Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
24.0
Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, µὴ λαβόν τες τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάµενοι, καὶ ὁµολογήσαντες ὅτι ξένοικαὶ παρεπίδηµοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέγοντες ἐµφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ µὲν ἐκείνης ἐµνη µόνευον, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάµψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου.∆ ιὰ τοῦτο οὐκ ἐπαι σχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίµασε γὰρ αὐτοῖς πόλιν.
24.1
Ἡ πρώτη ἀρετὴ, καὶ ἡ πᾶσα ἀρετὴ τὸ ξένον εἶναι τοῦ κόσµου τούτου καὶ παρεπίδηµον, καὶ µηδὲν κοινὸν ἔχειν πρὸς τὰ ἐνταῦθα πράγµατα, ἀλλὰἀπηρτῆσθαι αὐτῶν ὥσπερ ξένων, καθάπερ οἱ µακάριοι µαθηταὶ ἐκεῖνοι, περὶ ὧν φησι· Περιῆλθον ἐν µηλωταῖς, ἐν αἰγείοις δέρµασιν, ὑστερούµενοι, θλιβόµενοι, κακουχούµενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσµος. Ἐκεῖνοι µὲν οὖν ξένους ἔλεγον εἶναι ἑαυτούς· ὁ δὲ Παῦλος καὶ πολλῷ τι πλέον εἶπεν. Οὐ γὰρ ξένον ἑαυτὸν ἁπλῶς εἶπεν, ἀλλὰ νεκρὸν εἶπε τῷ κόσµῳ, καὶ τὸν κόσµον αὐτῷ νεκρόν. Ἐµοὶ γὰρ, φησὶν, ὁ κόσµος ἐσταύρωται, κἀγὼ τῷ κόσµῳ. Ἀλλ' ἡµεῖς ὡς καὶ πολῖται, καὶ σφόδρα ζῶντες ὡς πολῖται, οὕτω πάντα ἐνταῦθα πραγµατευόµεθα· καὶ ὅπερ ἦσαν τῷ κόσµῳ οἱ δίκαιοι, ξένοι καὶ νεκροὶ, τοῦτο ἡµεῖς ἐσµεν τῷ οὐρανῷ· ὅπερ δὲ ἦσαν ἐκεῖνοι τῷ οὐρανῷ, ζῶντες καὶ πολιτευόµενοι, τοῦτο ἡµεῖς ἐσµεν τῷ κόσµῳ.∆ ιὰ τοῦτο τεθνήκαµεν, ὅτι τὴν ὄντως ζωὴν ἠρνησάµεθα, καὶ τὴν πρόσκαιρον ταύτην εἱλόµεθα· διὰ τοῦτο παροξύνοµεν τὸν Θεὸν, ὅτι προκειµένης ἡµῖν τῆς ἐν τοῖς οὐρανοῖς ἀπολαύσεως, οὐδὲ οὕτω τῶν ἐπὶ τῆς γῆς ἀποστῆναι βουλόµεθα, ἀλλὰ, καθάπερ τινὲς σκώληκες, ἀπὸ τῆς γῆς εἰς τὴν γῆν, καὶ πάλιν ἀπὸ ταύτης εἰς ταύτην περιστρεφόµεθα, καὶ ὅλως οὐδὲ µικρὸν ἀνακύψαι βουλόµεθα, οὐδὲἀποστῆσαι ἑαυτοὺς τῶν ἀνθρωπίνων πραγµάτων, ἀλλ' ὥσπερ ὑπό τινος κάρου καὶ ὕπνου καὶ µέθης καταβαπτισθέντες, καταπεπλήγµεθα φανταζόµενοι. Καὶ καθάπερ οἱ γλυκεῖ κατεχόµενοι ὕπνῳ, οὐ µόνον ἐν νυκτὶ, ἀλλὰ καὶ αὐτοῦ τοῦ ὄρθρου καταλαβόντος, καὶ λαµπρᾶς γενοµένης ἡµέρας κεῖνται ἐπὶκλίνης, καὶ οὐκ αἰσχύνονται τῇ ἡδονῇ χαριζόµενοι, καὶ τὸν καιρὸν τῆς ἐργασίας καὶ τῆς