Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 15 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
15.0
Εἶχε µὲν οὖν καὶ ἡ πρώτη δικαιώµατα λατρείας, τό τε ἅγιον κοσµικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασµα σκηνὴ ἡ λεγο µένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυµιατήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυµµένην πάντοθεν χρυσίῳ· ἐν ᾗ στάµνος χρυσῆ ἔχουσα τὸ µάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης· ὑπεράνω δὲ αὐτῆς Χερουβὶµ δόξης, κατασκιά ζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ µέρος.
15.1
Ἔδειξεν ἀπὸ τοῦ ἱερέως, ἀπὸ τῆς ἱερωσύνης, ἀπὸ τῆς διαθήκης, ὅτι τέλος ἔµελλεν ἔχειν ἐκείνη· δείκνυσι λοιπὸν καὶ ἀπ' αὐτῆς τῆς σκηνῆς τοῦ σχήµατος. Πῶς; Ἅγια λέγων, καὶ Ἅγια ἁγίων. Τὰ µὲν οὖνἅγια τοῦ προτέρου καιροῦ σύµβολά ἐστιν· ἐκεῖ γὰρ διὰ θυσιῶν πάντα γίνεται· τὰ δὲ Ἅγια τῶν ἁγίων, τούτου τοῦ νῦν ἐνεστῶτος· λέγει δὲ Ἅγια ἁγίων τὸν οὐρανὸν, τὸ αὐτὸ δὲ καὶ καταπέτασµα τοῦ οὐρανοῦ, καὶ τὴν σάρκα εἰσερχοµένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσµατος, τουτέστι, διὰ τοῦ καταπετάσµατος τῆς σαρκὸς αὐτοῦ. Καλὸν δὲ ἄνωθεν τοῦτο τὸ χωρίον ἀναλαβόντας εἰπεῖν. Τί οὖν φησιν; Εἶχε µὲν οὖν καὶ ἡ πρώτη. Ἡ πρώτη τίς; Ἡ διαθήκη.∆ ικαιώµατα λατρείας. Τί ἐστι,∆ ικαιώµατα; Σύµβολα, ἢ θεσµούς· ὡσεὶ ἔλεγε, Τότε εἶχε, νῦν οὐκ ἔχει· δείκνυσιν ἤδη τούτῳ αὐτὴν ἐκκεχωρηκυῖαν· τότε γὰρ εἶχε, φησίν. Ὥστε νῦν, εἰ καὶ ἕστηκεν, οὐκ ἔστι. Τό τε ἅγιον κοσµικόν. Κοσµικὸν λέγει, ἐπειδὴ πᾶσιν ἠφίετο ἐπιβαίνειν, καὶ δῆλος ἦν ὁ τόπος ἐν τῷ αὐτῷ οἴκῳ, ἔνθα οἱ ἱερεῖς εἱστήκεσαν, ἔνθα οἱ Ἰουδαῖοι, οἱ προσήλυτοι, οἱ Ἕλληνες, οἱ Ναζωραῖοι. Ἐπεὶ οὖν καὶ Ἕλλησι βατὸν ἦν, κοσµικὸν αὐτὸ καλεῖ· οὐ γὰρ δὴ οἱ Ἰουδαῖοι ὁ κόσµος ἦσαν. Σκηνὴ γὰρ, φησὶ, κατεσκευάσθη ἡ πρώτη, ἥτις λέγεται ἅγια· ἐν ᾗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων. Ταῦτα σύµβολα τοῦ κόσµου. Μετὰ δὲ τὸ δεύτερον καταπέτασµα. Ἄρα οὐκ ἦν καταπέτασµα ἓν, ἀλλὰ καὶ ἔξω καταπέτασµα ἦν. Σκηνὴ, ἥτις λέγεται Ἅγια ἁγίων. Ὅρα πῶς πανταχοῦ σκηνὴν καλεῖ παρὰ τὸ σκηνοῦν ἐκεῖ. Χρυσοῦν ἔχουσα θυµιατήριον, φησὶ, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυµµένην πάντοθεν χρυσίῳ· ἐν ᾗ στάµνος χρυσῆ ἔχουσα τὸ µάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης. Πάντα ταῦτα σεµνὰ ἦν καὶ λαµπρὰ τῆς Ἰουδαϊκῆς ἀγνωµοσύνης ὑποµνήµατα. Καὶ αἱ πλάκες τῆς διαθήκης. Κατέαξε γὰρ αὐτάς· καὶ τὸ µάννα· ἐγόγγυσαν γάρ· καὶ διὰ τοῦτο εἰς ἐγγόνους παραπέµπων τὴν µνήµην, προσέταξεν εἰς τὴν στάµνον τὴν χρυσῆν ἀποτεθῆναι αὐτό. Καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα. Ἐπανέστησαν γάρ. Ἐπεὶ οὖν καὶ ἀχάριστοι ἦσαν οἱ Ἰουδαῖοι, καὶ εὐεργετούµενοι συνεχῶς ἐπελανθάνοντο, διὰ τοῦτο προστάξει τοῦ νοµοθέτου εἰς τὴν στάµνον τὴνχρυσῆν ἀπέθεσαν αὐτὰ, καὶ οὕτως εἰς ἐγγόνους παρέπεµπον τὴν µνή µην. Ὑπεράνω δὲ αὐτῆς Χερουβὶµ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον. Τί ἐστι Χερουβὶµ δόξης; Ἤτοι τὰ ἔνδοξα, ἢ τὰ ὑποκάτω τοῦ Θεοῦ φησι. Καλῶς δὲ καὶ ἐπαίρει ταῦτα τῷ λόγῳ, ἵνα δείξῃ µείζονα ὄντα τὰ µετὰ ταῦτα. Περὶ ὧν οὐκ ἔστι, φησὶ, νῦν λέγειν κατὰ µέρος. Ἐνταῦθα ᾐνίξατο, ὅτι οὐ ταῦτα ἦν µόνον τὰ ὁρώµενα, ἀλλὰ αἰνίγµατά τινα ἦν. Περὶ ὧν οὐκ ἔστι, φησὶ, νῦν λέγειν κατὰ µέρος· ἴσως ὡς µακροῦ δεοµένων λόγου. Τούτων δὲ οὕτω κατεσκευασµένων, εἰς µὲν τὴν πρώτην σκηνὴν διαπαντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. Τουτέστιν, ἦν µὲν ταῦτα, οὐκ ἀπέλαυον δὲ τούτων αὐτῶν οἱ Ἰουδαῖοι· οὐ γὰρ ἑώρων αὐτά. Ὥστε οὐκ ἐκείνοις µᾶλλον ἦν, ἢ οἷς προετυποῦτο. Εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ µόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵµατος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοηµάτων. Ὁρᾷς ἤδη τοὺς τύπους προκαταβεβληµένους; Ἵνα γὰρ µὴ λέγωσιν, ὅτι πῶς µία θυσία, καὶ πῶς ὁ ἀρχιερεὺς ἅπαξ προσέφερε, δείκνυσιν αὐτὸ ἄνωθεν οὕτως ὄν· εἴ γε ἡ ἁγιωτέρα µία ἦν καὶ ἡ φρικτή. Οὕτως ἠθίζοντο ἄνωθεν· καὶ γὰρ τότε ὁ ἀρχιερεὺς, φησὶν, ἅπαξ προσέφερε. Καὶ καλῶς εἶπεν, Οὐ χωρὶς αἵµατος· οὐ χωρὶς µὲν αἵµατος, οὐ µὴν τούτου τοῦ αἵµατος· οὐ γὰρ τοσαύτη ἦν ἡ πραγµατεία.∆ είκνυσιν ὅτι ἔσται, οὐ πυρὶ ἀναλουµένη, ἀλλὰ ἀπὸ αἵµατος µᾶλλον δεικνυµένη. Ἐπειδὴ γὰρ θυσίαν ἐκάλεσε τὸν σταυρὸν, οὔτε πῦρ ἔχοντα, οὔτε ξύλα, οὔτε πολλάκις προσφερόµενον, ἀλλὰ ἅπαξ ἐν αἵµατι προσενεχθέντα· δείκνυσιν ὅτι καὶ ἡ παλαιὰ θυσία τοιαύτη ἦν, ἅπαξ προσεφέρετο ἐν αἵµατι. Ὃ προσφέρει, φησὶν, ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοηµάτων. Ὅρα· οὐκ εἶπεν, ἁµαρτηµάτων, ἀλλ', Ἀγνοηµάτων, ἵνα µὴ µέγα φρονήσωσιν. Εἰ γὰρ καὶ µὴ ἑκὼν ἥµαρτες, φησίν· ἀλλ' ἄκων ἠγνόησας, καὶ τούτου οὐδείς ἐστι καθαρός. Καὶ πανταχοῦ τὸ, Ὑπὲρ ἑαυτοῦ, τίθησι, δεικνὺς ὅτι ὁ Χριστὸς πολλῷ µείζων ἐστὶ τοῦ παρὰ Ἰουδαίοις ἀρχιερεύς. Εἰ γὰρ κεχώρισται τῶν ἁµαρτιῶν ἡµῶν, πῶς ὑπὲρ ἑαυτοῦ προσήνεγκε; Τί οὖν ταῦτα εἶπες, φησί; Τοῦτο γὰρ κρείττονός ἐστιν. Οὐδαµοῦ ἐνταῦθα θεωρία· λοιπὸν δὲ θεωρεῖ καί φησι· Τοῦτο δηλοῦντος τοῦ Πνεύµατος τοῦ ἁγίου, µήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν.∆ ιὰ τοῦτο, φησὶ, ταῦτα οὕτω κατεσκεύασται, ἵνα µάθωµεν ὅτι τὰ Ἅγια τῶν ἁγίων, τουτέστιν, ὁ οὐρανὸς, ἔτι ἐστὶν ἄβατος. Μὴ οὖν, ἐπειδὴ µὴ ἐπιβαίνοµεν αὐτοῦ, φησὶ, νοµίζωµεν αὐτὸν µηδὲ εἶναι, ἐπεὶ οὐδὲ τῶν ἁγίων ἐπέβηµεν. Ἥτις παραβολὴ, φησὶν, εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα.
