν, Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἐν τῷ λέγειν καινὴν, φησὶ, πεπαλαίωκε τὴν πρώτην. Τὸ δὲ παλαιούµενον καὶ γηράσκον ἐγγὺς ἀφανισµοῦ. Ὅρα τὸ κρυπτόµενον, ὅπως ἐξεκάλυψεν αὐτὴν τοῦ προφήτου τὴν διάνοιαν. Ἐτίµησε τὸν νόµον, καὶ οὐκ ἠθέλησεν αὐτὸν εἰπεῖν παλαιὸν ὀνοµαστί· πλὴν µέντοι τοῦτο εἶπεν· εἰ γὰρ ἐκεῖνο καινὸν ἦν, οὐκ ἂν καὶ τοῦτο τὸ µετὰ ταῦτα καινὸν ἐκάλεσεν. Ὥστε πλέον τι διδοὺς καὶ ἕτερον, Ἐπαλαιώθη, φησίν. Οὐκοῦν καταλύεται καὶ ἀπόλλυται καὶ οὐκέτι ἐστί. Λαβὼν παρὰ τοῦ προφήτου τὴν παῤῥησίαν, µᾶλλον αὐτοῦ καθάπτεται συµφερόντως, δεικνὺς ὅτι τὰ ἡµέτερα νῦν ἀνθεῖ· τουτέστιν, ἔδειξεν οὖσαν παλαιάν. Εἶτα λαβὼν τὸ τῆς παλαιᾶς ὄνοµα, καὶ ἕτερον παρ' ἑαυτοῦ προσθεὶς τὸ τοῦ γήρως, τὸ λειπόµενον ἀπὸ τῶν ἄλλων ἔλαβε, καί φησιν· Ἐγγὺς ἀφανισµοῦ. Οὐκ ἄρα ἁπλῶς κατέπαυσεν ἡ καινὴ τὴν παλαιὰν, ἀλλ' ὡς γεγηρακυῖαν, ὡς οὐ χρήσιµον.∆ ιὰ τοῦτο ἔλεγε,∆ ιὰ τὸ ἀσθενὲς καὶ ἀνωφελὲς, καὶ, Οὐδὲν ἐτελείωσεν ὁ νόµος, καὶ ὅτι, Εἰ ἡ πρώτη ἦν ἄµεµπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. Ἄµεµπτος τί ἐστι; Χρήσιµος, ἰσχυρά. Τοῦτο δὲ λέγει, οὐχ ὡς ἐγκληµάτων δεῖξαι ὑπεύθυνον, ἀλλ' ὡς οὐκ ἀρκοῦσαν, ἰδιωτικώτερον ἐφθέγξατο· ὡς ἄν τις εἴποι· Οὐκ ἔστιν ἄµεµπτος ἡ οἰκία, τουτέστιν, ἔχει ἐλάττωµα, σαθρά ἐστιν· οὐκ ἔστιν ἄµεµπτον τὸ ἱµάτιον, τουτέστι, λοιπὸν διαῤῥεῖ. Οὐχ ὡς πονηρὸν τοίνυν ἐνταῦθά φησιν, ἀλλ' ὡς ἔχον τὸ αἰτίαµα καὶ ἐλάττωµα.
14.4
Οὕτω δὴ καὶ ἡµεῖς καινοί ἐσµεν, µᾶλλον δὲ καινοὶ ἐγενόµεθα· νῦν δὲ πεπαλαιώµεθα· διὰ τοῦτο ἐγγύς ἐσµεν ἀφανισµοῦ καὶ ἀπωλείας. Ἀλλ', ἂν ἐθέλωµεν, ἔστιν ἀποξῦσαι τοῦτο τὸ γῆρας. Λουτρῷ µὲν οὖν οὐκέτι δυνατὸν, µετανοίᾳ δὲ ἐνταῦθα δυνατόν. Εἴ τι παλαιὸν ἐν ἡµῖν, ῥίψωµεν· εἴ τις ῥυτὶς, εἴ τις κηλὶς, εἴ τις σπῖλος, ἀπονιψώµεθα, καὶ καλοὶ γενώµεθα, ἵνα ἐπιθυµήσῃ ὁ βασιλεὺς τοῦ κάλλους ἡµῶν. Ἔξεστι καὶ πρὸς ἐσχάτην δυσείδειαν καταπεσόντας ἀνακτήσασθαι τὸ κάλλος ἐκεῖνο, περὶ οὗ φησιν ὁ∆ αυΐδ· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυµήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Καὶ µὴν ἡ λήθη κάλλος οὐ ποιεῖ, κάλλος τὸ ψυχικόν. Λήθη ποία; Ἡ τῶν ἁµαρτιῶν. Πρὸς γὰρ τὴν Ἐκκλησίαν τὴν ἐξ ἐθνῶν διαλέγεται, παραινῶν αὐτῇ τῶν πατρῴων µὴ µνησθῆναι, τουτέστι, τῶν