Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 20 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
20.0
Ἑκουσίως γὰρ ἁµαρτανόντων ἡµῶν µετὰ τὸ λα βεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁµαρτιῶν ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν µέλ λοντος τοὺς ὑπεναντίους.
20.1
Τῶν δένδρων ὅσαπερ ἂν φυτευθέντα, καὶ χειρῶν γεωργικῶν καὶ τῆς ἄλλης ἐπιµελείας ἀπολαύσαντα, µηδεµίαν παρέχηται τῶν πόνων ἀµοιβὴν, πρόῤῥιζα ἀνασπασθέντα τῷ πυρὶ παραδίδοται. Τοιοῦτον δή τι καὶ ἐπὶ τοῦ φωτίσµατος γίνεται. Ἐπειδὰν γὰρ ἡµᾶς ὁ Χριστὸς φυτεύσῃ, καὶ τῆς ἀρδείας ἀπολαύσωµεν τῆς πνευµατικῆς, εἶτα βίον ἄκαρπον ἐπιδειξώµεθα, πῦρ ἡµᾶς ἀναµένει τὸ τῆςγεέννης, καὶ φλὸξ ἄσβεστος. Ὁ τοίνυν Παῦλος παρακαλέσας εἰς ἀγάπην καὶ καρποφορίαν ἔργων ἀγαθῶν, προτρέψας τε ἀπὸ τῶν χρηστοτέρων( ποίων δὴ τούτων; ὅτι εἴσοδον ἔχοµεν εἰς τὰ ἅγια, ἣν ἐνεκαίνισεν ἡµῖν ὁδὸν πρόσφατον), καὶ ἀπὸ τῶν σκυθρωποτέρων πάλιν τὸ αὐτὸ τοῦτο ποιεῖ, οὕτω λέγων. Εἰπὼν γάρ· Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ µᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡµέραν( καὶ αὕτη γὰρ εἰς παράκλησιν ἱκανή)· ἐπήγαγεν· Ἑκουσίως γὰρ ἁµαρτανόντων ἡµῶν µετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας.∆ εῖ, φησὶν, ἔργων ἀγαθῶν, καὶ σφόδρα δεῖ· Ἑκουσίως γὰρ ἡµῶν ἁµαρτανόντων µετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁµαρτιῶν ἀπολείπεται θυσία. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐκαθάρθης, ἀπηλλάγης ἐγκληµάτων, γέγονας υἱός. Ἂν τοίνυν ἐπὶ τὸν πρότερον ἔµετον ἐπιστρέψῃς, πάλιν ἀποκήρυξις µένει καὶ πῦρ, καὶ ὅσα τοιαῦτα· οὐ γὰρ ἔστι θυσία δευτέρα. Πάλιν ἐνταῦθα ἡµῖν ἐπιφύονται οἱ τὴν µετάνοιαν ἀναιροῦντες, καὶ ὅσοι πρὸς τὸ βάπτισµα ὀκνοῦσιν ἐλθεῖν· ἐκεῖνοι µὲν λέγοντες, ὅτι οὐκ ἀσφαλὲς αὐτοῖς τῷ βαπτίσµατι προσελθεῖν, εἴ γε οὐκ ἔστιν ἄφεσις δευτέρα· οὗτοι δὲ φάσκοντες, οὐκ ἀσφαλὲς εἶναι µεταδοῦναι µυστηρίων τοῖς ἡµαρτηκόσιν, εἴ γε µὴ ἔστιν ἄφεσις δευτέρα. Τί οὖν πρὸς ἀµφοτέρους ἐροῦµεν; Ὅτι οὐ σκοπῷ τοιούτῳ ἐνταῦθα τοῦτό φησι, οὐδὲ τὴν µετάνοιαν ἀναιρεῖ, ἢ τὸν διὰ µετανοίας ἐξιλασµὸν, οὐδὲ ὠθεῖ καὶ καταβάλλει διὰ τῆς ἀπογνώσεωςτὸν ἐπταικότα· οὐχ οὕτως ἐχθρός ἐστι τῆς σωτηρίας τῆς ἡµετέρας· ἀλλὰ τί; τὸ δεύτερον ἀναιρεῖ λουτρόν. Οὐ γὰρ εἶπεν· Οὐκέτι ἐστὶ µετάνοια, οὐδὲ, Οὐκέτι ἐστὶν ἄφεσις, ἀλλὰ, Θυσία οὐκέτι ἐστὶ, τουτέστι, σταυρὸς δεύτερος οὐκέτι ἐστι· θυσίαν γὰρ τοῦτο καλεῖ. Μιᾷ γὰρ θυσίᾳ, φησὶ, τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζοµένους· οὐχ ὥσπερ τὰ Ἰουδαϊκὰ, οὐδὲ πολλάκις.∆ ιὰ γὰρ τοῦτο τοσαῦτα ἄνω καὶ κάτω διελέχθη περὶ τῆς θυσίας, ὅτι µία καὶ µία, οὐ τοῦτο µόνον βουλόµενος δηλῶσαι, ὅτι διενήνοχε Ἰουδαϊκῶν τούτῳ, ἀλλὰ καὶ ἀσφαλεστέρους ποιῆσαι, ὥστε µηκέτι προσδοκᾷν κατὰ τὸν Ἰουδαϊκὸν νόµον ἄλλην θυσίαν. Ἑκουσίως γὰρ, φησὶν, ἁµαρτανόντων ἡµῶν. Ὁρᾷς πῶς συγγνωµονικός ἐστιν; Ἑκουσίως, φησὶν, ἁµαρτανόντων ἡµῶν. Ὥστε τοῖς ἀκουσίως συγγνώµη ἐστί. Μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας. Ἤτοι τοῦ Χριστοῦ φησιν, ἢ τῶν δογµάτων ἁπάντων. Οὐκέτι περὶ ἁµαρτιῶν ἀπολείπεται θυσία. Ἀλλὰ τί; Φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν µέλλοντος τοὺς ὑπεναντίους. Ὑπεναντίους οὐ τοὺς ἀπίστους µόνον φησὶν, ἀλλὰ καὶ τοὺς ἐναντία πράττοντας τῇ ἀρετῇ· ἢ ὅτι καὶ τοὺς οἰκείους τὸ αὐτὸ λήψεται πῦρ, ὅπερ καὶ τοὺς ὑπεναντίους. Εἶτα τὸ διαβρωτικὸν αὐτοῦ δηλῶν, ὥσπερ ἐψύχωσεν αὐτὸ, Πυρὸς ζῆλος, εἰπὼν, ἐσθίειν µέλλοντος τοὺς ὑπεναντίους. Καθάπερ γὰρ θηρίον παροξυνόµενον καὶ σφόδρα χαλεπαῖνον καὶ ἐξηγριωµένον οὐκ ἂν παύσαιτο, ἕως ἂν λάβοι τινὰ καὶ καταφάγοι· οὕτω καὶ τὸ πῦρ ἐκεῖνο, καθάπερ τις ὑπὸ ζήλου κεντούµενος, ὧν ἂν ἐπιλάβηται, οὐκ ἀφίησιν, ἀλλὰ τρώγει καὶ διασπᾷ. Εἶτα καὶ τὸν λόγον ἐπάγει τῆς ἀπειλῆς, ὅτι εἰκότως, ὅτι δικαίως· ὅπερ εἰς πίστιν ἐστὶ συµβαλλόµενον, ὅταν δείξωµεν ὅτι δικαίως γίνεται. Ἀθετήσας γὰρ, φησὶ, τὶς νόµον Μωϋσέως, χωρὶς οἰκτιρµῶν ἐπὶ δυσὶν ἢ τρισὶ µάρτυσιν ἀποθνήσκει. Χωρὶς οἰκτιρµῶν, φησίν. Ὥστε οὐδεµία συγγνώµη, οὐδεὶς ἔλεος ἐκεῖ· καίτοι γε Μωϋσέως ὁ νόµος ἐστί· τὰ γὰρ πολλὰ αὐτὸς διετάξατο. Τί ἐστιν, Ἐπὶ δυσὶν ἢ τρισίν; Ἂν δύο καὶ τρεῖς µαρτυρήσωσι, φησὶν, εὐθέως τὴν δίκην ἔδοσαν. Εἰ τοίνυν ἐπὶ τῆς Παλαιᾶς, ἔνθα ὁ Μωϋσέως ἀθετεῖται νόµος, τοσαύτη τιµωρία· πόσῳ µᾶλλον ἐνταῦθα;∆ ιὸ καὶ οὕτω φησί· Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιµωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷµα τῆς διαθήκης κοινὸν ἡγησάµενος, καὶ τὸ Πνεῦµα τῆςχάριτος ἐνυβρίσας;
20.2
Καὶ πῶς καταπατεῖ τις τὸν Υἱὸν τοῦ Θεοῦ; Ὅταν ὁ µετέχων αὐτοῦ ἐν τοῖς µυστηρίοις, ἁµαρτίαν ἐργάζηται, εἰπέ µοι, οὐχὶ κατεπάτησεν αὐτόν; οὐχὶ κατεφρόνησεν αὐτοῦ; Καθάπερ γὰρ τῶν καταπατουµένων οὐδένα λόγον ἔχοµεν· οὕτω καὶ οἱ ἁµαρτάνοντες τοῦ Χριστοῦ οὐδένα λόγον ἔσχον, ὅθεν καὶ οὕτως ἥµαρτον. Γέγονας σῶµα Χριστοῦ, καὶ δίδως σαυτὸν τῷ διαβόλῳ, ὥστε καταπατεῖν σε; Καὶ τὸ αἷµα, φησὶ, κοινὸν ἡγησάµενος. Κοινὸν τί ἐστι; Τὸ ἀκάθαρτον, ἢ τὸ µηδὲν πλέον ἔχον τῶν λοιπῶν. Καὶ τὸ Πνεῦµα τῆς χάριτος ἐνυβρίσας. Ὁ γὰρ τὴν εὐεργεσίαν µὴ παραδεχόµενος, ὕβρισε τὸν εὐεργετήσαντα. Ἐποίησέ σε υἱόν· σὺ δὲ θέλεις γενέσθαι δοῦλος; ἦλθε κατασκηνῶσαι πρὸς σέ· σὺ δὲ ἐπεισάγεις σαυτῷ πονηροὺς λογισµούς; ὁ Χριστὸς ἠθέλησεν ἱδρυνθῆναι πρὸς σέ· σὺ δὲ αὐτὸν καταπατεῖς διὰ τῆς κραιπάλης, διὰ τῆς µέθης; Ἀκούσωµεν οἱ ἀναξίως τῶν µυστηρίων µετέχοντες, ἀκούσωµεν οἱ ἀναξίως προσιόντες τῇ τραπέζῃ ἐκείνῃ· Μὴ δῶτε τὰ ἅγια, φησὶ, τοῖς κυσὶ, µήποτε καταπατήσωσιν ἐν τοῖς ποσὶν αὐτῶν· τουτέστι, µή πως καταφρονήσωσι, µὴ διαπτύσωσιν. Ἀλλ' οὐκ εἶπε τοῦτο, ἀλλ' ὃ τούτου φοβερώτερον ἦν· ἀπὸ γὰρ τοῦ φοβεροῦ ἐπισφίγγει τὰς ψυχάς· ἱκανὸν γὰρ καὶ τοῦτο ἐπιστρέψαι παραµυθίας οὐχ ἧττον. Καὶ ὁµοῦ τε τὴν διαφορὰν δείκνυσι, καὶ τὴν κόλασιν καὶ τὴν κρίσιν αὐτοῖς ἐφίστησιν, ἅτε τοῦ πράγµατος ὄντος φανεροῦ. Πόσῳ δοκεῖτε, φησὶ, χείρονος ἀξιωθήσεται τιµωρίας; Ἐνταῦθά µοι δοκεῖ καὶ περὶ τῶν µυστηρίων αἰνίττεσθαι. Εἶτα καὶ µαρτυρίαν ἐπάγει λέγων· Φοβερὸν τὸ ἐµπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Γέγραπται γάρ· Ἐµοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος· καὶ πάλιν, Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. Ἐµπεσούµεθα, φησὶν, εἰς χεῖρας Κυρίου, καὶ µὴ εἰς χεῖρας ἀνθρώπων. Ἀλλ' ἐὰν µὴ µετανοήσητε, εἰς χεῖρας Θεοῦ ἐµπεσεῖσθε· ἐκεῖνο φοβερόν· τοῦτο οὐδέν ἐστι τὸ εἰς χεῖρας ἀνθρώπων ἐµπεσεῖν. Ὅταν ἴδωµεν, φησὶ, τινὰ κολαζόµενον ἐνταῦθα, µὴ φοβηθῶµεν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ φρίξωµεν ἐπὶ τοῖς µέλλουσι. Κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ καὶ ἡ ὀργὴ αὐτοῦ, καὶ ἐπὶ ἁµαρτωλοὺς καταπαύσει ὁ θυµὸς αὐτοῦ. Ἅµα καὶ ἕτερόν τι αἰνίττεται ἐνταῦθα διὰ τοῦ εἰπεῖν· Ἐµοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω. Ἐπὶ τῶν ἐχθρῶν τοῦτο εἴρηται τῶν κακῶς ποιούντων, οὐ τῶν κακῶς πασχόντων. Ἐνταῦθα καὶ παραµυθεῖται αὐτοὺς, µονονουχὶ λέγων· Μένει διαπαντὸς ὁ Θεὸς καὶ ζῇ· ὥστε κἂν µὴ νῦν ἀπολάβωσιν, ὕστερον ἀπολήψονται. Ἐκείνους δεῖ στενάζειν, οὐχ ἡµᾶς· ἡµεῖς µὲν γὰρ εἰς τὰς ἐκείνων ἐµπεσούµεθα χεῖρας, ἐκεῖνοι δὲ εἰς τὰς τοῦ Θεοῦ. Οὐ γὰρ ὁ παθὼν πάσχει κακῶς, ἀλλ' ὁ ποιῶν· οὔτε ὁ εὐεργετούµενος εὐεργετήθη, ἀλλ' ὁ εὐεργετῶν. Ταῦτα οὖν εἰδότες, ἀνεξίκακοι ὦµεν περὶ τὸ πάσχειν κακῶς, πρόχειροι περὶ τὸ εὐεργετεῖν. Τοῦτο δὲ ἔσται, ἂν χρηµάτων καταφρονῶµεν καὶ δόξης· ὁ ταῦτα τὰ πάθη ἀποδυσάµενος, ἁπάντων ἀνθρώπων ἐστὶν ἐλευθερώτερος, καὶ αὐτοῦ τοῦ τὴν ἁλουργίδα περικειµένου εὐπορώτερος. Οὐχ ὁρᾷς ὅσα γίνεται κακὰ διὰ τὰ χρήµατα; οὐ λέγω ὅσα διὰ τὴν πλεονεξίαν, ἀλλ' ἐν τῇ προσπαθείᾳ τούτων· οἷόν τι λέγω· Ἂν ἀπολέσῃ τις χρήµατα, παντὸς θανάτου χαλεπώτερον βίον ζῇ. Τί ἀλγεῖς, ἄνθρωπε; τί δακρύεις; ὅτι σε τῆς περιττῆς φυλακῆς ἀπήλλαξεν ὁ Θεός; ὅτι οὐ κάθῃ τρέµων καὶ δεδοικώς; Εἶτα ἂν µέν σέ τις προσδήσῃ θησαυρῷ, κελεύων διαπαντὸς ἐκεῖ καθῆσθαι, καὶ ἀγρυπνεῖν ὑπὲρ ἀλλοτρίων, ἀλγεῖς, δυσχεραίνεις· σὺ δὲ σαυτὸν προσδήσας δεσµοῖς χαλεπωτάτοις, ἐπειδὴ ἀπηλλάγης τῆς δουλείας, ἀλγεῖς; Ὄντως προλήψεώς εἰσιν αἱ λῦπαι καὶ αἱ εὐφροσύναι. καθάπερ γὰρ ἀλλότρια ἔχοντες, οὕτως αὐτὰ τηροῦµεν. Νῦν πρὸς τὰς γυναῖκάς µοι ὁ λόγος. Εἶχέ τις γυνὴ πολλάκις ἀπὸ χρυσίου ὑφασµένον ἱµάτιον, καὶ τοῦτο τινάσσει, περιβάλλει λίνοις, τηρεῖ µετὰ ἀσφαλείας, τρέµει ὑπὲρ αὐτοῦ, καὶ οὐκἀπολαύει αὐτοῦ· ἢ γὰρ ἐτελεύτησεν ἢ ἐχήρευσεν· ἢ, κἂν µηδὲν τούτων συµβῇ, δέδοικε µὴ τῇ συνεχεῖ χρήσει δαπανήσασα αὐτὸ, ἀποστερήσειεν ἑαυτήν· κἂν ἄλλος οὐκ ἀποστερήσῃ, ἀποστερεῖ ἑαυτὴν τῇ φειδωλίᾳ. Ἀλλὰ παραχωρεῖ ἑτέρᾳ; ἀλλ' οὐδὲ τοῦτο δῆλον· εἰ δὲ καὶ παραχωρήσειε, καὶ ἐκείνη πάλιν ὁµοίως αὐτῷ χρήσεται. Καὶ εἴ τις ἐρευνήσει τὰ ἐν ταῖς οἰκίαις, εὑρήσει τὰ µάλιστα τίµια τῶν ἱµατίων καὶ τὰ ἄλλα τὰ ὑπερέχοντα ἐν πλείονι τιµῇ, ὥσπερ ἐµψύχουςδεσπότας, θεραπευόµενα· οὐ γὰρ χρῆται αὐτοῖς συνεχῶς, ἀλλὰ δέδοικε καὶ τρέµει, σῆτας καὶ τὰ ἄλλα τὰ βιβρώσκειν εἰωθότα ἀποσοβοῦσα, καὶ τὰ πλείονα ἐν µύῤῥοις καὶἀρώµασι τιθεῖσα, οὐδὲ πᾶσιν ἐπιτρέπουσα τῆς ὄψεως καταξιωθῆναι ἐκείνης, ἀλλ' αὐτὴ πολλάκις µετὰ τοῦ ἀνδρὸς ταῦτα διατιθεῖσα ἐπιµελῶς.
20.3
Οὐκ εἰκότως, εἰπέ µοι, εἰδωλολατρείαν τὴν πλεονεξίαν ἐκάλεσεν ὁ Παῦλος; Ὅσην γὰρ ἐκεῖνοι τιµὴν περὶ τὰ εἴδωλα ἐπιδείκνυνται, τοσαύτην καὶ οὗτοι περὶ τὰ ἱµάτια, περὶ τὰ χρυσία. Μέχρι τίνος βόρβορον ἀνακινοῦµεν; µέχρι τίνος τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσηλώµεθα; Ὥσπερ γὰρ ἐκεῖνοι τῷ τῶν Αἰγυπτίων βασιλεῖ ἔκαµνον, οὕτω καὶ ἡµεῖς τῷ διαβόλῳ κάµνοµεν, καὶ µαστιζόµεθα πολὺ χαλεπωτέρας µάστιγας. Καὶ µή τινα ὑπερβολὴν καταγνῷς τοῦ λόγου· ὅσῳ γὰρ κρείττων σώµατος ψυχὴ, τοσούτῳ φροντὶς µωλώπων µαστιζόµεθα καθ' ἑκάστην ἡµέραν, δεδοίκαµεν φροντίζοντες, τρέµοντες. Ἀλλ' ἐὰν θελήσωµεν στενάξαι, ἐὰν θελήσωµεν ἀναβλέψαι πρὸς τὸν Θεὸν, πέµπει ἡµῖν οὐ Μωϋσέα, οὐδὲ Ἀαρὼν, ἀλλὰ τὸν αὑτοῦ λόγον καὶ τὴν κατάνυξιν. Οὗτος τοίνυν ἐλθὼν, καὶ κατασχὼν ἡµῶν τὰς ψυχὰς, ἐλευθερώσει τῆς δουλείας τῆς πικρᾶς ἡµᾶς, ἐξάξει ἡµᾶς ἐξ Αἰγύπτου, τῆς ἀνονήτου καὶµαταιοπόνου σπουδῆς, τῆς δουλείας τῆς οὐδὲν κέρδος ἐχούσης. Ἐκεῖνοι µὲν οὖν κἂν χρυσία λαβόντες ἐξῆλθον, τὸν µισθὸν τῆς οἰκοδοµῆς· ἡµεῖς δὲ οὐδέν· καὶ εἴθε µηδέν· νῦν δὲ καὶ ἡµεῖς λαµβάνοµεν οὐ χρυσία, ἀλλὰ τὰ Αἰγύπτου κακὰ, ἁµαρτήµατα καὶ κολάσεις καὶ τιµωρίας. Μάθωµεν τοίνυν ὠφελεῖσθαι, µάθωµεν ἐπηρεάζεσθαι· τοῦτό ἐστι Χριστιανοῦ· καταφρονήσωµεν τῶν χρυσῶν ἱµατίων, καταφρονήσωµεν τῶν χρηµάτων, ἵνα µὴ καταφρονήσωµεν τῆς σωτηρίας τῆς ἡµετέρας· καταφρονήσωµεν χρηµάτων, καὶ µὴ καταφρονήσωµεν τῆς ψυχῆς· αὕτη γάρ ἐστιν ἡ κολαζοµένη, αὕτη ἐστὶν ἡ τιµωρουµένη· ἐκεῖνα ἐνταῦθα µένει, αὕτη δὲ ἄπεισιν ἐκεῖ. Τίνος ἕνεκεν, τίνος, εἰπέ µοι, κατακόπτεις σαυτὸν, καὶ οὐκ αἰσθάνῃ; Ταῦτα πρὸς τοὺς πλεονέκτας λέγω. Καλὸν δὲ καὶ πρὸς τοὺς πλεονεκτουµένους εἰπεῖν, φέρετε γενναίως τὰς πλεονεξίας· ἑαυτοὺς ἀναιροῦσιν ἐκεῖνοι, οὐχ ὑµᾶς. Ὑµᾶς µὲν ἀποστεροῦσι χρηµάτων, ἑαυτοὺς δὲ γυµνοῦσι τῆς εὐνοίας τοῦ Θεοῦ καὶ τῆς βοηθείας· ὁ δὲ ἐκείνης γυµνωθεὶς, κἂν ἅπαντα περιβάληται τῆς οἰκουµένης τὸν πλοῦτον, πάντων ἐστὶ πενέστερος· ὡσπεροῦν καὶ ὁ πάντων πενέστερος, ἂν ταύτην ἔχῃ, πάντων ἐστὶν εὐπορώτερος· Κύριος γὰρ, φησὶ, ποιµαίνει µε, καὶ οὐδέν µε ὑστερήσει. Εἰπὲ δή µοι, εἴ τινα εἶχες ἄνδρα µέγαν καὶ θαυµαστὸν, πάνυ σε φιλοῦντα καὶ κηδόµενον, εἶτα ἔγνως ὅτι διαπαντὸς ζήσεται, καὶ οὐ προτελευτήσεις αὐτοῦ, καὶ πάντα σοι παρέξει µετὰ ἀδείας τὰ αὑτοῦ, ὥστε σε ὡς τῶν σῶν ἀπολαύειν· ἆρα ἂν ἠθέλησας κτήσασθαί τι; ἆρα ἂν, εἰ πάντων ἐγυµνώθης, οὐχί σε πλουσιωτέραν ἐνόµιζες εἶναι διὰ τοῦτο; Τί δήποτε οὖν πενθεῖς; ὅτι χρήµατα οὐκ ἔχεις; ἀλλ' ἐννόει ὅτι ἀφῃρέθης τῶν ἁµαρτηµάτων τὴν ὑπόθεσιν. Ἀλλ' ὅτι οὐσίας ἀπεστερήθης; ἀλλ' ἐκτήσω τοῦ Θεοῦ τὴν εὔνοιαν. Καὶ πῶς ἐκτησάµην, φησίν; Εἶπε,∆ ιὰ τί µὴ µᾶλλον ἀδικεῖσθε; εἶπεν ὅτι Ἐν παντὶ εὐχαριστεῖτε· εἶπεν ὅτι Μακάριοι οἱ πτωχοὶ τῷ πνεύµατι. Ἐννόει τοίνυν ὅσης εὐνοίας ἀπολαύσεις, ταῦτα διὰ τῶν ἔργων ἐπιδειξαµένη. Ἓν γὰρ µόνον ζητεῖται παρ' ἡµῶν, τὸ ἐπὶ πᾶσιν εὐχαριστεῖν τῷ Θεῷ, καὶ πάντα ἔχοµεν µετὰ δαψιλείας. Οἷόν τι λέγω· Ἀπώλεσας χρυσοῦ λίτρας µυρίας, εὐχαρίστησον εὐθέως τῷ Θεῷ, καὶ δέκα µυριάδας ἐκτήσω διὰ τῆς φωνῆς ἐκείνης καὶ τῆς εὐχαριστίας. Εἰπὲ γάρ µοι, πότε µακαρίζεις τὸν Ἰώβ; ὅτε εἶχε τοσαύτας καµήλους καὶ τὰ ποίµνια καὶ τὰ βουκόλια, ἢ ὅτε ἐκείνην τὴν φωνὴν ἀφῆκεν, Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο; Καὶ γὰρ ὁ διάβολος διὰ τοῦτο ἡµᾶς ζηµιοῖ, οὐχ ἵνα τὰ χρήµατα µόνον ἀφέληται· οἶδε γὰρ ὅτι οὐδέν ἐστιν· ἀλλ' ἵνα διὰ τούτων ἀναγκάσῃ εἰπεῖν τι βλάσφηµον. Οὕτω καὶ ἐπὶ τοῦ µακαρίου Ἰὼβ τοῦτο ἐσπούδαζεν, οὐ πένητα αὐτὸν ποιῆσαι µόνον, ἀλλὰ βλάσφηµον ἀποφῆναι. Ὅτε γοῦν πάντων αὐτὸν ἐγύµνωσεν, ὅρα τί φησι πρὸς αὐτὸν διὰ τῆς γυναικός· Εἰπόν τι ῥῆµα πρὸς Κύριον, καὶ τελεύτα. Καίτοι, ὦ µιαρὲ, πάντων αὐτὸν ἐγύµνωσας. Ἀλλ' οὐ τοῦτο ἐσπούδαζον, φησί· δι' ὃ γὰρ πάντα ἐποίησα, οὐδέπω ἤνυσα· ἐσπούδασα γὰρ αὐτὸν γυµνῶσαι τῆς τοῦ Θεοῦ βοηθείας· διὰ τοῦτο καὶ τῶν χρηµάτων ἐγύµνωσα. Τοῦτό ἐστιν ὃ βούλοµαι· ἐκεῖνο οὐδέν ἐστιν· ἂν τοῦτό µοι µὴ προσῇ, οὐ µόνον οὐδὲν ἠδικήθη, ἀλλὰ καὶ ὠφελήθη.
20.4
Ὁρᾷς ὅτι οἶδε καὶ ὁ πονηρὸς δαίµων ἐκεῖνος, ὅση τοῦ πράγµατός ἐστιν ἡ ζηµία;∆ ιὰ τοῦτο καὶ βλέπεις αὐτὸν διὰ τῆς γυναικὸς τὴν ἐπιβουλὴν ῥάπτοντα. Ἀκούετε, ὅσοι γυναῖκας ἄνδρες ἔχετε χρηµάτων ἐρώσας, καὶ ἀναγκαζούσας ὑµᾶς βλασφηµεῖν τὸν Θεόν· ἀναµνήσθητε τοῦ Ἰώβ. Ἀλλ' ἴδωµεν αὐτοῦτὴν πολλὴν, εἰ δοκεῖ, ἐπιείκειαν, καὶ ὅπως αὐτὴν ἐπεστόµισεν. Ἵνα τί, φησὶν, ὥσπερ µία τῶν ἀφρόνων γυναικῶν οὕτως ἐλάλησας; Ἀληθῶς Φθείρουσιν ἤθη χρηστὰ ὁµιλίαι κακαί· ἀεὶ µὲν οὖν φθείρουσι, µάλιστα δὲ ἐπὶ τῶν συµφορῶν· τότε οἱ τὰ φαῦλα παραινοῦντες ἔχουσιν ἰσχύν. Εἰ γὰρ καὶ ἀφ' ἑαυτῆς ἡ ψυχὴ πρὸς ἀποδυσπέτησίν ἐστιν ἕτοιµος, πόσῳ µᾶλλον, ὅταν καὶ ὁ συµβουλεύων ᾖ; οὐχὶ καὶ πρὸς βάραθρον ὠθεῖται; Μέγα ἀγαθὸν γυνὴ, ὡσπεροῦν καὶ κακὸν µέγα. Καὶ ὅρα πόθεν ὀρύξαι τὸ τεῖχος ἐπεχείρησε τὸ ἰσχυρόν. Ἐπειδὴ γὰρ οὐχ εἷλεν αὐτὸν ἡ τῶν χρηµάτων ἀφαίρεσις, οὐδὲ µέγα τι εἰργάσατο ἡ τούτων ζηµία, ἀλλὰ καὶ µάτην ἠλέγχθη εἰπών· Ἦ µὴν εἰς πρόσωπόν σε εὐλογήσει, διὰ τοῦτο ἐφοπλίζει αὐτῷ τὴν γυναῖκα. Ὁρᾷς ποῦ ἔπνευσεν; Ἀλλ' οὐδὲν αὐτῷ πλέον ὑπῆρξε καὶ ἀπὸ ταύτης τῆς µηχανῆς. Ἂν τοίνυν καὶ ἡµεῖς εὐχαρίστως φέρωµεν, καὶ ταῦτα ἀποληψόµεθα, κἂν µὴ ἀπολάβωµεν, µείζων ἔσται ἡµῖν ὁ µισθός. Οὕτω καὶ ἐπὶ τοῦ ἀδάµαντος ἐκείνου γέγονεν· ὅτε γὰρ ἤθλησε γενναίως, τότε αὐτῷ καὶ ταῦτα ἀπέδωκεν· ὅτε ἔδειξε τῷ διαβόλῳ, ὅτι οὐ διὰ ταῦτα αὐτὸν θεραπεύει, τότε καὶ αὐτὰ αὐτῷ ἔδωκε. Τοιοῦτος γάρ ἐστιν ὁ Θεός· ὅταν ἴδῃ ἡµᾶς µὴ προσηλωµένους τοῖς βιωτικοῖς, τότε ἡµῖν αὐτὰ δίδωσιν· ὅταν ἴδῃ τὰ πνευµατικὰ προτιµῶντας, τότε καὶ τὰ σαρκικὰ παρέχεται· οὐ πρότερον δὲ δίδωσιν, ἵνα µὴ ἀποῤῥαγῶµεν τῶν πνευµατικῶν. Φειδόµενος οὖν ἡµῶν οὐ δίδωσι τὰ σαρκικὰ, ἵνα καὶ ἄκοντας ἀποστήσῃ τούτων. Οὒ, φησίν· ἀλλ' ἐὰν λάβω, ἐµπίπλαµαι, καὶ µᾶλλον εὐχαριστῶ. Ψεύδῃ, ὦ ἄνθρωπε· τότε γὰρ µάλιστα ἔσῃ ῥᾴθυµος. Τί οὖν ὅτι, φησὶ, πολλοῖς δίδωσι; Καὶ πόθεν δῆλον, ὅτι αὐτὸς δίδωσιν; Ἀλλὰ τίς, φησὶν, ἕτερος δίδωσιν; Ἡ πλεονεξία αὐτῶν, ἡ ἁρπαγή. Πῶς οὖν συγχωρεῖ γίνεσθαι ταῦτα; Ὥσπερ καὶ φόνους καὶ κλοπὰς καὶ βίας. Τί οὖν ἐρεῖς, φησὶ, πρὸς τοὺς ἐκ πατέρων διαδεχοµένους κλῆρον, τοὺς µυρίων γέµοντας κακῶν; πῶς αὐτοὺς ἐᾷ, φησὶν, ὁ Θεὸς ἀπολαύειν τούτων; Ὥσπερ οὖν καὶ κλέπτας ἀφίησι, καὶ φονέας, καὶ τοὺς λοιποὺς κακούργους· οὐ γάρ ἐστιν ὁ καιρὸς τῆς κρίσεως νῦν, ἀλλὰ τῆς πολιτείας τῆς ἀρίστης. Ὅπερ δὲ καὶ ἤδη εἶπον, τοῦτο καὶ νῦν λέγω· ὅτι µείζονα δώσουσι δίκην, ὅταν καὶ πάντων ἀπολαύσαντες τῶν ἀγαθῶν, µηδὲ οὕτω βελτίους γίνωνται. Οὐ γὰρ πάντες ὁµοίως κολασθήσονται, ἀλλ' οἱ µὲν καὶ µετὰ τῆς εὐεργεσίας µείναντες κακοὶ, µειζόνως τιµωρηθήσονται· οἱ δὲ µετὰ πενίας, οὐχ οὕτω. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν τῷ∆ αυΐδ· Οὐχὶ ἔδωκά σοι πάντα τὰ τοῦ κυρίου σου; Ὅταν οὖν ἴδῃς νέον χωρὶς πόνων κλῆρον παραλαβόντα πατρῷον, καὶ µείναντα κακὸν, εὖ ἴσθι ὅτι ἡ κόλασις αὐτῷ αὔξεται, καὶ τὰ τῆς τιµωρίας ἐπιτείνεται. Μὴ δὴ τούτους ζηλῶµεν, ἀλλ' εἴ τις ἀρετὴν διεδέξατο, εἴ τις πλοῦτον πνευµατικὸν ἐκτήσατο. Οὐαὶ γὰρ, φησὶν, οἱ πεποιθότες ἐπὶ τῷ πλούτῳ αὐτῶν· καὶ πάλιν· Μακάριοι οἱ φοβούµενοι τὸν Κύριον. Τίνων βούλει εἶναι, εἰπέ µοι; Πάντως τῶν µακαριζοµένων. Τούτους οὖν ζήλου, µὴ ἐκείνους, ἵνα καὶ τῶν ἀποκειµένων αὐτοῖς τύχῃς ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note