Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
16.0
Καὶ διὰ τοῦτο διαθήκης καινῆς µεσίτης ἐστὶν, ὅπως θανάτου γενοµένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσινοἱ κεκληµένοι τῆς αἰω νίου κληρονοµίας. Ὅπου γὰρ διαθήκη, θάνα τον ἀνάγκη φέρεσθαι τοῦ διαθεµένου· δια θήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ µήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέµενος. Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵµατος ἐγκεκαίνισται.
16.1
Εἰκὸς ἦν πολλοὺς τῶν ἀσθενεστέρως διακειµένων, καὶ ἀπὸ τοῦ τετελευτηκέναι τὸν Χριστὸν µάλιστα ἀπιστεῖν ταῖς ἐπαγγελίαις αὐτοῦ. Ὁ τοίνυν Παῦλος τὴν τοιαύτην ὑπόνοιαν ἐκ περιουσίας ἀνατρέπων, τοῦτο τίθησι τὸ ὑπόδειγµα, ἀπὸ τῆς κοινῆς συνηθείας λαβών. Ποῖον δὴ τοῦτο;∆ ι' αὐτὸ µὲν οὖν τοῦτο χρὴ θαῤῥεῖν, φησί.∆ ιὰ τί; Ὅτι οὐ ζώντων τῶν διαθεµένων ἀλλ' ἀποθανόντων, τότε βέβαιοί εἰσιν αἱ διαθῆκαι, καὶ τὴν ἰσχὺν λαµβάνουσι.∆ ιὸ καὶ οὕτως ἄρχεται λέγων, καὶ διὰ τοῦτό φησι· Καινῆς διαθήκης µεσίτης ἐστίν. Ἡ διαθήκη πρὸς τῇ ἐσχάτῃ ἡµέρᾳ γίνεται τῆς τελευτῆς. Τοιαύτη δέ ἐστιν ἡ διαθήκη, τοὺς µὲν κληρονόµους ἔχει, τοὺς δὲ ἀποκληρονόµους. Οὕτω καὶ ἐνταῦθα περὶ µὲν τῶν κληρονόµων φησὶν ὁ Χριστός· Θέλω ἵν', ὅπου ἐγώ εἰµι, καὶ οὗτοι ὦσι. Καὶ πάλιν περὶ τῶν ἀποκληρονόµων ἄκουε αὐτοῦ λέγοντος· Οὐ περὶ πάντων ἐρωτῶ, ἀλλὰ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐµέ. Ἡ διαθήκη πάλιν τὰ µὲν τοῦ διαθεµένου ἔχει, τὰ δὲ τῶν δεχοµένων· ὥστε τὰ µὲν αὐτοὺς λαβεῖν, τὰ δὲ ποιῆσαι. Οὕτω καὶ ἐνταῦθα· µετὰ γὰρ τὸ ἐπαγγείλασθαι µυρία, ἀπαιτεῖ καὶ τὰ παρ' αὐτῶν, λέγων· Ἐντολὴν καινὴν δίδωµι ὑµῖν. Πάλιν ὀφείλει ἡ διαθήκη µάρτυρας ἔχειν· καὶ ἄκουε αὐτοῦ πάλιν λέγοντος· Ἐγώ εἰµι ὁ µαρτυρῶν περὶ ἐµαυτοῦ, καὶ µαρτυρεῖ περὶ ἐµοῦ ὁ πέµψας µε Πατήρ· καὶ πάλιν· Ἐκεῖνος µαρτυρήσει περὶ ἐµοῦ, περὶ τοῦ Παρακλήτου