εἰδώλοις θυόντων· ἀπὸ γὰρ τῶν τοιούτων συνῆκται. Καὶ οὐκ εἶπε, Μὴ µετέλθῃς αὐτά· ἀλλ', ὃ πλέον ἐστὶ, Μηδὲ εἰς νοῦν λάβῃς· ὃ καὶ ἀλλαχοῦ φησιν· Οὐ µὴ µνησθῶ τῶν ὀνοµάτων αὐτῶν διὰ χειλέων µου· καὶ πάλιν· Ὅπως ἂν µὴ λαλήσῃ τὸ στόµα µου τὰ ἔργα τῶν ἀνθρώπων. Οὔπω τοῦτο µεγάλη ἀρετή· µᾶλλον δὲ µεγάλη µὲν, ἀλλ' οὐ τοιαύτη. Ἐκεῖ γὰρ τί φησιν; Οὐκ εἶπεν, Οὐ µὴ λαλήσῃς τὰ τῶν πατέρων, ἀλλὰ, Μηδὲ ἀναµνησθῇς αὐτῶν, µηδὲ εἰς νοῦν λάβῃς. Ὁρᾷς πόσον ἡµᾶς διάστηµα τῆς κακίας ἀπέχειν βούλεται; Ὁ γὰρ µὴ µεµνηµένος, οὐ λογιεῖται· ὁ δὲ µὴ λογιζόµενος, οὐδὲ φθέγγεται· ὁ δὲ µὴ φθεγγόµενος, οὐδὲ πράξει. Ὁρᾷς πρὸ πόσων ἀπετείχισεν ἡµᾶς ὁδῶν, πρὸ πόσων διαστηµάτων ἀπεµάκρυνε καὶ ἐκ τοῦ πλείονος; Ἀκούσωµεν τοίνυν καὶ ἡµεῖς, καὶ ἐπιλαθώµεθα τῶν ἡµετέρων κακῶν, οὐ τῶν ἡµαρτηµένων ἡµῖν, λέγω· Μνήσθητι γὰρ σὺ, φησὶ, πρῶτος, καὶ οὐ µὴ µνησθῶ ἐγώ. Οἷόν τι λέγω· Μηκέτι µνηµονεύωµεν ἁρπαγῆς, ἀλλὰ καὶ τὰ πρότερα ἀποδῶµεν. Τοῦτό ἐστιν ἐπιλαθέσθαι κακίας, καὶ ἐκβαλεῖν τὸν λογισµὸν τὸν ἁρπακτικὸν, καὶ µηδέποτε αὐτὸν ἔτι δέξασθαι, ἀλλὰ καὶ τὰ ἤδηπεπληµµεληµένα ἀπαλείφειν. Πόθεν δὲ ἂν γένοιτο ἡµῖν λήθη πονηρίας; Ἀπὸ τῆς µνήµης τῶν ἀγαθῶν τοῦ Θεοῦ· ἐὰν τοῦ Θεοῦ διαπαντὸς µνηµονεύωµεν, οὐ δυνάµεθα κἀκείνων µεµνῆσθαι. Εἰ ἐµνηµόνευον γὰρ σου, φησὶν, ἐπὶ τῆς στρωµνῆς µου, ἐν τοῖς ὄρθροις ἐµελέτων εἰς σέ. Ἀεὶ µὲν οὖν, µάλιστα δὲ τότε χρὴ µεµνῆσθαι τοῦ Θεοῦ, ὅταν ἐν ἡσυχίᾳ ὁ λογισµὸς ᾖ, ὅταν διὰ τῆς µνήµης ἐκείνης ἑαυτοῦ καταδικάζειν δύνηται, ὅταν κατέχεσθαι ἐν τῇ µνήµῃ. Ἐν ἡµέρᾳ µὲν γὰρ ἂν µνηµονεύσωµεν, ἐπεισελθοῦσαι φροντίδες ἕτεραι καὶ θόρυβοι πάλιν αὐτὴν ἐκβάλλουσιν· ἐν νυκτὶ δὲ διαπαντὸς µεµνῆσθαι δυ νατὸν, ὅταν ἐν γαλήνῃ ᾖ καὶ ἀναπαύσει ἡ ψυχὴ, ὅταν ἐν λιµένι, ὅταν ἐν εὐδίᾳ. Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑµῶν, ἐπὶ ταῖς κοίταις ὑµῶν κατανύγητε, φησίν. Ἔδει µὲν γὰρ καὶ δι' ἡµέρας ταύτην ἔχειν τὴν µνήµην· ἐπειδὴ δὲ φροντίζετε ἀεὶ, καὶ περισπᾶσθε ἐν τοῖς βιωτικοῖς, κἂν τότε µνηµονεύετε ἐπὶ τῆς κοίτης τοῦ Θεοῦ· ἐν τοῖς ὄρθροις µελετᾶτε ἐν αὐτῷ. Ἂν ἐν τοῖς ὄρθροις µελετήσωµεν ταῦτα, µετὰ πολλῆς ἀσφαλείας χωρήσοµεν εἰς τὰ πράγµατα· ἂν ἵλεων πρῶτον τὸν Θεὸν ποιήσωµεν τῇ ἐντεύξει καὶ τῇ ἱκετηρίᾳ, οὕτω προβαίνοντες οὐδένα ἕξοµεν ἐχθρόν· κἂν ἔχῃς δὲ, καταγελάσῃ, ἵλεων ἔχων τὸν Θεόν. Πόλεµός ἐστιν ἐν τῇ ἀγορᾷ, µάχη ἐστὶ τὰ πράγµατα τὰ καθηµερινὰ, κλυδώνιόν ἐστι καὶ χειµών.∆ εῖ τοίνυν ὅπλων ἡµῖν· µέγα δὲ ὅπλον εὐχή· δεῖ οὐρίων ἀνέµων δεῖ µαθεῖν ἅπαντα, ὥστε τὸ µῆκος τῆς ἡµέρας χωρὶς ναυαγίων διανύσαι καὶ τραυµάτων· πολλοὶ γὰρ καθ' ἑκάστην ἡµέραν οἱ σκόπελοι, καὶ πολλάκις προσέῤῥαξε τὸ σκάφος καὶ κατεποντίσθη.∆ ιὰ τοῦτο εὐχῆς ἡµῖν δεῖ µάλιστα ἑωθινῆς καὶ νυκτερινῆς. Ὀλύµπια πολλοὶ πολλάκις ὑµῶν ἐθεάσαντο· καὶ οὐκ ἐθεάσαντο µόνον, ἀλλὰ καὶ σπουδασταὶ καὶ θαυµασταὶ τῶν ἀγωνιζοµένων ἐγένοντο, ὁ µὲν τούτου, ὁ δὲ ἐκείνου. Ἴστε οὖν ὅτι καὶ τὰς ἡµέρας τῶν ἀγώνων, καὶ τὰς νύκτας ἐκείνας, δι' ὅλης νυκτὸς ὁ κήρυξ οὐδὲν ἄλλο φροντίζει, οὐδὲν ἄλλο µεριµνᾷ, ἢ ὅπως ἐξελθὼνµὴ ἀσχηµονήσῃ, ὁ ἀγωνιζόµενος. Ἐκεῖνοι γὰρ οἱ παρακαθήµενοι τῷ σαλπιγκτῇ παρεγγυῶσι µηδὲ φθέγγεσθαί τινι, ὥστε µὴ τὸ πνεῦµα δαπανώµενον γέλωτα ὄφλειν. Εἰ τοίνυν ὁ ἐπ' ἀνθρώπων ἀγωνίζεσθαι µέλλων, τοσαύτῃ κέχρηται προνοίᾳ, πολλῷ µᾶλλον ἡµῖν ἁρµόσει διηνεκῶς φροντίζειν καὶ µεριµνᾷν, οἷς ὁ πᾶςβίος ἀγών ἐστι. Πᾶσα τοίνυν ἔστω νὺξ παννυχὶς, καὶ µεριµνῶµεν πῶς ἐξελθόντες τὴν ἡµέραν, µὴ γέλωτα ὄφλωµεν. Καὶ εἴθε γέλωτα µόνον· νυνὶ δὲ κάθηται ἐν δεξιᾷ τοῦ Πατρὸς ὁ ἀγωνοθέτης, ἀκούων ἀκριβῶς µήτι ἀπηχὲς φθεγγώµεθα, µήτι παρὰ µέλος· οὐ γὰρ πραγµάτων µόνον, ἀλλὰ καὶ ῥηµάτων ἐστὶ κριτής. Παννυχίσωµεν, ἀγαπητοί· ἔχοµεν καὶ ἡµεῖς σπουδαστὰς, ἐὰν θέλωµεν· ἑκάστῳ ἡµῶν ἄγγελος παρακάθηται· ἡµεῖς δὲ ῥέγχοµεν δι' ὅλης νυκτός· καὶ εἴθε τοῦτο µόνον· πολλοὶ δὲ καὶ ἀσελγῆ πράττουσι πολλὰ, οἱ µὲν πρὸς αὐτὰ τὰ χαµαιτυπεῖα βαδίζοντες, οἱ δὲ τὰς οἰκίας πορνεῖα ποιοῦντες τῷ ἑταίρας ἄγειν ἐκεῖ. Πάνυ γε( οὐ γάρ;) καλῶς µεριµνῶσιν ἀγωνίσασθαι. Ἕτεροι µεθύουσι καὶ παραφθέγγονται, ἄλλοι θορυβοῦσιν, ἕτεροι παννυχίζουσι κακῶς, καὶ τῶν καθευδόντων χεῖρον πλέκοντες δόλους· ἄλλοι τόκους ἀριθµοῦντες, ἕτεροι φροντίσι κοπτόµενοι, καὶ πάντα µᾶλλον ποιοῦντες, ἢ τὰ τῷ ἀγῶνι προσήκοντα.∆ ιὸ, παρακαλῶ, πάντα ἀφέντες, εἰς ἓν ὁρῶµεν µόνον, ὅπως τὸ βραβεῖον λάβωµεν, καὶ τὸν στέφανον ἀναδησώµεθα· πάντα πράττωµεν, δι' ὧν δυνησώµεθα τυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.

Intertext edge

Open linked passage

Note