σπουδῆς, τοῦτον καιρὸν ποιούµενοι ὕπνου καὶ νωθείας· οὕτω δὴ καὶ ἡµεῖς, τῆς ἡµέρας ἐγγιζούσης, τῆς νυκτὸς προκοπτούσης, µᾶλλον δὲ τῆς ἡµέρας· Ἐργάζεσθε γὰρ, φησὶν, ἕως ἐστὶν ἡµέρα· ἡµέρας οὔσης, τὰ τῆς νυκτὸς πράττοµεν ἅπαντα, καθεύδοντες, ὀνείρατα βλέποντες, φαντασίαις ἐντρυφῶντες· καὶ µεµύκασιν ἡµῖν οἱ τῆς διανοίας ὀφθαλµοὶ καὶ οἱ τοῦ σώµατος, παραφθεγγόµεθα, παραλαλοῦµεν· κἂν βαθεῖαν ἡµᾶς πλήξῃ τις πληγὴν, οὐδὲ αἰσθανόµεθα, κἂν πᾶσαν ἡµῶν διαρπάσῃ τὴν οὐσίαν, κἂν αὐτὴν ἐµπρήσῃ τὴν οἰκίαν· µᾶλλον δὲ οὐδὲ ἀναµένοµεν ἑτέρους τοῦτο ποιεῖν, ἀλλ' αὐτοὶ τοῦτο πράττοµεν κεντοῦντες ἑαυτοὺς καθ' ἑκάστην ἡµέραν καὶ πλήττοντες, ἀσχηµόνως κείµενοι, καὶ γεγυµνωµένοι πάσης εὐδοξίας, πάσης τιµῆς, καὶ τὰ αἰσχρὰ ἡµῶν ἔργα οὔτε αὐτοὶ συγκαλύπτοντες, οὔτε ἑτέροις ἐπιτρέποντες τοῦτοποιεῖν, ἀλλ' εἰς µέσην ἀσχηµοσύνην τοῖς ὁρῶσι καὶ παριοῦσι προκείµενοι εἰς γέλωτα, εἰς σκώµµατα µυρία. Οὐκ οἴεσθε καὶ αὐτοὺς τοὺς πονηροὺς καταγελᾷν τῶν ὁµοτρόπων, καὶ καταγινώσκειν αὐτῶν; Ἐπειδὴ γὰρ ἡµῖν ἐντέθεικεν ὁ Θεὸς δικαστήριον ἀδέκαστον, οὐδέποτε διαφθειρόµενον, κἂν εἰς αὐτὸν τῆς κακίας ἔλθωµεν τὸν πυθµένα· τούτου χάριν καὶ αὐτοὶ οἱ πονηροὶ καταδικάζουσιν ἑαυτοὺς, κἂν αὐτοὺς καλέσῃ τις τοῦτο, ὅπερ εἰσὶν, αἰσχύνονται, ὀργίζονται, ὕβριν τὸ πρᾶγµά φασιν. Οὕτως εἰ καὶ µὴ δι' ἔργων, ἀλλὰ διὰ λόγων καταδικάζουσιν ἅπερ πράττουσι, διὰ τοῦ συνειδότος, µᾶλλον δὲ καὶ διὰ τῶν ἔργων. Ὅταν γὰρ λανθάνοντες καὶ κρυπτόµενοι πράττωσι, µέγιστον ἐκφέρουσι δεῖγµα γνώµης, ἣν περὶ τοῦ πράγµατος ἔχουσιν. Οὕτω γὰρ δήλη ἐστὶν ἡ κακία, ὡς πάντας αὐτῆς εἶναι κατηγόρους, καὶ τοὺς µετιόντας αὐτήν· τοιοῦτον δέ ἐστιν ἡ ἀρετὴ, ὡς καὶ παρ' ἐκείνων θαυµάζεσθαι τῶν µὴ ζηλούντων αὐτήν. Καὶ γὰρ καὶ ὁ πόρνος ἐπαινέσεται τὴν σωφροσύνην, καὶ ὁ πλεονέκτης καταγνώσεται τῆς ἀδικίας, καὶ ὁ ὀργίλος τὴν ἀνεξικακίαν θαυµάσεται, καὶτὴν µικροψυχίαν µέµψεται, καὶ τὴν ἀσέλγειαν ὁ ἀσελγής. Πῶς οὖν αὐτὰ µέτεισι, φησίν; Ἀπὸ ῥᾳθυµίας πολλῆς, οὐ κρίνας εἶναι καλόν· ἐπεὶ οὐδ' ἂν ᾐσχύνθη τῷ πράγµατι, οὐδ' ἂν ἠρνήσατο κατηγοροῦντος ἑτέρου. Πολλοὶ δὲ καὶ προληφθέντες, τὴν αἰσχύνην οὐ φέροντες, καὶ ἀπήγξαντο· τοσαύτη τοῦ καλοῦ καὶ πρέποντος ἔνεστιν ἡµῖν ἡ µαρτυρία· οὕτως ἡλίου λαµπρότερα τὰ καλὰ, καὶ πάντων δυσειδέστερα τὰ ἐναντία.
24.2
Ξένοι καὶ παρεπίδηµοι ἦσαν οἱ ἅγιοι. Πῶς καὶ τίνι τρόπῳ; ποῦ δὲ ὁµολογεῖ ὁ Ἀβραὰµ ξένος εἶναι καὶ παρεπίδηµος; Ἴσως µὲν καὶ αὐτὸς ὡµολόγησεν· ὁ δὲ∆ αυῒδ ὅτι ὡµολόγησε, παντί που δῆλον· καὶ ἄκουε αὐτοῦ λέγοντος, ὅτι Ξένος εἰµὶ καὶ παρεπίδηµος, καθὼς πάντες οἱ πατέρες µου. Οἱ γὰρ ἐν σκηναῖς κατοικοῦντες, οἱ ἀργυρίου καὶ τάφους ὠνούµενοι δῆλον ὅτι ξένοι τινὲς οὕτως ἦσαν, ὥστε µηδὲ ὅπου θάψωσι τοὺς νεκροὺς ἑαυτῶν ἔχειν. Τί οὖν; ἆρα τῆς γῆς ἐκείνης µόνον ἔλεγον εἶναι ξένοι τῆς ἐν Παλαιστίνῃ; Οὐδαµῶς, ἀλλὰ τῆς οἰκουµένης πάσης, καὶ εἰκότως· οὐδὲν γὰρ ἐθεώρουν ἐν αὐτῇ τούτων ὧν ἐβούλοντο, ἀλλὰ πάντα ξένα καὶ ἀλλότρια. Αὐτοὶ µὲν οὖν τὴν ἀρετὴν ἀσκεῖν ἠβούλοντο· ἐνταῦθα δὲ, ἔνθα ἦν κακία πολλὴ, καὶ ἀπεξένωτο πρὸς αὐτοὺς τὰ πράγµατα· οὐδένα φίλον, οὐδένα οἰκεῖον εἶχον, πλὴν ὀλίγων τινῶν. Πῶς δὲ ξένοι ἦσαν; Οὐκ ἐπιµελούµενοι τῶν ἐνταῦθα καὶ τοῦτο οὐ διὰ ῥηµάτων, ἀλλὰ καὶ διὰ πραγµάτων αὐτῶν ἐδείκνυον. Πῶς καὶ τίνι τρόπῳ; Εἶπε τῷ Ἀβραάµ· Ἄφες τὴν πατρίδα τὴν δοκοῦσαν, καὶ ἐλθὲ ἐπὶ τὴν ἀλλοτρίαν· καὶ οὐκ ἀντέσχετο τῶν οἰκείων, ἀλλ' ὡς ξένην µέλλων ἀφιέναι, οὕτως ἀπροσπαθῶς αὐτὴν εἴασεν. Εἶπεν αὐτῷ· Ἀνένεγκε τὸν υἱόν σου· καὶ ὡς οὐκ ἔχων υἱὸν, οὕτως αὐτὸν ἀνήνεγκεν, ὡς οὐκ ἐνδεδυµένος τὴν φύσιν, οὕτως αὐτὸν ἀνήνεγκε Τὰ χρήµατα κοινὰ ἐκέκτητο τοῖς παριοῦσιν ἅπασι, καὶ οὐδὲν τὸ πρᾶγµα ἡγεῖτο· τῶν πρωτείων ἑτέροις παρεχώρει, εἰς κινδύνους ἑαυτὸν ἐνέβαλλε, µυρία ἔπασχε δεινά· οὐκ οἰκίας ᾠκοδόµει λαµπρὰς, οὐδὲ ἐτρύφα, οὐχ ἱµατίων ἐπεµελεῖτο, οὐκ ἄλλου οὐδενὸς, ἃ τῶν ἐνταῦθά ἐστιν· ἀλλὰ πάντα τὰ τῆς ἐκεῖ πόλεως ἐπολιτεύετο, φιλοξενίαν ἐπεδείκνυτο, φιλαδελφίαν, ἐλεηµοσύνην, ἀνεξικακίαν, ὑπεροψίαν χρηµάτων καὶ τῆςπαρούσης δόξης καὶ τῶν ἄλλων ἁπάντων. Καὶ ὁ τούτου δὲ παῖς τοιοῦτος ἦν· ἐλαυνόµενος, πολεµούµενος εἶκε καὶ παρεχώρει, ἅτε ἐν ξένῃ ὤν· οἱ γὰρ ξένοι, ὅσα ἂν πάθωσι, φέρουσιν, ἅτε οὐκ ὄντες ἐν πατρίδι. Καὶ τῆς γυναικὸς ἀφαιρουµένης, καὶ τοῦτο ἔφερεν, ἅτε ξένος· τὰ δὲ ἄνω πάντα ἐπολιτεύετο, σωφροσύνην, κοσµιότητα ἐπιδεικνύµενος πᾶσαν. Καὶ γὰρ µετὰ τὸ παιδοποιῆσαι, οὐκέτι ὡµίλησε τῇ γυναικί· καὶ παρελθούσης δὲ τῆς ἀκµῆς τῆς νεότητος, τότε αὐτὴν ἠγάγετο, δεικνὺς ὅτι οὐ πάθους ἕνεκεν τοῦτο ἐποίει, ἀλλὰ ὑπηρετούµενος τῇ ἐπαγγελίᾳ τοῦ Θεοῦ. Τί δὲ ὁ Ἰακώβ; οὐχὶ ἄρτον ἐζήτει µόνον καὶ ἱµάτιον, ἃ ξένων ἐστὶν ὄντως αἰτήµατα τῶν εἰς πενίαν ἐλθόντων πολλήν; οὐχὶ ἐλαυνόµενος ἀνεχώρει, καθάπερ ξένος; οὐχὶ ἐθήτευεν; οὐχὶ µυρία ἔπασχε δεινὰ, περιιὼν πανταχοῦ καθάπερ ξένος; Ταῦτα δὲ πάσχοντες ἔφερον, δεικνύντες ὅτι πατρίδα ἐπιζητοῦσιν ἑτέραν· Βαβαὶ, πόση διαφορά! ἐκεῖνοι µὲν ὤδινον καθ' ἑκάστην ἡµέραν, ἀπαλλαγῆναι βουλόµενοι ἐντεῦθεν, καὶ πρὸς τὴν αὑτῶν πατρίδα ἐπανελθεῖν· ἡµεῖς δὲ τοὐναντίον· ἂν γὰρ πυρετὸς ἐµπέσῃ, πάντα ἀφέντες, καθάπερ τὰ παιδία τὰ µικρὰ, τὰ κλαυθµυριζόµενα, τὸν θάνατον δεδοίκαµεν· καὶ εἰκότως τοῦτο πάσχοµεν. Ἐπειδὴ γὰρ οὐχ ὡς ξένοι διάγοµεν ἐνταῦθα, οὐδὲ ὡς ἐπὶ πατρίδα σπεύδοµεν, ἀλλ' ὡς ἐπὶ κόλασιν ἀπιόντες ἐσµὲν, διὰ τοῦτο ἀλγοῦµεν, ὅτι τοῖςπράγµασιν οὐκ ἐχρησάµεθα εἰς δέον, ἀλλὰ τὴν τάξιν ἀντεστρέψαµεν· διὰ τοῦτο ὀδυρόµεθα, ὅτε χαίρειν ἐχρῆν, διὰ τοῦτο φρίττοµεν, καθάπερ τινὲς ἀνδροφόνοι καὶ λῄσταρχοι, µέλλοντες δικαστηρίῳ παρίστασθαι, καὶπάντα λογιζόµενοι ἅπερ ἔπραξαν, καὶ διὰ τοῦτο δεδοικότες καὶ τρέµοντες. Ἀλλ' οὐκ ἐκεῖνοι τοιοῦτοι, ἀλλ' ἠπείγοντο· ὁ δὲ Παῦλος καὶ ἐστέναξε. Καὶ ἄκουε αὐτοῦ λέγοντος, Καὶ αὐτοὶ οἱ ἐν τῷ σκήνει ὄντες, στενάζοµεν βαρούµενοι. Τοιοῦτοι ἦσαν οἱ περὶ τὸν Ἀβραάµ· ξένοι, φησὶν, ἦσαν τῆς οἰκουµένης ἁπάσης, καὶ πατρίδα ἐζήτουν. Ποίαν δὴ ταύτην; ἆρα ἣν εἴασαν; Οὐδαµῶς· τί γὰρ ἐκώλυεν αὐτοὺς, εἴ γε ἐβούλοντο, ὑποστρέψαι πάλιν, καὶ γενέσθαι πολῖται; ἀλλ' ἐκείνην ἐζήτουν τὴν ἐν τοῖς οὐρανοῖς. Οὕτω πρὸς τὴν ἀποδηµίαν τὴν ἐνθένδε ἔσπευδον, καὶ οὕτως ἤρεσκον Θεῷ· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς Θεὸς καλεῖσθαι αὐτῶν. Βαβαὶ, ὅσον ἀξίωµα! Θεὸς καλεῖσθαι αὐτῶν κατεδέξατο. Τί λέγεις; Θεὸς τῆς γῆς καλεῖται, καὶ Θεὸς τοῦ οὐρανοῦ, καὶ ὡς µέγα τι τέθεικας τὸ οὐκ ἐπαισχύνεσθαι Θεὸς καλεῖσθαι αὐτῶν; Μέγα, καὶ ὄντως µέγα, καὶ πολλῆς µακαριότητος τοῦτο τεκµήριον. Πῶς; Ὅτι γῆς µὲν καὶ οὐρανοῦ οὕτω καλεῖται Θεὸς, ὡς καὶ Ἑλλήνων, καὶ οὐρανοῦ µὲν καὶ γῆς Θεὸς, ᾗ ἔκτισε καὶ ἐδηµιούργησεν αὐτά· τῶν δὲ ἁγίων ἐκείνων οὐχ οὕτως, ἀλλ' ὡς φίλος τις γνήσιος. Ἐπὶ δὲ ὑποδείγµατος ὑµῖν αὐτὸ ποιήσω φανερόν. Οἷον ἐπὶ τῶν ἐν ταῖς µεγάλαις οἰκίαις, ὅταν τινὲς εὐδοκιµῶσι τῶν προεστηκότων τῆς οἰκίας, καὶ σφόδρα εὐδοκιµῶσι, καὶ πάντα αὐτοὶ διέπωσι, καὶ πρὸςτοὺς δεσπότας πολλὴν τὴν παῤῥησίαν ἔχωσιν, ἀπ' αὐτῶν ὁ δεσπότης καλεῖται· καὶ πολλοὺς ἄν τις εὕροι οὕτω καλουµένους. Τί δὲ λέγω; ὥσπερ ἦν εἰπεῖν, Ὁ Θεὸς, οὐχ ὁ τῶν ἐθνῶν, ἀλλ' ὁ τῆς οἰκουµένης· οὕτως ἦν εἰπεῖν Ὁ Θεὸς Ἀβραάµ. Ἀλλ' οὐκ ἴστε ὅσον ἐστὶ τὸἀξίωµα τοῦτο, ἐπεὶ µηδὲ τυγχάνοµεν αὐτοῦ. Ὥσπερ γὰρ νῦν ὁ Κύριος τῶν Χριστιανῶν ἁπάντων λέγεται Θεὸς, καὶ ὅµως ὑπερβαίνει τὸ ὄνοµα τὴν ἡµετέραν ἀξίαν· εἰ δὲ ἑνὸς κληθείη Θεὸς, ἐννόησον ὅσον τὸ µέγεθος. Ὁ τῆς οἰκουµένης Θεὸς οὐκ ἐπαισχύνεται τριῶν καλεῖσθαι Θεὸς, εἰκότως· οὐ γὰρ τῆς οἰκουµένης, ἀλλὰ µυρίων τοιούτων εἰσὶν ἀντίῤῥοποι οἱ ἅγιοι. Κρείττω γὰρ εἷς ποιῶν τὸ θέληµα Κυρίου, ἢ µυρίοι παράνοµοι. Ὅτι δὲ οὕτως ἑαυτοὺς ξένους ἐκάλουν, δῆλον. Ἔστω δὲ, οὗτοι διὰ τὴν ξένην ἔλεγον εἶναι ξένοι· τί δαὶ καὶ ὁ∆ αυΐδ; οὐχὶ βασιλεὺς ἦν; οὐχὶ προφήτης; οὐχὶ ἐν τῇ οἰκείᾳ πατρίδι διέτριβε; τίνος οὖν ἕνεκέν φησι, Ξένος καὶ παρεπίδηµός εἰµι; Πῶς εἶ ξένος; Καθὼς, φησὶ, πάντες οἱ πατέρες µου. Ὁρᾷς ὅτι κἀκεῖνοι ξένοι ἦσαν; Ἔχοµεν πατρίδα, φησὶν, ἀλλ' οὐ τὴν ὄντως πατρίδα. Πῶς δὲ σὺ ξένος; Τῆς γῆς. Οὐκοῦν κἀκεῖνοι τῆς γῆς· καθὼς γὰρ ἐκεῖνοι, οὕτω καὶ οὗτος, καὶ καθὼς οὗτος, οὕτω κἀκεῖνοι.
24.3
Γενώµεθα τοίνυν ξένοι κἂν νῦν καὶ ἡµεῖς, ἵνα µὴ ἐπαισχυνθῇ ἡµᾶς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι ἡµῶν. Αἰσχύνη γὰρ αὐτῷ, ὅταν ἀνδρῶν πονηρῶν καλῆται Θεὸς, καὶ ἐπαισχύνεται αὐτοὺς καὶ αὐτὸς, ὡσπεροῦν δοξάζεται, ὅταν ἀγαθῶν ᾖ καὶ χρηστῶνκαὶ ἀσκούντων ἀρετήν. Εἰ γὰρ ἡµεῖς παραιτούµεθα καλεῖσθαι δεσπόται πονηρῶν ἡµῶν δούλων, καὶ ἀφίεµεν αὐτούς· κἂν εἴπῃ τις προσελθὼν, Ὁ δεῖνα µυρία ἐργάζεται κακὰ, ἆρα σὸς δοῦλός ἐστιν; εὐθέως φαµὲν, ὅτι οὐδαµῶς, ἀποτριβόµενοι τὸ ὄνειδος· σχέσις γάρ ἐστι τῷ δούλῳ πρὸς τὸν δεσπότην, καὶ διαβαίνει ἡ ἀδοξία καὶ εἰς τοῦτον ἀπ' ἐκείνου· πολλῷ µᾶλλον ὁ Θεός. Ἀλλ' ἐκεῖνοι οὕτως ἦσαν λαµπροὶ, οὕτω παῤῥησίας µεστοὶ, ὡς µὴ µόνον αὐτὸν µὴ ἐπαισχύνεσθαι παρ' ἐκείνων καλούµενον, ἀλλὰ καὶ ἑαυτὸν λέγειν, ὅτιἘγὼ ὁ Θεὸς Ἀβραὰµ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Γενώµεθα καὶ ἡµεῖς, ἀγαπητοὶ, ξένοι, ἵνα µὴ ἐπαισχυνθῇ ἡµᾶς ὁ Θεὸς, ἵνα µὴ ἐπαισχυνθῇ, καὶ τῇ γεέννῃ παραδῷ. Τοιοῦτοι ἦσαν ἐκεῖνοι οἱ λέγοντες, Κύριε, οὐ τῷ σῷ ὀνόµατι προεφητεύσαµεν, καὶ τῷ σῷ ὀνόµατι δυνάµεις πολλὰς ἐποιήσαµεν; Ἀλλ' ὁρᾶτε τί φθέγγεται πρὸς αὐτοὺς ὁ Χριστός· Οὐκ οἶδα ὑµᾶς· ὅπερ ἂν ποιήσειαν δεσπόται οἰκετῶν πονηρῶν προστρεχόντων αὐτοῖς, βουλόµενοι τὸ ὄνειδος ἀποτρίψασθαι. Οὐκ οἶδα ὑµᾶς, φησί. Πῶς οὖν κολάζεις, οὓς οὐκ οἶδας; Οὐκ οἶδα, ἑτέρως εἶπον, τουτέστι, Ἀρνοῦµαι ὑµᾶς καὶ παραιτοῦµαι. Ἀλλὰ µὴ γένοιτο ταύτην ἡµᾶς ἀκοῦσαι τὴν φωνὴν τὴν ὀλεθρίαν καὶ φρικώδη. Εἰ γὰρ οἱ δαίµονας ἐκβαλόντες, καὶ προφητείας ἐργασάµενοι, ἐπειδὴ βίον οὐκ ἔσχον συµβαίνοντα τοῖς λόγοις, ἠρνήθησαν· πόσῳ µᾶλλον ἡµεῖς; Καὶ πῶς, φησὶν, ἔνι προφητείας ἐπιδειξαµένους, καὶ σηµεῖα πεποιηκότας, καὶ δαιµόνια ἐκβαλόντας, ἀρνηθῆναι; Εἰκὸς αὐτοὺς ὕστερον µεταβεβλῆσθαι, καὶ γεγενῆσθαι πονηρούς· ὅθεν οὐδὲν ἀπώναντο οὐδὲ τῆς προτέρας ἀρετῆς. Οὐ γὰρ τὰ προοίµια δεῖ µόνον ἔχειν λαµπρὰ, ἀλλὰ καὶ τὸ τέλος λαµπρότερον. Εἰπὲ γάρ µοι, ὁ ῥήτωρ οὐχὶ τὰ ἐν τῷ τέλει τοῦ λόγου σπουδάζει ποιεῖν λαµπρὰ, ὥστε µετὰ κρότων ἀναχωρεῖν; ὁ δὲ λειτουργῶν πόλει, οὐχὶ τὰ ἐπ' ἐξόδῳ τῆς λειτουργίας λαµπρότερα ἐπιδείκνυται; Ὁ ἀθλητὴς ἐὰν µὴ ἐκεῖνα δείξῃ λαµπρότερα, καὶ µέχρι τέλους νικήσῃ, κἂν πάντας νικήσας νικηθῇ ὑπὸ τοῦ τελευταίου, οὐχὶ πάντα αὐτῷ ἀνόνητα; ὁ κυβερνήτης ἂν ἅπαν τὸ πέλαγος διαβαλὼν, πρὸς τῷ λιµένι καταῤῥάξῃ τὸ σκάφος, οὐχὶ πάντα ἀπώλεσε τὸν ἔµπροσθεν πόνον; Τί δὲ ὁ ἰατρός; Ἐὰν ἀπαλλάξας τῆς νόσου τὸν κάµνοντα, ὅταν µέλλῃ τέλεον ἀπαλλάττειν, τότε διαφθείρῃ, οὐχὶ τὸ πᾶν διέφθειρεν; Οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς, ὅσοι µὴ τῇ ἀρχῇ ἀκόλουθον τὸ τέλος ἐπέθηκαν καὶ σύµφωνον καὶ συνῳδὸν, ἀπώλοντο καὶ διεφθάρησαν. Τοιοῦτοί εἰσιν οἱ ἀπὸ µὲν τῶν βαλβίδων αὐτῶν λαµπροὶ καὶ γαῦροι προπηδήσαντες, µετὰ ταῦτα δὲ ἐκλυθέντες, καὶ χαῦνοι γενόµενοι· διὸ καὶ τοῦ βραβείου ἀπεστερήθησαν, καὶ παρὰ τοῦ∆ εσπότου οὐκ ἐπεγνώσθησαν. Ἀκούσωµεν ταῦτα οἱ χρηµάτων ἐρῶντες· ἡ γὰρ µεγίστη ἀνοµία αὕτη τυγχάνει· Ῥίζα γάρ ἐστι πάντων, φησὶ, τῶν κακῶν ἡ φιλαργυρία. Ἀκούσωµεν οἱ βουλόµενοι µείζονα τὴν ὑπάρχουσαν οὐσίαν ποιεῖν· ἀκούσωµεν, καὶ παυσώµεθα τῆς πλεονεξίας ποτὲ, ἵνα µὴ ταῦτα ἀκούσωµεν ἅπερ κἀκεῖνοι. Νῦν αὐτὰ ἀκούσωµεν καὶ φυλαξώµεθα, ἵνα µὴ τότε ἀκούσωµεν· νῦν ἀκούσωµεν µετὰ φόβου, ἵνα µὴ τότε ἀκούσωµεν µετὰ τιµωρίας, Ἀπέλθετε ἀπ' ἐµοῦ, φησὶν, οὐδέποτε ἔγνων ὑµᾶς, οὐδὲ τότε, φησὶν, ὅτε τὰςπροφητείας ἐπεδείκνυσθε, καὶ τοὺς δαίµονας ἐξεβάλλετε. Εἰκὸς αὐτὸν ἐνταῦθα καὶ ἕτερόν τι αἰνίττεσθαι, ὅτι καὶ τότε βίου ἦσαν πονηροῦ· παρὰ δὲ τὴν ἀρχὴν καὶ δι' ἀναξίων ἐνήργει ἡ χάρις. Εἰ γὰρ καὶ διὰ Βαλαὰµ ἐνήργησε, πολλῷ µᾶλλον δι' ἀναξίων, καὶ τοῦτο διὰ τοὺς µέλλοντας κερδαίνειν. Εἰ δὲ καὶ σηµεῖα καὶ τέρατα οὐκ ἴσχυσε κολάσεως ἀπαλλάξαι, πολλῷ µᾶλλον, κἂν ἐν ἀξιώµατι ἱερατικῷ τις ὢν τυγχάνῃ, κἂν εἰς τὴν ἀνωτάτω τιµὴνφθάσῃ, κἂν εἰς τὴν χειροτονίαν ἐνεργήσῃ ἡ χάρις, κἂν εἰς τὰ ἄλλα πάντα διὰ τοὺς τῆς προστασίας δεοµένους, ἀκούσεται καὶ αὐτὸς, Οὐδέποτέ σε ἔγνων, οὐδὲ τότε, ὅτε ἐνήργησεν ἐν σοὶ ἡ χάρις. Βαβαὶ, πόση τῆς τοῦ βίου καθαρότητος ἡ ζήτησις ἐκεῖ! πῶς αὐτὴ καὶ καθ' ἑαυτὴν ἀρκεῖ εἰς τὴν βασιλείαν ἡµᾶς εἰσαγαγεῖν! πῶς δὲ ἀποῦσα προδίδωσιτὸν ἄνδρα, κἂν µυρία ἔχῃ τέρατα καὶ σηµεῖα ἐπιδείκνυσθαι! Οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς πολιτεία ἀρίστη. Ἐὰν ἀγαπᾶτέ µε, φησὶν, οὐκ εἶπε, Σηµεῖα ποιήσατε, ἀλλὰ τί; Τὰς ἐντολάς µου τηρήσατε. Καὶ πάλιν· Φίλους ὑµᾶς λέγω, οὐχ ὅταν δαιµόνια ἐκβάλητε, ἀλλ' Ἐὰν τηρήσητε τοὺς λόγους τοὺς ἐµούς. Ἐκεῖνα µὲν γὰρ τῆς τοῦ Θεοῦ δωρεᾶς ἐστι· ταῦτα δὲ µετὰ τὴν τοῦ Θεοῦ δωρεὰν καὶ τῆς ἡµετέρας σπουδῆς. Σπουδάσωµεν γενέσθαι φίλοι τοῦ Θεοῦ, καὶ µὴ µένωµεν ἐχθροί. Ἀεὶ ταῦτα λέγοµεν, ἀεὶ ταῦτα παραινοῦµεν καὶ ἡµῖν αὐτοῖς καὶ ὑµῖν, πλέον δὲ οὐδὲν γίνεται· διὸ καὶ δέδοικα. Καὶ ἐβουλόµην µὲν σιγῆσαι, ὥστε µὴ τὸν κίνδυνον ὑµῖν αὐξῆσαι· τὸ γὰρ πολλάκις ἀκούοντα µηδὲ οὕτω ποιεῖν, παροξῦναι τὸν∆ εσπότην ἐστίν· ἀλλὰ δέδοικα καὶ αὐτὸς τὸν ἕτερον κίνδυνον τὸν τῆς σιγῆς, εἴ γε εἰς λόγου διακονίαν τεταγµένος, µέλλοιµι σιγᾷν. Τί οὖν ποιήσοµεν, φησὶν, ἵνα σωθῶµεν; Ἀρξώµεθα τῆς ἀρετῆς, ἕως καιρὸν ἔχοµεν· διανείµωµεν ἑαυτοῖς τὰς ἀρετὰς, καθάπερ τὴν γεωργίαν οἱ γηπόνοι· ἐν τῷ µηνὶ τούτῳ κρατήσωµεν λοιδορίας, ὕβρεως, ὀργῆς ἀδίκου, καὶ θῶµεν ἑαυτοῖς νόµον, καὶ εἴπωµεν, Σήµερον τόδε κατορθώσωµεν· καὶ ἐν τῷ µηνὶ τῷ ἄλλῳ τὴν ἀνεξικακίαν ἑαυτοὺς παιδεύσωµεν, καὶ ἐν ἑτέρῳ ἄλλην ἀρετήν· καὶ ὅταν ἐν ἕξει ταύτης γενώµεθα τῆς ἀρετῆς, ἐφ' ἑτέραν ἔλθωµεν, καθάπερ ἐπὶ τῶν µαθηµάτων, τά τε ἤδη κτηθέντα φυλάττοντες, καὶἕτερα προσλαµβάνοντες. Μετ' ἐκείνην ἔλθωµεν ἐπὶ τὴν τῶν χρηµάτων ὑπεροψίαν· πρῶτον κατάσχωµεν τὰς χεῖρας ἀπὸ πλεονεξίας, καὶ τότε ποιήσωµεν ἐλεηµοσύνην· µὴ πάντα ἁπλῶς συγχέωµεν, ταῖς αὐταῖς χερσὶ καὶ ἁρπάζοντες, καὶ ἐλεοῦντες δῆθεν· µετὰ τοῦτο ἐπ' ἄλλην ἀρετὴν, καὶ µετ' ἐκείνην ἐπ' ἄλλην. Αἰσχρότης, φησὶ, καὶ µωρολογία καὶ εὐτραπελία µηδὲ ὀνοµαζέσθω παρ' ὑµῖν. Ταῦτα τέως κατορθώσωµεν. Οὐκ ἔστι χρεία δαπάνης, οὐκ ἔστι πόνων, οὐκ ἔστιν ἱδρώτων· ἀρκεῖ θελῆσαι µόνον, καὶ πάντα ἤνυσται. Οὐ δεῖ µακρὰν ὁδὸν βαδίσαι, οὐδὲ πέλαγος διαβαλεῖν ἄπειρον, ἀλλὰ σπουδάσαι καὶ προθυµηθῆναι, καὶ χαλινὸν ἐπιθεῖναι τῇ γλώττῃ πρὸς τὰς ὕβρειςτὰς ἀκαίρους. Τὰς ὀργὰς, τὰς ἐπιθυµίας τὰς ἀτόπους, τὴν τρυφὴν, τὴν πολυτέλειαν ἐκβάλωµεν, τὴν ἐπιθυµίαν τῶν χρηµάτων, ἀπὸ τῆς ψυχῆς τῆς ἡµετέρας, τὰςἐπιορκίας, τοὺς ὅρκους τοὺς συνεχεῖς. Ἂν οὕτως ἑαυτοὺς γεωργῶµεν, τὰς πρότερον ἀκάνθας ἐκτίλλοντες, καὶ τὸν οὐράνιον σπόρον ἐµβάλλοντες, δυνησόµεθα τυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν. Ἥξει γὰρ ὁ γεωργὸς, καὶ ἀποθήσεται ἡµᾶς εἰς τὴν ἀποθήκην, καὶ ἐπιτευξόµεθα πάντων τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴκαὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.