Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
21.0
Ἀναµιµνήσκεσθε δὲ τὰς πρότερον ἡµέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεµείνατε παθηµάτων· τοῦτο µὲν, ὀνειδισµοῖς τε καὶ θλίψεσι θεατριζόµενοι· τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφοµένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσµίοις συνεπαθήσατε, καὶ τὴν ἁρπα γὴν τῶν ὑπαρχόντων ὑµῶν µετὰ χαρᾶς προσ εδέξασθε, γινώσκοντες ἔχειν κρείσσονα ὕπαρ ξιν ἑαυτοῖςἐν οὐρανοῖς, καὶ µένουσαν.
21.1
Οἱ τῶν ἰατρῶν ἄριστοι, ἐπειδὰν βαθεῖαν δῶσι τοµὴν, καὶ τὰς ἀλγηδόνας ἐπιτείνωσι διὰ τῆς πληγῆς, παραµυθούµενοι τὸ πονοῦν, καὶτεθορυβηµένην ἀναπαύοντες καὶ ἀνακτώµενοι τὴν ψυχὴν, ἑτέραν οὐκέτι προσάγουσι τοµὴν, ἀλλὰ καὶ τὴν δοθεῖσαν φαρµάκοις προσηνέσι καὶ τὸ πολὺ τῆςὀδύνης ἱκανοῖς ἀφανίσαι παραµυθοῦνται. Τοῦτο καὶ ὁ Παῦλος ἐποίησε, κατασείσας αὐτῶν τὰς ψυχὰς, καὶ κατανύξας τῇ µνήµῃ τῆς γεέννης, καὶ πιστωσάµενος αὐτοὺς, ὅτι πάντως δεῖἀπολέσθαι τὸν ἐνυβρίσαντα εἰς τὴν τοῦ Θεοῦ χάριν, καὶ τοῦτο ἀπὸ τῶν Μωϋσέως δείξας νόµων, ὅτι καὶ ἀπολοῦνται, καὶ µειζόνως τιµωρηθήσονται, καὶµαρτυρίαις ἑτέραις ἐπισφραγίσας τὰ εἰρηµένα, καὶ εἰπὼν, Φοβερὸν τὸ ἐµπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· ὥστε µὴ τῷ πολλῷ φόβῳ ἀπαγορεύσασαν τὴν ψυχὴν καταποθῆναι τῇ λύπῃ, παραµυθεῖται αὐτοὺς διὰ τῶν ἐγκωµίων καὶ τῆς παρακλήσεως· καὶ τὸν ζῆλον οἴκοθεν αὐτοῖς προσφέρει. Ἀναµιµνήσκεσθε γὰρ, φησὶ, τὰς πρότερον ἡµέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεµείνατε παθηµάτων. Πολλὴ ἡ διὰ τῶν ἔργων παράκλησις· τὸν γὰρ ἀρχόµενον πράγµατος, προϊόντα ἐπιδιδόναι χρή. Ὡς ἂν εἰ ἔλεγεν· Ὅτε ἐνήγεσθε, ὅτε ἐν τάξει µαθητῶν ἦτε, τοσαύτην προθυ µίαν ἐπεδείξασθε, τοσαύτην γενναιότητα· νῦν δὲ οὐκέτι. Καὶ ὁ παρακαλῶν, οὕτω µάλιστα παρακαλεῖ ἀπὸ τῶν οἰκείων. Καὶ ὅρα, οὐχ ἁπλῶς εἶπεν· Ἄθλησιν ὑπεµείνατε, ἀλλὰ µετὰ προσθήκης τοῦ, Πολλήν. Καὶ οὐκ εἶπε πειρασµοὺς, ἀλλὰ ἄθλησιν, ὅπερ ἐστὶν ἐγκωµίου ὄνοµα καὶ ἐπαίνων µεγίστων. Εἶτα καὶ καταλέγει κατὰ µέρος, πλατύνων τὸν λόγον, καὶ τοὺς ἐπαίνους πολλοὺς ποιῶν. Πῶς; Τοῦτο µὲν ὀνειδισµοῖς, φησὶ, καὶ θλίψεσι θεατριζόµενοι. Μέγα γὰρ ὀνειδισµὸς καθικέσθαι καρδίας, καὶ ἱκανὸν διαστρέψαι ψυχὴν, καὶ σκοτῶσαι λογισµόν· ἄκουε γὰρ τί φησιν ὁ Προφήτης· Ἐγενήθη τὰ δάκρυά µου ἐµοὶ ἄρτος ἡµέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί µοι καθ' ἑκάστην ἡµέραν· Ποῦ ἐστιν ὁ Θεός σου; καὶ πάλιν· Εἰ ὁ ἐχθρὸς ὠνείδισέ µε, ὑπήνεγκα ἄν. Ἐπειδὴ γὰρ σφόδρα κενόδοξόν ἐστι τὸ ἀνθρώπινον γένος, διὰ τοῦτο καὶ ὑπὸ τούτου ῥᾳδίως ἁλίσκεται. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ὀνειδισµοῖς, ἀλλὰ καὶ αὐτὸ µετ' ἐπιτάσεως πολλῆς, Θεατριζόµενοι, φησίν. Ὅταν µὲν γάρ τις ὀνειδίζηται καθ' ἑαυτὸν, λυπηρὸν µὲν, πολλῷ δὲ πλέον, ὅταν ἐπὶ πάντων. Ἐννόησον γάρ µοι ὅσον ἦν κακὸν, ἀποστάντας τῆς Ἰουδαϊκῆς ταπεινότητος, καὶ ὡς ἐπὶ ἄριστον βίον µετελθόντας, καὶ τῶν πατρῴων καταφρονήσαντας, ὑπ' αὐτῶν τῶν οἰκείων πάσχειν κακῶς, καὶ µηδεµίαν ἔχειν ἀντίληψιν. Οὐκ ἔχω, φησὶν, εἰπεῖν, ὅτι ταῦτα ἐπάθετε µὲν, ἠλγεῖτε δὲ, ἀλλὰ καὶ σφόδρα ἐχαίρετε. Καὶ τοῦτο ἐδήλωσεν εἰπών· Τοῦτο δὲ, κοινωνοὶ τῶν οὕτως ἀναστρεφοµένων γενηθέντες· καὶ γὰρ τοῖς δεσµίοις συνεπαθήσατε· καὶ αὐτοὺς φέρει εἰς µέσον τοὺς ἀποστόλους. Οὐ µόνον, φησὶν, ἐπὶ τοῖς οἰκείοις οὐκ ᾐσχύνεσθε, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐκοινωνεῖτε τοῖς ταῦτα παθοῦσι. Τοῦτο καὶ παρακαλοῦντος αὐτούς ἐστιν. Οὐκ εἶπε, Φέρετε τὰς θλίψεις τὰς ἐµὰς, κοινωνεῖτέ µοι, ἀλλ' ἁπλῶς, Τοῖς δεσµίοις συνεπαθήσατε. Ὁρᾷς ὅτι περὶ ἑαυτοῦ φησι καὶ τῶν ἄλλων τῶν δεδεµένων; Οὕτως οὐχ ἡγήσασθε δεσµὰ εἶναι τὰ δεσµὰ, ἀλλ' ὥσπερ ἀθληταὶ γενναῖοι, οὕτως ἔστητε· ὅτι οὐ µόνον ἐν τοῖς ὑµετέροις οὐκ ἐδέεσθε παρακλήσεως, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγένεσθε παράκλησις. Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑµῶν µετὰ χαρᾶς προσεδέξασθε. Βαβαὶ, πόση πληροφορία πίστεως! Εἶτα καὶ τὴν αἰτίαν τίθησιν, οὐ µόνον πρὸς τοὺς ἄθλους αὐτοὺς παρακαλῶν, ἀλλὰ καὶ πρὸς τὸ µὴ διασαλευθῆναιτῆς πίστεως. Τὸν ὑµέτερον πλοῦτον, φησὶν, ἁρπαζόµενον ὁρῶντες, ἠνέγκατε· ἤδη γὰρ τὸν οὐ φαινόµενον ὡς φαινόµενον ἑωρᾶτε· ὅπερ εἰλικρινοῦς πίστεως ἦν· καὶ δι' αὐτῶν τῶν ἔργων αὐτὴν ἐπεδείξασθε. Τὸ µὲν οὖν ἁρπαγῆναι, ἴσως τῆς βίας ἦν τῶν ἁρπαζόντων, καὶ οὐδεὶς ἂν ἠδύνατο κωλῦσαι· ὥστε οὐδέπω τοῦτο δῆλον, ὅτι διὰ τὴν πίστιν τὴν ἁρπαγὴν ὑπεµείνατε. Καίτοι γε καὶ τοῦτο δῆλον· ἐνῆν γὰρ, εἴπερ ἐβούλεσθε, µὴ ἁρπαγῆναι µὴ πιστεύσαντας· ἀλλ' ὃ πολλῷ τούτου µεῖζόν ἐστιν ἐποιήσατε, τὸ καὶ µετὰ χαρᾶς τὰ τοιαῦτα φέρειν· ὅπερ ἦν ὅλον ἀποστολικὸν, καὶ τῶν γενναίων ἐκείνων ἄξιον ψυχῶν, οἳ µαστιχθέντες ἔχαιρον. Ὑπέστρεψαν γὰρ, φησὶν, ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόµατος αὐτοῦ ἀτιµασθῆναι. Ὁ δὲ µετὰ χαρᾶς φέρων, δείκνυσιν ὅτι ἔχει µισθόν τινα, καὶ ὅτι οὐ ζηµία, ἀλλὰ πρόσοδός ἐστι τὸ πρᾶγµα. Καὶ τὸ, Προσεδέξασθε, τὴν ἑκούσιον αὐτῶν ὑποµονὴν δηλοῖ. Πῶς οὖν εἵλεσθε καὶ κατεδέξασθε; Γινώσκοντες, φησὶν, ἔχειν ἑαυτοῖς κρείσσονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ µένουσαν. Τί ἐστι, Μένουσαν; βεβαίαν, οὐχ οὕτως ἀπολλυµένην ὥσπερ ταύτην.
21.2
Εἶτα ἐπαινέσας αὐτοὺς, φησί· Μὴ οὖν ἀποβάλητε τὴν παῤῥησίαν ὑµῶν, ἥτις ἔχει µισθαποδοσίαν µεγάλην. Τί λέγεις; Οὐκ εἶπεν, ὅτι Ἀπεβάλετε τὴν παῤῥησίαν ὑµῶν, καὶ ἀνακτήσασθε, ἵνα µὴ ἀπαγορεύσωσιν· ἀλλ', ὅτι Ἔχετε αὐτὴν, µὴ ἀποβάλητε· ὃ µᾶλλον αὐτοὺς ἐψυχαγώγει, καὶ ἐποίει ῥωσθῆναι. Ὅτι ἔχετε αὐτὴν, φησί· τὸ µὲν γὰρ ἀποβληθὲν ἀνακτήσασθαι πάλιν, καµάτου δεῖται πλείονος, τὸ δὲ κατεχόµενον µὴ ἀπολέσαι, οὐχ οὕτω. Γαλάταις δὲ τὸ ἐναντίον γράφει· Τεκνία µου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ µορφωθῇ Χριστὸς ἐν ὑµῖν· καὶ εἰκότως. Ἐκεῖνοι µὲν γὰρ ὑπτιώτερον διέκειντο, ὅθεν αὐτοῖς ἔδει πληκτικωτέρου λόγου· οὗτοι δὲ µικροψυχότερον, ὅθεν θεραπευτικωτέρου µᾶλλον ἐδέοντο. Μὴ ἀποβάλητε οὖν, φησὶ, τὴν παῤῥησίαν ὑµῶν. Ὥστε ἐν παῤῥησίᾳ ἦσαν πολλῇ πρὸς τὸν Θεόν. Ἥτις ἔχει, φησὶ, µισθαποδοσίαν µεγάλην. Τί ἐστι τοῦτο; Τότε αὐτὰ ληψόµεθα, φησίν. Οὐκοῦν, εἰ κατὰ τὸ µέλλον ἀπόκειται, οὐ δεῖ ἐνταῦθα ζητεῖν. Εἶτα, ἵνα µή τις εἴπῃ, Ἰδοὺ τὰ παρ' ἡµῶν πάντα ὑπῆρκται, διὰ τοῦτο προέλαβεν αὐτοὺς καὶ τῇ αὐτῶν ὑπολήψει· µονονουχὶ τοῦτο λέγων· Εἰ ἐν οὐρανοῖς γινώσκετε ἔχειν ὕπαρξιν κρείσσονα, µηδὲν ἐνταῦθα ζητεῖτε· ὑποµονῆς γὰρ ἔχετε χρείαν, οὐχὶ προσθήκης ἀγῶνος, ἵνα ἐν τοῖς αὐτοῖς µείνητε, ἵνα µὴ ῥίψητε τὸ ἐγχειρισθέν. Οὐδενὸς ὑµῖν ἑτέρου δεῖ, ἀλλ' ἢ ὥστε στῆναι, ὡς ἑστήκατε, ἵνα πρὸς τὸ τέλος ἐλθόντες, κοµίσησθε τὴν ἐπαγγελίαν. Ὑποµονῆς γὰρ ἔχετε, φησὶ, χρείαν, ἵνα τὸ θέληµα τοῦ Θεοῦ ποιήσαντες, κοµίσησθε τὴν ἐπαγγελίαν. Ἄρα ἑνὸς ὑµῖν δεῖ µόνου, ἵνα ἀναµείνητε τὴν µέλλησιν, οὐχ ἵνα ἀθλήσητε πάλιν. Πρὸς τὸν στέφανον αὐτόν ἐστε, φησὶ, τοὺς ἀγῶνας πάντας ἠνέγκατε, τοὺς δεσµοὺς, τὰς θλίψεις, τὰ ὑπάρχοντα ὑµῶν ἡρπάγη· τί οὖν; Πρὸς τὸ στεφανωθῆναι ἑστήκατε λοιπόν· τοῦτο µόνον φέρετε, τὴν µέλλησιν τοῦ στεφάνου. Ὢ µέγεθος παρακλήσεως! Οὕτως αὐτοὺς παρακαλεῖ, ὡς ἄν τις εἴποι πρὸς ἀθλητὴν πάντας καταβαλόντα, καὶ µηδένα ἔχοντα ἀνταγωνιστὴν, εἶταµέλλοντα στεφανοῦσθαι, καὶ οὐ φέροντα τὸν χρόνον ἐκεῖνον, καθ' ὃν ὁ ἀγωνοθέτης ἔρχεται, καὶ τίθησι τὸν στέφανον· ἐκεῖνος δὲ ἀκαρτερήτως ἔχων, θέλοι ἐξελθεῖν καὶ φυγεῖν, ὡς µὴ φέρων τὸ δίψος καὶ τὸν φλογµόν. Τοῦτο τοίνυν αὐτὸς αἰνιττόµενος, τί φησιν; Ἔτι µικρὸν ὅσον ὅσον, ὁ ἐρχόµενος ἥξει, καὶ οὐ χρονιεῖ. Ἵνα γὰρ µὴ λέγωσι, Καὶ πότε ἥξει; ἀπὸ τῶν Γραφῶν αὐτοὺς παρακαλεῖ· καὶ γὰρ τὸ, Νῦν ἐγγύτερον ἡµῶν ἡ σωτηρία, ὅταν λέγῃ ἀλλαχοῦ, παραµυθεῖται αὐτοὺς, ὡς ὀλίγου ὄντος τοῦ λειποµένου χρόνου. Καὶ τοῦτο οὐκ ἀφ' ἑαυτοῦ φησιν, ἀλλ' ἀπὸ τῶν Γραφῶν. Εἰ δὲ ἐξ ἐκείνου ἐλέγετο, Μικρὸν ὅσον ὅσον, ὁ ἐρχόµενος ἥξει, καὶ οὐ χρονιεῖ· δῆλον ὅτι νῦν ἐγγύτερός ἐστιν. Ὥστε καὶ τὸ ἀναµένειν µισθός ἐστιν οὐ µικρός. Ὁ δὲ δίκαιος, φησὶν, ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή µου ἐν αὐτῷ. Μεγάλη αὕτη ἡ παράκλησις, ὅταν δεικνύῃ τις τὸ πᾶν κατωρθωκότας, καὶ διὰ µικρᾶς ῥᾳθυµίας ἀπολλύντας αὐτό. Ἡµεῖς δὲ οὐκ ἐσµὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς. Ἔστι δὲ πίστις, ἐλπιζοµένων ὑπόστασις πραγ µάτων, ἔλεγχος οὐ βλεποµένων. Ἐν ταύτῃ γὰρ ἐµαρτυρήθησαν οἱ πρεσβύτεροι. Βαβαί! οἵᾳ λέξει ἐχρήσατο εἰπὼν, Ἔλεγχος οὐ βλεποµένων· ἔλεγχος γὰρ λέγεται ἐπὶ τῶν λίαν δήλων. Ἡ πίστις τοίνυν ἐστὶν ὄψις τῶν ἀδήλων, φησὶ, καὶ εἰς τὴν αὐτὴν τοῖς ὁρωµένοις φέρει πληροφορίαν τὰ µὴ ὁρώµενα. Οὔτε οὖν ἐν τοῖς ὁρωµένοις ἀπιστῆσαι ἔστιν, οὔτε πάλιν, εἰ µὴ τῶν ὁρωµένων σαφέστερον περὶ τῶν ἀοράτων πεπληροφόρηταί τις, πίστις εἶναι δύναται. Ἐπειδὴ γὰρ τὰ ἐν ἐλπίδι ἀνυπόστατα εἶναι δοκεῖ, ἡ πίστις ὑπόστασιν αὐτοῖς χαρίζεται· µᾶλλον δὲ, οὐ χαρίζεται, ἀλλ' αὐτό ἐστιν οὐσία αὐτῶν· οἷον, ἡ ἀνάστασις οὐ παραγέγονεν, οὐδέ ἐστιν ἐν ὑποστάσει, ἀλλ' ἡ ἐλπὶς ὑφίστησιν αὐτὴν ἐν τῇ ἡµετέρᾳ ψυχῇ. Τοῦτό ἐστιν ὑπόστασις πραγµάτων ἐλπιζοµένων. Εἰ τοίνυν ἔλεγχός ἐστιν οὐ βλεποµένων, τί δὴ βούλεσθε αὐτὰ ἰδεῖν, ἵνα ἐκπέσητε τῆς πίστεως καὶ τοῦ δίκαιοι εἶναι, εἴ γε ἐκ πίστεως ὁ δίκαιος ζήσεται; Ὑµεῖς δὲ εἰ βούλεσθε αὐτὰ ἰδεῖν, οὐκέτι ἐστὲ πιστοί. Ἐκάµετε, φησὶν, ἠθλήσατε· κἀγὼ τοῦτό φηµι· ἀλλὰ ἀναµείνατε· τοῦτο γάρ ἐστι πίστις· µὴ ἐνταῦθα ζητεῖτε τὸ πᾶν.
21.3
Ταῦτα εἴρηται µὲν πρὸς Ἑβραίους, κοινὴ δέ ἐστι παραίνεσις καὶ πρὸς πολλοὺς τῶν ἐνταῦθα συνειλεγµένων. Πῶς καὶ τίνι τρόπῳ; Πρὸς τοὺς ὀλιγοψύχους, πρὸς τοὺς µικροψύχους. Ὅταν γὰρ ἴδωσι πονηροὺς εὐπραγοῦντας, ἑαυτοὺς δὲ δυσπραγοῦντας, ἀλύουσι, δυσανασχετοῦσιν· ὅταν ποθῶσιν ἐκείνων τὴν κόλασιν καὶ τὴν ἐκδικίαν,[ ἢ] ὅταν τῶν οἰκείων πόνων τοὺς µισθοὺς ἐκδέχωνται. Ἔτι µικρὸν ὅσον ὅσον, ὁ ἐρχόµενος ἥξει, καὶ οὐ χρονιεῖ, εἶπε τότε ὁ Παῦλος. Καὶ ἡµεῖς τοίνυν πρὸς τοὺς ῥᾳθύµους ταῦτα λέγωµεν· Πάντως ἔσται κόλασις, πάντως ἥξει, ἐπὶ θύραις λοιπὸν τὰ τῆς ἀναστάσεως. Πόθεν δῆλον, φησίν; Οὐ λέγω ἀπὸ προφητῶν· οὔτε γὰρ πρὸς Χριστιανοὺς µόνον µοι νῦν ὁ λόγος, ἀλλὰ κἂν Ἕλλην ᾖ, θαῤῥῶ πάνυ, καὶ τὰς ἀποδείξεις παρέχω, καὶ διδάξω αὐτόν· καὶ πῶς, ἄκουε· Πολλὰ προεῖπεν ὁ Χριστός. Εἰ µὴ ἐξέβη ἐκεῖνα, µηδὲ τούτοις πιστεύσῃς· εἰ δὲ πάντα ἐξέβη, τί περὶ τῶν λειποµένων ἀµφιβάλλεις; Καίτοι πολὺ ἀπίθανον ἦν, µηδενὸς ἐκβάντος, περὶ ἐκείνων πιστεύειν· ἢ ὅτε πάντα ἐξέβη, τούτοις ἀπιστεῖν. Μᾶλλον δὲ ἐπὶ ὑποδείγµατος ποιήσω τὸ πρᾶγµα φανερόν. Εἶπεν, ὁ Χριστὸς ὅτι τὰ Ἱεροσόλυµα ἁλώσεται, καὶ ἁλώσεται ἅλωσιν οἵαν οὐδέποτε, καὶ ὅτι οὐκ ἔτι ἀναστήσεται· καὶ ἐξέβη εἰς ἔργον ἡ πρόῤῥησις. Εἶπεν ὅτι θλῖψις ἔσται µεγάλη, καὶ ἐξέβη. Εἶπεν ὅτι καθάπερ σίνηπι σπαρὲν, οὕτως ἐκταθήσεται τὸ κήρυγµα· καὶ τοῦτο ὁρῶµεν καθ' ἑκάστην ἡµέραν τὴν οἰκουµένην ἐπιτρέχον. Εἶπεν ὅτι οἱ καταλιπόντες πατέρα, ἢ µητέρα, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἕξουσι καὶ πατέρας καὶ µητέρας· καὶ τοῦτο διὰ τῶν ἔργων ὁρῶµεν πληρούµενον. Εἶπεν, ὅτι Ἐν τῷ κόσµῳ θλίψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσµον, τουτέστιν, Οὐδεὶς ὑµῶν περιέσται· καὶ τοῦτο διὰ τῶν πραγµάτων ὁρῶµεν ἐκβεβηκός. Εἶπεν ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσι τῆς Ἐκκλησίας, καὶ ταῦτα διωκοµένης, καὶ ὅτι οὐδεὶς σβέσει τὸ κήρυγµα· καὶ µαρτυρεῖ καὶ ταύτῃ τῇ προῤῥήσει ἡ τῶν πραγµάτων πεῖρα. Καίτοι σφόδρα ἀπίθανος ἦν ταῦτα λέγων τότε.∆ ιὰ τί; Ὅτι πάντα λόγοι ἦσαν, καὶ οὐδέπω ἀπόδειξιν παρείχετο τῶν λεχθέντων. Ὥστε πολλῷ µᾶλλον πιστότερα γέγονε νῦν. Εἶπεν ὅτι ὅταν κηρυχθῇ τὸ Εὐαγγέλιον ἐν πᾶσι τοῖς ἔθνεσι, τότε ἥξει τὸ τέλος· καὶ ἰδοὺ πρὸς τὸ τέλος λοιπὸν ἐφθάσαµεν. Τὸ γὰρ πλέον τῆς οἰκουµένης κατηγγέλη· λοιπὸν οὖν τὸ τέλος ἐνέστηκε. Φρίξωµεν, ἀγαπητοί. Τί δὲ, εἰπέ µοι; περὶ συντελείας σὺ µεριµνᾷς; Καὶ αὕτη µὲν γὰρ ἐγγὺς πάρεστιν, ἡ δὲ ἑκάστου ζωὴ ἐγγυτέρα πολλῷ καὶ ἡ τελευτή. Αἱ ἡµέραι γὰρ τῶν ἐτῶν ἡµῶν, φησὶν, ἐν αὐτοῖς ἑβδοµήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη. Ἐγγὺς ἡ ἡµέρα τῆς κρίσεως· κἂν οὕτω φοβηθῶµεν. Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Πολλὰ µετανοήσοµεν ἐκεῖ· ἀλλ' ἐν τῷ θανάτῳ οὐδεὶς ἐξοµολογήσεται αὐτῷ.∆ ιὰ τοῦτο λέγει. Προφθάσωµεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξοµολογήσει· τουτέστι, τὴν παρουσίαν αὐτοῦ. Ἐνταῦθα µὲν γὰρ ὅπερ ἐὰν ποιήσωµεν, ἔχει ἰσχὺν, ἐκεῖ δὲ οὐκέτι. Εἴ τις ἡµᾶς, εἰπέ µοι, ἐν καµίνῳ φλεγοµένῃ µικρὸν στήσειε χρόνον, οὐχὶ πάντα ὑποστησόµεθα ὑπὲρ τῆς ἀπαλλαγῆς, κἂν χρήµατα δέῃ προέσθαι, κἂν δουλείαν ὑποστῆναι; Πόσοι νόσοις περιέπεσον χαλεπαῖς, καὶ πάντα ἑτοίµως εἵλοντο δοῦναι ἂν, ὥστε ἀπαλλαγῆναι, εἴ γε αἵρεσις προὔκειτο; Εἰ τοίνυν ἐνταῦθα νόσος ὀλιγοχρόνιος οὕτως ἡµᾶς ἀνιᾷ, τί ποιήσοµεν ἐκεῖ, ὅταν µηδὲν ὄφελος ᾖ τῆς µετανοίας; Πόσων νῦν γέµοµεν κακῶν, καὶ οὐκ αἰσθανόµεθα; ἀλλήλους δάκνοµεν, ἀλλήλους κατεσθίοµεν ἀδικοῦντες, κατηγοροῦντες, διαβάλλοντες ταῖς τῶν πλησίον δόξαις δακνόµενοι. Καὶ ὅρα τὸ χαλεπόν· ὅταν βουληθῇ τις διορύξαι τοῦ πλησίον τὴν ὑπόληψιν, φησί· Τόδε εἶπεν ὁ δεῖνα περὶ αὐτοῦ, ὁ Θεὸς συγχώρησόν µοι, µή µε ἐξετάσῃς, ἀκοῆς λόγον ὀφείλω. Τί οὖν λέγεις ὅλως, εἰ οὐ πιστεύεις; τί λέγεις; τί πιστὸν αὐτὸ ἐργάζῃ τῇ πολλῇ φήµῃ; τί διαπορθµεύεις τὸν λόγον οὐκ ἀληθῆ ὄντα; σὺ ἀπιστεῖς, καὶ τὸν Θεὸν παρακαλεῖς ὥστε σε µὴ ἐξετάσαι; Μὴ λέγε τοίνυν, ἀλλὰ σιώπα, καὶ παντὸς δέους ἀπήλλαξαι.
21.4
Ἀλλ' οὐκ οἶδα πόθεν ἡ νόσος αὕτη ἐν τοῖς ἀνθρώποις ἐµπέπτωκε· φλύαροι γεγόναµεν, οὐδὲν ἡµῶν ἐναποµένει τῇ ψυχῇ. Ἄκουε σοφοῦ τινος παραινοῦντος καὶ λέγοντος, Ἤκουσας λόγον; ἐναποθανέτω σοι· θάρσει, οὐ µή σε ῥήξῃ· καὶ πάλιν, Ἤκουσε λόγον ὁ µωρὸς, καὶ ὠδίνησεν, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. Πρὸς κατηγορίας ἐσµὲν ἕτοιµοι, πρὸς κατακρίσεις παρεσκευασµένοι. Κἂν µηδὲν ἡµῖν ἕτερον εἰργασµένον εἴη κακὸν, τοῦτο ἱκανὸν ἦν ἡµᾶς ἀπολέσαι, καὶ εἰς γέενναν ἀπαγαγεῖν, τοῦτο µυρίοις περιβαλεῖν κακοῖς. Καὶ ἵνα µάθῃς ἀκριβῶς, ἄκουε τοῦ Προφήτου λέγοντος, Καθήµενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις. Ἀλλ' οὐκ ἐγὼ, φησὶν, ἀλλ' ἐκεῖνος. Σὺ µὲν οὖν· εἰ γὰρ µὴ σὺ εἶπες, ἕτε ρος οὐκ ἂν ἤκουσεν· εἰ δὲ καὶ ἔµελλεν ἀκούειν, ἀλλὰ σὺ τῆς ἁµαρτίας οὐκ ἦς αἴτιος.∆ έον συσκιάζειν καὶ συγκρύπτειν τὰ ἐλαττώµατα τῶν πλησίον, σὺ δὲ ἐκποµπεύεις προσχήµατι φιλαγαθίας; Οὐ γίνῃ κατήγορος, ἀλλὰ φλύαρος, ἀλλὰ λῆρος, ἀλλὰ µωρός. Ὢ δεινότης! σαυτὸν αἰσχύνεις µετ' ἐκείνου, καὶ οὐκ αἰσθάνῃ; Ὅρα δὲ ὅσα τὰ κακὰ ἐντεῦθεν γίνεται· παροργίζεις τὸν Θεὸν, λυπεῖς τὸν πλησίον, ὑπεύθυνον σεαυτὸν τῇ κολάσει ποιεῖς. Οὐκ ἀκούεις Παύλου λέγοντος περὶ χηρῶν γυναικῶν; Οὐ µόνον δὲ ἀργαὶ, φησὶ, µανθάνουσιν, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, περιερχόµεναι τὰς οἰκίας, καὶ λαλοῦσαι τὰ µὴ δέοντα; Ὥστε καὶ ὅταν πιστεύσῃς τοῖς λεγοµένοις κατὰ τοῦ ἀδελφοῦ σου, οὐδὲ οὕτω λέγειν χρὴ, µήτιγε ἀπιστοῦντα. Ἀλλὰ τὸ σαυτοῦ πανταχοῦ σκοπεῖς, δεδοικὼς ἐξετασθῆναι παρὰ τοῦ Θεοῦ;∆ εῖσον οὖν µὴ καὶ ὑπὲρ τῆς φλυαρίας ἐξετασθῆς. Ἐνταῦθα γὰρ οὐκ ἔχεις εἰπεῖν, ὅτι Μή µε ἐξετάσῃ ὁ Θεὸς ὑπὲρ τῆς φλυαρίας· τὸ γὰρ πρᾶγµα φλυαρία ἐστί. Τί ἐξεπόµπευσας; τί ηὔξησας τὸ δεινόν; Τοῦτο ἡµᾶς ἀπολέσαι ἔχει.∆ ιὰ τοῦτο ἔλεγεν ὁ Χριστός· Μὴ κρίνετε, ἵνα µὴ κριθῆτε. Ἀλλ' οὐδεὶς ἡµῖν τούτου λόγος, οὐδὲ τὰ κατὰ τὸν Φαρισαῖον, ἡµᾶς σωφρονίζει. Ἐκεῖνος εἶπεν ἀληθὲς πρᾶγµα, ὅτι Οὐκ εἰµὶ ὡς ὁ τελώνης οὗτος, καὶ εἶπεν ἀκούοντος οὐδενὸς, καὶ κατεκρίθη. Εἰ τὸ ἀληθὲς εἰρηκὼς κατεκρίθη, καὶ µηδενὸς ἀκούοντος εἰπών· οἱ τὰ ψευδῆ, καὶ ὑπὲρ ὧν οὐκ εἰσὶ πεπεισµένοι ταῦτα διαπορθµεύοντες πανταχοῦ, καθάπερ γυναῖκες φλύαροι, τί οὐ πείσονται δεινόν; τί δὲ οὐχ ὑποµενοῦσι; Θῶµεν λοιπὸν τῷ στόµατι θύραν καὶ µοχλόν· µυρία γὰρ ἀπὸ φλυαρίας γέγονε κακά· οἰκίαι ἀνετράπησαν, φιλίαι διεσπάσθησαν, ἕτερα µυρία χαλεπὰ γέγονε. Μὴ περιεργάζου τὰ τοῦ πλησίον, ἄνθρωπε. Ἀλλὰ λάλος εἶ, καὶ ἐλάττωµα ἔχεις; λάλει τὰ σὰ πρὸς τὸν Θεόν· οὕτως οὐκέτι ἔσται τὸ ἐλάττωµα, ἀλλὰ πλεονέκτηµα· λάλει τὰ σὰ πρὸς τοὺς φίλους τοὺς πάνυ φίλους καὶ δικαίους, καὶ οἷς θαῤῥεῖς, ὥστε εὔξασθαι ὑπὲρ τῶν σῶν ἁµαρτηµάτων. Ἂν τὰ ἑτέρων εἴπῃς, οὐδὲν ὠφελήθης, οὐδὲν ἐκέρδανας ἀλλὰ καὶ ἀπώλου· ἂν τὰ σαυτοῦ ἐξαγορεύσῃς τῷ∆ εσπότῃ, πολὺν ἔχεις τὸν µισθόν· Εἶπα γὰρ, φησὶν, Ἐξαγορεύσω κατ' ἐµοῦ τὴν ἀνοµίαν µου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας µου. Θέλεις κρίνειν; τὰ σαυτοῦ κρίνε· οὐδείς σοι ἐγκαλεῖ, ἐὰν καταδικάσῃς σαυτόν· ἐγκαλεῖ δὲ, ἐὰν µὴ καταδικάσῃς σαυτόν· ἐγκαλεῖ, ἐὰν µὴ ἐλέγξῃς σαυτόν· ἐγκαλεῖ ἂν οὐκ ἀλγήσῃς. Εἶδες τὸν δεῖνα ὀργιζόµενον, παροξυνόµενον, ἢ ἄλλο τι ἄτοπον ποιοῦντα; ἐννόησον εὐθέως καὶ σὺ τὰ σαυτοῦ, καὶ οὕτως οὐδὲ ἐκεῖνον καταδικάσεις σφοδρῶς, καὶ σαυτὸν ἐλευθερώσεις τοῦ φορτίου τῶν ἡµαρτηµένων. Ἂν οὕτω τὸν ἑαυτῶν ῥυθµίζωµεν βίον, ἂν οὕτω πραγµατευώµεθα ἡµῶν τὴν ζωὴν, ἂν κατακρίνωµεν ἑαυτοὺς, οὐ πολλὰ ἁµαρτησόµεθα ἴσως, πολλὰδὲ ἐργασόµεθα καλὰ, ἐπιεικεῖς ὄντες καὶ µέτριοι, καὶ πάντων ἀπολαύσοµεν τῶν ἐπηγγελµένων τοῖς ἀγαπῶσι τὸν Θεὸν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.