15.2
Καιρὸν ἐνεστηκότα ποῖον λέγει; Τὸν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας· µετὰ γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ οὐκέτι καιρός ἐστιν ἐνεστώς· πῶς γὰρ, ἐπιγενόµενος καὶ τέλος ἔχων; Καὶ ἕτερον δὲ ἐµφαίνων, τοῦτό φησι· Ἥτις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα· τουτέστιν, ὁ τύπος γέγονε. Καθ' ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, µὴ δυνάµεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα. Εἶδες πῶς σαφῶς ἔδειξεν ἐντεῦθεν τί ἐστι τὸ, Οὐδὲν ἐτελείωσεν ὁ νόµος, καὶ τὸ, Εἰ ἡ πρώτη ἦν ἄµεµπτος; Πῶς; Κατὰ συνείδησιν. Αἱ γὰρ θυσίαι οὐ τὸν ἀπὸ τῆς ψυχῆς ῥύπον ἠφίεσαν, ἀλλ' ἔτι περὶ σῶµα ἦσαν· Κατὰ νόµον γὰρ ἐντολῆς σαρκικῆς, φησίν. Οὐ γὰρ δὴ µοιχείαν, οὐδὲ φόνον, οὐδὲ ἱεροσυλίαν ἀφιέναι ἠδύναντο. Ὁρᾷς, Τόδε φάγε, τόδε µὴ φάγῃς; ἅπερ ἐστὶν ἀδιάφορα. Μόνον ἐπὶ βρώµασι καὶ πόµασι καὶ διαφόροις βαπτισµοῖς. Τόδε πίε, φησί· καίτοι περὶ τοῦ ποτοῦ οὐδὲν ἦν διατεταγµένον· ἀλλ' ἐξευτελίζων αὐτὰ οὕτως εἶπε· Καὶ διαφόροις βαπτισµοῖς, καὶ δικαιώµασι σαρκὸς, µέχρι καιροῦ διορθώσεως ἐπικείµενα. Αὕτη γὰρ ἡ δικαιοσύνη τῆς σαρκός. Ἐνταῦθα καταβάλλει τὰς θυσίας, δεικνὺς ὅτι οὐδεµίαν εἶχον ἰσχὺν, καὶ ὅτι µέχρι καιροῦ διορθώσεως ἦσαν· τουτέστιν, ἔµενον τὸν καιρὸν τὸν διορθοῦντα πάντα. Χριστὸς δὲ παραγενόµενος ἀρχιερεὺς τῶν µελλόντων ἀγαθῶν, διὰ τῆς µείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου. Τὴν σάρκα ἐνταῦθα λέγει. Καλῶς δὲ καὶ µείζονα καὶ τελειοτέραν εἶπεν, εἴ γε ὁ Θεὸς Λόγος, καὶ πᾶσα ἡ τοῦ Πνεύµατος ἐνέργεια ἐνοικεῖ ἐν αὐτῇ· Οὐ γὰρ ἐκ µέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦµα· ἢ τελειοτέρας, ἅτε καὶ ἀλήπτου οὔσης, λέγει, καὶ µείζονα κατορθούσης. Τουτέστιν, οὐ ταύτης τῆς κτίσεως. Ἰδοὺ πῶς µείζονος· οὐ γὰρ ἂν ἐκ Πνεύµατος, εἰ ἄνθρωπος αὐτὴν κατεσκεύασεν. Οὐ ταύτης τῆς κτίσεως, φησὶ, τουτέστιν, οὐ τούτων τῶν κτισµάτων, ἀλλὰ πνευµατικῆς· ἐκ Πνεύµατος γὰρ κατεσκεύαστο ἁγίου. Ὁρᾷς πῶς καὶ σκηνὴν καὶ καταπέτασµα καὶ οὐρανὸν τὸ σῶµα καλεῖ;∆ ιὰ τῆς µείζονος καὶ τελειοτέρας, φησὶ, σκηνῆς· εἶτα,∆ ιὰ τοῦ καταπετάσµατος, τουτέστι, τῆς σαρκὸς αὐτοῦ· καὶ πάλιν, Εἰς τὸ ἐσώτερον τοῦ καταπετάσµατος· καὶ πάλιν· Εἰσερχοµένην εἰς τὰ Ἅγια τῶν ἁγίων, ἐµφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ. Τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ; Ἡµᾶς διδάξαι βουλόµενος, καθ' ἕτερον καὶ ἕτερον σηµαινόµενον, τὸν αὐτὸν λόγον ὄντα. Οἷόν τι λέγω, καταπέτασµα ὁ οὐρανός ἐστιν· ὥσπερ γὰρ ἀποτειχίζει τὰ ἅγια καταπέτασµα, καὶ ἡ σὰρξ κρύπτουσα τὴν θεότητα· καὶ σκηνὴ ὁµοίως ἡ σὰρξ, ἔχουσα τὴν θεότητα· καὶ σκηνὴ πάλιν ὁ οὐρανός· ἐκεῖ γάρ ἐστιν ἔνδον ὁ ἱερεύς. Χριστὸς δὲ, φησὶ, παραγενόµενος ἀρχιερεύς. Οὐκ εἶπε, Γενόµενος, ἀλλὰ, Παραγενόµενος, τουτέστιν, εἰς αὐτὸ τοῦτο ἐλθὼν, οὐχ ἕτερον διαδεξάµενος· οὐ πρότερον παρεγένετο, καὶ τότε ἐγένετο, ἀλλ' ἅµα ἦλθε. Καὶ οὐκ εἶπε, Παραγενόµενος ἀρχιερεὺς τῶν θυοµένων, ἀλλὰ, Τῶν µελλόντων ἀγαθῶν· ὡς οὐκ ἰσχύοντος τοῦ λόγου παραστῆσαι τὸ πᾶν. Οὐδὲ δι' αἵµατος, φησὶ, τράγων καὶ µόσχων. Πάντα ἐξηλλαγµένα,∆ ιὰ δὲ τοῦ ἰδίου αἵµατος, φησὶν, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια. Ἰδοὺ τὸν οὐρανὸν τοῦτο ἐκάλεσεν. Ἐφάπαξ, φησὶν, εἰσῆλθεν εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράµενος· καὶ τὸ, Εὑράµενος, σφόδρα τῶν ἀπόρων ἦν καὶ τῶν παρὰ προσδοκίαν, πῶς διὰ µιᾶς εἰσόδου αἰωνίαν λύτρωσιν ηὕρατο. Εἶτα τὸ πιθανόν· Εἰ γὰρ τὸ αἷµα ταύρων καὶ τράγων, καὶ σποδὸς δαµάλεως ῥαντίζουσα τοὺς κεκοινωµένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ µᾶλλον τὸ αἷµα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύµατος ἁγίου ἑαυτὸν προσήνεγ κεν ἄµωµον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑµῶν ἀπὸ νεκρῶνἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι; Εἰ γὰρ σάρκα, φησὶ, δύναται καθαρίσαι τὸ αἷµα τῶν ταύρων, πολλῷ µᾶλλον τῆς ψυχῆς τὸν ῥύπον ἀποσµήξει τὸ αἷµα τοῦ Χριστοῦ. Ἵνα γὰρ µὴ ἀκούσας, Ἁγιάζει, µέγα τι νοµίσῃς, ἐπισηµαίνεται καὶ δείκνυσιν ἑκατέρου τοῦ καθαρµοῦ τὸ µέσον, καὶ πῶς οὗτος µὲν ὑψηλὸς, ἐκεῖνοςδὲ ταπεινός· καὶ λέγει, ὅτι εἰκότως, εἴ γε ἐκεῖνο µὲν τὸ αἷµα ἦν ταύρων, τοῦτο δὲ τοῦ Χριστοῦ. Καὶ οὐκ ἠρκέσθη τῷ ὀνόµατι, ἀλλὰ καὶ τὸν τρόπον τίθησι τῆς προσφορᾶς· Ὃς διὰ Πνεύµατος ἁγίου, φησὶν, ἑαυτὸν προσήνεγκεν ἄµωµον τῷ Θεῷ· τουτέστι, τὸ ἱερεῖον ἄµωµον ἦν ἁµαρτιῶν καθαρόν. Τὸ δὲ,∆ ιὰ Πνεύµατος ἁγίου, δηλοῖ ὅτι οὐ διὰ πυρὸς προσήνεκται, οὐδὲ δι' ἄλλων τινῶν. Καθαριεῖ τὴν συνείδησιν ὑµῶν, φησὶν, ἀπὸ νεκρῶν ἔργων. Καὶ καλῶς εἶπεν, Ἀπὸ νεκρῶν ἔργων· εἴ τις γὰρ ἥψατο τότε νεκροῦ, ἐµιαίνετο· καὶ ἐνταῦθα εἴ τις ἅψαιτο νεκροῦ ἔργου, µολύνεται διὰ τῆς συνειδήσεως. Εἰς τὸ λατρεύειν Θεῷ ζῶντι, φησὶ, καὶ ἀληθινῷ. Ἐνταῦθα ἐµφαίνει, ὅτι τὸν νεκρὰ ἔργα ἔχοντα οὐκ ἔνι δουλεύειν τῷ ζῶντι Θεῷ. Ἀληθινῷ δὲ καὶ ζῶντι Θεῷ εἰκότως εἶπε, δηλῶν ἐντεῦθεν ὅτι καὶ τὰ προσαγόµενα αὐτῷ τοιαῦτα. Ὥστε ταῦτα τὰ παρ' ἡµῖν καὶ ζῶντα καὶ ἀληθινά· ἐκεῖνα δὲ τὰ παρὰ Ἰουδαίοις καὶ νεκρὰ καὶ ψευδῆ· καὶ εἰκότως.
