Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 18 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
18.0
Ἀνώτερον λέγων, ὅτι θυσίαν καὶ προσφορὰν καὶ ὁλοκαυτώµατα καὶ περὶ ἁµαρτίας οὐκ ἠθέλησας, οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόµον προσφέρονται· τότε εἴρηκεν· Ἰδοὺ ἥκω τοῦ ποιῆ σαι, ὁ Θεὸς, τὸ θέληµά σου. Ἀναιρεῖ τὸ πρῶ τον, ἵνα τὸ δεύτερον στήσῃ. Ἐν ᾧ θελήµατι ἡγιασµένοι ἐσµὲν διὰ τῆς προσφορᾶς τοῦ σώ µατος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς µὲν ἱερεὺς ἕστηκε καθ' ἡµέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐ δέποτε δύνανται περιελεῖν ἁµαρτίας· οὗτος δὲ µίαν ὑπὲρ ἁµαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόµενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦὑπο πόδιον τῶν ποδῶν αὐτοῦ.
18.1
Ἐν µὲν τοῖς ἔµπροσθεν ἔδειξεν ἀνωφελεῖς τὰς θυσίας οὔσας πρὸς τὴν τελείαν καθαρότητα, καὶ τύπον οὔσας, καὶ πολὺ λειποµένας. Ἐπεὶ οὖν ἀντέπιπτεν αὐτῷ τοῦτο, εἰ τύποι εἰσὶ, πῶς τῆς ἀληθείας ἐλθούσης, οὐκ ἐπαύσαντο οὐδὲ ὑπεχώρησαν, ἀλλ' ἐπιτελοῦνται; Αὐτὸ δὲ τοῦτο ἐνταῦθα ἐργάζεται, δεικνὺς ὅτι οὐκέτι τελοῦνται· οὐδὲ ὡς τύπος, οὐ γὰρ αὐτὰς προσίεται ὁ Θεός. Καὶ τοῦτο οὐκ ἀπὸ τῆς Καινῆς πάλιν, ἀλλ' ἀπὸ τῶν προφητῶν δείκνυσιν, ἄνωθεν τὴν ἰσχυροτάτην παράγων µαρτυρίαν, ὅτι λήγει καὶ παύεται, καὶ εἰκῆπάντα πράττουσιν, ἀεὶ τῷ Πνεύµατι τῷ ἁγίῳ ἀντιπίπτοντες. Καὶ δείκνυσιν ἐκ περιουσίας οὐ νῦν αὐτὰς πεπαυµένας, ἀλλὰ καὶ παρ' αὐτὴν τοῦ Χριστοῦ τὴν παρουσίαν, µᾶλλον δὲ, καὶ πρὸ τῆς αὐτοῦ παρουσίας, καὶπῶς οὐ τελευταῖον ἔλυσεν αὐτὰς ὁ Χριστὸς, ἀλλὰ πρότερον ἐλύθησαν, καὶ τότε ἦλθε· πρότερον ἐπαύθησαν, καὶ τότε αὐτὸς παρεγένετο. Ἵνα γὰρ µὴ λέγωσι, καὶ χωρὶς ταύτης τῆς θυσίας ἠδυνάµεθα εὐαρεστῆσαι τῷ Θεῷ, καὶ δι' ἐκείνων ἀνέµεινεν αὐτὰς ἐλεγχθῆναι, καὶ τότεαὐτὸς παρεγένετο· Θυσίαν γὰρ, φησὶ, καὶ προσφορὰν οὐκ ἠθέλησας. Πάντα ἀνεῖλε διὰ τούτου· καὶ γενικῶς εἰπὼν, λέγει καὶ ἰδικῶς· Ὁλοκαυτώµατα καὶ περὶ ἁµαρτίας οὐκ εὐδόκησας. Προσφορὰ δὲ πᾶν τὸ ἐκτὸς τῆς θυσίας ἦν. Τότε εἶπον· Ἰδοὺ ἥκω. Περὶ τίνος τοῦτο εἴρηται; Περὶ οὐδενὸς ἑτέρου, ἀλλ' ἢ περὶ τοῦ Χριστοῦ. Ἐνταῦθα οὐδὲν αἰτιᾶται τοὺς προσφέροντας, δεικνὺς ὅτι οὐ διὰ τὰς πονηρίας αὐτῶν οὐ δέχεται, καθάπερ ἑτέρωθί φησιν· ἀλλὰ διὰ τὸ λοιπὸν ἐληλέγχθαι τὸ πρᾶγµα, καὶ πεφανερῶσθαι οὐδεµίαν ἔχον ἰσχὺν, οὐδὲ καιρόν τινα προσήκοντα. Τί οὖν τοῦτο πρὸς