Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
27.0
Πίστει πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵµατος, ἵνα µὴ ὁ ὀλοθρεύων τὰ πρω τότοκα θίγῃ αὐτῶν. Πίστει διέβησαν τὴν Ἐρυ θρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι, κατεπόθησαν. Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡµέρας. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαµένη τοὺς κατασκόπους µετ' εἰρήνης.
27.1
Πολλὰ µεταξὺ κατασκευάζειν ὁ Παῦλος εἴωθε, καὶ πυκνός ἐστι τοῖς νοήµασι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύµατος χάρις· οὐκ ἐν πλήθει λόγων ὀλίγα περιέχει νοήµατα, ἀλλὰ βραχύτητι ῥηµάτων µεγάλην καὶ πολλὴν διάνοιαν ἐντίθησιν. Ὅρα γοῦν πῶς ἐν τάξει παρακλήσεως καὶ περὶ πίστεως διαλεγόµενος, οἵου ὑποµιµνήσκει τύπου καὶ µυστηρίου, οὗ τὴν ἀλήθειαν ἔχοµεν. Πίστει, φησὶ, πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵµατος, ἵνα µὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. Τί δέ ἐστιν, Ἡ πρόσχυσις τοῦ αἵµατος; Ἀρνίον ἐθύετο κατὰ οἰκίαν, καὶ τὸ αἷµα αὐτοῦ ἐπεχρίετο ταῖς φλιαῖς, καὶ τοῦτο ἦν ἀποτείχισις τῆς ἀπωλείας τῆς Αἰγυπτιακῆς. Εἰ τοίνυν αἷµα ἀρνίου ἐν µέσοις Αἰγυπτίοις καὶ ἐν ὀλέθρῳ τοσούτῳ ἀσινεῖς διεφύλαττε τοὺς Ἰουδαίους· πολλῷ µᾶλλον διασώσει ἡµᾶς, οὐκ ἐν ταῖς φλιαῖς, ἀλλ' ἐπὶ ταῖς ψυχαῖς τὸ αἷµα ἐπιχριόµενον τοῦ Χριστοῦ· καὶ γὰρ καὶ νῦν ὁ ὀλοθρεύων ἐν τῇ βαθείᾳ νυκτὶ ταύτῃ περιέρχεται. Ἀλλ' ὁπλιζώµεθα ἐκείνῃ τῇ θυσίᾳ. Πρόσχυσιν τὴν χρίσιν καλεῖ· ἀπὸ γὰρ Αἰγύπτου ἐξήγαγεν ἡµᾶς ὁ Θεὸς, ἀπὸ τοῦ σκότους, ἀπὸ τῆς εἰδωλολατρείας. Καίτοι τὸ γενόµενον οὐδὲν ἦν, τὸ δὲ κατορθούµενον µέγα· τὸ µὲν γὰρ γενόµενον αἷµα, τὸ δὲ κατορθούµενον σωτηρία καὶ ἔµφραξις καὶ κώλυµα ἀπωλείας. Ἐφοβήθη τὸ αἷµα ὁ ἄγγελος· ᾔδει γὰρ τίνος ἦν τύπος· ἔφριξε, τὸν∆ εσποτικὸν θάνατον ἐννοήσας· διὰ τοῦτο οὐκ ἔθιγε τῶν φλιῶν. Εἶπε Μωϋσῆς, Χρίσατε· καὶ ἔχρισαν, καὶ ἐθάῤῥησαν χρίσαντες. Ὑµεῖς δὲ αὐτοῦ τοῦ ἀµνοῦ ἔχοντες τὸ αἷµα, οὐ θαρσεῖτε; Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν, ὡς διὰ ξηρᾶς γῆς. Πάλιν λαὸν ὁλόκληρον παραβάλλει λαῷ, ἵνα µὴ λέγωσιν, ὅτι Οὐ δυνάµεθα κατὰ τοὺς ἁγίους γενέσθαι. Πίστει, φησὶ, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. Ἐνταῦθα αὐτοὺς καὶ εἰς ὑπόµνησιν ἄγει τῶν παθηµάτων τῶν ἐν Αἰγύπτῳ. Πῶς πίστει; Ὅτι ἤλπισαν διὰ τῆς θαλάσσης διαβήσεσθαι, καὶ διὰ τοῦτο ηὔχοντο· µᾶλλον δὲ Μωϋσῆς ἦν ὁ εὐχόµενος. Ὁρᾷς ὅτι πανταχοῦ ἡ πίστις τοὺς λογισµοὺς ὑπερβαίνει τοὺς ἀνθρωπίνους καὶ τὴν ἀσθένειαν καὶ τὴν ταπεινότητα; ὁρᾷς, ὁµοῦ καὶ ἐπίστευον, καὶ τὴν κόλασιν ἐδεδοίκεσαν ἔν τε τῷ αἵµατι τῶν θυρῶν, ἔν τε τῇ Ἐρυθρᾷ θαλάττῃ; Καὶ τοῦτο ἐδήλου, ὅτι ὕδωρ ἦν, διὰ τῶν ἐµπεσόντων καὶ ἀποπνιγέντων, καὶ ὅτι οὐκ ἦν φαντασία, ἀλλ' ἀλήθεια. Ὥσπερ δὲ ἐπὶ τῶν λεόντων οἱ ἀναλωθέντες ἐδείκνυον τῶν πραγµάτων