15.3
Μηδεὶς τοίνυν νεκρὰ ἔργα ἔχων εἰσίτω ἐνταῦθα. Εἰ γὰρ τὸν νεκροῦ σώµατος ἁπτόµενον οὐκ ἔδει εἰσιέναι, πολλῷ µᾶλλον τὸν νεκρὰ ἔργα ἔχοντα· µολυσµὸς γάρ ἐστι χαλεπώτατος. Νεκρὰ δὲ ἔργα ἐστὶ πάντα τὰ ζωὴν οὐκ ἔχοντα, τὰ δυσωδίας πνέοντα. Ὥσπερ γὰρ τὸ νεκρὸν σῶµα πρὸς οὐδεµίαν αἴσθησίν ἐστι χρήσιµον, ἀλλὰ καὶ λυπεῖ τοὺς πλησιάζοντας· οὕτω καὶ ἡ ἁµαρτία εὐθέως τὸ λογιστικὸν πλήττει, καὶ οὐκ ἀφίησιν οὐδὲ αὐτὴν τὴν διάνοιαν ἠρεµεῖν, ἀλλὰ θορυβεῖ καὶ ταράττει. Λέγεται δὲ καὶ λοιµὸς τικτόµενος διαφθείρειν τὰ σώµατα. Τοιαύτη ἐστὶ καὶ ἡ ἁµαρτία· λοιµοῦ οὐδὲν διενήνοχεν, οὐ τὸν ἀέρα διαφθείρουσα πρῶτον, εἶτα τὰ σώµατα, ἀλλ' εὐθέως εἰς τὴν ψυχὴν εἰσπηδῶσα. Οὐχ ὁρᾷς τοὺς λοιµώττοντας πῶς φλεγµαίνουσι, πῶς περιστρέφονται, πῶς δυσωδίας εἰσὶν ἐµπεπλησµένοι, πῶς αὐτῶν αἰσχραὶ αἱ ὄψεις, πῶς ὅλοι ἀκάθαρτοι; Τοιοῦτοί εἰσι καὶ οἱ ἁµαρτάνοντες, κἂν µὴ βλέπωσιν. Εἰπέ µοι γὰρ, πυρέττοντος παντὸς οὐκ ἔστι χείρων ὁ τῇ ἐπιθυµίᾳ τῶν χρηµάτων, ἢ τῶν σωµάτων ἁλούς; οὐχὶ ἀκαθαρτότερος τούτων πάντων ἐστὶ, πάντα τὰ ἀναίσχυντα καὶ ποιῶν καὶ πάσχων; Τί γὰρ αἰσχρότερον ἀνδρὸς χρηµάτων ἐρῶντος; ὅσα αἱ ἑταιριζόµεναι γυναῖκες, ὅσα αἱ ἐπὶ τῆς σκηνῆς οὐ παραιτοῦνται ποιεῖν, τοσαῦτα οὐδὲ οὗτος· µᾶλλον δὲ ἐκείνας εἰκός ἐστι παραιτήσασθαι, ἢ τοῦτον. Τί λέγω, οὐ παραιτεῖται; καὶ δουλοπρεπῆ πράγµατα ὑποµένει, κολακεύων οὓς οὐ δεῖ, θρασυνόµενος πάλιν ἔνθα µὴ δεῖ, πανταχοῦ ἀνώµαλος· πονηροὺς ἄνδρας καὶ γόητας πολλάκις διεφθαρµένους, πολλῷ καὶ πενεστέρους καὶ εὐτελεστέρους αὐτοῦ παρακάθηται κολακεύων, καὶ ἑτέρους ἀγαθοὺςκαὶ πάντοθεν ἐναρέτους ὑβρίζων καὶ θρασυνόµενος. Εἶδες ἑκατέρωθεν τὴν ἀσχηµοσύνην, τὴν ἀναισχυντίαν; καὶ ταπεινός ἐστι πέρα τοῦ µέτρου, καὶ ἀλαζών. Ἀλλ' ἑστήκασιν ἐπὶ οἰκήµατος αἱ πόρναι, καὶ τοῦτό ἐστι τὸ ἔγκληµα, ὅτι τὸ σῶµα πωλοῦσι χρηµάτων ἕνεκεν· ἀλλ' ἔχουσί τινα ἀπολογίαν, τὴν πενίαν καὶ τὸν καταναγκάζοντα λιµόν· εἰ καὶ τὰ µάλιστα οὐδὲ τοῦτο ἱκανὸν εἰς ἀπολογίαν· ἐξῆν γὰρ ἐργαζοµένας διατρέφεσθαι. Ἐνταῦθα δὲ ἕστηκεν ὁ πλεονέκτης, οὐκ ἐπὶ οἰκήµατος, ἀλλ' ἐπὶ τῆς πόλεως µέσης, οὐ σῶµα, ἀλλὰ τὴν ψυχὴν προδιδοὺς τῷ διαβόλῳ, ὥστε καὶ συγγίνεσθαικαὶ εἰσέρχεσθαι πρὸς αὐτὸν ὥσπερ ὄντως πρὸς πόρνην, καὶ τὴν ἐπιθυµίαν αὐτοῦ πᾶσαν πληρώσας ἐξέρχεται· καὶ ὁρῶσι πᾶσα ἡ πόλις, οὐ δύο ἄνδρες καὶ τρεῖς. Καὶ τοῦτο δὲ τῶν πορνῶν ἴδιόν ἐστιν, ὅτι τοῦ τὸ χρυσίον διδόντος εἰσί· κἂν γὰρ δοῦλος ᾖ, κἂν ἐλεύθερος, κἂν µονοµάχος, κἂν ὁστισοῦν, προτείνῃ δὲ τὸν µισθὸν, καταδέχονται· τοὺς δὲ µηδὲν προτείνοντας, κἂν πάντων ὦσιν εὐγενέστεροι, χωρὶς τοῦ ἀργυρίου οὐ προσίενται. Τοῦτο καὶ ἐνταῦθα οὗτοι ποιοῦσι· τοὺς µὲν ὀρθοὺς λογισµοὺς, ὅταν ἀργύριον µὴ ἔχωσιν, ἀποστρέφονται· τοῖς δὲ µιαροῖς καὶ ὄντως θηριοµάχοις συγγίνονται διὰ τὸ χρυσίον, καὶ ἀσχηµόνως συγγίνονται, καὶ τὸ κάλλος ἀπολλύουσι τῆς ψυχῆς. Καθάπερ γὰρ ἐκεῖναι φύσει µὲν εἰδεχθεῖς καὶ µέλαιναι καὶ ἀγροικίδες καὶ παχεῖαι καὶ ἄµορφοι καὶ κακόπλαστοι, καὶ πάντοθεν αἰσχραί· οὕτω καὶ αἱ τούτων γίνονται ψυχαὶ, οὐδὲ τοῖς ἔξωθεν ἐπιτρίµµασι τὴν ἀµορφίαν συγκαλύψαι δυνάµεναι. Ὅταν γὰρ ἐσχάτη ᾖ δυσείδεια, ὅσα ἂν ἐπινοήσωσιν, οὐδὲ ὑποκρίνασθαι δύνανται. Ὅτι γὰρ ἀναισχυντία πόρνας ποιεῖ, ἄκουσον τοῦ προφήτου λέγοντος· Ἀπηναισχύντησας πρὸς πάντας, ὄψις πόρνης ἐγένετό σοι. Τοῦτο καὶ πρὸς τοὺς πλεονέκτας ἔστιν εἰπεῖν, ἀπηναισχύντησας πρὸς πάντας, οὐ πρὸς τούσδε καὶ τούσδε, ἀλλὰ πρὸς πάντας. Πῶς; Οὐ πατέρα, οὐχ υἱὸν, οὐ γυναῖκα, οὐ φίλον, οὐκ ἀδελφὸν, οὐκ εὐεργέτην, οὐδένα ἁπλῶς αἰδεῖται ὁ τοιοῦτος. Καὶ τί λέγω φίλον καὶ ἀδελφὸν καὶ πατέρα; αὐτὸν οὐκ αἰδεῖται τὸν Θεὸν, ἀλλὰ πάντα µῦθος αὐτῷ εἶναι δοκεῖ, καὶ γελᾷ ὑπὸ τῆς πολλῆς ἐπιθυµίας µεθύων, καὶ οὐδὲ τῇ ἀκοῇ παραδεχόµενός τιτῶν ὠφελεῖν αὐτὸν δυναµένων. Ἀλλ' ὢ τῆς ἀτοπίας, καὶ οἷα φθέγγονται· Οὐαί σοι, µαµωνᾶ, καὶ τῷ µὴ ἔχοντί σε! Ἐνταῦθα διαπρίοµαι ὑπὸ τοῦ θυµοῦ· οὐαὶ γὰρ τοῖς ταῦτα λέγουσι, κἂν ἐν γέλωτι λέγωσιν. Εἰπέ µοι γὰρ, οὐ τοιαύτην ἀπειλὴν ἠπείλησεν ὁ Θεὸς λέγων· Οὐ δύνασθε δυσὶ κυρίοις δουλεύειν; σὺ δὲ ἐκλύεις τὴν ἀπειλὴν, τοιαῦτα τολµῶν φθέγγεσθαι ἐπὶ κακῷ τῷ σεαυτοῦ; οὐκ εἰδωλολατρείαν αὐτὴν εἶναί φησιν ὁ Παῦλος, καὶ τὸν πλεονέκτην εἰδωλολάτρην καλεῖ; σὺ δὲ ἕστηκας γελῶν κατὰ τὰς βιωτικὰς γυναῖκας, γελωτοποιῶν κατὰ τὰς ἐν τῇ σκηνῇ;
15.4
