Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 25 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
25.0
Πίστει προσενήνοχεν Ἀβραὰµ τὸν Ἰσαὰκ πειραζόµενος, καὶ τὸν µονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάµενος, πρὸς ὃν ἐλαλήθη, ἘνἸσαὰκ κληθήσεταί σοι σπέρµα· λογισάµε νος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκοµίσατο.
25.1
Μεγάλη ὄντως ἡ πίστις τοῦ Ἀβραάµ. Ἐπὶ µὲν γὰρ τοῦ Ἄβελ καὶ τοῦ Νῶε καὶ τοῦ Ἐνὼχ λογισµῶν ἦν µάχη µόνων, καὶ τοὺς ἀνθρωπίνους ὑπερβῆναι ἐχρῆν λογισµούς· ἐνταῦθα δὲ οὐ τοὺς ἀνθρωπίνους µόνον ὑπερβῆναι ἐχρῆν λογισµοὺς, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιδείξασθαι· τὰ γὰρ τοῦ Θεοῦ ἐδόκει τοῖς τοῦ Θεοῦ µάχεσθαι, καὶ πίστις ἐµάχετο πίστει, καὶ πρόσταγµα ἐπαγγελίᾳ. Οἷόν τι λέγω· Εἶπεν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ δώσω σοι τὴν γῆν ταύτην· καὶ οὐκ ἔδωκεν αὐτῷ ἐν αὐτῇ κληρονοµίαν, οὐδὲ βῆµα ποδός. Ὁρᾷς πῶς τὰ γινόµενα τῇ ἐπαγγελίᾳ ἐµάχετο; Πάλιν φησίν· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρµα, καὶ ἐπίστευσε· καὶ πάλιν λέγει· Θῦσον ἐµοὶ τοῦτον, τὸν µέλλοντα τὴν οἰκουµένην πᾶσαν ἐκ τοῦ σπέρµατος αὐτοῦ πληροῦν. Εἶδες µάχην προσταγµάτων καὶ ἐπαγγελίας; Ἐναντία ταῖς ἐπαγγελίαις προσέταξε, καὶ οὐδὲ οὕτως ἰλιγγίασεν ὁ δίκαιος, οὐδὲ ἠπατῆσθαι ἔφη. Ὑµεῖς µὲν γὰρ, φησὶν, οὐκ ἂν ἔχοιτε τοῦτο εἰπεῖν, ὅτι ἄνεσιν ἐπηγγείλατο, καὶ θλῖψιν ἔδωκεν· ἐνταῦθα γὰρ ἅπερ ἐπηγγείλατο, ταῦτα καὶ ποιεῖ. Πῶς; Ἐν τῷ κόσµῳ, φησὶ, θλῖψιν ἕξετε. Ὁ µὴλαβὼν τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθῶν ἐµοὶ, οὐκ ἔστι µου ἄξιος. Ὁ µὴ µισῶν τὴν ψυχὴν αὑτοῦ, οὐ µὴ εὕρῃ αὐτήν· καί· Ὃς οὐκ ἀποτάσσεται, φησὶ, πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω µου, οὐκ ἔστι µου ἄξιος· καὶ πάλιν· Ἐπὶ ἡγεµόνας καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐµοῦ· καὶ πάλιν· Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. Καὶ τὰ µὲν τῆς θλίψεως ὧδε· τὰ δὲ τῆς ἀνέσεως ἐκεῖ. Ἐπὶ δὲ τοῦ Ἀβραὰµ τοὐναντίον· ἐναντία ταῖς ὑποσχέσεσι προσετέτακτο ποιεῖν, καὶ οὐδὲ οὕτως ἐθορυβήθη, οὐδὲ ἰλιγγίασεν, οὐδὲ ἠπατῆσθαι ἐνόµισεν· ὑµεῖς δὲ οὐδὲν ἔξωθεν τῆς ἐπαγγελίας ὑποµένετε, καὶ θορυβεῖσθε. Ἐκεῖνος ἐναντία ὧν ἐπηγγείλατο ἤκουσε παρὰ τοῦ αὐτοῦ τοῦ ἐκεῖνα ἐπαγγειλαµένου, καὶ οὐκ ἐθορυβεῖτο, ἀλλ' ὡς σύµφωνα ἔπραττε· καὶ γὰρ ἦν σύµφωνα, ἐναντία µὲν τοῖς λογισµοῖς τοῖς ἀνθρωπίνοις, σύµφωνα