λέγων· καὶ τοὺς δώδεκα ἀποστόλους ἀπέστειλε λέγων·∆ ιαµαρτύρασθε ἐνώπιον τοῦ Θεοῦ. Καὶ διὰ τοῦτό φησιν,∆ ιαθήκης καινῆς µεσίτης ἐστί. Τί ἐστι µεσίτης; Ὁ µεσίτης οὐκ ἔτι ἐστὶ κύριος τοῦ πράγµατος οὗ ἐστι µεσίτης, ἀλλ' ἕτερον µὲν τὸ πρᾶγµα, ἕτερος δὲ ὁ µεσίτης· οἷον, µεσίτης γάµου γίνεται, οὐχ ὁ γαµῶν, ἀλλ' ὁ τῷ µέλλοντι ἄγεσθαι συµπράττων. Οὕτω δὴ καὶ ἐνταῦθα µεσίτης ὁ Υἱὸς ἐγένετο τοῦ Πατρὸς καὶ ἡµῶν. Οὐκ ἤθελεν ἡµῖν ἀφεῖναι ὁ Πατὴρ τὴν κληρονοµίαν ταύτην, ἀλλ' ὠργίζετο πρὸς ἡµᾶς, καὶ ἐχαλέπαινεν ὡς πρὸς ἀπηλλοτριωµένους· µεσίτης τοίνυν ἐγένετο ἡµῶν καὶ αὐτοῦ, καὶ ἔπεισεν αὐτόν. Καὶ ὅρα πῶς µεσί της ἐγένετο λόγους ἀπήγαγε καὶ ἤγαγε, τὰ παρὰ τοῦ Πατρὸς ἡµῖν διαπορθµεύων, καὶ τὸν θάνατον προστιθείς· προσκεκρουκότες ἦµεν, ἀποθανεῖν ὠφείλοµεν, ἀπέθανεν ὑπὲρ ἡµῶν, καὶ ἐποίησεν ἡµᾶς ἀξίους τῆς διαθήκης. Ταύτῃτοι καὶ βεβαία ἐστὶν ἡ διαθήκη, ἣ οὐκ εἰς ἀναξίους λοιπὸν γέγονε. Παρὰ µὲν οὖν τὴν ἀρχὴν, ἅτε ὡς Πατὴρ πρὸς υἱοὺς διέθετο· ἐπειδὴ δὲ ἀνάξιοι γεγόναµεν, οὐκέτι διαθήκης, ἀλλὰ τιµωρίας ἔδει. Τί τοίνυν µέγα φρονεῖς, φησὶν, ἐπὶ τῷ νόµῳ; εἰς τοσαύτην γὰρ ἡµᾶς κατέστησεν ἁµαρτίαν, ὡς µὴ ἂν σωθῆναί ποτε· εἰ µὴ ὁ∆ εσπότης ἡµῶν ὑπὲρ ἡµῶν ἀπέθανεν, οὐκ ἂν ἴσχυσεν ὁ νόµος· ἀσθενὴς γὰρ ἦν. Οὐκέτι δὲ αὐτὸ ἀπὸ τῆς κοινῆς συνηθείας βεβαιοῖ µόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐν τῇ Παλαιᾷ συµβεβηκότων· ὃ µάλιστα αὐτοὺς ἐπήγετο. Ἀλλ' οὐδεὶς, φησὶν, ἦν ὁ τετελευτηκὼς ἐκεῖ· πῶς οὖν ἐκείνη βεβαία;∆ ιὰ τοῦ αὐτοῦ τρόπου, φησί. Πῶς; Καὶ γὰρ ἐκεῖ αἷµα, ὥσπερ ἐνταῦθα αἷµα. Εἰ δὲ µὴ τὸ τοῦ Χριστοῦ αἷµα, µὴ θαυµάσῃς· τύπος γὰρ ἦν· διὸ καὶ λέγει, Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵµατος ἐγκεκαίνισται. Τί ἐστιν, Ἐγκεκαίνισται; Βεβαία γέγονεν, ἐκυρώθη. Ὅθεν, τουτέστι διὰ τοῦτο, φησὶν, ἔδει τῆς διαθήκης τὸ σύµβολον εἶναι καὶ τῆς τελευτῆς.
16.2
Τίνος γὰρ ἕνεκεν, εἰπέ µοι, τὸ βιβλίον ἐῤῥαντίζετο τῆς διαθήκης; Λαληθείσης γὰρ, φησὶ, πάσης τῆς ἐντολῆς κατὰ νόµον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷµα τῶν µόσχων µετὰ ὕδατος καὶ ἐρίου κοκκίνουκαὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐῤῥάντιζε, λέγων· Τοῦτο τὸ αἷµα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑµᾶς ὁ Θεός. Τίνος οὖν ἕνεκεν, εἰπέ µοι, τὸ βιβλίον ῥαντίζεται τῆς διαθήκης καὶ ὁ λαός; Ἦ τοῦ τιµίου αἵµατος ἄνωθεν σχηµατιζοµένου τύπος τις ἐκεῖνο τὸ αἷµα καὶ τὰ ἄλλα ἐγίνετο. Τί δήποτε δὲ καὶ µετὰ ὑσσώπου; Ὅτι πυκνὸν καὶ ἁπαλὸν ὑπάρχον, κρατητικὸν τοῦ αἵµατος ἦν. Τί δαὶ τὸ ὕδωρ; Καὶ τοῦτο ὡς χαρακτηρίζον τὴν δι' ὕδατος κάθαρσιν. Τί δὲ τὸ ἔριον; Καὶ τοῦτο παρελαµβάνετο, ὥστε κατέχεσθαι τὸ αἷµα.∆ είκνυσιν ἐνταῦθα τὸ αὐτὸ ὂν καὶ αἷµα καὶ ὕδωρ· τὸ γὰρ βάπτισµα αὐτοῦ τοῦ πάθους ἐστὶ σύµβολον. Καὶ τὴν σκηνὴν δὲ, καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵµατι ὁµοίως ἐῤῥάντισε. Καὶ σχεδὸν ἐν αἵµατι πάντα καθαρίζεται κατὰ τὸν νόµον, καὶ χωρὶς αἱµατεκχυσίας οὐ γίνεται ἄφεσις.∆ ιὰ τί τὸ Σχεδὸν εἶπε; διὰ τί αὐτὸ ἐκόλασεν; Ἐπειδὴ ἐκεῖνα οὐκ ἦν καθαρισµὸς τέλειος, οὐδὲ ἄφεσις τελεία, ἀλλὰ ἡµιτελὴς, καὶ ἐν ἐλαχίστῳ µέρει· ἐνταῦθα δέ· Τοῦτο τὸ αἷµα, φησὶ, τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑµῶν ἐκχυνόµενον εἰς ἄφεσιν ἁµαρτιῶν. Ποῦ τοίνυν τὸ βιβλίον ἐκάθαρε τὰς διανοίας αὐτῶν; Αὐτοὶ ἄρα ἦσαν βιβλία τῆς καινῆς διαθήκης. Ποῦ δὲ τὰ σκεύη τῆς λειτουργίας; Αὐτοί εἰσι. Ποῦ δὲ ἡ σκηνή; Αὐτοί εἰσι πάλιν· Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, καὶ ἐµπεριπατήσω, φησίν. Ἀλλ' οὐκ ἐρίῳ κοκκίνῳ οὐδὲ ὑσσώπῳ ἐῤῥάντισεν ἐνταῦθα· τί δήποτε; Οὐ γὰρ σωµατικὸς ὁ καθαρισµὸς ἦν, ἀλλὰ πνευµατικὸς, καὶ τὸ αἷµα πνευµατικόν. Πῶς; Οὐκ ἀπὸ σώµατος γὰρ ἔῤῥει ἀλόγων, ἀλλὰ σώµατος ἀπὸ Πνεύµατος κατασκευασθέντος. Τούτῳ ἡµᾶς οὐ Μωϋσῆς, ἀλλ' ὁ Χριστὸς ἐῤῥάντισε τῷ αἵµατι, διὰ τοῦ λόγου τοῦ λεχθέντος, Τοῦτο τὸ αἷµα τῆς καινῆς διαθήκης εἰς ἄφεσιν ἁµαρτιῶν. Οὗτος ὁ λόγος ἀντὶ ὑσσώπου τῷ αἵµατι ἐµβαφεὶς, πάντας περιῤῥαίνει. Κἀκεῖ µὲν τὸ σῶµα ἔξωθεν ἐκαθαίρετο· σωµατικὸς γὰρ ὁ καθαρισµὸς ἦν· ἐνταῦθα δὲ, ἐπειδὴ πνευµατικός ἐστιν ὁ καθαρισµὸς, εἰς τὴν ψυχὴν εἰσέρχεται, καὶ καθαίρει, οὐχ ἁπλῶς περιῤῥαινόµενος, ἀλλὰ πηγάζων ἐν ταῖςἡµετέραις ψυχαῖς. Ἴσασιν οἱ µεµυηµένοι τὰ λεγόµενα. Καὶ ἐπ' ἐκείνων µὲν αὐτὴν τὴν ἐπιφάνειαν ἔῤῥαινε, καὶ πάλιν ἀπενίπτετο ὁ ῥαντιζόµενος· οὐ γὰρ δὴ ᾑµαγµένος ἀεὶ περιῄει· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως, ἀλλ' αὐτῇ τῇ οὐσίᾳ ἀναµίγνυται τὸ αἷµα, ῥωµαλέαν αὐτὴν ποιοῦν καὶ ἁγνὴν, καὶ πρὸς αὐτὸ τὸ ἀµήχανον κάλλος ἄγον.∆ είκνυσι δὴ λοιπὸν τὸν θάνατον οὐ µόνον βεβαιώσεως, ἀλλὰ καὶ καθαρµοῦ αἴτιον. Ἐπειδὴ γὰρ ἡ τελευτὴ µιαρὸν πρᾶγµα ἐδόκει εἶναι, καὶ µάλιστα ἡ διὰ σταυροῦ, λέγει ὅτι ἐκάθαρε, καὶ ἐκάθαρε τιµίαν κάθαρσιν, καὶ ἐπὶ µείζοσι· διὰ τοῦτο αἱ θυσίαι προὔλαβον, διὰ τὸ αἷµα τοῦτο· διὰ τοῦτο ἀµνοὶ, διὰ τοῦτο ἅπαντα ἐγένετο. Ἀνάγκη οὖν τὰ µὲν ὑποδείγµατα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι· αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. Καὶ πῶς ἐστιν ὑποδείγµατα τῶν ἐν τοῖς οὐρανοῖς; τίνα δὲ καλεῖ τὰ ἐν τοῖς οὐρανοῖς νῦν; ἆρα τὸν οὐρανόν; ἀλλὰ τοὺς ἀγγέλους; Οὐδὲν τούτων, ἀλλὰ τὰ ἡµέτερα. Ἄρα ἐν τοῖς οὐρανοῖς τὰ ἡµέτερα, καὶ ἐπουράνια, κἂν ἐν τῇ γῇ ἐπιτελῆται. Ἐπεὶ καὶ ἄγγελοι ἐν τῇ γῇ εἰσιν, ἀλλ' ἐπουράνιοι λέγονται· καὶ τὰ Χερουβὶµ ἐπὶ τῆς γῆς ἐφάνη, ἀλλ' ἐπουράνιά ἐστι. Καὶ τί λέγω ἐφάνη; ἐπὶ τῆς γῆς µὲν οὖν διάγει, ὥσπερ οὖν ἐν τῷ παραδείσῳ. Ἀλλ' οὐδὲν ἐκώλυσε τοῦτο· ἐπουρανία γὰρ καὶ οὕτως ἐστί. Καὶ ἡµῶν τὸ πολίτευµά ἐστιν ἐν οὐρανοῖς, καίτοι ἐνταῦθα πολιτευόµεθα. Αὐτὰ δὲ τὰ ἐπουράνια· τουτέστι, τὴν φιλοσοφίαν τὴν παρ' ἡµῖν, τοὺς ἐκεῖ κεκληµένους. Κρείττοσι θυσίαις παρὰ ταύτας. Τὸ κρεῖττον καλοῦ τινός ἐστι κρεῖττον· ἄρα καλὰ γεγόνασι, καὶ τὰ ὑποδείγµατα τῶν ἐν τοῖς οὐρανοῖς. Οὐκ ἂν γὰρ οὐδὲ τὰ ὑποδείγµατα πονηρὰ ἦν, ἐπεὶ κἀκεῖνα ἂν εἴη πονηρὰ ὧν ἐστιν ὑποδείγµατα.
16.3
Εἰ τοίνυν ἐπουράνιοι ἡµεῖς, καὶ τοιαύτης οὐσίας ἐτύχοµεν, φρίξωµεν· µηκέτι µένωµεν ἐν τῇ γῇ· ἔξεστι γὰρ µὴ εἶναι ἐν τῇ γῇ καὶ νῦν τὸν βουλόµενον. Τὸ γὰρ εἶναι ἐν τῇ γῇ καὶ µὴ εἶναι, τρόπῳ καὶ προαιρέσει γίνεται· οἷόν τι λέγω· Ὁ Θεὸς λέγεται εἶναι ἐν τῷ οὐρανῷ· διὰ τί; οὐ τόπῳ ἀποκλειόµενος, µὴ γένοιτο, οὐδὲ τὴν γῆν ἔρηµον τῆς αὑτοῦ παρουσίας ἀφεὶς, ἀλλὰ τῇ σχέσει καὶ τῇ οἰκειώσει τῇ πρὸς τοὺς ἀγγέλους. Ἂν τοίνυν καὶ ἡµεῖς ἐγγὺς ὦµεν τοῦ Θεοῦ, ἐν οὐρανῷ ἐσµεν. Τί γάρ µοι µέλει τοῦ οὐρανοῦ, ὅταν ὁρῶ τὸν∆ εσπότην τοῦ οὐρανοῦ, ὅταν αὐτὸς οὐρανὸς γένωµαι; Ἐλευσόµεθα γὰρ, φησὶν, ἐγὼ καὶ ὁ Πατήρ µου, καὶ µονὴν παρ' αὐτῷ ποιήσοµεν. Ποιήσωµεν οὖν ἡµῶν τὴν ψυχὴν οὐρανόν. Φαιδρός ἐστιν ὁ οὐρανὸς τῇ φύσει· οὐδὲ γὰρ ἐν χειµῶνι µέλας γίνεται· οὐ γὰρ αὐτὸς µεταβάλλει τὴν ὄψιν, ἀλλ' αἱ νεφέλαι συνδραµοῦσαι καλύπτουσιν αὐτόν. Ὁ οὐρανὸς ἥλιον ἔχει· ἔχοµεν καὶ ἡµεῖς ἥλιον δικαιοσύνης. Εἶπον, Ἔξεστι γενέσθαι ὡς οὐρανόν· καὶ ὁρῶ ὅτι καὶ βελτίονα γενέσθαι τοῦ οὐρανοῦ ἔξεστι. Πῶς; Ὅταν τὸν∆ εσπότην τοῦ ἡλίου ἔχωµεν. Ὁ οὐρανὸς πάντοθέν ἐστι καθαρὸς καὶ ἀκηλίδωτος, οὐκ ἐν χειµῶνι, οὐκ ἐν νυκτὶ µεταβάλλεται· µὴ τοίνυν µηδὲ ἡµεῖς µήτε ἐν ταῖς θλίψεσι, µήτε ἐν ταῖς µεθοδείαις τοῦ διαβόλου τοῦτο πάσχωµεν, ἀλλὰ µένωµεν ἀκηλίδωτοι καὶ καθαροί. Ὁ οὐρανός ἐστιν ὑψηλὸς, καὶ πολὺ τῆς γῆς ἀπέχων· τοῦτο καὶ ἡµεῖς ποιήσωµεν, ἀποστήσωµεν ἑαυτοὺς τῆς γῆς, καὶ πρὸς τὸ ὕψος ἀρθῶµεν ἐκεῖνο. Καὶ ποῦ τῆς γῆς ἑαυτοὺς ἀποστήσωµεν; Ὅταν τὰ οὐράνια φανταζώµεθα. Ὁ οὐρανὸς ἀνώτερός ἐστι καὶ ὑετῶν καὶ χειµώνων, καὶ ὑπ' οὐδενὸς ἁλίσκεται· τοῦτο καὶ ἡµεῖς δυνησόµεθα, ἐὰν θέλωµεν. Οὗτος δοκεῖ µὲν, οὐ µέντοι πάσχει· µὴ τοίνυν µηδὲ ἡµεῖς, κἂν δοκῶµεν πάσχειν, πάσχωµεν. Ὥσπερ γὰρ ἐν τῷ χειµῶνι οἱ µὲν πολλοὶ τὸ κάλλος αὐτοῦ οὐκ ἴσασιν, ἀλλὰ νοµίζουσιν αὐτὸν τρέπεσθαι, οἱ δὲ φιλοσοφοῦντες ἴσασιν ὅτι οὐδὲν ἔπαθεν· οὕτω καὶ περὶ ἡµῶν ἐν ταῖς θλίψεσιν, οἱ µὲν πολλοὶ νοµίζουσιν ἡµᾶς συµµεταβεβλῆσθαι, καὶ αὐτῆς ἡµῶν ἧφθαι τῆς καρδίας τὴν θλῖψιν· οἱ δὲ φιλόσοφοι ἴσασιν ὅτι οὐχ ἥψατο ἡµῶν. Γενώµεθα τοίνυν οὐρανὸς, ἀνέλθωµεν εἰς τὸ ὕψος ἐκεῖνο, καὶ οὕτως ὀψόµεθα τοὺς ἀνθρώπους µυρµήκων οὐδὲν διαφέροντας· οὐ τοὺς πένητας λέγω µόνον, οὐδὲ τοὺς πλουσίους, ἀλλὰ κἂν στρατηγός τις ᾖ, κἂν βασιλεὺς, οὐκ ὀψόµεθα ἐκεῖ τὸν βασιλέα, οὐδὲ τὸν ἰδιώτην· οὐκ εἰσόµεθα τί µὲν χρυσὸς, τί δὲ ἄργυρος, τί δὲ ἱµάτιον σηρικὸν, ἢ πορφυροῦν· πάντα ὥσπερ µυίας ὀψόµεθα, ἐὰν ἐν ἐκείνῳ τῷ ὕψει καθίσωµεν· οὐδεὶς θόρυβος ἐκεῖ, οὐδεµία ταραχὴ, οὐδὲ κραυγή. Καὶ πῶς ἔνι, φησὶν, εἰς ἐκεῖνο ἀρθῆναι τὸ ὕψος, ἐπὶ τῆς γῆς περιπατοῦντα; Λόγῳ µὲν οὐ λέγω τοῦτο ἁπλῶς· ἀλλ' εἰ βούλει, ἐγώ σοι δείκνυµι ἔργῳ τοὺς εἰς τὸ ὕψος ἐκεῖνο φθάσαντας. Τίνας δὴ τούτους; Τοὺς περὶ Παῦλον λέγω, οἵτινες ἐν τῇ γῇ ὄντες, ἐν τῷ οὐρανῷ διέτριβον. Καὶ τί λέγω ἐν τῷ οὐρανῷ; ὑψηλότεροι ἦσαν τοῦ οὐρανοῦ, καὶ τοῦ ἄλλου οὐρανοῦ, καὶ πρὸς αὐτὸν ἀνῆλθον τὸν Θεόν. Τίς γὰρ ἡµᾶς χωρίσει, φησὶν, ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιµὸς, ἢ διωγµὸς, ἢ γυµνότης, ἢ κίνδυνος, ἢ µάχαιρα; καὶ πάλιν, Μὴ σκοπούντων ἡµῶν τὰ βλεπόµενα, ἀλλὰ τὰ µὴ βλεπόµενα. Ὁρᾷς ὅτι οὐδὲ ἑώρα τὰ ἐνταῦθα; Ἵνα δέ σοι δείξω ὅτι τῶν οὐρανῶν ἀνώτερος ἦν, ἄκουε αὐτοῦ λέγοντος· Πέπεισµαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἐνεστῶτα οὔτε µέλλοντα, οὔτε ὕψωµα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡµᾶς χωρίσαι ἀπὸτῆς ἀγάπης τοῦ Χριστοῦ. Ὁρᾷς πῶς πάντα παραδραµὼν ὁ λογισµὸς, ἀνώτερον αὐτὸν ἐποίησεν, οὐ ταύτης µόνον τῆς κτίσεως, οὐδὲ τούτων τῶν οὐρανῶν, ἀλλὰ καὶ εἴ τινεςἕτεροι ἦσαν; Εἶδες ὕψος διανοίας; εἶδες ὁ σκηνοποιὸς οἷος ἐγένετο ἐπειδὴ ἠθέλησεν, ὁ ἐπ' ἀγορᾶς τὸν ἅπαντα βίον διαγαγών; Οὐδὲν γάρ ἐστι κώλυµα, οὐκ ἔστι, πάντας ὑπερβαλέσθαι, εἴ γε βουλοίµεθα. Εἰ γὰρ τέχνας οὕτω κατορθοῦµεν ὑπερβαινούσας τοὺς πολλοὺς, πολλῷ µᾶλλον ὃ µὴ τοσούτου δεῖται πόνου. Τί γὰρ, εἰπέ µοι, χαλεπώτερον τοῦ διὰ σχοίνου τεταµένης βαδίζειν, καθάπερ ἐπὶ ἰσοπέδου, καὶ ἄνω περιπατοῦντα ὑποδύεσθαι καὶ ἀποδύεσθαι καθάπερἐπὶ κλίνης καθήµενον; οὐχὶ οὕτω φρικτὸν ἡµῖν εἶναι τὸ πρᾶγµα δοκεῖ, ὡς µηδὲ θέλειν θεάσασθαι, ἀλλὰ δεδοικέναι, καὶ τρέµειν, καὶ πρὸς τὴν ὄψιν αὐτήν; Τί δὲ, εἰπέ µοι, χαλεπώτερον τοῦ κοντὸν ἐπὶ τοῦ προσώπου λαβεῖν, εἶτα ἐπιθέντα ἄνω παιδίον µυρία ποιεῖν, καὶ τέρπειν τοὺς θεατάς; τί δὲ χαλεπώτερον τοῦ σφαιρίζειν ἐν ξίφεσι; τί δὲ βαρύτερον, εἰπέ µοι, τοῦ τὸ βάθος τοῦ πελάγους διερευνᾶσθαι, Καὶ µυρίας ἑτέρας ἄν τις ἔχοι τέχνας εἰπεῖν· ἀλλὰ πάντων τούτων εὐκολωτέρα ἡ ἀρετὴ, ἐὰν θέλωµεν, καὶ τὸ εἰς τὸν οὐρανὸν ἀναβῆναι· θελῆσαι γὰρ δεῖ µόνον ἐνταῦθα, καὶ πάντα ἕπεται. Οὐκ ἔστι γὰρ εἰπεῖν, οὐ δύναµαι· τοῦτο γὰρ κατηγορῆσαί ἐστι τοῦ∆ ηµιουργοῦ· εἰ γὰρ ἀδυνάτους ἡµᾶς ἐποίησεν, εἶτα ἐπιτάττει, κατηγορία αὐτοῦ ἐστι. Πῶς οὖν, φησὶ, πολλοὶ οὐ δύνανται; Ὅτι οὐ θέλουσι. Πόθεν δὲ οὐ θέλουσιν; Ἀπὸ ῥᾳθυµίας· ὥστε εἰ θελήσουσι, πάντως δυνήσονται.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι· Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐµαυτὸν, ἐπειδὴ ᾔδει ὅτι πάντες ἠδύ ναντο εἶναι ὡς καὶ αὐτός· οὐδὲ γὰρ ἂν, εἴ γε ἀδύνατον ἦν, τοῦτο εἶπε. Θέλεις γενέσθαι ἐνάρετος; τῆς ἀρχῆς ἐπιλαβοῦ µόνον. Εἰπὲ δή µοι, ἐν ταῖς τέχναις ἁπάσαις, ὅταν θέλωµεν ἐν αὐταῖς γενέσθαι, ἀρκούµεθα τῷ θέλειν, ἢ καὶ ἁπτόµεθα τῶν πραγµάτων; Οἷόν τι λέγω· Βούλεταί τις γενέσθαι κυβερνήτης· οὐ λέγει, Θέλω, καὶ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ τοῦ πράγµατος ἅπτεται. Θέλει γενέσθαι ἔµπορος· οὐ λέγει, Θέλω, µόνον, ἀλλὰ καὶ τοῦ πράγµατος ἅπτεται. Ἀποδηµῆσαι πάλιν θέλει, καὶ οὐ λέγει, θέλω, ἀλλὰ καὶ τοῦ πράγµατος ἅπτεται. Εἶτα ἐν πᾶσιν οὐκ ἀρκεῖ τὸ θελῆσαι µόνον, ἀλλὰ καὶ τὸ ἔργον προσθεῖναι δεῖ· εἰς δὲ τὸν οὐρανὸν βουλόµενος ἀνελθεῖν, λέγεις, Θέλω, µόνον; Πῶς οὖν, φησὶν, ἔλεγες, ὅτι τὸ θέλειν ἀρκεῖ; Τὸ θέλειν µετὰ τῶν ἔργων, τὸ ἀντιλαµβανόµενον τοῦ πράγµατος, τὸ πονέσαντα. Ἔχοµεν γὰρ συνεργοῦντα καὶ συµπράττοντα τὸν Θεόν· µόνον ἑλώµεθα, µόνον ὡς ἔργῳ προσενεχθῶµεν τῷ πράγµατι, µόνον µεριµνήσωµεν, µόνον, εἰς νοῦν βαλώµεθα, καὶ πάντα ἕπεται. Ἐὰν δὲ καθεύδωµεν, καὶ ῥέγχοντες προσδοκῶµεν εἰσιέναι εἰς τὸν οὐρανὸν, πότε δυνησόµεθα τὴν κληρονοµίαν τῶν οὐρανῶν κατασχεῖν; Βουληθῶµεν οὖν, παρακαλῶ, βουληθῶµεν. Τί πάντα πρὸς τὸν παρόντα βίον ἐµπορευόµεθα, ὃν αὔριον ἀπολείψοµεν; Ἑλώµεθα τοίνυν τὴν ἀρετὴν τὴν εἰς τὸν πάντα αἰῶνα ἡµῖν διαρκέσουσαν· ἐν ᾧ ἐσόµεθα διηνεκῶς, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσοµεν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.