Τοῦτο πάντα ἀνέτρεψε, τοῦτο κατέβαλε· γέλως γέγονε τὰ ἡµέτερα καὶ πολιτισµὸς καὶ ἀστειότης· οὐδὲν εὐσταθὲς, οὐδὲν στιβαρόν. Οὐ πρὸς τοὺς βιωτικοὺς ἄνδρας µόνον λέγω ταῦτα, ἀλλ' οἶδα οὓς αἰνίττοµαι· γέλωτος γὰρ ἐµπέπλησται ἡ Ἐκκλησία. Ἂν ὁ δεῖνα ἀστεῖον εἴπῃ, γέλως εὐθέως ἐν τοῖς καθηµένοις γίνεται· καὶ τὸ θαυµαστὸν, ἐν αὐτῷ τῷ καιρῷ τῆς εὐχῆς οὐ παύονται πολλοὶ τοῦ γελᾷν. Πανταχοῦ χορεύει ὁ διάβολος, πάντας ἐνεδύσατο, πάντων κρατεῖ· ἠτίµασται ὁ Χριστὸς, παρέωσται, ἐν οὐδενός ἐστι µέρει ἡ ἐκκλησία. Οὐκ ἀκούετε Παύλου λέγοντος· Αἰσχρότης, καὶ µωρολογία, καὶ εὐτραπελία ἀρθήτω ἀφ' ὑµῶν; Μετὰ τῆς αἰσχρότητος τὴν εὐτραπελίαν τίθησι· σὺ δὲ γελᾷς; Μωρολογία τί ἐστι; τὰ µηδὲν ἔχοντα χρήσιµον. Γελᾷς δὲ ὅλως, καὶ διαχεῖς τὸ πρόσωπον ὁ µονάζων; ὁ ἐσταυρωµένος, ὁ πενθῶν, γελᾷς, εἰπέ µοι; Ποῦ τοῦ Χριστοῦ τοῦτο ἤκουσας ποιοῦντος; Οὐδαµοῦ, ἀλλὰ κατηφοῦντος µὲν πολλάκις. Καὶ γὰρ ὅτε τὴν Ἱερουσαλὴµ εἶδεν, ἐδάκρυσε, καὶ ὅτε τὸν προδότην ἐνενόησεν, ἐταράχθη, καὶ ὅτε τὸν Λάζαρον ἔµελλεν ἐγείρειν, ἔκλαυσε· σὺ δὲ γελᾷς; Εἰ ἐπὶ τοῖς ἑτέρων ἁµαρτήµασιν ὁ µὴ ἀλγῶν, κατηγορίας ἄξιος· ὁ ἐπὶ τοῖς αὑτοῦ ἀναλγήτως διακείµενος καὶ γελῶν, ποίας ἔσται συγγνώµης ἄξιος; Πένθους ὁ παρὼν καιρὸς καὶ θλίψεως, ὑπωπιασµοῦ καὶ δουλαγωγίας, ἀγώνων καὶ ἱδρώτων· σὺ δὲ γελᾷς; Οὐχ ὁρᾷς πῶς ἐπετιµήθη Σάῤῥα; οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος· Οὐαὶ οἱ γελῶντες, ὅτι κλαύσονται; Ταῦτα ψάλλεις καθ' ἑκάστην ἡµέραν. Τί γὰρ λέγεις, εἰπέ µοι; ὅτι Ἐγέλασα; Οὐδαµῶς· ἀλλὰ τί; Ἐκοπίασα ἐν τῷ στεναγµῷ µου. Ἀλλὰ τάχα τινές εἰσιν οὕτω διακεχυµένοι καὶ χαῦνοι, ὡς καὶ ἐν τῇ ἐπιτιµήσει ταύτῃ γελᾷν, ὅτι δὴ περὶ γέλωτος ταῦτα διαλεγόµεθα. Καὶ γὰρ τοιοῦτόν ἐστιν ἡ παραφορὰ, τοιαύτη ἡ παραπληξία, οὐδὲ αἰσθάνεται τῆς ἐπιτιµήσεως. Ἕστηκεν ὁ ἱερεὺς τοῦ Θεοῦ τὴν πάντων εὐχὴν ἀναφέρων· σὺ δὲ γελᾷς, οὐδὲν δεδοικώς; καὶ ἐκεῖνος µὲν τρέµων ὑπὲρ σοῦ τὰς εὐχὰς ἀναφέρει, σὺ δὲ καταφρονεῖς; Οὐκ ἀκούεις τῆς Γραφῆς λεγούσης· Οὐαὶ οἱ καταφρονηταί; οὐ φρίττεις; οὐ συστέλλεις σαυτόν; Καὶ εἰς µὲν βασίλεια εἰσιὼν, καὶ σχήµατι καὶ βλέµµατι καὶ βαδίσµατι καὶ πᾶσι τοῖς ἄλλοις κοσµεῖς σαυτόν· ἐνταῦθα δὲ, ἔνθα τὰ ὄντως ἐστὶ βασίλεια, καὶ τοιαῦτα οἷα τὰ οὐράνια, καὶ γελᾷς; Σὺ µὲν οὖν οἶδα ὅτι οὐχ ὁρᾷς· ἄκουε δὲ ὅτι ἄγγελοι πάρεισι πανταχοῦ, καὶ µάλιστα ἐν τῷ οἴκῳ τοῦ Θεοῦ παρεστήκασι τῷ βασιλεῖ, καὶ πάντα ἐµπέπλησται τῶν ἀσωµάτωνἐκείνων δυνάµεων. Οὗτος ἐµοὶ καὶ πρὸς γυναῖκας ὁ λόγος, αἳ ἐπὶ µὲν τῶν ἀνδρῶν οὐ τολµῶσι τοῦτο ποιεῖν ταχέως, κἂν ποιῶσι δὲ, οὐκ ἀεὶ, ἀλλὰ παρὰ τὸν καιρὸν τῆς ἀνέσεως· ἐνταῦθα δὲ ἀεί. Κατακαλύπτεις, εἰπέ µοι, τὴν κεφαλὴν, καὶ γελᾷς, ὦ γύναι, ἐν ἐκκλησίᾳ καθηµένη; εἰσῆλθες ἐξοµολογήσασθαι τὰ ἁµαρτήµατα, προσπεσεῖν τῷ Θεῷ, δεηθῆναι καὶ ἱκετεῦσαι ὑπὲρ τῶν κακῶς σοι πεπληµµεληµένων, καὶ µετὰ γέλωτοςτοῦτο ποιεῖς; Πῶς οὖν αὐτὸν ἐξιλεώσασθαι δυνήσῃ; Καὶ τί κακὸν ὁ γέλως, φησίν; Οὐ κακὸν ὁ γέλως, ἀλλὰ κακὸν τὸ παρὰ µέτρον, τὸ ἄκαιρον. Ὁ γέλως ἔγκειται ἐν ἡµῖν, ἵν', ὅταν φίλους ἴδωµεν διὰ µακροῦ χρόνου, τοῦτο ποιῶµεν, ὅταν τινὰς καταπεπληγµένους καὶ δεδοικότας, ἀνῶµεν αὐτοὺςτῷ µειδιάµατι, οὐχ ἵνα ἀνακαγχάζωµεν, καὶ ἀεὶ γελῶµεν· ὁ γέλως ἔγκειται τῇ ψυχῇ τῇ ἡµετέρᾳ, ἵνα ἀνῆταί ποτε ἡ ψυχὴ, οὐχ ἵνα διαχέηται. Ἐπεὶ καὶ ἐπιθυµία ἡµῖν ἔγκειται σωµάτων, καὶ οὐ πάντως ἀνάγκη διὰ τὸ ἐγκεῖσθαι καὶ αὐτῇ χρῆσθαι, ἢ κεχρῆσθαι ἀµέτρως· ἀλλὰ καὶ κρατοῦµεν αὐτῆς, καὶ οὐ λέγοµεν, Ἐπειδὴ ἔγκειται, χρησώµεθα. Μετὰ δακρύων δούλευε τῷ Θεῷ, ἵνα δυνηθῇς ἀπονίψασθαι τὰ ἡµαρτηµένα. Οἶδα ὅτι πολλοὶ διαµωκῶνται ἡµᾶς λέγοντες, Εὐθέως δάκρυα.∆ ιὰ τοῦτο δακρύων καιρός. Οἶδα ὅτι καὶ οἰωνίζονται οἱ λέγοντες, Φάγωµεν καὶ πίωµεν· αὔριον γὰρ ἀποθνήσκοµεν. Ἀλλ' ἐννόησον ὅτι Ματαιότης µαταιοτήτων, τὰ πάντα µαταιότης· οὐκ ἐγὼ λέγω, ἀλλ' αὐτὸς ὁ τὴν πεῖραν τῶν πραγµάτων πάντων λαβὼν, ταῦτά φησιν· Ὠκοδόµησά µοι οἰκίας, ἐφύτευσά µοι ἀµπελῶνας, ἐποίησά µοι κολυµβήθρας ὑδάτων, οἰνοχόους καὶ οἰνοχοούσας· καὶ τί δὴ µετὰ ταῦτα πάντα φησί; Ματαιότης µαταιοτήτων, τὰ πάντα µαταιότης. Πενθήσωµεν τοίνυν, ἀγαπητοὶ, πενθήσωµεν, ἵνα ὄντως γελάσωµεν, ἵνα ὄντως ἡσθῶµεν ἐν τῷ καιρῷ τῆς χαρᾶς τῆς εἰλικρινοῦς· αὕτη µὲν γὰρ ἡ χαρὰ πάντως λύπῃ ἀναµέµικται, καὶ οὐδέποτε καθαρὰν αὐτὴν ἔστιν εὑρεῖν· ἐκείνη δὲ εἰλικρινής ἐστι καὶ ἄδολος, καὶ οὐδὲν ἔχουσα ὕπουλον, οὐδὲ ἀναµεµιγµένον· ἐκείνην ἡσθῶµεν τὴν χαρὰν, ἐκείνην µεταδιώξωµεν. Ἄλλως δὲ οὐκ ἔστιν αὐτῆς ἐπιτυχεῖν, ἢ διὰ τοῦ ἐνταῦθα µὴ τὰ ἡδέα, ἀλλὰ τὰ ὠφελοῦντα αἱρεῖσθαι, καὶ µικρὸν θλίβεσθαι ἑκόντας, καὶ µετὰεὐχαριστίας ἅπαντα φέρειν τὰ συµπίπτοντα. Οὕτω γὰρ δυνησόµεθα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπία, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note