δὲ ἀπὸ τῆς πίστεως· καὶ πῶς, αὐτὸς ἡµᾶς ἐδίδαξεν ὁ Ἀπόστολος, εἰπών· Λογισάµενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπὸ τῆς αὐτῆς πίστεως, φησὶν, ἧς ἐπίστευσεν ὅτι οὐκ ὄντα χαρίσεται παῖδα, ἀπὸ τῆς αὐτῆς καὶ νεκρὸν ἐγείρειν, καὶ ὅτι σφαγιασθέντα ἀναστήσει, ἐπέπειστο. Ὁµοίως γὰρ ἄπορον ἦν, ἀνθρωπίνῳ λέγω λογισµῷ, καὶ ἐκ µήτρας νεκρᾶς καὶ γεγηρακυίας καὶ ἀχρήστου ἤδη γεγενηµένης πρὸς παιδοποιίανδοῦναι παιδίον, καὶ σφαγιασθέντα ἀναστῆσαι· ἀλλ' ὅµως ἐπείθετο· προωδοποίει γὰρ ἡ πίστις ἡ παρελθοῦσα τοῖς µέλλουσιν. Ἄλλως δὲ καὶ ὁ µὲν ἑώρα τὰ χρηστὰ πρῶτα, τὰ δὲ δυσχερῆ ὕστερα πρὸς τῷ γήρᾳ. Ὑµεῖς δὲ τοὐναντίον, φησὶ, τὰ µὲν σκυθρωπὰ πρῶτα, τὰ δὲ χρηστὰ τελευταῖα. Τοῦτο πρὸς τοὺς λέγειν τολµῶντας, ὅτι Μετὰ θάνατον ἡµῖν ἐπηγγείλατο τὰ ἀγαθὰ, ἠπάτησεν ἴσως ἡµᾶς.∆ είκνυσιν, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· εἰ δὲ καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεὸς, πάντως πάντα ἀποδώσει. Εἰ δὲ Ἀβραὰµ ἐπίστευσε πρὸ τοσούτων ἐτῶν, ὅτι δυνατὸς ἐκ νεκρῶν ἐγείρειν ὁ Θεὸς, πολλῷ µᾶλλον ἡµεῖς πιστεύειν ὀφείλοµεν. Ὁρᾷς ὅτι, ὅπερ ἔφθην εἰπὼν, οὔπω εἰσῆλθεν ὁ θάνατος, καὶ εὐθέως αὐτοὺς εἰς τὴν τῆς ἀναστάσεως εἵλκυσεν ἐλπίδα, καὶ εἰς τοσαύτην πληροφορίανἤγαγεν, ὡς καὶ σφαγιάζειν τοὺς ἑαυτῶν υἱοὺς κελευοµένους, καὶ ἀφ' ὧν προσεδόκων ἐµπλήσειν τὴν οἰκουµένην, ἑτοίµως τούτους προσάγειν; Καὶ ἕτερον δὲ δείκνυσιν ἐνταῦθα διὰ τοῦ εἰπεῖν, Ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραάµ. Τί οὖν; οὐκ ᾔδει ὁ Θεὸς ὅτι γενναῖος ἦν καὶ δόκιµος ὁ ἀνήρ; Σφόδρα γε. Τίνος οὖν ἕνεκεν ἐπείραζεν αὐτὸν, εἰ ᾔδει; Οὐχ ἵνα αὐτὸς µάθῃ, ἀλλ' ἵνα τοῖς ἄλλοις δείξῃ, καὶ κατάδηλον αὐτοῦ τὴν ἀνδρείαν πᾶσι καταστήσῃ. Καὶ δείκνυσιν ἐνταῦθα καὶ τῶν πειρασµῶν τὴν αἰτίαν, ἵνα µὴ νοµίζωσιν, ὡς ἐγκαταλελειµµένοι ταῦτα πάσχειν. Ἐνταῦθα µὲν γὰρ καὶ ἀνάγκη πειράζεσθαι, διὰ τὸ πολλοὺς ἔχειν τοὺς ἐλαύνοντας καὶ τοὺς ἐπιβουλεύοντας· ἐκεῖ δὲ ποία ἀνάγκη ἦν τοὺς οὐκ ὄντας αὐτῷ πειρασµοὺς ἐπινοεῖν; Οὗτος τοίνυν ὁ πειρασµὸς δῆλος ἦν ὅτι αὐτοῦ προστάττοντος ἐγίνετο. Οἱ µὲν οὖν ἄλλοι συγχωροῦντος αὐτοῦ συνέβαινον, οὗτος δὲ καὶ προστάττοντος. Εἰ τοίνυν οὕτω δοκίµους τὰ τῶν πειρασµῶν ποιεῖ, ὡς καὶ µὴ οὔσης αἰτίας τὸν Θεὸν γυµνάζειν τοὺς ἑαυτοῦ ἀθλητάς· πολλῷ µᾶλλον ἡµᾶς φέρειν πάντα χρὴ γενναίως. Ἐµφαντικῶς δὲ εἶπεν ἐνταῦθα, ὅτι Πίστει προσενήνοχε τὸν Ἰσαὰκ, πειραζόµενος· οὐδεµία γὰρ ἄλλη