τὴν ἀλήθειαν, καὶ ἐπὶ τῆς καµίνου οἱ καέντες· οὕτω καὶ νῦν ὁρᾷς τὰ αὐτὰ πράγµατα τοῖς µὲν πρὸς σωτηρίας καὶ εὐδοκιµήσεως, τοῖς δὲ πρὸς ἀπωλείας γινόµενα. Τοσοῦτόν ἐστιν ἡ πίστις ἀγαθόν· καὶ γὰρ ὅταν εἰς ἀµηχανίαν ἐµπέσωµεν, τότε ἀπαλλαττόµεθα, κἂν πρὸς αὐτὸν τὸν θάνατον ἔλθωµεν, κἂν ἀπογνωσθῇ τὰ καθ' ἡµᾶς. Τί γὰρ ἄλλο ἦν λοιπόν; Αἰγύπτιοι καὶ θάλασσα αὐτοὺς ἀόπλους ἐκύκλουν, καὶ ἢ ἀποπνιγῆναι ἐχρῆν φεύγοντας, ἢ εἰς τὰς Αἰγυπτιακὰς χεῖρας ἐµπεσεῖν. Ἀλλ' ὅµως ἀπὸ ἀµηχάνων αὐτοὺς διέσωσε· τὸ αὐτὸ ὕδωρ τοῖς µὲν ὑπεστρώννυτο καθάπερ γῆ, τοὺς δὲ κατεπόντιζε καθάπερ θάλαττα· ἐκεῖ µὲν τῆς φύσεως ἐπελανθάνετο, ἐνταῦθα δὲ καὶ ὡπλίζετο κατ' αὐτῶν Πίστει τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡµέρας. Οὐ γὰρ δὴ σαλπίγγων ἠχὴ λίθους οἵα τε καταβάλλειν ἐστὶ, κἂν µυρία τις ἔτη σαλπίζῃ, ἀλλ' ἡ πίστις πάντα δύναται.
27.2
Ὁρᾷς πανταχοῦ, οὐχὶ ἀκολουθίᾳ, οὐδὲ φύσεως νόµῳ µεταβαλλοµένην αὐτὴν, ἀλλὰ παρὰ προσδοκίαν ἅπαντα γινόµενα; Οὐκοῦν καὶ ἐνταῦθα παρὰ προσδοκίαν ἅπαντα γίνεται. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι δεῖ πιστεύειν ταῖς ἐλπίσι ταῖς µελλούσαις, εἰκότως τοῦτον ἅπαντα τὸν λόγον ἐκίνησε, δεικνὺς ὅτι οὐ νῦν, ἀλλὰ καὶἐξ ἀρχῆς πάντα τὰ θαύµατα διὰ ταύτης ἤνυσται καὶ κατώρθωται. Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαµένη κατασκόπους µετ' εἰρήνης. Οὐκοῦν αἰσχρὸν, εἰ καὶ πόρνης ἀπιστότεροι φανείητε· καίτοι γε ἐκείνη τῶν ἀνδρῶν ἤκουσεν ἀπαγγελλόντων, καὶ εὐθέως ἐπίστευσε. Τοιγαροῦν καὶ τὸ τέλος ἐπηκολούθησε· πάντων γὰρ ἀπολωλότων, µόνη διεσώθη. Οὐκ εἶπε πρὸς ἑαυτὴν, ὅτι Μετὰ πολλῶν ἔσοµαι τῶν ἐµῶν· οὐκ εἶπεν, Ἐγὼ τοσούτων φρονιµωτέρα δύναµαι εἶναι ἀνδρῶν συνετῶν, οἵτινες ἀπιστοῦσι, καὶ ἐγὼ πιστεύσω; Οὐδὲν τοιοῦτον, ὅπερ εἰκὸς ἦν ἄλλον καὶ εἰπεῖν καὶ παθεῖν, ἀλλὰ τοῖς λεγοµένοις ἐπίστευσε. Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ µε διηγούµενον ὁ χρόνος. Οὐκέτι λοιπὸν τὰ ὀνόµατα τίθησιν, ἀλλὰ τελευτήσας εἰς τὴν πόρνην, καὶ ἐντρέψας διὰ τῆς τοῦ προσώπου ποιότητος, οὐκέτι πλατύνει τὰς ἱστορίας, ἵναµὴ δόξῃ µακρηγορεῖν· οὐ µὴν αὐτὰς ἀφίησιν, ἀλλ' ἐπιτρέχει σφόδρα συνετῶς, τηρῶν ἀµφότερα, καὶ τὸν κόρον φεύγων, καὶ τὴν πυκνότητα οὐ λυµαινόµενος· οὔτε πάντῃ ἐσίγησεν, οὔτε λέγων ἠνώχλησεν, ἀλλ' ἀµφότερα ποιεῖ. Ὅταν γάρ τις ἰσχυρῶς ἀγωνίζηται, ἂν ἐπιµένῃ ἀγωνιζόµενος, ἀποκναίει τὸν ἀκροατὴν, πεπεισµένον λοιπὸν ἐνοχλῶν καὶ φιλοτιµίας λαµβάνων δόξαν· δεῖ γὰρ πρὸς τὸ λυσιτελὲς ἁρµόζεσθαι. Καὶ τί ἔτι λέγω, φησίν; ἐπιλείψει γάρ µε διηγούµενον ὁ χρόνος περὶ Γεδεὼν Βαράκ τε καὶ Σαµψὼν καὶ Ἰεφθάε,∆ αυΐδ τε, καὶ Σαµουὴλ, καὶ τῶν προφητῶν. Ἐγκαλοῦσι τῷ Παύλῳ τινὲς ὅτι τὸν Βαρὰκ καὶ τὸν Σαµψὼν καὶ τὸν Ἰεφθάε ἐν τούτοις τίθησι τοῖς τόποις. Τί λέγεις; ὁ τὴν πόρνην θεὶς, τούτους οὐ θήσει; Μὴ γάρ µοι τὸν ἄλλον αὐτῶν