Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 19 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
19.0
Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵµατι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡµῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦκαταπετάσµατος, τουτέστι, τῆς σαρ κὸς αὑτοῦ, καὶ ἱερέα µέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχώµεθα µετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐῤῥαντισµένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λε λουµένοι τὸ σῶµα ὕδατι καθαρῷ, κατέχωµεν τὴν ὁµολογίαν τῆς ἐλπίδος ἀκλινῆ.
19.1
∆ είξας τὸ διάφορον ὅσον τοῦ ἀρχιερέως, καὶ τῶν θυσιῶν, καὶ τῆς σκηνῆς, καὶ τῆς διαθήκης, καὶ τῆς ἐπαγγελίας, καὶ πολὺ τὸ µέσον, εἴ γε τὰ µὲν πρόσκαιρα, τὰ δὲ αἰώνια, τὰ µὲν ἐγγὺς ἀφανισµοῦ, τὰ δὲ µένοντα, τὰ µὲν εὐτελῆ, τὰ δὲ τέλεια, τὰ µὲν τύποι, τὰ δὲ ἀλήθεια· Οὐ γὰρ κατὰ νόµον ἐντολῆς, φησὶ, σαρκικῆς, ἀλλὰ κατὰ δύναµιν ζωῆς ἀκαταλύτου· καὶ πάλιν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα( ἰδοὺ τὸ διηνεκὲς τοῦ ἱερέως)· καὶ περὶ τῆς∆ ιαθήκης· Ἐκείνη, φησὶ, παλαιά· Τὸ γὰρ παλαιούµενον καὶ γηράσκον ἐγγὺς ἀφανισµοῦ· αὕτη δὲ καινὴ, καὶ ἄφεσιν ἁµαρτιῶν ἔχουσα· ἐκείνη δὲ οὐδὲν τοιοῦτον. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόµος, φησί· καὶ πάλιν· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας· καὶ ἐκείνη µὲν χειροποίητος, αὕτη δὲ ἀχειροποίητος· καὶ ἡ µὲν τράγων αἷµα ἔχουσα, αὕτη δὲ∆ εσπότου· καὶ ἡ µὲν ἑστῶτα τὸν ἱερέα, αὕτη δὲ καθήµενον· ἐπειδὴ τοίνυν πάντα ἐκεῖνα ἐλάσσω, ταῦτα δὲ µείζω, διὰ τοῦτό φησιν· Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν. Παῤῥησίαν πόθεν; Ἀπὸ τῆς ἀφέσεως. Ὥσπερ γὰραἰσχύνην, φησὶ, ποιεῖ τὰ ἁµαρτήµατα, οὕτω παῤῥησίαν τὸ πάντα ἀφεθῆναι ταῦτα ἡµῖν· οὐ µόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸ συγκληρονόµους γενέσθαι, καὶ τοσαύτης ἀπολαῦσαι ἀγάπης. Εἰς τὴν εἴσοδον τῶν ἁγίων. Τί φησιν εἴσοδον ἐνταῦθα; Τὸν οὐρανὸν καὶ τὴν πρόσοδον τὴν εἰς τὰ πνευµατικά. Ἣν ἐνεκαίνισεν ἡµῖν. Τουτέστιν, ἣν κατεσκεύασε, καὶ ἧς ἤρξατο· ἐγκαινισµὸς γὰρ λέγεται ἀρχὴ χρήσεως λοιπόν· ἣν κατεσκεύασε, φησὶ, καὶ δι' ἧς αὐτὸς ἐβάδισεν. Ὁδὸν πρόσφατον καὶ ζῶσαν. Ἐνταῦθα τὴν πληροφορίαν τῆς ἐλπίδος ἐµφαίνει. Πρόσφατον, φησί. Βιάζεται δεῖξαι πάντα τὰ µείζονα ἐσχηκότας, εἴ γε νῦν ἀνεῴχθησαν αἱ πύλαι τῶν οὐρανῶν, ὃ οὐδὲ ἐπὶ Ἀβραὰµ ἐγένετο. Καὶ καλῶς, Ὁδὸν πρόσφατον, φησὶ, καὶ ζῶσαν· ἡ γὰρ πρώτη ὁδὸς θανάτου ἦν, ἐπὶ τὸν ᾅδην ἄγουσα, αὕτη δὲ ζωῆς. Καὶ οὐκ εἶπε, Ζωῆς, ἀλλὰ ζῶσαν αὐτὴν ἐκάλεσε, τὴν µένουσαν οὕτω δηλῶν.∆ ιὰ τοῦ καταπετάσµατος, φησὶ, τῆς σαρκὸς αὑτοῦ. Ἡ σὰρξ αὕτη ἔτεµε πρώτη τὴν ὁδὸν αὐτῷ ἐκείνην, ἣν καὶ ἐγκαινίσαι λέγει, τῷ καὶ αὐτὸς ἀξιῶσαι διὰ ταύτης βαδίσαι· καταπέτασµα δὲ εἰκότως ἐκάλεσε τὴν σάρκα· ὅτε γὰρ ἤρθη εἰς ὕψος, τότε ἐφάνη τὰ ἐν τοῖς οὐρανοῖς. Προσερχώµεθα, φησὶ, µετὰ ἀληθινῆς καρδίας, Τίνες προσερχώµεθα; Εἴ τις ἅγιος τῇ πίστει, τῇ πνευµατικῇ λατρείᾳ. Μετὰ ἀληθινῆς καρδίας, ἐν πληροφορίᾳ πίστεως· τουτέστιν, ἐπειδὴ οὐδέν ἐστιν ὁρατὸν, οὔτε ὁ ἱερεὺς, οὔτε ἡ θυσία, οὔτε τὸ θυσιαστήριον ὁρᾶται. Καίτοι γε οὐδὲ ἐκεῖνος ὁ ἱερεὺς ὁρατὸς ἦν, ἄλλ' ἔνδον αὐτὸς εἱστήκει, ἐκεῖνοι δὲ ἔξω πάντες, ὁ λαὸς ἅπας. Ἐνταῦθα δὲ οὐ µόνον τοῦτο δείκνυσιν, ὅτι ὁ ἱερεὺς εἰσῆλθεν εἰς τὰ ἅγια· τοῦτο γὰρ δηλοῖ τῷ λέγειν· Καὶ ἱερέα µέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ· ἀλλ' ὅτι καὶ ἡµεῖς εἰσερχόµεθα.∆ ιὰ τοῦτό φησιν, Ἐν πληροφορίᾳ πίστεως. Ἔστι γὰρ καὶ πιστεύειν διστάζοντα· οἷον πολλοί εἰσι καὶ νῦν λέγοντες, ὅτι ἐνίων µέν ἐστιν ἀνάστασις, ἐνίων δὲ οὔ. Τοῦτο δὲ οὐκ ἔστι πληροφορία πίστεως· οὕτω γὰρ δεῖ πιστεύειν, ὡς περὶ ὁρωµένων· καὶ πολλῷ πλέον. Ἐνταῦθα µὲν γὰρ καὶ σφαλῆναι ἔστιν ἐν τοῖς ὁρωµένοις, ἐκεῖ δὲ οὔ· καὶ ἐνταῦθα µὲν τῇ αἰσθήσει ἐπιτρέποµεν, ἐκεῖ δὲ τῷ πνεύµατι. Ἐῤῥαντισµένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς· ἐνταῦθα δείκνυσιν ὅτι οὐ πίστις µόνον, ἀλλὰ καὶ βίος ἐνάρετος ζητεῖται, καὶ τὸ µηδὲν ἑαυτοῖς συνειδέναι πονηρόν. Οὐ γὰρ δέχεται τὰ ἅγια τοὺς µὴ οὕτω διακειµένους µετὰ πληροφορίας· ἅγια γάρ ἐστι, καὶ Ἅγια ἁγίων. Οὐκοῦν ἐνταῦθα ἄνθρωπος οὐδεὶς βέβηλος εἴσεισιν. Ἐκεῖνοι τὸ σῶµα ἐῤῥαντίζοντο, ἡµεῖς τὴν συνείδησιν· ὥστε ἔστι καὶ νῦν περιῤῥαντίζεσθαι, ἀλλ' αὐτῇ τῇ ἀρετῇ. Καὶ λελουµένοι τὸ σῶµα ὕδατι καθαρῷ. Τὸ λουτρὸν ἐνταῦθά φησιν, ὅπερ οὐκ ἔστι σωµάτων καθάρσιον, ἀλλὰ ψυχῆς. Πιστὸς γὰρ ὁ ἐπαγγειλάµενος· καὶ τί ἐπαγγειλάµενος ἔστι πιστός; Ὅτι δεῖ ἀπελθεῖν ἐκεῖ, καὶ εἰσελθεῖν εἰς τὴν βασιλείαν. Μηδὲν τοίνυν περιεργάζου, µηδὲ λογισµοὺς ἀπαίτει· πίστεως δεῖται τὰ ἡµέτερα. Καὶ κατανοῶµεν, φησὶν, ἀλλήλους εἰς παροξυσµὸν ἀγάπης καὶ καλῶν ἔργων, µὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες· καὶ τοσούτῳ µᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡµέραν. Καὶ πάλιν ἑτέρωθι· Ὁ Κύριος ἐγγὺς, µηδὲν µεριµνᾶτε. Νῦν γὰρ ἐγγύτερον ἡµῶν ἡ σωτηρία· καὶ πάλιν· Ὁ καιρὸς συνεσταλµένος ἐστὶ λοιπόν. Τί ἐστι, Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν; Οἶδεν ἀπὸ τῆς συνουσίας καὶ τῆς ἐπισυναγωγῆς πολλὴν οὖσαν τὴν ἰσχύν. Ὅπου γάρ εἰσι δύο ἢ τρεῖς, φησὶν, συνηγµένοι εἰς τὸ ὄνοµά µου, ἐκεῖ εἰµι ἐν µέσῳ αὐτῶν· καὶ πάλιν· Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡµεῖς ἕν ἐσµεν· καὶ πάλιν· Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ µία. Οὐ διὰ τοῦτο δὲ µόνον, ἀλλ' ἐπειδὴ καὶ τὰ τῆς ἀγάπης αὐξάνεται διὰ τῆς ἐπισυναγωγῆς· τῆς δὲ ἀγάπης αὐξανοµένης, ἀνάγκη καὶ τὰ τοῦ Θεοῦ ἕπεσθαι. Προσευχὴ δὲ ἦν, φησὶν, ἐκτενὴς ὑπὸ τοῦ λαοῦ γινοµένη. Καθὼς ἔθος τισίν. Ἐνταῦθα οὐ µόνον παρῄνεσεν, ἀλλὰ καὶ ἐµέµψατο. Καὶ κατανοῶµεν, φησὶν, ἀλλήλους εἰς παροξυσµὸν ἀγάπης καὶ καλῶν ἔργων. Οἶδε καὶ τοῦτο γινόµενον ἀπὸ τῆς ἐπισυναγωγῆς αὐτῶν. Καθάπερ γὰρ σίδηρος σίδηρον ὀξύνει, οὕτω καὶ ἡ συνουσία τὴν ἀγάπην αὔξει. Εἰ γὰρ λίθος πρὸς λίθον τριβόµενος πῦρ ἀφίησι, πόσῳ µᾶλλον ψυχὴ πρὸς ψυχὴν ἀναµιγνυµένη; Ὅρα· οὐκ, Εἰς ζῆλον, φησὶν, ἀλλ', Εἰς παροξυσµὸν ἀγάπης. Τί ἐστιν, Εἰς παροξυσµὸν ἀγάπης; Εἰς τὸ µᾶλλον ἀγαπᾷν καὶ ἀγαπᾶσθαι. Προστίθησι δὲ, Καὶ καλῶν ἔργων, ὥστε ζῆλον λαβεῖν· εἰκότως. Εἰ γὰρ τὸ ποιεῖν, φησὶ, τοῦ λέγειν µείζονα τὴν ἰσχὺν ἔχει πρὸς διδασκαλίαν· πολλοὺς ἔχετε καὶ ὑµεῖς διδασκάλους ἐν τῷ πλήθει διὰ τῶν ἔργων τοῦτο ποιοῦντας. Τί ἐστι, Προσερχώµεθα µετὰ ἀληθινῆς καρδίας; Τουτέστι, χωρὶς ὑποκρίσεως· Οὐαὶ γὰρ καρδίᾳ δειλῇ, καὶ χερσὶ παρειµέναις. Μηδεὶς ἔστω, φησὶ, ψεῦδος ἐν ὑµῖν· µὴ ἕτερα µὲν λέγωµεν, ἕτερα δὲ φρονῶµεν· τοῦτο γὰρ ψεῦδος· µηδὲ ὀλιγοψυχῶµεν· τοῦτο γὰρ οὐκ ἀληθινῆς καρδίας· ἀπὸ γὰρ τοῦ µὴ πιστεύειν τὸ ὀλιγοψυχεῖν γίνεται. Πῶς δὲ ἔσται τοῦτο; Ἐὰν πληροφορήσωµεν ἑαυτοὺς διὰ τῆς πίστεως. Ἐῤῥαντισµένοι τὰς καρδίας.∆ ιὰ τί µὴ εἶπε, Κεκαθαρµένοι, ἀλλὰ, Ἐῤῥαντισµένοι; Τὴν διαφορὰν τῶν περιῤῥαντήριων δεῖξαι βουλόµενος, καὶ ὅτι τὸ µὲν τοῦ Θεοῦ, τὸ δὲ ἡµέτερον. Τὸ µὲν γὰρ λοῦσαι καὶ περιῤῥᾶναι τὴν συνείδησιν, τοῦ Θεοῦ· τὸ δὲ µετὰ ἀληθείας προσελθεῖν καὶ ἐν πληροφορίᾳ πίστεως, ἡµέτερον. Εἶτα καὶ τῇ πίστει δίδωσιν ἰσχὺν ἀπὸ τῆς ἀληθείας τοῦ ἐπαγγειλαµένου. Τί ἐστι, Καὶ λελουµένοι τὸ σῶµα ὕδατι καθαρῷ; Ἤτοι τῷ καθαροὺς ποιοῦντι λέγει, ἢ τῷ µὴ ἔχοντι αἷµα. Εἶτα προστίθησι τὸ τέλειον, τὴν ἀγάπην. Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν, φησὶν, ἑαυτῶν· ὅπερ τινὲς, φησὶ, ποιοῦσι, καὶ τὰς συνόδους διατέµνουσι, τοῦτο αὐτοῖς ἀπαγορεύει. Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούµενος, ὡς πόλις ὀχυρά. Ἀλλὰ κατανοῶµεν ἀλλήλους εἰς παροξυσµὸν ἀγάπης. Τί ἐστι, Κατανοῶµεν ἀλλήλους; Οἷον, εἴ τις ἐνάρετος, τοῦτον µιµώµεθα, βλέπωµεν εἰς αὐτὸν, ὥστε ἀγαπᾷν καὶ ἀγαπᾶσθαι· ἀπὸ γὰρ τῆς ἀγάπης τὰ καλὰ ἔργα γίνονται.
19.2
Μέγα ἀγαθὸν ἡ σύνοδος· αὕτη γὰρ αὐτὴν θερµοτέραν ἐργάζεται, καὶ ἐξ αὐτῆς πάντα τίκτεται τὰ ἀγαθά· οὐδὲν γάρ ἐστιν ἀγαθὸν, ὃ µὴ δι' ἀγάπης γίνεται. Ταύτην οὖν κυρώσωµεν εἰς ἀλλήλους· Πλήρωµα γὰρ νόµου ἐστὶν ἡ ἀγάπη. Οὐ δεῖ πόνων ἡµῖν, οὐδὲ ἱδρώτων, ἐὰν ἀγαπῶµεν ἀλλήλους· αὐτόµατός τίς ἐστιν ὁδὸς φέρουσα πρὸς τὴν ἀρετήν. Καθάπερ γὰρ ἐπὶ τῆς λεωφόρου, ἐάν τις εὕρῃ τὴν ἀρχὴν, ὁδηγεῖται ὑπ' αὐτῆς, καὶ οὐ δεῖται χειραγωγοῦ· οὕτω καὶ ἐπὶ τῆς ἀγάπης, µόνον ἐπιλαβοῦ τῆς ἀρχῆς, καὶ εὐθέως χειραγωγῇ ὑπ' αὐτῆς καὶ εὐθύνῃ. Ἡ ἀγάπη, φησὶ, µακροθυµεῖ, χρηστεύεται, οὐ λογίζεται τὸ κακόν. Ἐὰν ἐννοήσῃ τις αὐτὸς ἑαυτὸν, πῶς διάκειται πρὸς ἑαυτὸν, καὶ οὕτω πρὸς τὸν πλησίον διακείσθω. Οὐδεὶς φθονεῖ ἑαυτῷ, πάντα ἑαυτῷ εὔχεται τὰ ἀγαθὰ, πάντων ἑαυτὸν προτιµᾷ, πάντα ὑπὲρ ἑαυτοῦ βούλεται ποιεῖν. Ἐὰν τοίνυν καὶ πρὸς τοὺς ἄλλους οὕτω διακεώµεθα, πάντα λέλυται τὰ δεινὰ, οὐκ εἰσὶν ἔχθραι, οὐκ ἔστι πλεονεξία· τίς γὰρ ἂν ἕλοιτο πλεονεκτῆσαι ἑαυτόν; Οὐδείς· ἀλλὰ µᾶλλον πᾶν τοὐναντίον. Οὐκοῦν κοινὰ πάντα κτησώµεθα, καὶ µὴ παυσώµεθα συνάγοντες ἑαυτούς· κἂν τοῦτο ποιῶµεν, µνησικακία χώραν οὐκ ἂν ἔχοι· τίς γὰρ ἕλοιτο ἂν ἑαυτῷ µνησικακεῖν; τίς ἂν ἕλοιτο ἑαυτῷ ὀργίζεσθαι; οὐχὶ µάλιστα πάντων ἑαυτοῖς συγγινώσκοµεν; Ἐὰν οὕτω καὶ πρὸς τοὺς πλησίον διακεώµεθα, οὐδέποτε ἔσται µνησικακία. Καὶ πῶς δυνατὸν, φησὶ, τὸν πλησίον οὕτωςἀγαπῆσαι, ὡς αὐτὸς ἑαυτόν; Εἰ µὴ ἐποίησαν τοῦτο ἕτεροι, καλῶς ἀδύνατον εἶναι τοῦτο νοµίζεις· εἰ δὲ ἐποίησαν, δῆλον ὅτι διὰ ῥᾳθυµίαν παρ' ἡµῶν οὐ γίνεται. Ἄλλως δὲ, οὐδὲν ἀδύνατον ἐπιτάττει ὁ Χριστὸς, ὅπου γε πολλοὶ καὶ ὑπερέβησαν αὐτοῦ τὰ προστάγµατα. Τίς οὖν ἐποίησε τοῦτο; Ὁ Παῦλος, ὁ Πέτρος, πᾶς ὁ τῶν ἁγίων χορός. Ἀλλ' ἐὰν µὲν εἴπω ὅτι τοὺς πλησίον ἠγάπησαν, οὐδὲν µέγα ἐρῶ· τοὺς ἐχθροὺς οὕτως ἠγάπησαν, ὡς οὐκ ἄν τις ἀγαπήσειε τοὺς ὁµοψύχους. Τίς γὰρ ἂν ἕλοιτο ἡµῶν ὑπὲρ τῶν ὁµοψύχων εἰς γέενναν ἀπελθεῖν, µέλλων εἰς βασιλείαν ἀπιέναι; Οὐδείς· ἀλλὰ ὁ Παῦλος ὑπὲρ τῶν ἐχθρῶν τοῦτο εἵλετο, τῶν λιθασάντων αὐτὸν, τῶν µαστιξάντων. Ποία οὖν ἡµῖν ἔσται συγγνώµη, τίς παραίτησις, εἰ µηδὲ τὸ πολλοστὸν µέρος τῆς ἀγάπης, ἧς ἐπεδείξατο περὶ τοὺς ἐχθροὺς ὁ Παῦλος, ἡµεῖς περὶ τοὺςφίλους ἐπιδειξαίµεθα; Καὶ ὁ µακάριος δὲ Μωϋσῆς πρὸ τούτου ὑπὲρ τῶν ἐχθρῶν ἠθέλησε τῶν λιθασάντων αὐτὸν ἐξαλειφθῆναι τῆς βίβλου τοῦ Θεοῦ· καὶ ὁ∆ αυῒδ τοὺς ἀντιστάντας αὐτῷ ὁρῶν ἀναιρουµένους, φησίν· Ἐγὼ ὁ ποιµὴν ἥµαρτον, καὶ οὗτοι τί ἐποίησαν; καὶ τὸν Σαοὺλ εἰς χεῖρας λαβὼν, ἀνελεῖν οὐκ ἠβουλήθη, ἀλλὰ διέσωζε, καὶ ταῦτα µέλλων αὐτὸς κινδυνεύειν. Εἰ δὲ ἐν τῇ Παλαιᾷ ταῦτα, τίνα συγγνώµην ἕξοµεν ἡµεῖς οἱ ἐν τῇ Καινῇ πολιτευόµενοι, καὶ µηδὲ πρὸς τὸ αὐτὸ ἐκείνοις φθάνοντες µέτρον; Εἰ γὰρ, ἐὰν µὴ περισσεύσῃ ἡ δικαιοσύνη ἡµῶν πλέον τῶν Φαρισαίων καὶ Γραµµατέων, οὐκ εἰσελευσόµεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ὅταν καὶ ἔλαττον ἐκείνων ἔχωµεν, πῶς εἰσελευσόµεθα; Ἀγαπᾶτε, φησὶ, τοὺς ἐχθροὺς ὑµῶν, καὶ ἔσεσθε ὅµοιοι τοῦ Πατρὸς ὑµῶν τοῦ ἐν οὐρανοῖς. Ἀγάπησον τοίνυν ἐχθρόν· οὐ γὰρ ἐκεῖνον εὐεργετεῖς, ἀλλὰ σαυτόν. Πῶς; Ἴσος γίνῃ τοῦτο ποιῶν τῷ Θεῷ. Ἐκεῖνος ἐὰνἀγαπηθῇ παρὰ σοῦ, οὐδὲν µέγα ἐκέρδανε· παρὰ γὰρ ὁµοδούλου ἠγαπήθη· σὺ δὲ ἐὰν ἀγαπήσῃς τὸν ὁµόδουλον, µέγα ἐκέρδανας· γίνῃ γὰρ ὅµοιος τῷ Θεῷ. Ὁρᾷς ὅτι οὐκ ἐκείνῳ χαρίζῃ, ἀλλὰ σαυτῷ; τὸ γὰρ ἔπαθλον οὐκ ἐκείνῳ τίθησιν, ἀλλὰ σοί. Τί οὖν, ἐὰν ᾖ πονηρὸς, φησί; Τοσούτῳ µείζων ὁ µισθός· καὶ τῆς πονηρίας ὀφείλεις αὐτῷ χάριν εἰδέναι, κἂν µυρία εὐεργετούµενος κακὸς ᾖ. Εἰ µὴ γὰρ σφόδρα κακὸς ἦν, οὐκ ἄν σοι σφόδρα ὁ µισθὸς ηὐξήθη. Ὥστε ἡ αἰτία τοῦ µὴ ἀγαπᾷν, τὸ λέγειν ὅτι πονηρός ἐστιν, αὕτη αἰτία ἐστὶ τοῦ ἀγαπᾷν. Ἆρον τὸν ἀνταγωνιστὴν, καὶ ἀναιρεῖς τῶν στεφάνων τὴν ἀφορµήν. Οὐχ ὁρᾷς τοὺς ἀθλητὰς, πῶς θυλάκους ἄµµου πληρώσαντες, οὕτω γυµνάζονται; Σοὶ δὲ οὐ χρεία ἐπιτηδεῦσαι τοῦτο· γέµει ὁ βίος τῶν γυµναζόντων σε, καὶ ποιούντων ἰσχυρόν. Οὐχ ὁρᾷς ὅτι καὶ τὰ δένδρα ὅσῳ ἂν ὑπὸ ἀνέµων ῥιπίζηται, τοσούτῳ µᾶλλον ἰσχυρότερα γίνεται καὶ πυκνότερα; Καὶ ἡµεῖς τοίνυν ἂν ὦµεν µακρόθυµοι, καὶ ἰσχυροὶ ἐσόµεθα· Ἀνὴρ γὰρ, φησὶ, µακρόθυµος, πολὺς ἐν φρονήσει· ὁ δὲ ὀλιγόψυχος, ἰσχυρῶς ἄφρων. Ὁρᾷς ὅσον τούτου τὸ ἐγκώµιον; ὁρᾷς ὅσον ἐκείνου τὸ κατηγόρηµα; Ἰσχυρῶς ἄφρων, τουτέστι, πάνυ. Μὴ τοίνυν µικροψυχῶµεν πρὸς ἀλλήλους· οὐ γὰρ ἀπὸ τῆς ἔχθρας γίνεται τοῦτο, ἀλλ' ἀπὸ τοῦ ψυχὴν µικρὰν ἔχειν· ὡς ἐὰν ᾖ ἰσχυρὰ, πάντα οἴσει ῥᾳδίως, καὶ οὐδὲν αὐτὴν καταποντίσαι δυνήσε ται, ἀλλ' εἰς τοὺς εὐδιεινοὺς ἀπάξει λιµένας· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note