Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
2.0
Ὃς ὢν ἀπαύγασµα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥή µατι τῆς δυνάµεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρι σµὸνποιησάµενος τῶν ἁµαρτιῶν ἡµῶν.
2.1
Πανταχοῦ µὲν εὐλαβοῦς διανοίας δεῖ, µάλιστα δὲ ὅταν περὶ Θεοῦ λέγωµέν τι καὶ ἀκούωµεν· οὔτε γὰρ γλῶσσα εἰπεῖν, οὔτε οὖς ἀκοῦσαι πρὸς ἀξίαν τοῦ Θεοῦ τι δύναται· καὶ τί λέγω γλῶτταν καὶ οὖς; οὐδὲ γὰρ ὁ νοῦς ὁ πολὺ τούτων ὑπερέχων, δυνήσεταί τι περιλαβεῖν ἀκριβῶς, ὅταν περὶ Θεοῦ τι φθέγγεσθαι βουλώµεθα. Εἰ γὰρ ἡ εἰρήνη τοῦ Θεοῦ ὑπερέχει πάντα νοῦν, καὶ τὰ ἡτοιµασµένα τοῖς ἀγαπῶσιν αὐτὸν ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· πολλῷ µᾶλλον αὐτὸς ὁ τῆς εἰρήνης Θεὸς, ὁ τῶν ἁπάντων∆ ηµιουργὸς, ὑπερβαίνει πολλῷ τῷ µέτρῳ τὸν ἡµέτερον λογισµόν.∆ εῖ τοίνυν µετὰ πίστεως καὶ εὐλαβείας ