Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
17.0
Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χρι στὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐ τὸν τὸν οὐρανὸν, νῦν ἐµφανισθῆναι τῷ προσ ώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡµῶν· οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχε ται εἰς τὰ Ἅγια τῶν ἁγίων κατ' ἐνιαυτὸν ἐν αἵµατι ἀλλοτρίῳ· ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσµου· νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁµαρ τίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται.
17.1
Μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ἐπὶ τῷ ναῷ καὶ τῇ σκηνῇ· διὸ ἔλεγον· Ναὸς Κυρίου, ναὸς Κυρίου. Οὔτε γὰρ ἀλλαχοῦ γῆς κατεσκευάσθη τοιοῦτος ναὸς, οὐ πολυτελείας ἕνεκεν, οὐ κάλλους, οὐχ ἑτέρου τινός. Ὁ γὰρ διαταξάµενος Θεὸς ἐκέλευσεν αὐτὸν µετὰ φιλοτιµίας γενέσθαι πολλῆς, ἐπειδὴ κἀκεῖνοι τοῖς σωµατικοῖς µᾶλλον ἐφείλκοντο καὶ ἐπεσπῶντο. Πλίνθους γὰρ εἶχε χρυσᾶς ἐν τοῖς τοίχοις· καὶ ἔξεστι τῷ βουλοµένῳ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν καὶ ἐν τῷ Ἰεζεκιὴλ τοῦτο καταµαθεῖν, καὶ ὅσα χρυσοῦ τάλαντα ἀνηλώθη τότε. Ἡ δὲ δευτέρα λαµπροτέρα γέγονεν οἰκοδοµία, καὶ κάλλους ἕνεκεν καὶ τῶν ἄλλων ἁπάντων. Καὶ οὐ τούτῳ µόνον σεµνὸς ἦν, ἀλλὰ καὶ τῷ εἶναι εἷς, καὶ τῷ πάντας τῷ κάλλει ἐφέλκεσθαι· ἀπὸ γὰρ τῶν περάτων τῆς γῆς ἐκεῖ ἤρχοντο, εἴτε ἀπὸ Βαβυλῶνος, εἴτε ἀπὸ Αἰθιοπίας. Καὶ τοῦτο δηλῶν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἔλεγεν· Ἦσαν δὲ ἐκεῖ κατοικοῦντες Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαµῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταµίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον τε καὶ τὴνἈσίαν, Φρυγίαν τε καὶ Παµφυλίαν, Αἴγυπτον καὶ τὰ µέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην. Οἱ οὖν πανταχοῦ τῆς οἰκουµένης ὄντες, ἐκεῖ συνῄεσαν, καὶ πολὺ τὸ ὄνοµα τοῦ ναοῦ ἦν. Τί οὖν ὁ Παῦλος ποιεῖ; Ὥσπερ ἐπὶ τῶν θυσιῶν, οὕτω καὶ ἐνταῦθα ποιεῖ· ὡς γὰρ ἐκεῖ τὸν θάνατον ἀντέστησε τοῦ Χριστοῦ, οὕτω καὶ ἐνταῦθα τὸν οὐρανὸν ὅλον ἀνθίστησι τῷ ναῷ. Οὐ τούτῳ δὲ µόνον τὸ διάφορον ἔδειξεν, ἀλλὰ καὶ τῷ προσθεῖναι τὸν ἱερέα ἐγγύτερον γενόµενον τοῦ Θεοῦ· Ἐµφανισθῆναι γὰρ, φησὶ, τῷ προσώπῳ τοῦ Θεοῦ. Ὥστε οὐ τῷ οὐρανῷ µόνον, ἀλλὰ καὶ τῇ εἰσόδῳ τὸ πρᾶγµα σεµνὸν ἐποίησεν. Οὐ γὰρ ἁπλῶς, ὥσπερ ἐνταῦθα, διὰ συµβόλων, ἀλλ' αὐτὸν ὁρᾷ τὸν Θεὸν ἐκεῖ. Ὁρᾷς ὅτι συγκαταβάσεως ἕνεκεν πανταχοῦ τὰ ταπεινὰ εἴρηται; Τί δὴ θαυµάζεις λοιπὸν εἰ ἐντυγχάνει, ὅπου γε αὐτὸν ἵστησιν ὡς ἀρχιερέα; Οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, φησὶν, ὥσπερ ὁ ἀρχιερεὺς, εἰσέρχεται εἰς τὰ ἅγια κατ' ἐνιαυτὸν ἐν αἵµατι ἀλλοτρίῳ. Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθε, φησὶν, ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν. Ἄρα ἐκεῖνά ἐστιν ἀληθινὰ, ταῦτα δὲ τύποι· καὶ γὰρ ὁ ναὸς οὕτω κατεσκεύαστο, ὥσπερ ὁ οὐρανὸς τοῦ οὐρανοῦ. Τί λέγεις; ἐὰν µὴ εἰσέλθῃ εἰς τὸν οὐρανὸν, οὐκ ἐµφανίζεται ὁ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν; Ὁρᾷς ὅτι τῆς σαρκός ἐστι ταῦτα πάντα; Καὶ ἐµφανισθῆναι, φησὶ, τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡµῶν. Τί ἐστιν, Ὑπὲρ ἡµῶν; Μετὰ θυσίας ἀνῆλθε, φησὶ, δυναµένης ἐξιλεώσασθαι τὸν Πατέρα.∆ ιὰ τί, εἰπέ µοι; µὴ γὰρ αὐτὸς ἦν ὁ ἐχθρός; Οἱ ἄγγελοι ἐχθροὶ ἦσαν, αὐτὸς οὐκ ἦν ἐχθρός· ὅτι γὰρ οἱ ἄγγελοι ἐχθροὶ ἦσαν, ἄκουσον τί φησιν. Εἰρηνοποίησε τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν τοῖς οὐρανοῖς· ὥστε καλῶς εἶπεν, ὅτι καὶ αὐτὸς Εἰσῆλθεν εἰς τὸν οὐρανὸν, νῦν ἐµφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡµῶν. Νῦν ἐµφανίζεται, ἀλλ' ὑπὲρ ἡµῶν. Οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια τῶν ἁγίων κατ' ἐνιαυτὸν ἐν αἵµατι ἀλλοτρίῳ. Ὁρᾷς πόσαι αἱ διαφοραί; τοῦ πολλάκις τὸ ἅπαξ, τοῦ ἐν αἵµατι ἀλλοτρίῳ τὸ ἐν ἰδίῳ. Πολὺ τὸ µέσον. Αὐτὸς οὖν καὶ ἱερεῖον καὶ ἱερεύς. Ἐπεὶ ἔδει αὐτὸν, φησὶ, πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσµου. Ἐνταῦθά τι δόγµα ἀνακαλύπτει, καί φησιν, ὅτι εἰ θυσίας προσενεγκεῖν ἔδει πολλάκις, ἔδει πολλάκις καὶ σταυρωθῆναι. Νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων.∆ ιὰ τί, Ἐπὶ συντελείᾳ τῶν αἰώνων; Μετὰ τὰ πολλὰ ἁµαρτήµατα. Εἰ µὲν οὖν παρὰ τὴν ἀρχὴν ἐγένοντο, εἶτα οὐδεὶς ἐπίστευσεν, ἦν ἂν τὸ τῆς οἰκονοµίας ἀνόνητον· οὐκ ἔδει γὰρ δεύτερον ἀποθανεῖν τὸν Χριστὸν, ὥστε καὶ οὕτω κατορθωθῆναι τὸ σπουδαζόµενον· ἐπειδὴ δὲ ὕστερον πολλὰ ἦν τὰ ἁµαρτήµατα, εἰκότως τότε ἐφάνη. Ὃ καὶ ἀλλαχοῦ λέγει· Ὅπου ἐπλεόνασεν ἡ ἁµαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Νῦν δὲ, φησὶν, ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁµαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται. Καὶ καθ' ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, µετὰ δὲ τοῦτο κρίσις.
17.2
∆ είξας ὅτι οὐκ ἔδει πολλάκις ἀποθανεῖν, νῦν δείκνυσι καὶ διὰ τί ἅπαξ ἀπέθανεν· ὅτι ἑνὸς θανάτου ἀντίλυτρον ἐγένετο· Ἀπέκειτο, φησὶ, τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν. Τοῦτο οὖν τὸ, ἅπαξ ἀπέθανεν, ὑπὲρ ἀνθρώπων πάντων. Τί οὖν; οὐκέτι ἀποθνήσκοµεν τὸν θάνατον ἐκεῖνον; Ἀποθνήσκοµεν µὲν, ἀλλ' οὐ µένοµεν ἐν αὐτῷ· ὅπερ οὐδὲ ἀποθανεῖν ἐστι. Θανάτου γὰρ τυραννὶς καὶ θάνατος ὄντως ἐκεῖνός ἐστιν, ὅταν µηκέτι συγχωρηθῇ ὁ ἀποθανὼν εἰς ζωὴν ἐπανελθεῖν· ὅταν δὲ µετὰ τὸ ἀποθανεῖν ζήσῃ, καὶ ζωὴν βελτίονα, οὐ θάνατος τοῦτό ἐστιν, ἀλλὰ κοίµησις. Ἐπεὶ οὖν ἔµελλε πάντας κατέχειν ὁ θάνατος, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡµᾶς ἀπαλλάξῃ. Οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθείς. Ὑπὸ τίνος προσενεχθείς; Ὑφ' ἑαυτοῦ δηλονότι. Ἐνταῦθα οὐδὲ ἱερέα δείκνυσιν αὐτὸν µόνον, ἀλλὰ καὶ θῦµα καὶ ἱερεῖον. Εἶτα προστίθησι τὴν αἰτίαν τοῦ, Προσενεχθείς. Ἅπαξ, φησὶ, προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁµαρτίας.∆ ιὰ τί δὲ πολλῶν εἶπε, καὶ µὴ πάντων; Ἐπειδὴ µὴ πάντες ἐπίστευσαν. Ὑπὲρ ἁπάντων µὲν γὰρ ἀπέθανεν, εἰς τὸ σῶσαι πάντας, τὸ αὐτοῦ µέρος· ἀντίῤῥοπος γὰρ ἦν ὁ θάνατος ἐκεῖνος τῆς πάντων ἀπωλείας· οὐ πάντων δὲ τὰς ἁµαρτίας ἀνήνεγκε, διὰ τὸ µὴ θελῆσαι αὐτούς. Τί δέ ἐστιν, Ἀνενεγκεῖν ἁµαρτίας; Ὥσπερ ἐπὶ τῆς προσφορᾶς ἧς ἀναφέροµεν, προφέροµεν καὶ τὰ ἁµαρτήµατα λέγοντες, Εἴτε ἑκόντες εἴτε ἄκοντες ἡµάρτοµεν, συγχώρησον· τουτέστι, µεµνήµεθα αὐτῶν πρῶτον, καὶ τότε τὴν συγχώρησιν αἰτοῦµεν· οὕτω δὴ καὶ ἐνταῦθα γέγονε. Ποῦ τοῦτο πεποίηκεν ὁ Χριστός; Ἄκουσον αὐτοῦ λέγοντος· Καὶ ὑπὲρ αὐτῶν ἁγιάζω ἐµαυτόν. Ἰδοὺ ἀνήνεγκε τὰ ἁµαρτήµατα· ἦρεν αὐτὰ ἀπὸ τῶν ἀνθρώπων, καὶ ἀνήνεγκε τῷ Πατρὶ, οὐχ ἵνα τι ὁρίσῃ κατ' αὐτῶν, ἀλλ' ἵνα αὐτὰ ἀφῇ. Ἐκ δευτέρου χωρὶς ἁµαρτίας ὀφθήσεται, φησὶ, τοῖς αὐτὸν ἀπεκδεχοµένοις εἰς σωτηρίαν. Τί ἐστιν, Χωρὶς ἁµαρτίας; Οὐχ ἁµαρτίας αἴρων, οὐδὲ δι' ἁµαρτίας ἐκ δευτέρου ἥξει, ἵνα πάλιν ἀποθάνῃ· οὐδὲ γὰρ ὃ ἅπαξ ἀπέθανεν, ὀφείλων ἀποθανεῖν ἀπέθανεν. Πῶς ὀφθήσεται; Κολάζων, φησί. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλὰ τὸ φαιδρὸν, Χωρὶς ἁµαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχοµένοις εἰς σωτηρίαν· ὡς µηκέτι λοιπὸν δεηθῆναι θυσίας, ὥστε σῶσαι αὐτοὺς, ἀλλ' ἀπὸ ἔργων τοῦτο ποιεῖν. Σκιὰν γὰρ ἔχων, φησὶν, ὁ νόµος τῶν µελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγµάτων· τουτέστιν, οὐκ αὐτὴν τὴν ἀλήθειαν. Ἕως µὲν γὰρ ἂν ὡς ἐν γραφῇ περιάγῃ τις τὰ χρώµατα, σκιά τίς ἐστιν· ὅταν δὲ τὸ ἄνθος ἐπαλείψῃ τις, καὶ ἐπιχρίσῃ τὰ χρώµατα, τότε εἰκὼν γίνεται. Τοιοῦτόν τι καὶ ὁ νόµος ἦν. Σκιὰν γὰρ, φησὶν, ἔχων ὁ νόµος τῶν µελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγµάτων· τουτέστι, τῆς θυσίας, τῆς ἀφέσεως. Κατ' ἐνιαυτόν· ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς, οὐδέποτε δύναται τοὺς προσερχοµένους τελειῶσαι· ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόµεναι, διὰ τὸ µηδεµίαν συνείδησιν ἔχειν ἁµαρτιῶν τοὺς λατρεύοντας, ἅπαξ κεκαθαρµένους· ἀλλ' ἐν αὐταῖς ἀνάµνησις ἁµαρτιῶν κατ' ἐνιαυτόν. Ἀδύνατον γὰρ αἷµα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁµαρτίας.∆ ιὸ εἰσερχόµενος εἰς τὸν κόσµον, λέγει· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶµα δὲ κατηρτίσω µοι· ὁλοκαυτώµατα καὶ περὶ ἁµαρτίας οὐκ εὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω( ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐµοῦ) τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέληµά σου. Ἀνωτέρω λέγων, ὅτι θυσίαν, καὶ προσφορὰν, καὶ ὁλοκαυτώµατα καὶ περὶ ἁµαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόµον προσφέρονται· τότε εἶπον, Ἰδοὺ ἥκω τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέληµά σου. Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Ὁρᾷς πάλιν τὴν περιουσίαν; Μία, φησὶν, αὕτη ἡ θυσία, ἐκεῖναι δὲ πολλαί· διὰ γὰρ τοῦτο οὐκ ἰσχυραὶ, ἐπειδὴ πολλαί.
17.3
Τί γὰρ ἔδει πολλῶν, εἰπέ µοι, τῆς µιᾶς ἀρκούσης, Ὥστε αἱ πολλαὶ καὶ τὸ ἀεὶ προσφέρεσθαι, τὸ µηδέποτε αὐτοὺς καθαίρεσθαι δεικνύουσιν. Ὥσπερ γὰρ φάρµακον, ὅταν ᾖ ἰσχυρὸν, καὶ ὑγείας ποιητικὸν, καὶ δυνατὸν πᾶσαν ἀπαλλάξαι τὴν νόσον, ἅπαξ ἐπιτεθὲν τὸ πᾶν ποιεῖ· ὅπερ ἐὰν ἅπαξ ἐπιτεθὲν τὸ πᾶν ἐργάσηται, δείκνυσιν αὑτοῦ τὴν ἰσχὺν τῷ µηκέτι ἐπιτίθεσθαι, καὶ τοῦτο αὐτοῦ ἐστιν ἔργον τὸ µηκέτι ἐπιτίθεσθαι· ἐὰν δὲ ἀεὶ ἐπιτιθῆται, δῆλον ὅτι τοῦ µηδὲν ἰσχυκέναι ἐστὶ σηµεῖον· φαρµάκου γὰρ ἀρετὴ τὸ ἅπαξ ἐπιτεθῆναι, καὶ µὴ πολλάκις· οὕτω δὴ καὶ ἐνταῦθα· τί δήποτε γὰρ ταῖς αὐταῖς θυσίαις ἀεὶ θεραπεύονται; Εἰ γὰρ πάντων ἦσαν ἀπηλλαγµένοι τῶν ἁµαρτηµάτων, οὐκ ἂν καθ' ἑκάστην ἡµέραν προσεφέροντο αἱ θυσίαι· καὶ γὰρ ἦσαν ὡρισµέναι, ὥστε ἀεὶ προσφέρεσθαι ὑπὲρ τοῦ λαοῦ παντὸς, καὶ ἐν ἑσπέρᾳ καὶ ἐν ἡµέρᾳ. Ὥστε κατηγορία ἁµαρτηµάτων, καὶ οὐ λύσις ἁµαρτηµάτων ἦν τὸ γινό µενον· κατηγορία ἀσθενείας, οὐκ ἰσχύος ἐπίδειξις. Ἐπειδὴ γὰρ ἡ πρώτη οὐδὲν ἴσχυεν, ἡ δευτέρα προσεφέρετο· καὶ ἐπειδὴ οὐδὲν αὕτη ἤνυεν, ἑτέρα πάλιν· ὥστε ἔλεγχος ἁµαρτηµάτων ἦν. Τὸ µὲν οὖν προσφέρεσθαι ἔλεγχος ἁµαρτηµάτων· τὸ δὲ ἀεὶ, ἔλεγχος ἀσθενείας. Ἐπὶ δὲ τοῦ Χριστοῦ τοὐναντίον· ἅπαξ προσηνέχθη, καὶ εἰς τὸ ἀεὶ ἤρκεσε. Καὶ καλῶς εἶπεν ἐκεῖνα ἀντίτυπα· ἄρα τύπον ἔχει µόνον, οὐχὶ δὲ καὶ τὴν ἰσχύν· ὥσπερ ἐπὶ τῶν εἰκόνων τύπον ἔχει τοῦ ἀνθρώπου ἡ εἰκὼν, οὐχὶ τὴν ἰσχύν. Ὥστε τὸ ἀληθὲς καὶ ὁ τύπος κοινωνοῦσιν ἀλλήλοις· ὁ γὰρ τύπος ἴσος, ἡ δὲ ἰσχὺς οὐκέτι. Οὕτω δὴ καὶ ἐπὶ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τῆς σκηνῆς· ὁ µὲν γὰρ τύπος ἴσος ἦν, ἅγια γὰρ ἦν· ἡ δὲ δύναµις καὶ τὰ ἄλλα, οὐ τὰ αὐτά. Τί ἐστιν, Εἰς ἀθέτησιν ἁµαρτίας διὰ τῆς θυσίας αὑτοῦ πεφανέρωται; τί ἐστιν ἀθέτησις; Τουτέστι, καταφρόνησις· οὐκέτι γὰρ παῤῥησίαν ἔχει ἡ ἁµαρτία· ἠθέτηται γάρ. Πῶς; Ὀφείλουσα µὲν ἀπολαβεῖν κόλασιν, οὐκ ἀπολαβοῦσα δέ· τουτέστι, βίαν ἔπαθεν· ὅτε προσεδόκησε πάντας ἀνελεῖν, τότε ἀνῃρέθη.∆ ιὰ τῆς θυσίας αὑτοῦ, φησὶ, πεφανέρωται· τουτέστιν, ἐφανερώθη τῷ Θεῷ καὶ προσῆλθε. Μὴ οὖν, ἐπειδὴ ὁ ἱερεὺς πολλάκις τοῦτο ἐποίει τοῦ ἐνιαυτοῦ, νοµίσῃς ὅτι ἁπλῶς, καὶ οὐχὶ δι' ἀσθένειαν, τοῦτο ἐγίνετο· εἰ γὰρ µὴ δι' ἀσθένειαν, τί καὶ ἐγίνετο; µὴ ὄντων γὰρ τραυµάτων, οὐδὲ φαρµάκων λοιπὸν δεῖ τῷ ἐπιµελουµένῳ.∆ ιὰ τοῦτο προσέταξε, φησὶν, ἀεὶ προσφέρεσθαι διὰ τὸ ἀσθενὲς, καὶ ὥστε ἀνάµνησιν ἁµαρτιῶν γίνεσθαι. Τί οὖν; ἡµεῖς καθ' ἑκάστην ἡµέραν οὐ προσφέροµεν; Προσφέροµεν µὲν, ἀλλ' ἀνάµνησιν ποιούµενοι τοῦ θανάτου αὐτοῦ· καὶ µία ἐστὶν αὕτη, καὶ οὐ πολλαί. Πῶς µία, καὶ οὐ πολλαί; Ἐπειδὴ ἅπαξ προσηνέχθη, ὥσπερ ἐκείνη ἡ εἰς τὰ Ἅγια τῶν ἁγίων. Τοῦτο ἐκείνης τύπος ἐστὶ, καὶ αὕτη ἐκείνης· τὸν γὰρ αὐτὸν ἀεὶ προσφέροµεν, οὐ νῦν µὲν ἕτερον πρόβατον, αὔριον δὲ ἕτερον, ἀλλ' ἀεὶ τὸ αὐτό· ὥστε µία ἐστὶν ἡ θυσία. Ἐπεὶ τῷ λόγῳ τούτῳ, ἐπειδὴ πολλαχοῦ προσφέρεται, καὶ πολλοὶ Χριστοί; ἀλλ' οὐδαµῶς, ἀλλ' εἷς πανταχοῦ ὁ Χριστὸς, καὶ ἐνταῦθα πλήρης ὢν, καὶ ἐκεῖ πλήρης, ἓν σῶµα. Ὥσπερ οὖν πολλαχοῦ προσφερόµενος ἓν σῶµά ἐστι, καὶ οὐ πολλὰ σώµατα, οὕτω καὶ µία θυσία. Ὁ ἀρχιερεὺς ἡµῶν ἐκεῖνός ἐστιν ὁ τὴν θυσίαν τὴν καθαίρουσαν ἡµᾶς προσενεγκών. Ἐκείνην προσφέροµεν καὶ νῦν, τὴν τότε προσενεχθεῖσαν, τὴν ἀνάλωτον. Τοῦτο εἰς ἀνάµνησιν γίνεται τοῦ τότε γενοµένου· Τοῦτο γὰρ ποιεῖτε, φησὶν, εἰς τὴν ἐµὴν ἀνάµνησιν. Οὐκ ἄλλην θυσίαν, καθάπερ ὁ ἀρχιερεὺς τότε, ἀλλὰ τὴν αὐτὴν ἀεὶ ποιοῦµεν· µᾶλλον δὲ ἀνάµνησιν ἐργαζόµεθα θυσίας.
17.4
Ἀλλ' ἐπειδὴ τῆς θυσίας ταύτης ἐµνήσθην, βούλοµαι µικρὰ πρὸς ὑµᾶς εἰπεῖν τοὺς µεµυηµένους, µικρὰ µὲν τῷ µέτρῳ, µεγάλην δὲ ἔχοντα τὴν ἰσχὺν καὶτὴν ὠφέλειαν· οὐ γὰρ ἡµετερά ἐστιν, ἀλλὰ τοῦ θείου Πνεύµατος τὰ λεγόµενα. Τί οὖν ἐστι; Πολλοὶ τῆς θυσίας ταύτης ἅπαξ µεταλαµβάνουσι τοῦ παντὸς ἐνιαυτοῦ, ἄλλοι δὲ δὶς, ἄλλοι δὲ πολλάκις. Πρὸς οὖν ἅπαντας ἡµῖν ὁ λόγος ἐστὶν, οὐ πρὸς τοὺς ἐνταῦθα δὲ µόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἐν τῇ ἐρήµῳ καθεζοµένους· ἐκεῖνοι γὰρ ἅπαξ τοῦ ἐνιαυτοῦ µετέχουσι, πολλάκις δὲ καὶ διὰ δύο ἐτῶν. Τί οὖν; τίνας ἀποδε ξόµεθα; τοὺς ἅπαξ; τοὺς πολλάκις; τοὺς ὀλιγάκις; Οὔτε τοὺς ἅπαξ, οὔτε τοὺς πολλάκις, οὔτε τοὺς ὀλιγάκις, ἀλλὰ τοὺς µετὰ καθαροῦ συνειδότος, τοὺς µετὰ καθαρᾶς καρδίας, τοὺς µετὰ βίου ἀλήπτου. Οἱ τοιοῦτοι ἀεὶ προσίτωσαν· οἱ δὲ µὴ τοιοῦτοι, µηδὲ ἅπαξ. Τί δήποτε; Ὅτι κρῖµα ἑαυτοῖς λαµβάνουσι, καὶ κατάκριµα καὶ κόλασιν καὶ τιµωρίαν. Καὶ µὴ θαυµάσῃς· ὥσπερ γὰρ ἡ τροφὴ φύσει οὖσα θρεπτικὴ, ἐὰν εἰς κακόσιτον ἐµπέσῃ, πάντα ἀπόλλυσι καὶ διαφθείρει, καὶ γίνεται νόσου ἀφορµή· οὕτω δὴ καὶ ταῦτα τὰ τῶν φρικτῶν µυστηρίων. Τραπέζης ἀπολαύεις πνευµατικῆς, τραπέζης βασιλικῆς, καὶ πάλιν φύρεις βορβόρῳ τὸ στόµα; µύρῳ χρίεις, καὶ πάλιν δυσωδίας πληροῖς; Εἰπέ µοι, παρακαλῶ, µετ' ἐνιαυτὸν τῆς µεταλήψεως µετέχων, τὰς τεσσαράκοντα ἡµέρας οἴει ἀρκεῖν σοι πρὸς καθαρµὸν τῶν ἁµαρτηµάτων παντὸςτοῦ χρόνου; καὶ πάλιν, ἑβδοµάδος παρελθούσης, ἐκδίδως σαυτὸν τοῖς προτέροις; Εἰπὲ δή µοι, ἐὰν ὑγιάνας τεσσαράκοντα ἡµέρας ἀπὸ νόσου µακρᾶς, πάλιν σαυτὸν τοῖς, σιτίοις ἐκδῷς ἐκείνοις τοῖς νοσοποιοῖς, οὐχὶ καὶ τὸν πρότερονκόπον ἀπώλεσας; Εὔδηλον ὅτι. Εἰ γὰρ τὰ φυσικὰ µεθίσταται, πολλῷ µᾶλλον τὰ τῆς προαιρέσεως. Οἷόν τι λέγω· Φύσει βλέποµεν, καὶ ὑγιεῖς ἔχοµεν ὀφθαλµοὺς κατὰ φύσιν· ἀλλὰ πολλάκις ἀπὸ καχεξίας βλάπτεται ἡµῶν τὸ ὀπτικόν. Εἰ τοίνυν τὰ ἐκ φύσεως µεθίσταται, οὐχὶ µάλιστα τὰ ἐκ προαιρέσεως; Τεσσαράκοντα ἡµέρας ἀπονέµεις τῇ ὑγείᾳ τῆς ψυχῆς, τάχα δὲ οὐδὲ τεσσαράκοντα, καὶ προσδοκᾷς ἐξιλεώσασθαι τὸν Θεόν; Παίζεις, ἄνθρωπε. Ταῦτα λέγω, οὐχὶ τῆς µιᾶς καὶ ἐνιαυσιαίου προσόδου κωλύων ὑµᾶς, ἀλλὰ βουλόµενος µᾶλλον διαπαντὸς ὑµᾶς προσιέναι τοῖς ἁγίοις.∆ ιὰ τοῦτο καὶ ὁ ἱερεὺς ἐπιφωνεῖ τότε τοὺς ἁγίους καλῶν, καὶ διὰ τῆς φωνῆς ταύτης µωµοσκοπῶν ἅπαντας, ὥστε µὴ προσελθεῖν τινα ἀπαράσκευον. Καθάπερ γὰρ ἐπὶ ποίµνης, ἔνθα πολλὰ µὲν ὑγιαίνει πρόβατα, πολλὰ δὲ ψώρας ἀναπέπλησται, ἀνάγκη ταῦτα διείργεσθαι ἀπὸ τῶν ὑγιαινόντων· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ, ἐπειδὴ τὰ µέν ἐστιν ὑγιεινὰ πρόβατα, τὰ δὲ κεκακωµένα, διὰ τῆς φωνῆς ταύτης διείργει ταῦτα ἐκείνων περιιὼν πανταχοῦ διὰτῆς κραυγῆς ταύτης τῆς φρικωδεστάτης ὁ ἱερεὺς, καὶ τοὺς ἁγίους καλῶν καὶ ἕλκων. Ἐπειδὴ γὰρ οὐκ ἔνι ἄνθρωπον ὄντα εἰδέναι τὰ τοῦ πλησίον· Τίς γὰρ οἶδεν ἀνθρώπων, φησὶ, τὰ τοῦ ἀνθρώπου, εἰ µὴ τὸ πνεῦµα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; ταύτην ἀφίησι τὴν φωνὴν µετὰ τὸ τὴν θυσίαν ἀπαρτισθῆναι πᾶσαν, ὥστε µηδένα ἁπλῶς καὶ ὡς ἔτυχεν, ἐπὶ τὴν πηγὴν ἐλθεῖν τὴν πνευµατικήν. Καὶ γὰρ ἐπὶ τῆς ποίµνης( οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ ὑποδείγµατι πάλιν χρήσασθαι) τὰ µὲν νοσερὰ ἔνδον ἀποκλείοµεν, καὶ ἐν σκότῳ κατέχοµεν, καὶἑτέρας µεταδίδοµεν τροφῆς, οὔτε ἀέρος καθαροῦ, οὔτε πόας εἰλικρινοῦς, οὔτε πηγῆς τῆς ἔξω συγχωροῦντες µεταλαβεῖν. Καὶ ἐνταῦθα τοίνυν αὕτη ἡ φωνὴ ἀντὶ δεσµοῦ τινός ἐστιν. Οὐκ ἔχεις εἰπεῖν, Οὐκ ᾔδειν, ἠγνόουν ὅτι κίνδυνος ἕπεται τῷ πράγµατι· µάλιστα µὲν οὖν καὶ ὁ Παῦλος τοῦτο διεµαρτύρατο. Ἀλλ' ἐρεῖς ὅτι, Οὐκ ἀνέγνων; Οὐκ ἔστι τοῦτο ἀπολογία, ἀλλὰ καὶ ἔγκληµα· καθ' ἑκάστην ἡµέραν εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ ἔτι τοῦτο ἀγνοεῖς;
17.5
Πλὴν ἀλλ' ἵνα µηδὲ τοῦτο ἔχῃς προφασίζεσθαι, τούτου χάριν µεγάλῃ τῇ φωνῇ, φρικτῇ τῇ βοῇ, καθάπερ τις κήρυξ τὴν χεῖρα αἴρων εἰς τὸ ὕψος, ὑψηλὸς ἑστὼς, πᾶσι κατάδηλος γεγονὼς, καὶ µέγα ἐπ' ἐκείνῃ τῇ φρικτῇ ἡσυχίᾳ ἀνακραυγάζων, τοὺς µὲν καλεῖ, τοὺς δὲ ἀπείργει ὁ ἱερεὺς, οὐ τῇ χειρὶ τοῦτο ποιῶν, ἀλλὰ τῇ γλώττῃ τῆς χειρὸς τρανότερον. Ἡ γὰρ φωνὴ ἐκείνη εἰς τὴν ἀκοὴν ἐµπίπτουσα τὴν ἡµετέραν, καθάπερ χεὶρ τοὺς µὲν ὠθεῖ καὶ ἐκβάλλει, τοὺς δὲ εἰσάγει καὶ παρίστησιν. Εἰπὲ δή µοι, παρακαλῶ, ἐν τοῖς Ὀλυµπιακοῖς ἀγῶσιν οὐχὶ ἕστηκεν ὁ κήρυξ βοῶν µέγα καὶ ὑψηλὸν, Εἴ τις τούτου κατηγορεῖ, λέγων, µὴ δοῦλός ἐστι, µὴ κλέπτης, µὴ τρόπων πονηρῶν; καίτοι τὰ ἀγωνίσµατα ἐκεῖνα οὔτε ψυχῆς ἐστιν, οὔτε τρόπου ἀγαθοῦ, ἀλλὰ ῥώµης καὶ σώµατος. Εἰ τοίνυν ἔνθα σωµάτων ἐστὶν ἄσκησις, πολλὴ προαιρέσεως ἐξέτασις γίνεται, πόσῳ µᾶλλον ἐνταῦθα, ἔνθα τὸ πᾶν ψυχὴ ἀθλεῖ; Ἕστηκε τοίνυν καὶ νῦν ὁ παρ' ἡµῖν κήρυξ, οὐ τῆς κεφαλῆς ἕκαστον κατέχων καὶ παράγων, ἀλλὰ πάντας ὁµοῦ τῆς κεφαλῆς τῆς ἔνδον κατέχων· οὐκ ἐφίστησιν ἄλλους αὐτοῖς κατηγόρους, ἀλλ' αὐτοὺς ἑαυτοῖς· οὐ γὰρ λέγει, Μή τις τούτου κατηγορεῖ; ἀλλὰ τί; Εἴ τις ἑαυτοῦ κατηγορεῖ. Ὅταν γὰρ εἴπῃ, Τὰ ἅγια τοῖς ἁγίοις, τοῦτο λέγει· Εἴ τις οὐκ ἔστιν ἅγιος, µὴ προσίτω. Οὐχ ἁπλῶς φησιν, Ἁµαρτηµάτων καθαρὸς, ἀλλ', Ἅγιος· τὸν γὰρ ἅγιον οὐχ ἡ τῶν ἁµαρτηµάτων ἀπαλλαγὴ ποιεῖ µόνον, ἀλλὰ καὶ ἡ τοῦ Πνεύµατος παρουσία, καὶ ὁ τῶν ἀγαθῶν ἔργων πλοῦτος. Οὐ βούλοµαι µόνον, φησὶ, βορβόρου ἀπηλλάχθαι ὑµᾶς, ἀλλὰ καὶ λευκοὺς εἶναι καὶ ὡραίους. Εἰ γὰρ ὁ Βαβυλώνιος βασιλεὺς, ἀπὸ τῆς αἰχµαλωσίας ἐκλεγόµενος τοὺς νεανίσκους, καλοὺς τῷ εἴδει καὶ ὡραίους τῇ ὄψει ἐξελέξατο· πολλῷ µᾶλλον ἡµᾶς παρισταµένους τῇ τραπέζῃ τῇ βασιλικῇ, καλοὺς τῷ εἴδει εἶναι δεῖ τῷ τῆς ψυχῆς, τὸν κόσµον ἔχοντας χρυσοῦν, τὴν στολὴν καθαρὰν, τὰ ὑποδήµατα βασιλικὰ, τὸ πρόσωπον τῆς ψυχῆς εὔµορφον, τὸν κόσµον αὐτῇ περικεῖσθαι τὸν χρυσοῦν, τὴν ζώνην τῆς ἀληθείας. Ὁ τοιοῦτος προσίτω, καὶ ποτηρίων ἁπτέσθω βασιλικῶν. Εἰ δέ τις ῥάκια ἠµφιεσµένος, ῥυπῶν, αὐχµῶν ἐπεισιέναι τῇ βασιλικῇ βούλοιτο τραπέζῃ, ὅρα ὅσα πείσεται, οὐκ ἀρκουσῶν τῶν τεσσαράκοντα ἡµερῶν τὰἐν παντὶ τῷ χρόνῳ πεπληµµεληµένα ἀπολούσασθαι. Εἰ γὰρ ἡ γέεννα οὐκ ἀρκεῖ, καίτοι γε αἰώνιος οὖσα( διὰ τοῦτο γὰρ καὶ αἰώνιός ἐστι), πολλῷ µᾶλλον ὁ βραχὺς οὗτος χρόνος. Οὐ γὰρ µετάνοιαν ἰσχυρὰν ἐπεδειξάµεθα, ἀλλ' ἀσθενῆ. Τοὺς εὐνούχους µάλιστα δεῖ παρεστάναι τῷ βασιλεῖ· εὐνούχους λέγω, τοὺς τὴν διάνοιαν λευκοὺς, µηδένα ἔχοντας ῥύπον µηδὲ σπῖλον, ὑψηλοὺς τῇ διανοίᾳ, τὸ ὄµµα ἥµερον τῆς ψυχῆς ἔχοντας καὶὀξυδερκὲς, εὐπερίστροφον καὶ γοργὸν, ἀλλὰ µὴ ὑπνηλὸν µηδὲ ὕπτιον, ἐλευθερίας γέµον πολλῆς, πόῤῥω ἀναισχυντίας γε µὴν καὶ ἰταµότητος, ἐγρηγορὸς, ὑγιὲς, µήτε στυγνὸν σφόδρα καὶ κατηφὲς, µήτε διακεχυµένον καὶ ὑγρόν. Τοῦτον ἡµεῖς κύριοι δηµιουργῆσαι τὸν ὀφθαλµὸν, καὶ ὀξυδερκῆ ποιῆσαι καὶ καλόν. Ὅταν γὰρ αὐτὸν µὴ πρὸς τὸν καπνὸν ἄγωµεν, µηδὲ πρὸς τὴν κόνιν( τοιαῦτα γὰρ πάντα τὰ ἀνθρώπινα πράγµατα), ἀλλὰ πρὸς τὴν αὔραν τὴν λεπτὴν, πρὸς τὸν κοῦφον ἀέρα, πρὸς τὰ µετέωρα, καὶ ὑψηλὰ, καὶ ἡσυχίας γέµοντα πολλῆς καὶ καθαρότητος καὶ πολλῆς τῆς τέρψεως, ἀνακτησόµεθα ταχέως αὐτὸν, καὶ ῥώσοµεν ἐντρυφῶντα τῇ τοιαύτῃ θέᾳ. Εἶδες πλεονεξίαν, καὶ πλοῦτον πολὺν ἔχοντά τινα; µὴ ἐπαγάγῃς ἐκεῖ τὸν ὀφθαλµόν σου· βόρβορός ἐστι τὸ πρᾶγµα, καπνός ἐστιν, ἀτµὸς πονηρὸς, σκότος καὶ στενοχωρία πολλὴ, καὶ φροντίδων πνιγµός. Εἶδες δικαιοσύνην ἀσκοῦντα ἄνθρωπον, ἀρκούµενον τοῖς αὑτοῦ, καὶ πολλὴν ἔχοντα τὴν εὐρυχωρίαν τῆς ἀνέσεως, οὐδὲν µεριµνῶντα, οὐδὲν φροντίζοντατῶν ἐνταῦθα; στῆσον αὐτὸν ἐκεῖ, καὶ µετεώρισον· καὶ πολλῷ καλλίονα αὐτὸν ἐργάσῃ καὶ λαµπρότερον, οὐ τοῖς τῆς γῆς ἄνθεσιν εὐωχῶν, ἀλλὰ τοῖς τῆς ἀρετῆς, σωφροσύνῃ, ἐπιεικείᾳ, καὶ τοῖς ἄλλοις ἅπασιν. Οὐδὲν γὰρ οὕτω ταράττει ὀφθαλµὸν, ὡς συνειδὸς πονηρόν· Ἐταράχθη, φησὶν, ἀπὸ θυµοῦ ὁ ὀφθαλµός µου· οὐδὲν οὕτω σκοτοῖ. Ταύτης αὐτὸν ἀπάλλαξον τῆς ἐπηρείας, καὶ φαιδρὸν ἐργάσῃ καὶ ἰσχυρὸν, ἀεὶ τρεφόµενον ἐλπίσιν ἀγαθαῖς. Γένοιτο δὲ πάντας ἡµᾶς, καὶ τοῦτον καὶ τὰς ἄλλας τῆς ψυχῆς ἐνεργείας κατασκευάσαι τοιαύτας, οἵας ὁ Χριστὸς βούλεται· ἵνα τῆς ἐπικειµένης ἡµῖν κεφαλῆς ἄξιοι γενόµενοι, ἀπέλθωµεν ἔνθα θέλει. Φησὶ γάρ· Θέλω ἵν', ὅπου ἐγώ εἰµι, κἀκεῖνοι ὦσι µετ' ἐµοῦ, ἵνα τὴν δόξαν τὴν ἐµὴν ὁρῶσιν· ἧς γένοιτο ἀπολαῦσαι πάντας ἡµᾶς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰςτοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.