αἰτία ἦν προσαγωγῆς ἢ αὕτη. Εἶτα ἐπεξέρχεται τῷ νοήµατι. Οὐκ ἔχει, φησὶν, εἰπεῖν, ὅτι καὶ ἄλλον εἶχεν υἱὸν, καὶ ἐξ ἐκείνου προσεδόκα τὴν ἐπαγγελίαν πληρωθήσεσθαι, καὶ διὰ τοῦτο θαῤῥῶν τοῦτον προσήνεγκε. Καὶ τὸν µονογενῆ, φησὶ, προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάµενος. Τί λέγεις µονογενῆ; τί οὖν ὁ Ἰσµαήλ; πόθεν ἦν; Μονογενῆ λέγω, φησὶν, ὅσον εἰς τὸν τῆς ἐπαγγελίας λόγον· διὰ γὰρ τοῦτο προσέθηκεν, εἰπὼν Μονογενῆ, δεικνὺς ὅτι διὰ τοῦτον καὶ λέγει· Πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρµα, τουτέστιν, ἐξ αὐτοῦ. Ὁρᾷς πῶς θαυµάζει τὸ παρὰ τοῦ πατριάρχου γινόµενον; Ἐν Ἰσαὰκ, ἤκουσε, κληθήσεταί σοι σπέρµα, καὶ προσέφερε σφάγιον τὸν υἱόν. Εἶτα, ἵνα µή τις νοµίσῃ, ὅτι ἀπογνοὺς τοῦτο ἐποίει, καὶ διὰ τοῦ προστάγµατος τούτου τὴν πίστιν ἐξέβαλεν ἐκείνην, ἀλλὰ µάθῃ, ὅτι ὄντως καὶ τοῦτοπίστεως ἦν, φησὶν ὅτι κἀκείνην εἶχε τὴν πίστιν, καίτοι γε δοκοῦσαν ταύτῃ µάχεσθαι· ἀλλ' οὐκ ἐµάχετο· οὐ γὰρ λογισµοῖς ἀνθρωπίνοις ἐµέτρει τοῦ Θεοῦ τὴν δύναµιν, ἀλλὰ τῇ πίστει πάντα ἐπέτρεπε.∆ ιὸ οὐδὲ δέδοικεν εἰπεῖν, ὅτι Καὶ ἐκ νε κρῶν ἐγείρειν δυνατὸς ὁ Θεός. Ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκοµίσατο, τουτέστιν, ἐν ὑποδείγµατι, ἐν τῷ κριῷ, φησί. Πῶς; Τοῦ γὰρ κριοῦ σφαγιασθέντος οὗτος ἐσώθη· ὥστε διὰ τοῦ κριοῦ αὐτὸν ἔλαβεν, ἀντὶ τούτου σφάξας ἐκεῖνον. Ταῦτα δὲ τύποι τινὲς ἦσαν· ἐνταῦθα γὰρ ὁ Υἱός ἐστι τοῦ Θεοῦ ὁ σφαγιαζόµενος. Καὶ θέα µοι τὴν φιλανθρωπίαν, ὅση ἦν· ἐπειδὴ γὰρ µεγάλη τις ἔµελλε δίδοσθαι χάρις τοῖς ἀνθρώποις, βουλόµενος µὴ χάριτι αὐτὸ ποιῆσαι, ἀλλ' ὡς ὀφειλέτης, παρασκευάζει πρῶτον ἄνθρωποντὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ προστάγµατος τοῦ Θεοῦ, ἵνα µηδὲν δόξῃ µέγα ποιεῖν, τὸν ἑαυτοῦ ἐπιδιδοὺς Υἱὸν, εἴ γε ἄνθρωπος πρὸ αὐτοῦ τοῦτοἐποίησεν, ἵνα µὴ χάριτι µόνον νοµισθῇ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ὀφειλῇ. Οὓς γὰρ ἂν φιλῶµεν, καὶ τοῦτο αὐτοῖς χαρίζεσθαι βουλόµεθα, τὸ δοκεῖν παρ' αὐτῶν τι πρότερον λαβόντας µικρὸν, οὕτως αὐτοῖς τὸ πᾶν διδόναι· καὶ καυχώµεθα ἐπὶ τῇ λήψει µᾶλλον ἢ ἐπὶ τῇ δόσει, καὶ οὐ λέγοµεν, Τόδε ἐδώκαµεν αὐτῷ, ἀλλὰ Τόδε ἐλάβοµεν παρ' αὐτοῦ. Ὅθεν αὐτὸν, φησὶ, καὶ ἐν παραβολῇ ἐκοµίσατο, τουτέστιν, ὡς ἐν αἰνίγµατι· ὥσπερ γὰρ παραβολὴ ἦν ὁ κριὸς τοῦ Ἰσαάκ· ἢ ὡς ἐν τῷ τύπῳ. Ἐπειδὴ γὰρ ἀπήρτιστο ἡ θυσία καὶ ἔσφακτο ὁ Ἰσαὰκ τῇ προαιρέσει, διὰ τοῦτο αὐτὸν χαρίζεται τῷ πατριάρχῃ.
25.2
Ὁρᾷς ὅτι ὃ ἀεὶ λέγω, τοῦτο καὶ νῦν δείκνυται; Ὅταν γὰρ παραστήσωµεν ἡµῶν τὴν διάνοιαν ἀπηρτισµένην, καὶ δείξωµεν ὅτι ὑπερορῶµεν τῶν γηΐνων πραγµάτων, τότε ἡµῖν καὶ τὰ γήϊναχαρίζεται, πρότερον δὲ οὒ, ἵνα µὴ τὸ λαβεῖν προσδεδεµένους ἡµᾶς αὐτοῖς ἔτι προσδήσῃ. Λῦσον, φησὶ, σαυτὸν πρῶτον τῆς δουλείας, καὶ τότε λάβε, ἵνα µηκέτι ὡς δοῦλος λάβῃς, ἀλλ' ὡς δεσπότης· καταφρόνησον πλούτου, καὶ ἔσῃ πλούσιος· καταφρόνησον δόξης, καὶ ἔσῃ ἔνδοξος· καταφρόνησον τῆς τιµωρίας τῶν ἐχθρῶν, καὶ τότε αὐτῆς ἐπιτεύξῃ· καταφρόνησον ἀνέσεως, καὶ τότε αὐτὴν λήψῃ· ἵνα λαβὼν, µὴ ὡς δέσµιος λάβῃς, µηδὲ ὡς δοῦλος, ἀλλ' ὡς ἐλεύθερος. Καθάπερ γὰρ ἐπὶ τῶν παιδίων τῶν µικρῶν, ὅταν µὲν ἐπιθυµῇ τὸ παιδίον παιδικῶν ἀθυρµάτων, µετὰ πολλῆς σπουδῆς ἐκεῖνα κρύπτοµεν, οἷον σφαῖρανκαὶ ὅσα τοιαῦτα, ἵνα µὴ ἐµποδίζηται τῶν ἀναγκαίων· ὅταν δὲ αὐτῶν καταφρονήσῃ καὶ µηκέτι ἐπιθυµῇ, ἀδεῶς αὐτῶν µεταδιδόαµεν, εἰδότες ὡς οὐδεµία βλάβη λοιπὸν αὐτῷ ἐντεῦθεν γίνεται, τῆς ἐπιθυµίαςἐκείνης οὐκέτι ἰσχυούσης ἀπαγαγεῖν αὐτὸν τῶν ἀναγκαίων· οὕτω καὶ ὁ Θεὸς, ὅταν ἴδῃ µηκέτι ἐπιθυµοῦντας τῶν ἐνταῦθα, λοιπὸν ἀφίησιν αὐτοῖς κεχρῆσθαι· ὡς γὰρ ἐλεύθεροι καὶ ἄνδρες αὐτὰ ἔχοµεν, οὐχ ὡς παῖδες. Ὅτι γὰρ, ἐὰν καταφρονήσῃς τῆς τιµωρίας τῶν ἐχθρῶν, τότε ἐπιτεύξῃ, ἄκουε τί φησιν· Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώµιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· καὶ ἐπήγαγε· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ πάλιν, ὅτι ἐὰν καταφρονήσῃς τοῦ πλούτου, τότε αὐτοῦ ἐπιτεύξῃ, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἔστιν ὃς ἀφῆκε πατέρα, ἢ µητέρα, ἢ οἰκίαν, ἢ ἀδελφοὺς, ὃς οὐχὶ ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονοµήσει. Καὶ ὅτι ἐὰν καταφρονήσῃς δόξης, τότε αὐτῆς ἐπιτεύξῃ, ἄκουε αὐτοῦ πάλιν τοῦ Χριστοῦ λέγοντος· Ὁ θέλων ἐν ὑµῖν πρῶτος εἶναι, ἔστω ὑµῶν διάκονος· καὶ πάλιν, Ὃς γὰρ ἂν ταπεινώσῃ ἑαυτὸν, οὗτος ὑψωθήσεται. Τί λέγεις; ἐὰν ποτίσω τὸν ἐχθρὸν τότε αὐτὸν κολάζω; ἐὰν ἀφῶ τὰ ὑπάρχοντα, τότε αὐτὰ ἔχω; ἐὰν ταπεινώσω ἐµαυτὸν, τότε ὑψηλὸς ἔσοµαι; Ναὶ, φησί· τοιαύτη γὰρ ἡ ἐµὴ δύναµις, διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχει εὔπορός εἰµι καὶ εὐµήχανος, µὴ δείσῃς· τῷ ἐµῷ θελήµατι ἡ τῶν πραγµάτων ἀκολουθεῖ φύσις, οὐκ ἐγὼ τῇ φύσει ἕποµαι· ἐγὼ πάντα ἐργάζοµαι, οὐκ ἐγὼ ὑπ' ἐκείνων ἄγοµαι· διὸ καὶ µεταπλάττειν καὶ µεταῤῥυθµίζειν αὐτὰ δύναµαι. Καὶ τί θαυµάζεις εἰ ἐν τοῖς τοιούτοις γίνεται τὸ τοιοῦτο; τὸ αὐτὸ γὰρ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν εὑρήσεις. Ἐὰν γὰρ ἀδικήσῃς, ἠδικήθης· ἐὰν ἀδικηθῇς, τότε οὐκ ἠδικήθης· ἐὰν ἀµύνῃ, τότε οὐκ ἠµύνω, ἀλλὰ σαυτὸν ἠµύνω. Ὁ γὰρ ἀγαπῶν τὴν ἀδικίαν, φησὶ, µισεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁρᾷς ὅτι οὐκ ἀδικεῖς, ἀλλ' ἠδικήθης;∆ ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι·∆ ιὰ τί οὐχὶ µᾶλλον ἀδικεῖσθε; Εἶδες ὅτι οὐκ ἔστι τοῦτο ἀδικεῖσθαι; Ὅταν ὑβρίσῃς, τότε ὑβρίσθης. Καὶ τοῦτο ἐκ µέρους ἴσασιν οἱ πολλοί· ὡς ὅταν λέγωσι πρὸς ἀλλήλους, Ἄγωµεν ἐντεῦθεν, µὴ ὑβρίσῃς σαυτόν.∆ ιὰ τί; Ὅτι πολὺ τὸ µέσον σοῦ κἀκείνου· ὅσα γὰρ ἂν ὑβρίσῃς, ἐκεῖνος δόξαν ἡγεῖται. Τοῦτο ἐπὶ πάντων ἐννοῶµεν, καὶ γινόµεθα ὑψηλότεροι τῶν ὕβρεων. Πῶς, ἐγὼ λέγω· ἐὰν πρὸς αὐτὸν τὸν τὴν ἁλουργίδα ἔχοντα µάχην ἔχωµεν, τῷ ὑβρίζειν αὐτὸν ἡµᾶς αὐτοὺς ὑβρίζειν ἡγούµεθα· καὶ γὰρ πλύνοντες ἐκεῖνον, καὶ ἡµεῖς τοῦ πλύνεσθαι ἄξιοι γινόµεθα. Τί λέγεις, εἰπέ µοι; τῶν οὐρανῶν πολίτης ὢν, καὶ τὴν ἄνω φιλοσοφίαν ἔχων, µετὰ τοῦ τὰ γήϊνα φρονοῦντος πλύνεις σαυτόν; Κἂν γὰρ µυρία χρήµατα κέκτηται, κἂν ἐν δυναστείᾳ ᾖ, οὔπω οἶδε τὸ καλὸν τὸ σόν. Μὴ ὑβρίσῃς σαυτὸν, ἐκεῖνον ὑβρίζων· σαυτοῦ φεῖσαι, µὴ ἐκείνου· σαυτὸν τίµησον, µὴ ἐκεῖνον. Οὐχὶ παροιµία τοιαύτη ἐστὶν, Ὁ τιµῶν, ἑαυτὸν τιµᾷ; Εἰκότως· οὐ γὰρ ἐκεῖνον τιµᾷ, ἀλλ' ἑαυτόν. Ἄκουε σοφοῦ τινος λέγοντος· Ποίησον τῇ ψυχῇ σου τιµὴν κατὰ τὴν ἀξίαν αὐτῆς. Τί ἐστι, Κατὰ τὴν ἀξίαν αὐτῆς; Εἰ ἐπλεονέκτησε, φησὶ, µὴ πλεονεκτήσῃς· εἰ ὕβρισε, µὴ ὑβρίσῃς. Εἰπέ µοι, παρακαλῶ, εἴ τις πένης πηλὸν ἐῤῥιµµένον ἀπὸ τῆς αὐλῆς ἔλαβε τῆς σῆς, ἆρα ἂν ὑπὲρ τούτου δικαστήριον αὐτῷ συνεκρότησας; Οὐδαµῶς.∆ ιὰ τί; Ἵνα µὴ ὑβρίσῃς σαυτὸν, ἵνα µὴ πάντες σου καταγνῶσι. Τοῦτο καὶ νῦν γίνεται· πένης γάρ ἐστιν ὁ πλούσιος, καὶ ὅσῳ πλουτεῖ, τοσούτῳ πένης γίνεται τὴν ὄντως πενίαν. Πηλός ἐστιν ὁ χρυσὸς, ἐν αὐλῇ ἐῤῥιµµένος, οὐκ ἐν τῇ οἰκίᾳ σου κείµενος· ἡ γὰρ οἰκίᾳ σου ὁ οὐρανός ἐστιν. Ὑπὲρ τούτου οὖν συγκροτήσεις δικαστήριον, καὶ οὐ καταγνώσονταί σου οἱ ἄνω πολῖται; οὐκ ἐκβαλοῦσί σε τῆς ἑαυτῶν πατρίδος, τὸν οὕτω ταπεινὸν, τὸν οὕτως εὐτελῆ, ὡς ὑπὲρ ὀλίγου πηλοῦ µάχεσθαι αἱρεῖσθαι; Εἰ γὰρ ὁ κόσµος ἦν σὸς, εἶτα αὐτόν τις ἔλαβεν, ἐπιστραφῆναι ἐχρῆν.
25.3
Οὐκ οἶδας ὅτι δεκάκις τὴν οἰκουµένην ἐὰν θῇς, καὶ ἑκατοντάκις, καὶ µυριάκις, καὶ δὶς τοσοῦτον, οὐδὲ πρὸς τὸ πολλοστὸν µέρος τῶν ἐν τοῖςοὐρανοῖς ἐστιν ἀγαθῶν; Ὁ τοίνυν τὰ ἐνταῦθα θαυµάζων, ἐκεῖνα ὕβρισεν, εἴ γε ταῦτα ἄξια σπουδῆς ἡγεῖται, τοσοῦτον ἐκείνων ἀπολιµπανόµενα· µᾶλλον δὲ οὐδὲ θαυµάσαι ἐκεῖνα δυνήσεται· πῶς γὰρ, πρὸς ταῦτα ἐπτοηµένος;∆ ιατέµωµεν ὀψὲ γοῦν ποτε, παρακαλῶ, τὰ σχοινία καὶ τὰς πλεκτάνας· τοῦτο γὰρ τὰ γήϊνα πράγµατα. Μέχρι πότε κάτω κύπτοµεν; µέχρι τίνος ἀλλήλοις ἐπιβουλεύοµεν, καθάπερ τὰ θηρία, καθάπερ οἱ ἰχθύες; Μᾶλλον δὲ, τὰ θηρία οὐκ ἐπιβουλεύει ἀλλήλοις, ἀλλὰ τοῖς ἀλλοφύλοις· οἷον, ἄρκτος ἄρκτον οὐκ ἀναιρεῖ ταχέως, οὐδὲ ὄφις ὄφιν ἀναιρεῖ, τὸ ὁµόφυλον αἰδούµενος· σὺ δὲ µετὰ τοῦ ὁµοφύλου καὶ µυρία ἔχων δικαιώµατα, τὸ συγγενὲς, τὸ λογικὸν, τὸ τὸν Θεὸν εἰδέναι, τῆς φύσεως τὴν ἰσχὺν, µυρία ἄλλα ἕτερα, τὸν συγγενῆκαὶ τῆς αὐτῆς φύσεως κεκοινωνηκότα, τοῦτον ἀναιρεῖς, καὶ µυρίοις περιβάλλεις κακοῖς. Τί γὰρ, εἰ µὴ τὸ ξίφος ὠθεῖς, µηδὲ βαπτίζεις εἰς τὴν δέρην τὴν δεξιάν; ἕτερα χαλεπώτερα τούτου ποιεῖς, λύπαις διηνεκέσι περιβάλλων. Ἐκεῖνο γὰρ εἰ εἰργάσω, ἀπήλλαξας ἂν αὐτὸν φροντίδος· νῦν δὲ λιµῷ καὶ δουλείᾳ περιβάλλεις, ἀποδυσπετήσεσι καὶ ἁµαρτίαις ἑτέραις πολλαῖς. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσοµαι, οὐχὶ φονᾷν ὑµᾶς παρασκευάζων, οὐδὲ ὡς ἐπὶ ἔλαττον ἐκείνου κακὸν ἔρχεσθαι πρὸς τοῦτο προτρεπόµενος, ἀλλὰµὴ θαῤῥεῖν, ὡς µὴ µέλλοντας δώσειν δίκην. Ὁ ἀφαιρούµενος γὰρ, φησὶν, ἐµβίωσιν τὸν πλησίον αὐτοῦ καὶ ἄρτον, φονεύει αὐτόν. Κατάσχωµεν παρ' ἑαυτοῖς τὰς χεῖράς ποτε, παρακαλῶ, κατάσχωµεν· µᾶλλον δὲ µὴ κατάσχωµεν, ἀλλ' ἐκτείνωµεν αὐτὰς καλῶς, µὴ πρὸς πλεονεξίαν, ἀλλὰ πρὸς ἐλεηµοσύνην· µὴ ἄκαρπον ἔχωµεν τὴν χεῖρα, µηδὲ ξηράν· ἡ µὲν γὰρ µὴ ποιοῦσα ἐλεηµοσύνην, ξηρά· ἡ δὲ καὶ πλεονεκτοῦσα, µιαρὰ καὶ ἀκάθαρτος. Μηδεὶς µετὰ τοιούτων ἐσθιέτω χειρῶν· ὕβρις γὰρ τῶν κεκληµένων τοῦτο. Εἰπὲ γάρ µοι, εἴ τις ἐπὶ ταπήτων καὶ στρωµνῆς ἁπαλῆς καὶ χρυσοπάστων σινδόνων κατακλίνας ἡµᾶς ἐν οἴκῳ λαµπρῷ καὶ µεγάλῳ, καὶ πολὺ πλῆθοςδιακόνων παραστησάµενος, εἶτα πίνακα ἐξ ἀργύρου παρασκευασάµενος καὶ χρυσοῦ, καὶ πολλῶν ἐµπλήσας ἐδεσµάτων καὶ πολυτελῶν καὶ παντοδαπῶν, ἠνάγκαζεν ἐσθίειν· εἰ µόνον ἀνεξόµεθα αὐτοῦ τὰς χεῖρας εἰς βόρβορον χρίοντος ἢ καὶ κόπρον ἀνθρωπίνην, καὶ οὕτω συγκατακλινοµένου, ἆρα ἄν τις ταύτην ἠνέσχετοτὴν κόλασιν, ἀλλ' οὐχ ὕβριν τὸ πρᾶγµα ἐνόµιζεν ἄν; Ἔγωγε οἶµαι, καὶ εὐθέως ἂν ἀπεπήδησε. Νῦν δὲ βορβόρου τοῦ ὄντως οὐχὶ τὰς χεῖρας ὁρᾷς ἐµπεπλησµένας, ἀλλὰ καὶ αὐτὰ τὰ ἐδέσµατα, καὶ οὐκ ἀποπηδᾷς, οὐκ ἀποφεύγεις, οὐκ ἐπιτιµᾷς· ἀλλ' ἐὰν ἐν δυναστείᾳ ᾖ, καὶ µέγα τὸ πρᾶγµα τίθεσαι, καὶ τὴν ψυχὴν ἀπολλύεις τὴν σαυτοῦ, τοιαῦτα σιτούµενος. Παντὸς γὰρ βορβόρου πλεονεξία χείρων· ψυχὴν γὰρ, οὐ σῶµα µολύνει, καὶ ποιεῖ δυσέκπλυτον. Σὺ τοίνυν ὁρῶν τοῦ βορβόρου τούτου ἀνακεχρωσµένον µὲν τὸν κατακλινόµενον, καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν, ἐµπεπλησµένην δὲ τὴν οἰκίαν, ἐµπεπλησµένην δὲ καὶ τὴν τράπεζαν( βολβίτων γὰρ, καὶ εἴ τι τούτων χεῖρον, ἀκαθαρτότερα ἐκεῖνα καὶ µιαρώτερα τὰ ἐδέσµατα), ὡς δὴ τιµηθεὶς διάκεισαι, καὶὡς µέλλων τρυφᾷν; καὶ οὐδὲ τὸν Παῦλον δέδοικας, εἰς µὲν Ἑλλήνων τράπεζαν, εἰ βουλοίµεθα, ἀκωλύτως συγχωροῦντα ἀπελθεῖν, εἰς δὲ τὰς τῶν πλεονεκτῶν οὐδὲβουλοµένους ἐῶντα; Ἐὰν γάρ τις ἀδελφὸς ὀνοµαζόµενος, ᾖ, φησὶ, πόρνος· ἀδελφὸν ἐνταῦθα λέγων πάντα τὸν πιστὸν ἁπλῶς, οὐ τὸν µονάζοντα. Τί γάρ ἐστι τὸ ποιοῦν τὴν ἀδελφότητα; τὸ λουτρὸν τῆς παλιγγενεσίας, τὸ δυνηθῆναι καλέσαι Πατέρα τὸν Θεόν. Ὥστε ὁ µὲν κατηχούµενος, κἂν µοναχὸς ᾖ, οὐκ ἀδελφός· ὁ δὲ πιστὸς, κἂν κοσµικὸς ᾖ, ἀδελφός ἐστιν. Εἴ τις, φησὶν, ἀδελφὸς ὀνοµαζόµενος. Οὐδὲ γὰρ ἴχνος τότε µονάζοντος ἦν, ἀλλὰ πάντα πρὸς κοσµικοὺς διελέγετο ὁ µακάριος οὗτος. Ἐάν τις, φησὶν, ἀδελφὸς ὀνοµαζόµενος, ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ µέθυσος, τῷ τοιούτῳ µηδὲ συνεσθίειν. Ἀλλ' οὐκ ἐπὶ τῶν Ἑλλήνων οὕτως, ἀλλὰ τί; Ἐάν τις ὑµᾶς καλέσῃ τῶν ἀπίστων, τοὺς Ἕλληνας λέγων, καὶ θέλητε πορεύεσθαι, πᾶν τὸ παρατιθέµενον ὑµῖν ἐσθίετε. Ἐὰν δέ τις ἀδελφὸς ὀνοµαζόµενος, ᾖ, φησὶ, µέθυσος.
25.4
Βαβαὶ, πόση ἡ ἀκρίβεια! ἡµεῖς δὲ οὐ µόνον οὐ φεύγοµεν τοὺς µεθύσους, ἀλλὰ καὶ ἀπερχόµεθα πρὸς αὐτοὺς, µεθέξοντες τῶν παρ' αὐτῶν.∆ ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γεγένηται, πάντα συγκέχυται καὶ ἀνατέτραπται καὶ ἀπόλωλεν. Εἰπὲ γάρ µοι, εἰ καλέσειέ σέ τις τῶν τοιούτων ἐπὶ ἑστίασιν ἡτοιµασµένην, σὲ τὸν πένητα καὶ εὐτελῆ νοµιζόµενον, εἶτα ἀκούσειε παρὰ σοῦ ὅτι ἐπειδὴἀπὸ πλεονεξίας ἐστὶ τὰ παρατιθέµενα, οὐκ ἀνέξοµαι µολύνειν τὴν ἐµαυτοῦ ψυχὴν, οὐκ ἂν ᾐδέσθη; οὐκ ἂν ἐνετράπη; οὐκ ἂν κατῃσχύνθη; Τοῦτο µόνον ἱκανὸν ἦν διορθῶσαι, καὶ ποιῆσαι ταλανίσαι µὲν ἐπὶ τῷ πλούτῳ ἑαυτὸν, θαυµάσαι δὲ ἐπὶ τῇ πενίᾳ σε, εἴ γε ἑώρα ἑαυτὸν µετὰτοσαύτης σπουδῆς καταφρονούµενον παρὰ σοῦ. Ἀλλὰ γεγόναµεν δοῦλοι ἀνθρώπων, οὐκ οἶδα πόθεν, τοῦ Παύλου ἄνω καὶ κάτω βοῶντος· Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Πόθεν οὖν γεγόναµεν δοῦλοι ἀνθρώπων; Ἐπειδὴ πρότερον γαστρὸς ἐγενόµεθα δοῦλοι καὶ χρηµάτων καὶ δόξης καὶ τῶν ἄλλων ἁπάντων· προεδώκαµεν τὴν ἐλευθερίαν, ἣν ἐχαρίσατο ἡµῖν ὁ Χριστός. Τί οὖν µένει τὸν γενόµενον δοῦλον, εἰπέ µοι; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁ δοῦλος οὐ µένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. Ἔχεις ἀπόφασιν αὐτοτελῆ, ὅτι οὐδέποτε εἰς βασιλείαν εἰσέρχεται· ἡ γὰρ οἰκία τοῦτό ἐστιν. Ἐν γὰρ τῇ οἰκίᾳ, φησὶ, τοῦ Πατρός µου µοναὶ πολλαί εἰσιν. Ὁ τοίνυν δοῦλος οὐ µένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· δοῦλον ἐκεῖνον λέγει τὸν τῆς ἁµαρτίας δοῦλον· ὁ δὲ µὴ µένων ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ἐν τῇ γεέννῃ µένει εἰς τὸν αἰῶνα, οὐδαµόθεν ἔχων παραµυθίαν. Ἀλλὰ γὰρ εἰς τοσοῦτον κακίας τὰ πράγµατα ἦλθεν, ὡς καὶ ἐλεηµοσύνας αὐτοὺς ἀπὸ τούτων ποιεῖν, καὶ πολλοὺς δέχεσθαι.∆ ιὰ τοῦτο ἡ παῤῥησία ἡµῶν ἐκκέκοπται, καὶ οὐδὲ ἐπιτιµῆσαί τινι δυνάµεθα. Ἀλλ' ὅµως κἂν ἀπὸ τοῦ νῦν φεύγωµεν τὴν ἐντεῦθεν βλάβην· ὑµεῖς τε οἱ τὸν βόρβορον τοῦτον ἀνελίττοντες, παύσασθε τῆς τοιαύτης λύµης, καὶ ἐπίσχετε τὴν ἐν τοῖς τοιούτοις συµποσίοις ὁρµὴν, εἴ πως κἂν νῦνδυνηθῶµεν ἐξιλεώσασθαι τὸν Θεὸν, καὶ τυχεῖν τῶν ἐπηγγελµένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note