Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
23.0
Πίστει χρηµατισθεὶς Νῶε περὶ τῶν µηδέπω βλεποµένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· δι' ἧς κατέκρινε τὸν κόσµον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόµος.
23.1
Πίστει, φησὶ, χρηµατισθεὶς Νῶε. Καθάπερ ὁ Υἱὸς τοῦ Θεοῦ περὶ τῆς ἑαυτοῦ παρουσίας διαλεγόµενος ἔλεγεν· Ἐν ταῖς ἡµέραις τοῦ Νῶε ἐγάµουν καὶ ἐγαµίσκοντο· οὕτω καὶ οὗτός φησιν. Εἰκότως δὲ αὐτοὺς οἰκείας εἰκόνος ἀνέµνησε· τὸ µὲν γὰρ ὑπόδειγµα τοῦ Ἐνὼχ πίστεως ἦν ὑπόδειγµα µόνον, τὸ δὲ τοῦ Νῶε καὶ ἀπιστίας. Αὕτη δέ ἐστιν ἀπηρτισµένη παράκλησις καὶ προτροπὴ, ὅταν µὴ µόνον οἱ πιστεύσαντες εὑρίσκωνται εὐδοκιµοῦντες, ἀλλὰ καὶ οἱ ἀπιστοῦντεςτἀναντία πάσχοντες. Τί γάρ φησι; Πίστει χρηµατισθεὶς Νῶε. Τί ἐστι τοῦτο; Προλεχθὲν ἦν αὐτῷ, φησί. Χρηµατισµὸν δὲ τὴν προφητείαν καλεῖ· καὶ γὰρ ἀλλαχοῦ οὕτως εἶπε· Καὶ ἦν αὐτῷ κεχρηµατισµένον ὑπὸ τοῦ Πνεύµατος· καὶ πάλιν· Καὶ τί λέγει ὁ χρηµατισµός; Ὁρᾷς τοῦ Πνεύµατος τὸ ἰσότιµον; ὥσπερ γὰρ ὁ Θεὸς χρᾷ, οὕτω καὶ τὸ Πνεῦµα τὸ ἅγιον. Τίνος δὲ ἕνεκεν οὕτως εἶπεν; Ἵνα δείξῃ ὅτι ὁ χρηµατισµὸς προφητεία ἐστί. Περὶ τῶν µηδέπω βλεποµένων, φησί· τουτέστι, τοῦ ὑετοῦ· Εὐλαβηθεὶς κατεσκεύασε κιβωτόν. Ὁ µὲν λογισµὸς οὐδὲν τοιοῦτον ὑπέβαλλεν· ἐγάµουν γὰρ καὶ ἐγαµίσκοντο, ἀὴρ ἦν καθαρὸς, σηµεῖα οὐκ ἦν· ἀλλ' ὅµως ἐφοβήθη ἐκεῖνος· διὸ καὶ οὕτως εἶπε· Πίστει χρηµατισθεὶς Νῶε περὶ τῶν µηδέπω βλεποµένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ. Πῶς;∆ ι' ἧς κατέκρινε τὸν κόσµον. Ἔδειξεν αὐτοὺς ἀξίους ὄντας κολάσεως, οἵ γε οὐδὲ διὰ τῆς κατασκευῆς ἐσωφρονίζοντο. Καὶ τῆς κατὰ πίστιν, φησὶ, δικαιοσύνης ἐγένετο κληρονόµος· τουτέστιν, ἀπὸ τούτου δίκαιος ἐφάνη, ἀπὸ τοῦ πιστεῦσαι τῷ Θεῷ. Τοῦτο γὰρ ψυχῆς ἐστι γνησίως πρὸς αὐτὸν διακειµένης, καὶ µηδὲν πιστότερον τῶν αὐτοῦ ῥηµάτων εἶναι κρινούσης, ὡσπεροῦν ἡ ἀπιστία τοὐναντίον. Ἡ δὲ πίστις εὔδηλον ὅτι δικαιοσύνην ἐργάζεται. Ὥσπερ ἡµεῖς ἐχρηµατίσθηµεν περὶ γεέννης, οὕτω κἀκεῖνος. Καίτοι γε ἐγελᾶτο τότε, καὶ ὠνειδίζετο καὶ ἐχλευάζετο· ἀλλ' ὅµως πρὸς οὐδὲν τούτων εἶδε. Πίστει καλούµενος Ἀβραὰµ, ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἔµελλε λαµβάνειν εἰς κληρονοµίαν· καὶ ἐξῆλθε µὴ ἐπιστάµενος ποῦ ἔρχεται. Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας µετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόµων τῆς ἐπαγγελίας τῆςαὐτῆς, Τίνα γὰρ εἶδεν, ἵνα ζηλώσῃ, εἰπέ µοι; πατέρα Ἕλληνα εἶχε καὶ εἰδωλολάτρην, προφητῶν οὐκ ἠκηκόει, οὐδὲ ᾔδει ποῦ ἤρχετο. Ἐπειδὴ γὰρ εἰς τούτους ἑώρων οἱ ἐξ Ἑβραίων πεπιστευκότες, ὡς µυρίων ἀπολαύσαντας ἀγαθῶν, δείκνυσιν ὅτι οὐδεὶς οὐδέπω οὐδὲν ἐκοµίσατο, ἀλλὰπάντες εἰσὶν ἀγέραστοι, καὶ ὅτι οὐδεὶς οὐδέπω ἐδέξατο τὰς ἀµοιβάς. Τῆς πατρίδος ἐκεῖνος καὶ τῆς οἰκίας ἐξέπεσε, καὶ ἐξῆλθεν οὐκ εἰδὼς ποῦ ἔρχεται. Καὶ τί θαυµαστὸν, εἰ αὐτὸς, ὅπου γε καὶ τὸ σπέρµα αὐτοῦ οὕτω κατῴκησεν; Ὁρῶν γοῦν ἐλεγχοµένην τὴν ἐπαγγελίαν. οὐ κατενάρκησεν· εἶπε γάρ· Σοὶ δώσω τὴν γῆν ταύτην, καὶ τῷ σπέρµατί σου. Εἶδε τὸν Υἱὸν ἐκεῖ κατοικοῦντα, καὶ ὁ ἔκγονος πάλιν εἶδεν ἑαυτὸν ἐν ἀλλοτρίᾳ κατοικοῦντα, καὶ οὐδὲν ἐθορυβήθη. Τὸ µὲν γὰρ τοῦ Ἀβραὰµ εἰκότως ἐγεγόνει, ἅτε µετὰ ταῦτα µελλούσης τῆς ἐπαγγελίας εἰς ἔργον ἐκβήσεσθαι εἰς τὸ γένος αὐτοῦ· καίτοι γε καὶ πρὸς αὐτὸν εἴρητο, ὅτι Σοὶ καὶ τῷ σπέρµατί σου· οὐ,∆ ιὰ τοῦ σπέρµατός σου σοὶ, ἀλλὰ, Σοὶ καὶ τῷ σπέρµατί σου· καὶ οὔτε αὐτὸς, οὔτε ὁ Ἰσαὰκ, οὔτε ὁ Ἰακὼβ ἀπήλαυσαν τῆς ὑποσχέσεως. Ὁ µὲν γὰρ µισθῷ ἐδούλευσεν, ὁ δὲ ἐξηλαύνετο, οὗτος δὲ καὶ ἐξέπιπτε δεδοικώς· καὶ τὰ µὲν εἷλε πολέµῳ, τὰ δὲ, εἰ µὴ τῆς τοῦ Θεοῦ ῥοπῆς ἔτυχεν, ἀπώλετο ἄν.∆ ιὰ τοῦτό φησιν, ὅτι Μετὰ τῶν κληρονόµων τῆς ἐπαγγελίας τῆς αὐτῆς. Οὐχὶ αὐτὸς µόνος, φησὶν, ἀλλὰ καὶ οἱ κληρονόµοι. Εἶτα καὶ ἕτερόν τι τῶν εἰρηµένων τρανότερον ἐπήγαγε λέγων· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, µὴ κοµισάµενοι τὰς ἐπαγγελίας.∆ ύο ἐνταῦθα ζητῆσαι ἄξιον, πῶς εἰπὼν, ὅτι Μετέθηκε τὸν Ἐνὼχ, τοῦ µὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, λέγει· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες. Καὶ πάλιν εἰπών· Μὴ κοµισάµενοι τὰς ἐπαγγελίας, τὸν Νῶε δείκνυσιν εἰληφέναι µισθὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἐνὼχ µετατεθεῖσθαι, καὶ τὸν Ἄβελ ἔτιλαβεῖν, καὶ τὸν Ἀβραὰµ ἐπειλῆφθαι τῆς γῆς· καί φησι· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, µὴ κοµισάµενοι τὰς ἐπαγγελίας. Τί οὖν ἐστιν ὃ λέγει; Ἀναγκαῖον τὸ πρῶτον λῦσαι, εἶτα τὸ δεύτερον. Κατὰ πίστιν ἀπέθανον, φησὶν, οὗτοι πάντες. Τὸ, Πάντες, ἐνταῦθα εἶπεν, οὐκ ἐπειδὴ πάντες ἀπέθανον, ἀλλ' ἐπειδὴ ἐξῃρηµένου ἐκείνου, ἀπέθανον οὗτοι πάντες, οὓς ἴσµεν τεθνηκότας. Τὸ δὲ, Μὴ κοµισάµενοι τὰς ἐπαγγελίας, ἀληθὲς τυγχάνει· οὐ γὰρ δὴ τοῦτο ἔµελλεν εἶναι ἡ ἐπαγγελία τῷ Νῶε.
23.2
Ποίας δὲ καὶ ἐπαγγελίας φησίν; ὁ µὲν γὰρ Ἰσαὰκ καὶ Ἰακὼβ ἔλαβον τὰς ἐπαγγελίας τῆς γῆς· οἱ δὲ περὶ Νῶε, καὶ Ἄβελ, καὶ Ἐνὼχ, ποίας ἐπαγγελίας ἔλαβον; Ἢ τοίνυν περὶ τῶν τριῶν φησι τούτων· ἢ εἰ καὶ περὶ ἐκείνων, οὐ τοῦτο ἦν ἡ ἐπαγγελία, τὸ θαυµασθῆναι τὸν Ἄβελ, οὐδὲ τὸ µετατεθῆναι τὸν Ἐνὼχ, οὐδὲ τὸ διασωθῆναι τὸν Νῶε, ἀλλὰ καὶ ταῦταµὲν αὐτοῖς διὰ τὴν ἀρετὴν ἐγένετο, γεύµατα δέ τινα ἦν τῶν µελλόντων. Ὁ γὰρ Θεὸς ἀπ' ἀρχῆς εἰδὼς τὸ γένος τὸ ἀνθρώπινον πολλῆς δεόµενον συγκαταβάσεως, οὐ µόνον τὰ ἐν τῷ µέλλοντι, ἀλλὰ καὶ τὰ ἐνταῦθα ἡµῖν χαρίζεται· οἷον ὅπερ καὶ τοῖς µαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ µητέρα, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονοµήσει· καὶ πάλιν· Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑµῖν. Ὁρᾷς καὶ ἐν προσθήκης µέρει ταῦτα παρ' αὐτοῦ διδόµενα, ὥστε µὴ ἀποκαµεῖν; Καθάπερ γὰρ οἱ ἀθληταὶ ἀπολαύουσι µὲν θεραπείας καὶ ὅταν ἀγωνίζωνται, πλὴν ἀλλ' οὐ πάσης τότε τῆς ἀνέσεως ἀπολαύουσιν, ὑπὸ νόµοις ζῶντες, ἀλλὰ πάσης µετὰ ταῦτα ἀπολαύουσιν· οὕτω καὶ ὁ Θεὸς οὐ πάσης ἐνταῦθα δίδωσι µεταλαβεῖν τῆς ἀνέσεως· δίδωσι µὲν γὰρ καὶ ἐνταῦθα, πλὴν ὅµως τὴν πᾶσαν ἐν τῷ µέλλοντι ἐταµίευσε. Καὶ ὅτι τοῦτό ἐστιν, ἐδήλωσεν αὐτὸ καὶ διὰ τῆς ἐπαγωγῆς, εἰπών· Ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάµενοι. Ἐνταῦθά τι µυστικὸν αἰνίττεται· δείκνυσι γὰρ ὅτι προέλαβον πάντα τὰ περὶ τῶν µελλόντων εἰρηµένα, τὰ περὶ ἀναστάσεως, τὰ περὶ βασιλείας οὐρανῶν, τὰ περὶ τῶν ἄλλων, ὧν ἐλθὼνὁ Χριστὸς ἐκήρυσσε· τὰς γὰρ ἐπαγγελίας ταύτας φησίν. Ἢ τοῦτο οὖν φησιν, ἢ ὅτι οὐκ ἔλαβον µὲν αὐτὰς, θαῤῥήσαντες δὲ ὑπὲρ αὐτῶν ἀπῆλθον· ἐθάῤῥησαν δὲ τῇ πίστει µόνῃ. Πόῤῥωθεν δὲ αὐτὰς ἰδόντες εἶπε, δηλῶν ὅτι πρὸ τεσσάρων γενεῶν· µετὰ γὰρ τοσαύτας ἀνῆλθον ἐξ Αἰγύπτου. Καὶ ἀσπασάµενοι, φησὶ, καὶ ἡσθέντες. Οὕτω πεπεισµένοι ἦσαν περὶ αὐτῶν, ὡς καὶ ἀσπάσασθαι αὐτάς· ἀπὸ µεταφορᾶς εἶπε τῶν πλεόντων καὶ πόῤῥωθεν ὁρώντων τὰς πόλεις τὰς ποθουµένας, ἃς πρὶν ἢ εἰσελθεῖν εἰς αὐτὰς τῇ προσρήσει λαβόντεςαὐτὰς οἰκειοῦνται. Ἐξεδέχοντο γὰρ, φησὶ, τὴν τοὺς θεµελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δηµιουργὸς ὁ Θεός. Ὁρᾷς ὅτι τὸ, Ἔλαβον, τὸ ἤδη δέξασθαί ἐστι καὶ θαρσῆσαι ὑπὲρ αὐτῶν; Εἰ τοίνυν τὸ θαρσῆσαι λαβεῖν ἐστιν, ἔνεστι καὶ ὑµῖν λαβεῖν. Οὗτοι γὰρ, εἰ καὶ µὴ ἀπήλαυσαν τούτων, ἀλλ' ὅµως τῷ πόθῳ ἐθεώρουν αὐτάς. Τί δὴ ταῦτα γίνεται; Ἵνα ἡµεῖς αἰσχυνθῶµεν, ὅτι ἐκεῖνοι µὲν, καὶ ἐπαγγελλοµένων αὐτοῖς τῶν ἐν τῇ γῇ, οὐ προσεῖχον, ἀλλὰ τὴν µέλλουσαν πόλιν ἐζήτουν· ἡµῖν δὲ ἄνω καὶ κάτω ὁ Θεὸς περὶ τῆς ἄνω διαλέγεται πόλεως, καὶ τὴν ἐνταῦθα ζητοῦµεν. Εἶπεν αὐτοῖς, ὅτι∆ ώσω ὑµῖν τὰ ἐν τῷ παρόντι· ἐπειδὴ δὲ εἶδε, µᾶλλον δὲ ἐπειδὴ ἔδειξαν ἑαυτοὺς µειζόνων ὄντας ἀξίους, τότε οὐκέτι αὐτοὺς ἀφίησι ταῦτα λαβεῖν, ἀλλ' ἐκεῖνα τὰ µείζονα, βουλόµενοςἡµῖν δεῖξαι ὅτι µειζόνων ἄξιοί εἰσι, µὴ θελήσαντες προσδεθῆναι τούτοις· ὡς ἄν τις συνετῷ ἐπαγγέλλοιτο παιδικὰ, οὐχ ἵνα λάβῃ ἀλλ' ἐπιδεικνύµενος αὑτοῦ τὴν φιλοσοφίαν, αἰτοῦντος ἐκείνου τὰ µείζονα. Τοῦτο γάρ ἐστι δεικνύντος, ὅτι µετὰ τοσαύτης σπουδῆς ἀπείχοντο τῆς γῆς, ὅτι οὐδὲ διδόµενα ἐλάµβανον. Τοιγαροῦν διὰ τοῦτο οἱ ἔκγονοι λαµβάνουσιν· αὐτοὶ γὰρ ἦσαν τῆς γῆς ἄξιοι. Τί ἐστι, Τὴν τοὺς θεµελίους ἔχουσαν πόλιν; οὗτοι γὰρ οὐκ εἰσὶ θεµέλιοι; Πρὸς σύγκρισιν ἐκείνων οὐκ εἰσίν. Ἧς τεχνίτης καὶ δηµιουργὸς ὁ Θεός. Βαβαὶ, οἷον τὸ ἐγκώµιον τῆς πόλεως ἐκείνης! Πίστει καὶ αὐτὴ Σάῤῥα. Ἐντρεπτικῶς ἐνταῦθα ἤρξατο, εἴ γε γυναικὸς ὀλιγοψυχότεροι φανεῖεν. Ἀλλ' εἴποι ἄν τις· Πῶς πιστὴ ἡ γελάσασα; Ὁ µὲν οὖν γέλως ἐξ ἀπιστίας, ὁ δὲ φόβος ἀπὸ πίστεως· τὸ γὰρ εἰπεῖν, Οὐκ ἐγέλασα, ἀπὸ πίστεως γέγονε. Τοιγαροῦν διὰ τοῦτο, κενωθείσης τῆς ἀπιστίας, ἐπεισῆλθεν ἡ πίστις. Πίστει καὶ αὐτὴ Σάῤῥα δύναµιν εἰς καταβολὴν σπέρµατος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκε. Τί ἐστιν, Εἰς καταβολὴν σπέρµατος; Εἰς τὸ κατασχεῖν τὸ σπέρµα, εἰς ὑποδοχὴν δύναµιν ἔλαβεν ἡ νενεκρωµένη, ἡ στεῖρα.∆ ιπλῆ γὰρ ἦν ἡ πήρωσις, ἡ µὲν ἀπὸ τοῦ χρόνου, γεγηρακυῖα γὰρ ἦν ὄντως· ἡ δὲ ἀπὸ τῆς φύσεως, στεῖρα γὰρ ἦν. Ὅθεν, καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες, καὶ ταῦτα νενεκρωµένου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡσεὶ ἄµµος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσηςἡ ἀναρίθµητος. Ὅθεν, φησὶ, καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες. Οὐ τοῦτο µόνον ἐνταῦθα λέγει, ὅτι ἐγέννησεν, ἀλλ' ὅτι καὶ τοσούτων ἐγένετο µήτηρ, ὅσων οὐδὲ αἱ εὔφοροι γαστέρες· Ὡς τὰ ἄστρα, φησί. Πῶς οὖν αὐτοὺς ἀριθµεῖ πολλάκις, καίτοι γε εἰπὼν, ὃν τρόπον οὐκ ἐξαριθµηθήσεται τὰ ἄστρα τοῦ οὐρανοῦ, οὕτως οὐδὲ τὸ σπέρµα ὑµῶν; Ἤτοι καθ' ὑπερβολήν ἐστι τοῦτο, ἢ διὰ τοὺς ἀεὶ ἐπιγινοµένους οὕτως εἶπε. Μιᾶς µὲν γὰρ οἰκίας δυνατὸν τοὺς προγόνους ἀριθµῆσαι, οἷον, ὁ δεῖνα τοῦ δεῖνος, καὶ ὁ δεῖνα τοῦ δεῖνος· ἐνταῦθα δὲ, ὧν τὸ γένος τῷ πλήθει τῶν ἄστρων παρεικάζεται, οὐκ ἔστι.
23.3
Τοιαῦται αἱ ἐπαγγελίαι τοῦ Θεοῦ, οὕτως εὐµήχανοι αὐτοῦ αἱ ὑποσχέσεις. Εἰ δὲ ἅπερ ἐν προσθήκης µέρει ὑπέσχετο, οὕτω θαυµαστὰ, οὕτω παράδοξα, οὕτω µεγαλόδωρα, τίνα ἔσται ἐκεῖνα, ὧν ταῦτα προσθήκη, ὧν ἐκπεριουσίας ταῦτα; Τί τοίνυν τῶν ἐπιτυγχανόντων µακαριώτερον; τί τῶν ἀποτυγχανόντων ἀθλιώτερον; Εἰ γὰρ πατρίδος τις ἐκβεβληµένος, ὑπὸ πάντων ἐλεεῖται, καὶ κληρονοµίαν ἀπολέσας δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι· ὁ τοῦ οὐρανοῦ ἐκπίπτων καὶ τῶν ἀποκειµένων ἀγαθῶν ἐκεῖ, πόσοις ὀφείλει δάκρυσι δακρύεσθαι; µᾶλλον δὲ οὐδὲ δακρύεσθαι· δακρύεται γάρ τις ὅταν τι πάθῃ. ὧν οὐκ αὐτός ἐστιν αἴτιος· ὅταν δὲ ἐξ οἰκείας γνώµης ἑαυτὸν περιπείρῃ τῇ κακίᾳ, οὐδὲ δακρύων, ἀλλὰ θρήνων ἐστὶν ἄξιος, µᾶλλον δὲ καὶ τότε πένθους· ἐπεὶ καὶ ὁ Κύριος ἡµῶν Ἰησοῦς Χριστὸς τὴν Ἱερουσαλὴµ, καίτοι ἀσεβοῦσαν, ἐπένθησε καὶ ἐδάκρυσεν. Ὄντως µυρίων ὀδυρµῶν ἄξιοί ἐσµεν, µυρίων θρήνων. Ἐὰν πᾶσα ἡ οἰκουµένη λαβοῦσα φωνὴν, καὶ λίθοι, καὶ ξύλα, καὶ δένδρα, καὶ θηρία, καὶ ὄρνιθες, καὶ ἰχθύες, καὶ ἁπλῶς πᾶσα ἡ οἰκουµένη, ἐὰν λαβοῦσαφωνὴν ἡµᾶς ὀδύρηται τοὺς ἐκπεπτωκότας τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ' ἀξίαν ὀδυρεῖται οὐδὲ θρηνήσει. Ποῖος γὰρ λόγος παραστῆσαι δυνήσεται, ποῖος νοῦς ἐκείνην τὴν µακαριότητα, καὶ τὴν ἀρετὴν ἐκείνην, τὴν ἡδονὴν, τὴν δόξαν, τὴν εὐφροσύνην, τὴν λαµπρότητα· Ἃ ὀφθαλµὸς, φησὶν, οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίµασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Οὐκ εἶπεν ὅτι Ὑπερβαίνει ἁπλῶς, ἀλλ', οὐδὲ ἐνενόησέ ποτέ τις, ἃ ἡτοίµασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν γὰρ ἑτοιµαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ποῖα εἰκὸς εἶναι ταῦτα; Εἰ γὰρ ποιήσας ἡµᾶς, εὐθέως, οὐδενὸς παρ' ἡµῶν προϋπηργµένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁµιλίαν τὴν µετ' αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον µακάριον καὶ φροντίδων ἀπηλλαγµένον· τοῖς τοσαῦτα πεποιηκόσι καὶ ἠθληκόσι, καὶ ὑπὲρ αὐτοῦ ὑποµείνασι, τί οὐ χαριεῖται; Τοῦ Μονογενοῦς οὐκ ἐφείσατο δι' ἡµᾶς, τὸν Υἱὸν αὐτοῦ τὸν γνήσιον εἰς θάνατον ἔδωκε δι' ἡµᾶς· εἰ δὲ ἐχθροὺς ὄντας τοιούτων κατηξίωσε, τίνος οὐ καταξιώσει φίλους γενοµένους; τίνος οὐ µεταδώσει καταλλάξας ἑαυτῷ; Καὶ πλούσιός ἐστι σφόδρα, καὶ ἀπείρως ἐπιθυµεῖ καὶ σπουδάζει τῆς ἡµετέρας φιλίας τυχεῖν· ἡµεῖς δὲ οὐδὲ τὸ πολλοστὸν ἐκείνου σπουδάζοµεν, ἀγαπητοί· τί λέγω, οὐ σπουδάζοµεν; οὐ θέλοµεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον ἐκεῖνος θέλει, δι' οὗ ἐποίησεν, ἔδειξεν. Ἡµεῖς µὲν γὰρ ὑπὲρ ἡµῶν αὐτῶν µόλις ὀλίγου καταφρονοῦµεν χρυσίου· αὐτὸς δὲ ὑπὲρ ἡµῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὑτοῦ. Χρησώµεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ, ἀγαπητοὶ, ἀπολαύσωµεν αὐτοῦ τῆς φιλίας· Ὑµεῖς γὰρ φίλοι µού ἐστε, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑµῖν. Βαβαὶ, τοὺς ἐχθροὺς τοὺς ἀπείρως αὐτοῦ διεστηκότας, ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους ἐποίησε καὶ καλεῖ φίλους; Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ἀλλ' ἡµεῖς ὑπὲρ ἀνθρώπων µὲν φιλίας πολλάκις καὶ κινδυνεύοµεν, ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ οὐδὲ χρήµατα προϊέµεθα. Πένθους ὄντως ἄξια τὰ ἡµέτερα, πένθους, καὶ δακρύων, καὶ ὀδυρµῶν, καὶ ὀλοφυρµοῦ µεγάλου καὶ κοπετοῦ. Τῆς ἐλπίδος ἡµῶν ἐξεπέσοµεν, ἐταπεινώθηµεν ἀπὸ τοῦ ὕψους ἡµῶν, ἀνάξιοι τῆς τιµῆς ἐφάνηµεν τοῦ Θεοῦ, ἀγνώµονες, καὶ µετὰ τὰς εὐεργεσίαςἐφάνηµεν ἄχρηστοι, ἐγύµνωσεν ἡµᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν· οἱ καταξιωθέντες εἶναι υἱοὶ, οἱ ἀδελφοὶ καὶ συγκληρονόµοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαµεν, τῶν ὑβριζόντων αὐτόν. Τίς ἡµῖν ἔσται παραµυθία λοιπόν; Αὐτὸς ἡµᾶς ἐκάλεσε πρὸς τὸν οὐρανὸν, ἡµεῖς δὲ ἑαυτοὺς πρὸς τὴν γέενναν ὠθήσαµεν. Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ καὶ µοιχεία κέχυται ἐπὶ τῆς γῆς· οἱ µὲν αἵµατα ἐφ' αἵµασι µιγνύουσιν, οἱ δὲ πράγµατα πράττουσιν αἱµάτων χείρονα. Πολλοὶ τῶν ἀδικουµένων, πολλοὶ τῶν πλεονεκτουµένων, µυρίους εὔχονται θανάτους ἢ ταῦτα παθεῖν· καὶ εἰ µὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἑαυτοὺς, οὕτω φονῶντες καθ' ἑαυτῶν Ταῦτ' οὖν οὐχ αἱµάτων χείρω; Οἴµοι, ψυχὴ, ἔλεγεν ἀποδυσπετῶν ὁ προφήτης, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν δὲ καὶ ἡµεῖς τοῦτο βοήσοµεν περὶ ἀπείρως ἐπιθυµεῖ καὶ σπουδάζει τῆς ἡµετέρας φιλίας τυχεῖν· ἡµεῖς δὲ οὐδὲ τὸ πολλοστὸν ἐκείνου σπουδάζοµεν, ἀγαπητοί· τί λέγω, οὐ σπουδάζοµεν; οὐ θέλοµεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον ἐκεῖνος θέλει, δι' οὗ ἐποίησεν, ἔδειξεν. Ἡµεῖς µὲν γὰρ ὑπὲρ ἡµῶν αὐτῶν µόλις ὀλίγου καταφρονοῦµεν χρυσίου· αὐτὸς δὲ ὑπὲρ ἡµῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὑτοῦ. Χρησώµεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ, ἀγαπητοὶ, ἀπολαύσωµεν αὐτοῦ τῆς φιλίας· Ὑµεῖς γὰρ φίλοι µού ἐστε, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑµῖν. Βαβαὶ, τοὺς ἐχθροὺς τοὺς ἀπείρως αὐτοῦ διεστηκότας, ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους ἐποίησε καὶ καλεῖ φίλους; Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ἀλλ' ἡµεῖς ὑπὲρ ἀνθρώπων µὲν φιλίας πολλάκις καὶ κινδυνεύοµεν, ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ οὐδὲ χρήµατα προϊέµεθα. Πένθους ὄντως ἄξια τὰ ἡµέτερα, πένθους, καὶ δακρύων, καὶ ὀδυρµῶν, καὶ ὀλοφυρµοῦ µεγάλου καὶ κοπετοῦ. Τῆς ἐλπίδος ἡµῶν ἐξεπέσοµεν, ἐταπεινώθηµεν ἀπὸ τοῦ ὕψους ἡµῶν, ἀνάξιοι τῆς τιµῆς ἐφάνηµεν τοῦ Θεοῦ, ἀγνώµονες, καὶ µετὰ τὰς εὐεργεσίαςἐφάνηµεν ἄχρηστοι, ἐγύµνωσεν ἡµᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν· οἱ καταξιωθέντες εἶναι υἱοὶ, οἱ ἀδελφοὶ καὶ συγκληρονόµοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαµεν, τῶν ὑβριζόντων αὐτόν. Τίς ἡµῖν ἔσται παραµυθία λοιπόν; Αὐτὸς ἡµᾶς ἐκάλεσε πρὸς τὸν οὐρανὸν, ἡµεῖς δὲ ἑαυτοὺς πρὸς τὴν γέενναν ὠθήσαµεν. Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ καὶ µοιχεία κέχυται ἐπὶ τῆς γῆς· οἱ µὲν αἵµατα ἐφ' αἵµασι µιγνύουσιν, οἱ δὲ πράγµατα πράττουσιν αἱµάτων χείρονα. Πολλοὶ τῶν ἀδικουµένων, πολλοὶ τῶν πλεονεκτουµένων, µυρίους εὔχονται θανάτους ἢ ταῦτα παθεῖν· καὶ εἰ µὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἑαυτοὺς, οὕτω φονῶντες καθ' ἑαυτῶν Ταῦτ' οὖν οὐχ αἱµάτων χείρω; Οἴµοι, ψυχὴ, ἔλεγεν ἀποδυσπετῶν ὁ προφήτης, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν δὲ καὶ ἡµεῖς τοῦτο βοήσοµεν περὶ ἡµῶν αὐτῶν πρῶτον. Ἀλλά µοι τοῦ θρήνου συλλάβεσθε. Τάχα τινὲς καὶ οἰωνίζονται καὶ γελῶσι· πλὴν καὶ διὰ τοῦτο ἐπιτείνειν µᾶλλον χρὴ τὸν θρῆνον, ὅτι οὕτω µαινόµεθα καὶ παραπαίοµεν, ὅτι οὐδὲ εἰ µαινόµεθα ἴσµεν, ἀλλ' ἐφ' οἷς ἐχρῆνστένειν, γελῶµεν. Ἀποκαλύπτεται, ἄνθρωπε, ὀργὴ ἀπ' οὐρανοῦ, ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Ὁ Θεὸς ἐµφανῶς ἥξει· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Ἡ ἡµέρα Κυρίου ὡς κλίβανος καιόµενος. Καὶ οὐδεὶς ταῦτα εἰς νοῦν βάλλεται, ἀλλὰ µύθων µᾶλλον καταπεφρόνηται τὰ φρικώδη ταῦτα πράγµατα καὶ φοβερὰ, καὶ πεπάτηται. Ὁ ἀκούων, οὐδείς· οἱ δὲ γελῶντες καὶ χλευάζοντες, πάντες. Τίς ἔσται ἡµῖν πόρος; πόθεν σωτηρίαν εὕρωµεν; Ἀπολώλαµεν, παρανηλώµεθα, γεγόναµεν τῶν ἐχθρῶν ἡµῶν κατάγελως, καὶ χλευασµὸς τῶν Ἑλλήνων καὶ τῶν δαιµόνων.
23.4
Μέγα φρονεῖ νῦν ὁ διάβολος, γαυροῦται καὶ χαίρει· ἐν αἰσχύνῃ οἱ πιστευθέντες ἡµᾶς ἄγγελοι πάντες, ἐν κατηφείᾳ· οὐδεὶς ὁ ἐπιστρέφων, εἰκῆ πάντα ἡµῖν ἀνήλωται, καὶ ἡµεῖς ὑµῖν δοκοῦµεν ληρεῖν. Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαµαρτύρασθαι τὰ στοιχεῖα· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησε.∆ ότε χεῖρα, ὀρέξατε οἱ µηδέπω καταβαπτισθέντες τοῖς ὑπὸ τῆς µέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάµνουσιν, οἱ νήφοντες τοῖς µαινοµένοις, οἱἑδραῖοι τοῖς περιφεροµένοις· µηδεὶς, παρακαλῶ, χάριν τῆς σωτηρίας τοῦ φίλου προτιµάτω, καὶ ἡ ὕβρις καὶ ἡ ἐπιτίµησις εἰς ἓν ὁράτω µόνον, αὐτοῦ τὴν ὠφέλειαν. Ὅταν πυρετὸς καταλάβῃ, καὶ δοῦλοι κρατοῦσι δεσποτῶν. Ὅταν γὰρ ἐκεῖνος µὲν ἐπικαίηται τὴν ψυχὴν συγχέων, ἀνδραπόδων δὲ ἐσµὸς παραστήκῃ, οὐδεὶς ἐπιγινώσκει τὸν νόµον τὸν δεσποτικὸν ἐν τῇ βλάβῃτοῦ δεσπότου. Συστρέψωµεν ἑαυτοὺς, παρακαλῶ· πόλεµοι καθηµερινοὶ, καταποντισµοὶ, ἀπώλειαι µυρίαι κύκλῳ καὶ πάντοθεν ἡ ὀργὴ τοῦ Θεοῦ ἡµᾶς περιστοιχίζεται. Ἡµεῖς δὲ ὡς εὐαρεστοῦντες, οὕτως ἐσµὲν ἐν ἀδείᾳ· πάντες τὰς χεῖρας εἰς πλεονεξίαν εὐτρεπίζοµεν, οὐδεὶς εἰς βοήθειαν· πάντες εἰς ἁρπαγὴν, οὐδεὶς εἰς προστασίαν· ἕκαστος πῶς πλείονα τὰ ὄντα ποιήσει ἐσπούδακεν, οὐδεὶς πῶς βοηθήσει τῷ δεοµένῳ· ἕκαστος πῶς προσθῇ τοῖς χρήµασι, πολλὴν ἔχει τὴν µέριµναν, οὐδεὶς ὅπως τὴν ψυχὴν τὴν ἑαυτοῦ διασώσῃ· φόβος εἷς ἔχει πάντας, Μὴ πενιχροὶ, φησὶ, γενώµεθα· µὴ εἰς γέενναν δὲ ἐµπέσωµεν, οὐδεὶς ἀγωνιᾷ καὶ τρέµει. Ταῦτα θρήνων, ταῦτα κατηγοριῶν, ταῦτα διαβολῆς ἄξια. Ἀλλ' οὐ ταῦτα ἐβουλόµην λέγειν, ἀλλ' ὑπὸ τῆς ὀδύνης βιάζοµαι· σύγγνωτε· ὑπὸ τοῦ πένθους ἀναγκάζοµαι πολλὰ καὶ ὧν οὐ βούλοµαι φθέγξασθαι. Χαλεπὴν ὁρῶ τὴν πληγὴν, ἀπαραµύθητον τὴν συµφορὰν, παρακλήσεως µείζονα τὰ καταλαβόντα ἡµᾶς δεινὰ, ἀπολώλαµεν. Τίς δώσει τῇ κεφαλῇ µου ὕδωρ, καὶ τοῖς ὀφθαλµοῖς µου πηγὴν δακρύων, ἵνα θρηνήσω; Κλαύσωµεν, ἀγαπητοὶ, κλαύσωµεν, στενάξωµεν. Τάχα τινές εἰσιν ἐνταῦθα λέγοντες· Πάντα θρήνους ἡµῖν λέγει, πάντα δάκρυα. Οὐκ ἐβουλόµην, πιστεύσατε, οὐκ ἐβουλόµην, ἀλλ' ἐγκώµια καὶ ἐπαίνους διεξιέναι· νυνὶ δὲ τούτων ὁ καιρός. Οὐ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν· οὐ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρµῶν ἄξια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ· µὴ ἀποθάνῃς, καὶ οὐ κλαίω. Ἀλλ' ἐὰν µὲν τὸ σῶµα κέηται νεκρὸν, πάντας παρακαλεῖς συναλγεῖν, καὶ ἀσυµπαθεῖς ἡγῇ τοὺς µὴ πενθοῦντας· τῆς δὲ ψυχῆς ἀπολλυµένης, λέγεις µὴ πενθεῖν; Ἀλλ' οὐ δύναµαι πατὴρ εἶναι µὴ δακρύων· πατήρ εἰµι φιλόστοργος. Ἀκούετε οἷα βοᾷ ὁ Παῦλος· Τεκνία µου, οὓς πάλιν ὠδίνω. Ποία µήτηρ κύουσα οὕτω πικρὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος; Εἴθε ἐνῆν τὴν πυρὰν αὐτὴν τῆς διανοίας ἰδεῖν, καὶ εἶδες ἂν, ὅτι πάσης γυναικὸς καὶ κόρης χηρείαν ἄωρον ὑποστάσης πλέον καίοµαι. Οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ τὸν ἑαυτῆς, οὐδὲ µήτηρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡµῖν. Οὐδεµίαν ὁρῶ προκοπὴν, πάντα εἰς διαβολὰς καὶ κατηγορίας· οὐδεὶς ἔργον τίθεται ἀρέσκειν Θεῷ· ἀλλὰ, Τὸν δεῖνα, φησὶν, εἴπωµεν κακῶς, καὶ τὸν δεῖνα· ὁ δεῖνα ἀνάξιος τοῦ κλήρου, ὁ δεῖνα ἀσέµνως βιοῖ. Ὀφείλοντες τὰ ἡµέτερα πενθεῖν κακὰ, κρίνοµεν ἑτέρους, οὐδὲ ὅτε καθαροί ἐσµεν ἁµαρτηµάτων ὀφείλοντες τοῦτο ποιεῖν. Τίς γάρ σε διακρίνει; φησί· τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς µὴ λαβών, Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου, µυρίων αὐτὸς γέµων κακῶν; Ὅταν εἴπῃς, Ὁ δεῖνα πονηρός ἐστι, καὶ λυµεὼν, καὶ µοχθηρὸς, ἐννόησον σαυτὸν, καὶ ἐξέτασον ἀκριβῶς τὰ σαυτοῦ, καὶ µεταµελήσει σοι ἐπὶ τοῖς λεχθεῖσιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι πρὸς ἀρετὴν προτροπή τις τοιαύτη, οἷον ἁµαρτηµάτων ἀνάµνησις. Ἐὰν ταῦτα τὰ δύο στρέφωµεν παρ' ἑαυτοῖς, δυνησόµεθα τυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν, δυνησόµεθα καθαίρειν ἑαυτοὺς καὶ ἀποσµήχειν· µόνον λάβωµεν ἔννοιάν ποτε, µεριµνήσωµεν τὸ πρᾶγµα, ἀγαπητοί· ἀλγήσωµεν ἐνταῦθα τῷ λογισµῷ, ἵνα µὴ ἀλγήσωµεν ἐκεῖ τῇ κολάσει, ἀλλ' ἵνα ἀπολαύσωµεν τῶν αἰωνίων ἀγαθῶν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγµός· ἵνα τύχωµεν τῶν ὑπερβαινόντων τὸν ἀνθρώπινον νοῦν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ· αὐτῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.