βίον εἴπῃς, ἀλλ' εἰ µὴ ἐπίστευσαν καὶ ἔλαµψαν ἐν τῇ πίστει. Καὶ τῶν προφητῶν, φησὶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας. Ὁρᾷς ὅτι οὐχὶ βίον ἐνταῦθα αὐτοῖς µαρτυρεῖ λαµπρόν· οὐδὲ γὰρ τοῦτο προηγουµένως ἦν τὸ ζητούµενον· ἀλλὰ πίστεως τέως ἐξέτασις ἦν. Εἰπὲ γάρ µοι εἰ µὴ πίστει τὸ πᾶν ἤνυσαν; Πῶς;∆ ιὰ πίστεως, φησὶ, κατηγωνίσαντο βασιλείας οἱ περὶ τὸν Γεδεών. Εἰργάσαντο δικαιοσύνην. Τίνες; Αὐτοὶ οὗτοι· ἤτοι τὴν φιλανθρωπίαν ἐνταῦθα δικαιοσύνην εἶπεν. Ἐπέτυχον ἐπαγγελιῶν. Περὶ τοῦ∆ αυῒδ οἶµαι αὐτὸν τοῦτο λέγειν. Ποίων δὲ τούτων ἔτυχεν ἐπαγγελιῶν; Ὧν ἔλεγεν, ὅτι τὸ σπέρµα αὐτοῦ καθίσει ἐπὶ τὸν θρόνον αὐτοῦ. Ἔφραξαν στόµατα λεόντων, ἔσβεσαν δύναµιν πυρὸς, ἔφυγον στόµατα µαχαίρας. Ὅρα πῶς ἐν αὐτῷ τῷ θανάτῳ ἦσαν, ὁ∆ ανιὴλ κυκλούµενος ὑπὸ τῶν λεόντων, οἱ παῖδες οἱ τρεῖς ἐν τῇ καµίνῳ διατρίβοντες, ὁ Ἀβραὰµ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβἐν διαφόροις πειρασµοῖς, καὶ οὐδὲ οὕτως ἀπέγνωσαν. Τοῦτο γὰρ πίστις· ὅταν τὰ πράγµατα πρὸς τὸ ἐναντίον ἐκβαίνῃ, τότε δεῖ πιστεύειν ὅτι οὐδὲν ἐναντίον γέγονεν, ἀλλὰ πάντα ἀκόλουθα. Ἔφυγον στόµατα µαχαίρας. Περὶ τῶν τριῶν πάλιν οἶµαι παίδων λέγειν αὐτόν. Ἐνεδυναµώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέµῳ, παρεµβολὰς ἔκλιναν ἀλλοτρίων. Τὰ κατὰ τὴν ἐπάνοδον τὴν ἀπὸ Βαβυλῶνος ἐνταῦθα αἰνίττεται. Ἀπὸ ἀσθενείας, φησί· τουτέστιν, ἀπὸ αἰχµαλωσίας. Ὅτε ἤδη ἀπέγνωστο τὰ Ἰουδαϊκὰ, ὅτε ὀστῶν νεκρῶν οὐδὲν διενηνόχεσαν, τότε αὐτοῖς γέγονε τὰ τῆς ἐπανόδου. Τίς γὰρ ἂν ἤλπισεν ἀπὸ Βαβυλῶνος ἐπανήκειν αὐτοὺς, καὶ οὐκ ἐπανήκειν µόνον, ἀλλὰ καὶ ἰσχυροὺς γενήσεσθαι, καὶ κλῖναι παρεµβολὰς ἀλλοτρίων; Ἀλλ' ἡµῖν οὐδὲν τοιοῦτον συνέβη, φησίν. Ἀλλὰ ταῦτα τύποι τῶν µελλόντων εἰσίν. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Τὰ κατὰ τοὺς προφήτας ἐνταῦθα λέγει, τὸν Ἐλισσαῖον, τὸν Ἠλίαν· νεκροὺς γὰρ ἀνέστησαν οὗτοι. Ἄλλοι δὲ ἐτυµπανίσθησαν, οὐ προσδεξάµενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Ἀλλ' οὐχ ἡµεῖς ἀναστάσεως ἐτύχοµεν. Ἀλλ' ἔχω δεῖξαι καὶ ἐκείνους, φησὶν, ἀποτµηθέντας, καὶ µὴ δεξαµένους, ἵνα κρείττονος ἀναστάσεως τύχωσι.∆ ιὰ τί γὰρ, εἰπέ µοι, παρὸν ζῆσαι, οὐκ ἠβουλήθησαν; οὐκ ἄρα ὅτι κρείττονα προσεδόκων ζωήν; Καὶ οἱ τοὺς ἄλλους ἀναστήσαντες, αὐτοὶ εἵλοντο ἀποθανεῖν, ὥστε κρείττονος ἀναστάσεως τυχεῖν, οὐ τοιαύτης, οἵας τὰ παιδία τῶν γυναικῶν. Ἐνταῦθά µοι δοκεῖ καὶ τὸν Ἰωάννην αἰνίττεσθαι, καὶ τὸν Ἰάκωβον· ἀποτυµπανισµὸς γὰρ λέγεται ὁ ἀποκεφαλισµός. Ἐξῆν αὐτοῖς ὁρᾷν τὸν ἥλιον, ἐξῆν αὐτοῖς µὴ ἐλέγξαι, καὶ ὅµως εἵλοντο ἀποθανεῖν, καὶ οἱ ἀναστήσαντες ἄλλους, αὐτοὶ εἵλοντο ἀποθανεῖν ἵνακρείττονος ἀναστάσεως τύχωσιν. Ἕτεροι δὲ ἐµπαιγµῶν καὶ µαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσµῶν καὶ φυλακῆς, ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν.
27.3
Ἐν τούτοις τελευτᾷ, ἐν τοῖς οἰκειοτέροις. Μάλιστα γὰρ ταῦτα φέρει τὴν παράκλησιν, ὅταν τῆς αὐτῆς ὑποθέσεως ἡ λύπη ᾖ· ἐπεὶ κἂν σφοδρότερον εἴπῃς, µὴ ᾖ δὲ ἐκ τῆς αὐτῆς ὑποθέσεως τεχθεῖσα, οὐδὲν ἐποίησας.∆ ιὰ τοῦτο εἰς τοῦτο τὸν λόγον συνέκλεισε, δεσµὰ λέγων, φυλακὰς, µάστιγας, λιθασµοὺς, τὰ κατὰ τὸν Στέφανον, τὰ κατὰ τὸν Ζαχαρίαν αἰνιττόµενος· διὸ ἐπήγαγεν, Ἐν φόνῳ µαχαίρας ἀπέθανον. Τί λέγεις; οἱ µὲν ἔφυγον στόµατα µαχαίρας, οἱ δὲ ἐν φόνῳ µαχαίρας ἀπέθανον; τί ἐστι τοῦτο; ποῖον ἐπαινεῖς, ποῖον θαυµάζεις; τοῦτο, ἢ ἐκεῖνο; Ναὶ, φησὶ, καὶ τοῦτο κἀκεῖνο· τοῦτο µὲν, ὅτι ὑµῖν οἰκεῖον, ἐκεῖνο δὲ, ὅτι καὶ πρὸς αὐτὴν τὴν τελευτὴν ἴσχυσεν ἡ πίστις, καὶ τύπος τῶν µελλόντων ἐστί.∆ ύο γάρ ἐστι τὰ θαύµατα τῆς πίστεως, ὅτι καὶ ἀνύει µεγάλα, καὶ πάσχει µεγάλα, καὶ ὅτι οὐδὲν ἡγεῖται πάσχειν. Καὶ οὐκ ἔχεις εἰπεῖν, φησὶν, ὅτι ἁρµατωλοί τινες ἦσαν καὶ οὐδαµινοί· κἂν γὰρ τὸν κόσµον ἀντιστήσῃς ὅλον, ἐκείνους εὑρίσκω καθέλκοντας τὸν ζυγὸν, καὶ τιµιωτέρους ὄντας.∆ ιὰ τοῦτο καὶ οὕτως εἶπεν Ὧν οὐκ ἦν ἄξιος ὁ κόσµος. Τί τοίνυν ἔµελλον ἐνταῦθα ἀπολαµβάνειν, ὧν οὐδὲν τῶν ἐν τῷ κόσµῳ ἦν ἄξιον; Ἐνταῦθα αὐτῶν διανίστησι τὴν διάνοιαν, παιδεύων µὴ προσηλοῦσθαι τοῖς παροῦσιν, ἀλλὰ πάντων µείζω φρονεῖν τῶν ἐν τῷ παρόντι βίῳ, εἴ γε ὁ πᾶςκόσµος οὐκ ἔστιν αὐτῶν ἄξιος. Τί τοίνυν βούλει ἐνταῦθα λαβεῖν; ὕβρις γάρ ἐστιν, ἐὰν ἐνταῦθα λάβῃς τὸν µισθόν. Μὴ τοίνυν κοσµικὰ φρονῶµεν, µηδὲ ἐνταῦθα ζητῶµεν τὴν ἀνταπόδοσιν, µηδὲ οὕτως ὦµεν πένητες· εἰ γὰρ ὁ πᾶς κόσµος οὐκ ἄξιος αὐτῶν, τί τὸ µέρος ἐπιζητεῖς; Καὶ εἰκότως· φίλοι γάρ εἰσι τοῦ Θεοῦ. Κόσµον δὲ ἐνταῦθα ἄρα τὸ πλῆθός φησιν, ἢ τὴν κτίσιν αὐτήν· ἀµφότερα γὰρ οἶδε λέγειν ἡ Γραφή. Εἰ πᾶσα ἡ κτίσις µετὰ τῶν ἀνθρώπων, φησὶ, στῇ τῶν αὐτῆς, οὐδέπω ἀντάξιοι φανοῦνται τούτων· καὶ εἰκότως. Ὥσπερ γὰρ µυρίοι σταθµοὶ ἀχύρου καὶ χόρτου δέκα µαργαριτῶν οὐκ ἂν εἶεν ἀντάξιοι· οὕτως οὐδὲ ἐκεῖνοι· Κρείσσων γὰρ εἷς ποιῶν θέληµα Κυρίου, ἢ µυρίοι παράνοµοι· µυρίους οὐχὶ τοὺς πολλοὺς λέγει, ἀλλὰ τὸ πλῆθος τὸ ἄπειρον. Ἐννόησον ὅσον ἐστὶν ὁ δίκαιος. Εἶπεν Ἰησοῦς ὁ τοῦ Ναυῆ· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλὼµ, καὶ ἐγένετο. Ἡκέτω τοίνυν πᾶσα ἡ οἰκουµένη, µᾶλλον δὲ δύο, καὶ τρεῖς, καὶ τέσσαρες, καὶ δέκα, καὶ εἴκοσιν οἰκουµέναι, καὶ λεγέτωσαν, καὶ ποιείτωσαν τοῦτο· ἀλλὰ οὐ δυνήσονται. Ὁ δὲ τοῦ Θεοῦ φίλος τοῖς τοῦ φίλου κτίσµασιν ἐπέταττε, µᾶλλον δὲ τὸν φίλον παρεκάλει, καὶ εἶκε τὰ δοῦλα, καὶ ὁ κάτω τοῖς ἄνω προσέταττεν. Ὁρᾷς ὅτι εἰς δουλείαν ταῦτα γέγονε, τὸν δρόµον τὸν διατεταγµένον πληροῦντα; Τοῦτο τῶν Μωϋσέως µεῖζον. Τί δήποτε; Οὐ γάρ ἐστιν ἴσον θαλάττῃ ἐπιτάξαι, καὶ τοῖς κατ' οὐρανόν· µέγα µὲν γὰρ κἀκεῖνο, καὶ σφόδρα µέγα, πλὴν ἀλλ' οὐδὲν ἴσον. Ἄκουε δὲ καὶ πόθεν τοιοῦτος γέγονε. Τί δήποτε; Τύπος ἦν τοῦ Χριστοῦ τὸ τοῦ Ἰησοῦ ὄνοµα.∆ ιὰ τοῦτο τοίνυν, ἐπεὶ τὴν τοιαύτην κλῆσιν ἔσχεν ἐν τύπῳ, ἣν Ἰησοῦς, αὐτὴν τὴν προσηγορίαν ᾐδέσθη ἡ κτίσις. Τί οὖν; ἄλλος οὐκ ἐκλήθη Ἰησοῦς; Ἀλλ' οὗτος ἐπὶ τούτῳ ἐκλήθη ἐν τύπῳ· καὶ γὰρ καὶ Αὐσῆς ἐλέγετο· διὰ τοῦτο µετεβλήθη τὸ ὄνοµα· πρόῤῥησις γὰρ ἦν καὶ προφητεία. Οὗτος εἰσήγαγε τὸν λαὸν εἰς τὴν ἐπαγγελίαν, ὥσπερ ὁ Ἰησοῦς εἰς τὸν οὐρανὸν, οὐχ ὁ νόµος, ὥσπερ οὐδὲ ὁ Μωϋσῆς, ἀλλ' ἔξω ἔµενεν· οὐκ ἰσχύει νόµος εἰσαγαγεῖν, ἀλλ' ἡ χάρις. Ὁρᾷς τοὺς τύπους ἄνωθεν προδιαγραφοµένους; Ἐπέταξε τῇ κτίσει, µᾶλλον δὲ τῷ κυρίῳ τῆς κτίσεως µέρει, αὐτῇ τῇ κεφαλῇ κάτω ἑστώς· ἵνα, ὅταν ἴδῃς ἐν ἀνθρώπου σχήµατι τὸν Ἰησοῦν τὰ αὐτὰ λέγοντα, µὴ θορυβηθῇς µηδὲ ξενισθῇς. Αὐτὸς, καὶ Μωϋσέως ζῶντος, ἐτροπώσατο τοὺς πολεµίους· οὗτος, καὶ τοῦ νόµου ζῶντος, τὰ πάντα διοικεῖ, ἀλλ' οὐ φανερῶς. Πλὴν ἴδωµεν ὅση ἡ ἀρετὴ τῶν ἁγίων.
27.4
Εἰ ἐνταῦθα τοιαῦτα ἐργάζονται, εἰ ἐνταῦθα τοιαῦτα ποιοῦσιν, ἅπερ οἱ ἄγγελοι, τί ἄρα ἐκεῖ; πόσην ἔχουσι τὴν λαµπρότητα; Τάχα τις ὑµῶν ἕκαστος ἐβούλετο εἶναι τοιοῦτος, ὥστε δύνασθαι ἐπιτάττειν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ. Ἐνταῦθα οἱ λέγοντες τὸν οὐρανὸν σφαῖραν εἶναι, πρὸς τοῦτο τί ἂν εἴποιεν;∆ ιὰ τί γὰρ µὴ εἶπε, Στήτω ὁ ἥλιος, ἀλλὰ προσέθηκε, Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώµ; Τουτέστι, Μείζονα τὴν ἡµέραν ἐργασάσθω. Τοῦτο καὶ ἐπὶ τοῦ Ἐζεκίου γέγονεν· ἀνεπόδισε γὰρ ὁ ἥλιος. Ἀλλὰ τοῦτο ἐκείνου θαυµαστότερον, τὸ τὴν ἐναντίαν ἐλθεῖν πάλιν ὁδὸν, µήπω περιελθόντα τὸν δρόµον. Ἀλλὰ τούτων ἡµεῖς µείζονα ἐπιτευξόµεθα, ἐὰν ἐθέλωµεν. Τίνα γὰρ ἡµῖν ἐπηγγείλατο ὁ Χριστός; Οὐχὶ ἥλιον στήσειν, οὐδὲ σελήνην, οὐδὲ ἀναποδισµὸν ἡλίου, ἀλλὰ τί; Ἐλευσόµεθα πρὸς αὐτὸν ἐγὼ καὶ ὁ Πατὴρ, φησὶ, καὶ µονὴν παρ' αὐτῷ ποιήσοµεν. Τί µοι δεῖ ἡλίου καὶ σελήνης, καὶ τῶν θαυµάτων τούτων, αὐτοῦ τοῦ∆ εσπότου πάντων παρ' ἐµοὶ καταγοµένου καὶ ἐνιδρυµένου· οὐ δεῖ µοι τούτου. Τί γὰρ δεῖ µοί τινος τούτων; αὐτὸς ἔσται µοι εἰς ἥλιον καὶ σελήνην καὶ εἰς φῶς. Εἰπὲ γάρ µοι, τί ἐβούλου, εἰς βασίλεια εἰσελθὼν, δυνηθῆναί τι τῶν πεπηγότων µεταῤῥυθµίσαι, ἢ τὸν βασιλέα οὕτως οἰκειώσασθαι, ὡς πεῖσαι πρὸςσὲ καταχθῆναι; οὐ πολλῷ µᾶλλον τοῦτο, ἢ ἐκεῖνο; Τί δαί; οὐ θαυµαστὸν, εἴπερ ἄνθρωπος ἐπιτάττει ταῦτα ἃ καὶ ὁ Χριστός; Ἀλλ' ὁ Χριστὸς, φησὶν, οὐ δεῖται τοῦ Πατρὸς, ἀλλ' αὐθεντικῶς ποιεῖ. Καλῶς· οὐκοῦν ὁµολόγησον πρῶτον καὶ εἰπὲ, ὅτι οὐ δεῖται τοῦ Πατρὸς, καὶ αὐθεντικῶς ποιεῖ· καὶ τότε σε ἐρήσοµαι πάλιν, µᾶλλον δὲ διδάξω περὶ τῆς εὐχῆς ἧς ποιεῖται, ὅτι συγκαταβάσεως καὶ οἰκονοµίας ἦν( οὐ γὰρ δὴ τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἐλάττων ἦνὁ Χριστὸς), καὶ τοῦ δύνασθαι διδάσκειν ἡµᾶς χωρὶς εὐχῆς. Ὥσπερ γὰρ διδασκάλου ἀκούων ψελλίζοντος καὶ τὰ στοιχεῖα καταλέγοντος, οὐ φὴς αὐτὸν ἀγνοεῖν, καὶ ὅταν ἐρωτᾷ, ποῦ ἐστι τόδε τὸ στοιχεῖον, οἶδας ὅτιοὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ τὸν µαθητευόµενον θέλων ἐναγαγεῖν· οὕτω καὶ ὁ Χριστὸς οὐ δεόµενος εὐχῆς ἐποιεῖτο τὴν εὐχὴν, ἀλλὰ σὲ θέλων ἐναγαγεῖν, ἵνα συνεχῶς προσέχῃς τῇ εὐχῇ, ἵνα ἀδιαλείπτως, ἵνα νηφόντως, καὶ µετὰ πολλῆς τῆς ἀγρυπνίας ταύτην ποιῇς. Ἀγρυπνεῖν δὲ οὐ τὸ νυκτὸς ἐγείρεσθαι λέγω µόνον, ἀλλὰ καὶ τὸ ἐν ἡµέρᾳ νήφειν ἐν ταῖς προσευχαῖς· ἄγρυπνος γὰρ καλεῖται ὁ τοιοῦτος. Ἐπεὶ ἔστι καὶ νυκτὸς εὐχόµενον καθεύδειν, καὶ ἐν ἡµέρᾳ µὴ εὐχόµενον ἀγρυπνεῖν, ὅταν ἡ ψυχὴ τεταµένη ᾖ πρὸς τὸν Θεὸν, ὅταν ἐννοῇ τίνι διαλέγεται, πρὸς τίνα ὁ λόγος αὐτῇ, ὅταν λάβῃ ἐν νῷ ὅτι ἄγγελοι παρεστήκασι µετὰ τρόµου καὶ φόβου, αὐτὸς δὲ προσίῃ χασµώµενος καὶ κνώµενος. Μέγα ὅπλον εὐχὴ, ἐὰν µετὰ τῆς προσηκούσης γίνηται διανοίας. Καὶ ἵνα µάθῃς αὐτῆς τὴν ἰσχὺν, σκόπει ἐντεῦθεν· Ἀναισχυντίας καὶ ἀδικίας καὶ ὠµότητος καὶ ἰταµότητος ἐκράτησεν ἡ συνεχὴς ἔντευξις· Ἀκούσατε γὰρ, φησὶ, τί ὁ κριτὴς λέγει τῆς ἀδικίας. Καὶ ὄκνου πάλιν ἐκράτησε· καὶ ὅπερ οὐκ ἐποίησε φιλία, τοῦτο ἐποίησεν ἔντευξις συνεχής· Καὶ εἰ µὴ διὰ τὸ φίλον αὐτοῦ εἶναι, φησὶ, δώσει αὐτῷ, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ. Καὶ ἀναξίαν οὖσαν ἀξίαν ἐποίησεν ἡ συνεχὴς προσεδρεία· Οὐκ ἔστι, φησι, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ, Ναὶ, φησὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὑτῶν.
27.5
Προσέχωµεν τοίνυν τῇ εὐχῇ· µέγα ὅπλον ἐστὶν ἐὰν µετὰ ἐκτενείας γίνηται, ἐὰν χωρὶς κενοδοξίας, ἐὰν µετὰ ψυχῆς εἰλικρινοῦς. Αὕτη πολεµίους ἐτροπώσατο, αὕτη ἔθνος ὁλόκληρον καὶ ἀνάξιον εὐηργέτησεν. Ἤκουσα, φησὶ, τοῦ στεναγµοῦ αὐτῶν, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς· αὕτη φάρµακόν ἐστι σωτήριον, καὶ κωλυτικὸν τῶν ἁµαρτηµάτων, καὶ ἰατρεῖον τῶν πληµµεληµάτων· ταύτῃ καὶ ἡ χήρα ἡ µεµονωµένη προσήδρευεν. Ἐὰν οὖν µετὰ ταπεινοφροσύνης εὐχώµεθα, ἐὰν τὸ στῆθος πλήττοντες ὡς ὁ τελώνης, ἐὰν ἐκεῖνα φθεγγώµεθα ἅπερ ἐκεῖνος, ἐὰν λέγωµεν, Ἱλάσθητί µοιτῷ ἁµαρτωλῷ, πάντων ἐπιτευξόµεθα. Εἰ γὰρ καὶ µὴ τελῶναί ἐσµεν, ἀλλ' ἕτερα ἔχοµεν ἐκείνου οὐχ ἥττονα ἁµαρτήµατα. Μὴ γάρ µοι εἴπῃς, ὅτι ἐν µικρῷ τινι διήµαρτες· τὴν γὰρ αὐτὴν ἔχει τὸ πρᾶγµα φύσιν. Καθάπερ γὰρ ὁµοίως ἀνδροφόνος λέγεται, ὅ τε παῖδα ἀνελὼν, ὅ τε ἄνδρα· οὕτω καὶ πλεονέκτης, καὶ ὁ πολλὰ καὶ ὁ µικρὰ πλεονεκτῶν. Καὶ ἡ µνησικακία δὲ οὐ µικρὸν, ἀλλὰ καὶ µέγα ἁµάρτηµα· Μνησικάκων γὰρ, φησὶν, ὁδοὶ εἰς θάνατον· καί· Ὁ ὀργιζόµενος εἰκῆ τῷ ἀδελφῷ αὑτοῦ, ἔνοχος ἔσται τῇ γεέννῃ· καὶ ὁ καλῶν τὸν ἀδελφὸν αὑτοῦ µωρὸν καὶ ἀνόητον, καὶ ὅσα τοιαῦτα. Μεταλαµβάνοµεν δὲ καὶ τῶν φρικτῶν µυστηρίων ἀναξίως, καὶ φθονοῦµεν καὶ λοιδοροῦµεν· τινὲς δὲ ἡµῶν καὶ ἐµεθύσθησαν πολλάκις. Τούτων δὲ ἕκαστον καὶ αὐτὸ καθ' ἑαυτὸ ἱκανὸν ἐκβαλεῖν τῆς βασιλείας· ὅταν δὲ καὶ ὁµοῦ συµφέρηται, τίνα ἕξοµεν ἀπολογίαν; Πολλῆς ἡµῖν δεῖ τῆς µετανοίας, ἀγαπητοὶ, πολλῆς τῆς εὐχῆς, πολλῆς τῆς καρτερίας, πολλῆς τῆς προσεδρείας, ἵνα δυνηθῶµεν ἐπιτυχεῖν τῶνἐπηγγελµένων ἡµῖν ἀγαθῶν. Εἴπωµεν οὖν καὶ ἡµεῖς· Ἱλάσθητί µοι τῷ ἁµαρτωλῷ· µᾶλλον δὲ µὴ εἴπωµεν µόνον, ἀλλὰ καὶ οὕτω φρονῶµεν· κἂν ἕτερός τις ἡµᾶς ἐγκαλέσῃ, µὴ ὀργιζώµεθα. Ἤκουσεν ἐκεῖνος, ὅτι Οὐκ εἰµὶ ὡς οὗτος ὁ τελώνης, καὶ οὐ παρωξύνθη, ἀλλὰ κατενύγη· ἐδέξατο τὸ νῖκος, καὶ ἀπέθετο τὸ ὄνειδος. Εἶπεν ἐκεῖνος τὸ τραῦµα, ἐζήτησεν οὗτος τὸ φάρµακον. Λέγωµεν τοίνυν· Ἱλάσθητί