τὸ πολλάκις προσφέρεσθαι τὰς θυσίας; Οὐκ ἀπὸ τοῦ πολλάκις µόνον δῆλον, φησὶν, ὅτι ἀσθενεῖς εἰσι καὶ ὅτι οὐδὲν ἤνυσαν, ἀλλὰ καὶ ἀπὸ τοῦ µὴ προσίεσθαι αὐτὰς τὸν Θεὸν, ὡς ἀνονήτουςκαὶ ἀνωφελεῖς. Τοῦτο αὐτὸ δηλῶν καὶ ἀλλαχοῦ φησιν, ὅτι, Εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν. Ἄρα καὶ διὰ τούτου δηλοῖ ὅτι οὐ θέλει. Ἄρα οὖν οὐχ αἱ θυσίαι τὸ θέληµα τοῦ Θεοῦ, ἀλλ' ἡ τῶν θυσιῶν ἀναίρεσις· οὐκοῦν παρὰ τὸ θέληµα θύουσι. Τί ἐστι, Τοῦ ποιῆσαι τὸ θέληµά σου; Τοῦ ἐµαυτὸν, φησὶ, ἐκδοῦναι· τοῦτο τοῦ Θεοῦ θέληµα. Ἐν ᾧ θελήµατι ἡγιασµένοι ἐσµέν. Ἔτι διὰ τούτου καὶ ἄλλως δείκνυσιν, ὅτι οὐχ αἱ θυσίαι τοὺς ἀνθρώπους καθαίρουσιν, ἀλλὰ τὸ θέληµα τοῦ Θεοῦ. Ἄρα οὖν τὸ θύειν οὐ θέληµα τοῦ Θεοῦ. Καὶ τί θαυµάζεις, εἰ νῦν οὐ θέληµά ἐστι τοῦ Θεοῦ, ὅπου γε µηδὲ ἐξ ἀρχῆς θέληµα ἦν; Τίς γὰρ ἐξεζήτησε ταῦτα, φησὶν, ἐκ τῶν χειρῶν ὑµῶν; Πῶς οὖν αὐτὸς ἐπέταξε; Συγκαταβαίνων· ὥσπερ καὶ ὁ Παῦλος φαίνεται λέγων· Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐµαυτὸν ἐν ἐγκρατείᾳ· καὶ πάλιν παραινῶν ἀλλαχοῦ φησι· Βούλοµαι νεωτέρας γαµεῖν, τεκνογονεῖν.∆ ύο θελήµατα τίθησιν, ἀλλ' οὐ τὰ δύο αὐτοῦ ἐστιν, εἰ καὶ ἐπιτάττει· ἀλλὰ τοῦτο µὲν αὐτοῦ, διὸ καὶ χωρὶς αἰτίας τίθησιν· ἐκεῖνο δὲ οὐκ αὐτοῦ, εἰ καὶ βούλεται, διὸ καὶ µετὰ αἰτίας πρόσκειται. Πρότερον γὰρ κατηγορήσας αὐτῶν, ὅτι κατεστρηνίασαν τοῦ Χριστοῦ, τότε φησί· Βούλοµαι νεωτέρας γαµεῖν, τεκνογονεῖν. Οὕτω δὴ καὶ ἐνταῦθα συγκαταβαίνων οἰκονοµεῖ· οὐκ αὐτοῦ θέληµα ἦν προηγούµενον τὸ τὰς θυσίας γίνεσθαι. Οὕτω καὶ περὶ τοῦ θανάτου λέγων· Οὐ βούλοµαι τὸν θάνατον τοῦ ἁµαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν αὐτόν· καὶ ἀλλαχοῦ λέγει, ὅτι οὐ µόνον ἠβουλήθη, ἀλλὰ καὶ ἐπεθύµησε τοῦτο· καίτοι γε ἐναντία ταῦτα ἀλλήλοις· ἐπιθυµία γὰρ ἐπιτεταµένη ἡ βούλησίς ἐστι. Πῶς οὖν οὐ θέλων, ἀλλαχοῦ ἐπιθυµεῖς, ὃ τοῦ σφόδρα θέλειν ἐστὶ σηµεῖον; Τοῦτο δὴ καὶ ἐνταῦθα ἔστιν εἰπεῖν. Ἐν ᾧ θελήµατι ἡγιασµένοι ἐσµὲν, φησί. Πῶς δὲ ἡγιασµένοι, αὐτὸς ἑρµηνεύσει ἐπάγων·∆ ιὰ τῆς προσφορᾶς τοῦ σώµατος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς µὲν ἱερεὺς ἕστηκε καθ' ἡµέραν λειτουργῶν, καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας. Ἄρα τὸ ἑστάναι τοῦ λειτουργεῖν ἐστι σηµεῖον· οὐκοῦν τὸ καθῆσθαι τοῦ λειτουργεῖσθαι· Οὗτος δὲ µίαν ὑπὲρ ἁµαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόµενος, ἕως τεθῶ σιν οἱ ἐχθροὶαὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζοµένους. Μαρτυρεῖ δὲ ἡµῖν καὶ τὸ Πνεῦµα τὸ ἅγιον. Εἶπεν, ὅτι ἐκεῖναι οὐ προσφέρονται· συνελογίσατο ἀπὸ τῶν ἐγγράφων, ἀπὸ τῶν ἀγράφων· ἄλλως δὲ καὶ ῥητὸν παρέστησε προφητικὸν λέγον, ὅτι Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας. Εἶπεν, ὅτι ἀφῆκε τὰς ἁµαρτίας. Πάλιν καὶ τοῦτο ἀπὸ ἐγγράφου µαρτυρίας πιστοῦται· Μαρτυρεῖ γὰρ ἡµῖν, φησὶ, τὸ Πνεῦµα τὸ ἅγιον. Μετὰ γὰρ τὸ εἰρηκέναι, Αὕτη ἡ διαθήκη, ἣν διαθήσοµαι πρὸς αὐτοὺς, µετὰ τὰς ἡµέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόµους µου ἐπὶ καρδίας αὐτῶν, καὶἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁµαρτιῶν αὐτῶν, καὶ τῶν ἀνοµιῶν αὐτῶν οὐ µὴ µνησθῶ ἔτι. Ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁµαρτίας. Οὐκοῦν ἀφῆκε τὰς ἁµαρτίας, ὅτε τὴν διαθήκην ἔδωκε· τὴν δὲ διαθήκην διὰ τῆς θυσίας ἔδωκεν. Εἰ τοίνυν ἀφῆκε τὰς ἁµαρτίας διὰ τῆς µιᾶς θυσίας, οὐκέτι χρεία δευτέρας. Ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόµενος. Καὶ τίνος ἕνεκεν ἡ ἀναβολή; Ἵνα τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Μιᾷ γὰρ, φησὶ, προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζοµένους. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως τέθεικε;∆ ιὰ τοὺς πιστοὺς τοὺς µέλλοντας τίκτεσθαι καὶ γεννᾶσθαι. Πόθεν οὖν δῆλον ὅτι τεθήσονται;∆ ιὰ τοῦ εἰπεῖν, ὅτι ἐκάθισεν. Ἀνέµνησε πάλιν τῆς µαρτυρίας ἐκείνης τῆς λεγούσης· Ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Οἱ δὲ ἐχθροὶ αὐτοῦ οἱ Ἰουδαῖοί εἰσιν. Εἶτα ἐπειδὴ εἶπεν, Ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ, σφόδρα δὲ ἠπείγοντο· τούτου χάριν πάντα τὰ µετὰ ταῦτα τίθησιν, ὅσα περὶ πίστεως διαλέγεται. Τίνες δὲ οἱ ἐχθροὶ, ἀλλ' ἢ οἱ ἄπιστοι πάντες, οἱ δαίµονες; οὐ γὰρ δὴ µόνον Ἰουδαῖοι; Καὶ τὸ πολὺ δὲ τῆς ὑποταγῆς αἰνιττόµενος, οὐκ εἶπεν, Ὑποταγῶσιν, ἀλλὰ, Τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ. Μὴ τοίνυν γενώµεθα τῶν ἐχθρῶν· οὐ γὰρ ἐκεῖνοι µόνον ἐχθροὶ οἱ ἄπιστοι καὶ Ἰουδαῖοι, ἀλλὰ καὶ οὗτοι οἱ βίου ἀκαθάρτου πλήρεις ὄντες· Τὸ γὰρ φρόνηµα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόµῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. Τί οὖν, φησίν; οὐκ ἔστιν ἔγκληµα τοῦτο; Καὶ σφόδρα µὲν οὖν ἔγκληµα· ὁ γὰρ κακὸς, ἕως ἂν ᾖ κακὸς, οὐ δύναται ὑποτάττεσθαι· µεταβαλέσθαι µέντοι καὶ γενέσθαι ἀγαθὸς δύναται.
18.2
Ἐκβάλωµεν τοίνυν τὰ φρονήµατα τὰ σαρκικά. Ποῖα δέ ἐστι τὰ σαρκικά; Ὅσα τὸ µὲν σῶµα ἀνθεῖν ποιεῖ καὶ εὐπαθεῖν, κακοῖ δὲ τὴν ψυχήν· οἷόν τι λέγω· Ὁ πλοῦτος, ἡ τρυφὴ, ἡ δόξα· πάντα ταῦτα τῆς σαρκός ἐστιν· ὁ ἔρως τῶν σωµάτων. Μὴ τοίνυν τοῦ πλείονος ἐρῶµεν, ἀλλὰ τὴν πενίαν ἀεὶ διώκωµεν· αὕτη γὰρ µέγα ἀγαθόν. Ἀλλὰ ταπεινὸν, φησὶ, καὶ εὐτελῆ ποιεῖ. Τούτου γὰρ ἡµῖν χρεία· πολὺ γὰρ ἡµῖν τοῦτο συµβάλλεται. Πενία, φησὶν, ἄνδρα ταπεινοῖ· καὶ πάλιν ὁ Χριστός· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύµατι.∆ ιὰ τοῦτο οὖν ἀλγεῖς, ὅτι ἔχεις ὁδὸν εἰς ἀρετὴν χειραγωγοῦσαν; οὐκ οἶδας ὅτι αὕτη πολλὴν παῤῥησίαν ἡµῖν δίδωσιν; Ἀλλ' ἡ σοφία, φησὶ, τοῦ πένητός ἐστιν ἐξουθενηµένη· καὶ πάλιν ἕτερός τίς φησι· Πλοῦτον καὶ πενίαν, µή µοι δῷς· καί· Ἐκ καµίνου πενίας ῥῦσαί µε. Πῶς δὲ πάλιν, εἰ πλοῦτος καὶ πενία παρὰ Κυρίου, κακὸν ἡ πενία, ἢ ὁ πλοῦτος; Τίνος οὖν ἕνεκεν ταῦτα εἴρηται; Ταῦτα ἐλέγετο ἐν τῇ Παλαιᾷ, ἔνθα πολὺς ὁ λόγος τοῦ πλούτου, ἔνθα τῆς πενίας πολλὴ ἦν ἡ ὑπεροψία, ἔνθα τὸ µὲν κατάρα ἦν, τὸ δὲ εὐλογία. Ἀλλὰ νῦν οὐκέτι· ἀλλὰ θέλεις ἀκοῦσαι τῆς πενίας ἐγκώµια; αὐτὴν µετῆλθεν ὁ Χριστὸς, καί φησιν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Καὶ πάλιν τοῖς µαθηταῖς ἔλεγε· Μὴ κτήσησθε χρυσὸν, µήτε ἄργυρον, µήτε δύο χιτῶνας. Καὶ ὁ Παῦλος γράφων ἔλεγεν· Ὡς µηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Καὶ Πέτρος ἔλεγε τῷ ἐκ γενετῆς χωλῷ· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει µοι. Καὶ ἐν αὐτῇ δὲ τῇ Παλαιᾷ, ἔνθα ἐθαυµάζετο ὁ πλοῦτος, τίνες, εἰπέ µοι, ἦσαν οἱ θαυµαστοί; οὐχὶ Ἠλίας ὁ πλὴν τῆς µηλωτῆς µηδὲν ἔχων; οὐχὶ Ἑλισσαῖος, οὐχὶ Ἰωάννης; Μηδεὶς τοίνυν ἔστω ταπεινὸς διὰ πενίαν· οὐκ ἔστι πενία ἡ ποιοῦσα ταπεινὸν, ἀλλὰ πλοῦτος ὁ πολλῶν δεῖσθαι καταναγκάζων, κα ὶ πολλοῖς εἰδέναι χάριτας βιαζόµενος. Τί δὲ τοῦ Ἰακὼβ πενέστερον ἦν, εἰπέ µοι, ὃς ἔλεγεν· Ἐὰν δῷ µοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱµάτιον περιβαλέσθαι; Ἆρα ἀπαῤῥησίαστοι ἦσαν οἱ περὶ Ἠλίαν καὶ Ἰωάννην; οὐχ ὁ µὲν τὸν Ἀχαὰβ ἤλεγχεν, ὁ δὲ τὸν Ἡρώδην; Ἐκεῖνος ἔλεγεν· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου· ὁ δὲ Ἠλίας πρὸς τὸν Ἀχαὰβ µετὰ παῤῥησίας ἔλεγεν· Οὐκ ἐγὼ διαστρέφω τὸν Ἰσραὴλ, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ὁρᾷς ὅτι τοῦτο µᾶλλον ποιεῖ τὴν παῤῥησίαν, ἡ πενία; Ὁ µὲν γὰρ πλούσιος δοῦλός ἐστιν, ὑπεύθυνος ὢν ζηµίᾳ, καὶ παρέχων παντὶ τῷ βουλοµένῳ κακῶς αὐτὸν ποιεῖν· ὁ δὲ µηδὲν ἔχων, δήµευσιν οὐ δέδοικεν οὐδὲ καταδίκην. Οὐκ ἂν οὖν, εἰ ἡ πενία ἐποίει ἀπαῤῥησιάστους, ὁ Χριστὸς µετὰ πενίας ἔπεµπε τοὺς µαθητὰς εἰς πρᾶγµα παῤῥησίας πολλῆς δεόµενον. Σφόδρα γὰρ ἰσχυρὸς ὁ πένης ἐστὶ, καὶ οὐκ ἔχει ὅθεν ἀδικηθῇ, ἢ πάθῃ κακῶς. Ὁ µέντοι πλούσιος πανταχόθεν εὐχείρωτος καθίσταται· καὶ ταὐτὸν γίνεται, οἷον ἄν τις τὸν πολλὰ σχοινία ἐπισυρόµενον καὶ µακρὰ, ῥᾳδίως ἕλοι, τὸν µέντοι γυµνὸν οὐκ εὐκόλως κατασχεῖν δυνήσεται. Οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πλουσίου συµβαίνει· ἀνδράποδα, χρυσίον, ἀγροὶ, µυρία πράγµατα, µυρίαι φροντίδες, περιστάσεις, ἀνάγκαι πᾶσιν αὐτὸν εὐχείρωτον ἐργάζονται.
18.3
Μηδεὶς τοίνυν λοιπὸν τὴν πενίαν τῆς ἀτιµίας αἰτίαν εἶναι νοµιζέτω. Ἐὰν γὰρ ἀρετὴ παρῇ, ἅπας ὁ τῆς οἰκουµένης πλοῦτος οὐδὲ πηλὸς, οὐδὲ κάρφος ἐστὶ πρὸς αὐτήν. Ταύτην τοίνυν διώκωµεν, εἰ βουλοίµεθα εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πώλησον γάρ σου, φησὶ, τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ πάλιν·∆ ύσκολον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁρᾷς ὅτι καὶ µὴ παροῦσαν αὐτὴν ἐπισπάσασθαι δεῖ; Τοσοῦτόν ἐστιν ἀγαθὸν ἡ πενία· χειραγωγία γάρ τίς ἐστι τῆς πρὸς τὸν οὐρανὸν φερούσης ὁδοῦ, ἄλειµµα ἀθλητικὸν, γυµνασία τις µεγάλη καὶ θαυµαστὴ, λιµὴν εὐδιεινός. Ἀλλὰ χρείαν ἔχω πολλῶν, φησὶ, καὶ οὐ βούλοµαί τινος χάριν λαβεῖν· ἀλλὰ καὶ ἐν τούτῳ σου ὁ πλούσιος ἠλάττωται. Σὺ µὲν γὰρ ἴσως ὑπὲρ τροφῆς τὴν χάριν αἰτεῖς· ἐκεῖνος δὲ ὑπὲρ µυρίων ἀναισχυντῶν πραγµάτων, ὑπὲρ πλεονεξίας. Ὥστε οἱ πλούσιοί εἰσιν οἱ πολλῶν δεόµενοι. Τί λέγω πολλῶν; καὶ ἀναξίων ἑαυτῶν πολλάκις· οἷόν τι λέγω· Τῶν ἐν ταῖς τάξεσι στρατιωτῶν καὶ δούλων ὄντων πολλάκις ἐν χρείᾳ καθίστανται. Ὁ δὲ πένης οὐδὲ αὐτοῦ δεῖται τοῦ βασιλέως, κἂν δεηθῇ, θαυµάζεται ὅτι εἰς τοῦτο κατέστησεν ἑαυτὸν, παρὸν αὐτῷ πλουτεῖν· µηδεὶς τοίνυν αἰτιάσθω τὴν πενίαν, ὡς µυρίων οὖσαν κακῶν αἰτίαν, µηδὲ ἀντιφθεγγέσθω τῷ Χριστῷ, ὃς τελειότητα ταύτην ἔφησεν εἶναι τῆς ἀρετῆς, εἰπών· Εἰ θέ λεις τέλειος εἶναι· τοῦτο γὰρ καὶ διὰ τῶν λόγων αὐτὸς εἶπε, καὶ διὰ τῶν ἔργων ἔδειξε, καὶ διὰ τῶν µαθητῶν ἐδίδαξε.∆ ιώξωµεν οὖν τὴν πενίαν· µέγιστον γάρ ἐστιν ἀγαθὸν αὕτη τοῖς νήφουσι. Τάχα τινὲς καὶ οἰωνίζονται τῶν ἀκουόντων. Οὐκ ἀπιστῶ· πολλὴ ἡ νόσος αὕτη παρὰ τοῖς πλείοσι τῶν ἀνθρώπων, καὶ τοσαύτη τῶν χρηµάτων ἡ τυραννὶς, ὡς µηδὲ µέχρι ῥηµάτων αὐτῆς τὴν παραίτησιν φέρειν, ἀλλὰ καὶ οἰωνίζεσθαι ταύτην. Πόῤῥω ταῦτα τῆς τοῦ Χριστιανοῦ ψυχῆς· οὐδὲν γὰρ πλουσιώτερον τοῦ πενίαν αἱρουµένου ἑκοντὶ καὶ µετὰ προθυµίας. Πῶς, ἐγὼ λέγω· καὶ, εἰ βούλεσθε, καὶ αὐτοῦ τοῦ βασιλέως πλουσιώτερον ὄντα ἀποφαίνω τὸν ἑκοντὶ τὴν πενίαν αἱρούµενον. Ἐκεῖνος µὲν γὰρ δεῖται πολλῶν, καὶ ἐν φροντίδι ἐστὶ, καὶ δέδοικε µὴ ἐπιλίπῃ αὐτῷ τὰ τῆς τροφῆς τῆς στρατιωτικῆς· οὗτος δὲ πάντα ἀφθόνως ἔχει, καὶ περὶ οὐδενὸς, δέδοικε, καὶ εἰ δέδοικεν, οὐχ ὑπὲρ τοσούτων. Τίς οὖν, εἰπέ µοι, πλούσιος, ὁ καθ' ἑκάστην ἡµέραν ἀπαιτῶν, καὶ σπουδάζων πολλὰ συλλέγειν, καὶ δεδοικὼς µήποτε ἐπιλίπῃ· ἢ ὁ µηδὲν συλλέγων, καὶ ἐν ἀφθονίᾳ ὢν πολλῇ καὶ µηδενὸς δεόµενος; τὴν παῤῥησίαν γὰρ ἀρετὴ δίδωσι καὶ τοῦ Θεοῦ φόβος, οὐ τὰ χρήµατα· ἐκεῖνα γὰρ καὶ καταδουλοῦνται· Ξένια γὰρ καὶ δῶρα, φησὶν, ἐκτυφλοῖ ὀφθαλµοὺς σοφῶν, καὶ ὡς φιµὸς ἐν στόµατι ἀποτρέπει ἐλεγµούς. Σκόπει πῶς ὁ πένης ἐκεῖνος Πέτρος Ἀνανίαν τὸν πλούσιον ἐκόλασεν· οὐχ ὁ µὲν πλούσιος ἦν, ὁ δὲ πένης; ἀλλ' ὅρα τοῦτον µὲν µετὰ αὐθεντίας διαλεγόµενον, καὶ λέγοντα, Εἰπέ µοι, Εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἐκεῖνον δὲ µετὰ ὑποστολῆς λέγοντα, Ναὶ, τοσούτου. Καὶ τίς δώσει µοι, φησὶ, κατὰ Πέτρον εἶναι; Ἔξεστί σοι κατὰ Πέτρον εἶναι, ἐὰν θέλῃς ῥῖψαι ἃ ἔχεις· σκόρπισον, δὸς πένησιν, ἀκολούθησον τῷ Χριστῷ, καὶ ἔσῃ τοιοῦτος. Πῶς; ἐκεῖνος, φησὶ, σηµεῖα ἐποίησε. Τοῦτο οὖν ἐστιν, εἰπέ µοι, τὸ τὸν Πέτρον ποιῆσαν θαυµαστὸν, ἢ ἡ παῤῥησία ἡ ἀπὸ τῆς πολιτείας; Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος· Μὴ χαίρετε ὅτι τὰ δαιµόνια ὑµῖν ὑπακούει. Ἐὰν θέλῃς τέλειος εἶναι, πώλησον τὰ ὑπάρχοντά σου, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Ἄκουσον τί καὶ ὁ Πέτρος φησίν· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει µοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωµι. Εἴ τις ἔχει ἀργύριον καὶ χρυσίον, ἐκεῖνα οὐκ ἔχει. Τί οὖν, φησὶν, ὅτι πολλοὶ οὔτε ἐκεῖνα, οὔτε ταῦτα ἔχουσιν; Ὅτι οὐχ ἑκόντες πένονται· ἐπεὶ οἱ ἑκόντες πενόµενοι πάντα ἔχουσι τὰ ἀγαθά. Εἰ γὰρ καὶ µὴ νεκροὺς ἀνιστῶσι, µηδὲ χωλοὺς, ἀλλ' ὃ πάντων µεῖζόν ἐστι, παῤῥησίαν ἔχουσι πρὸς τὸν Θεόν· ἀκούσονται κατ' ἐκείνην τὴν ἡµέραν τῆς µακαρίας ἐκείνης φωνῆς τῆς λεγούσης·∆ εῦτε, οἱ εὐλογηµένοι τοῦ Πατρός µου. Τί τούτου κρεῖττον; Κληρονοµήσατε τὴν ἡτοιµασµένην ὑµῖν βασιλείαν ἀπὸ καταβολῆς κόσµου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ µοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ µε· ξένος ἤµην, καὶ συνηγάγετέ µε· γυµνὸς ἤµην, καὶ περιεβάλετέ µε· ἀσθενὴς ἤµην, καὶ ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ µε. Κληρονοµήσατε τὴν ἡτοιµασµένην ὑµῖν βασιλείαν ἀπὸ καταβολῆς κόσµου. Φεύγωµεν τοίνυν τὴν πλεονεξίαν, ἵνα τύχωµεν τῆς βασιλείας τῶν οὐρανῶν· τρέφωµεν τοὺς πένητας, ἵνα τρέφωµεν τὸν Χριστὸν, ἵνα συγκληρονόµοι αὐτοῦ γενώµεθα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note