µοι τῷ ἁµαρτωλῷ· πλὴν κἂν ἕτερος εἴπῃ, µὴ ἀγανακτῶµεν. Ἐὰν δὲ αὐτοὶ µὲν λέγωµεν µυρία ἑαυτοὺς κακὰ, παρ' ἑτέρων δὲ ἀκούοντες δυσχεραίνωµεν, οὐκέτι τοῦτο ταπεινοφροσύνη ἐστὶν οὐδὲ ἐξοµολόγησις, ἀλλ' ἐπίδειξις καὶ κενοδοξία. Ἐπίδειξίς ἐστι, φησὶν, ἑαυτὸν ἁµαρτωλὸν καλεῖν; Ναί· ταπεινοφροσύνης γὰρ λαµβάνοµεν δόξαν, θαυµαζόµεθα, ἐγκωµιαζόµεθα· ἐὰν δὲ τοὐναντίον εἴπωµεν ἑαυτοὺς, καταφρονούµεθα. Ὥστε καὶ τοῦτο δόξης ἕνεκεν ποιοῦµεν. Τί δέ ἐστι ταπεινοφροσύνη; Τὸ ἑτέρου ὀνειδίζοντος φέρειν, τὸ ἐπιγινώσκειν τὸ ἁµάρτηµα, τὸ φέρειν τὰς κακηγορίας. Καὶ οὐδὲ τοῦτο ταπεινοφροσύνης ἂν εἴη, ἀλλ' εὐγνωµοσύνης. Νῦν δὲ ἑαυτοὺς µὲν λέγοµεν ἁµαρτωλοὺς, ἀναξίους, µυρία ὅσα· ἂν δὲ ἕτερός τις ἡµῖν ἓν τούτων προσενέγκῃ, χαλεπαίνοµεν, ἀγριαινόµεθα. Ὁρᾷς ὅτι οὐκ ἔστιν ἐξοµολόγησις, οὐδὲ εὐγνωµοσύνη; Εἶπες σαυτὸν εἶναι τοιοῦτον· µὴ ἀγανάκτει καὶ παρ' ἑτέρων ἀκούων, καὶ ἐλεγχόµενος· οὕτω σοι τὰ ἁµαρτήµατα κουφίζεται, ὅταν ἕτεροι ὀνειδίζωσιν· ἑαυτοῖς µὲν γὰρ βάρος ἐπιτιθέασι, σὲ δὲ εἰς φιλοσοφίαν ἐνάγουσιν. Ἄκουε τί φησιν ὁ µακάριος∆ αυῒδ, ἡνίκα κατηρᾶτο αὐτῷ ὁ Σεµεεί. Ἄφες αὐτὸν, φησίν· ὁ Κύριος ἐνετείλατο αὐτῷ, ὅπως ἴδῃ τὴν ταπείνωσίν µου· καὶ ἀνταποδώσει µοι Κύριος ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐ τοῦ τῆς ἐν τῇ ἡµέρᾳ ταύτῃ. Σὺ δὲ περὶ σαυτοῦ λέγων καὶ ὑπερβολὴν κακῶν, ἐὰν µὴ τὰ τῶν µεγάλων δικαίων ἐγκώµια παρ' ἑτέρων ἀκούῃς, ἀγριαίνεις. Ὁρᾷς ὅτι παίζεις ἐν οὐ παικτοῖς πράγµασι; καὶ γὰρ τοὺς ἐπαίνους ἐπαίνων ἑτέρων ἐπιθυµίᾳ διακρουόµεθα, ἵνα µειζόνων πάλιν τύχωµεν ἐγκωµίων, ἵνα µᾶλλον θαυµασθῶµεν. Ὥστε, οὐ προσιέµενοι τὰ ἐγκώµια, ἵνα αὐξήσωµεν αὐτὰ, τοῦτο ποιοῦµεν· καὶ πάντα πρὸς δόξαν ἡµῖν γίνεται, οὐ πρὸς ἀλήθειαν.∆ ιὰ τοῦτο πάντα κενὰ, πάντα ἄπορα.∆ ιὸ παρακαλῶ νῦν γοῦν ἀποστῆναι τῆς µητρὸς τῶν κακῶν, τῆς κενοδοξίας, καὶ ζῆσαι κατὰ τὸ τῷ Θεῷ δοκοῦν· ὥστε καὶ τῶν µελλόντων ἐπιτυχεῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν.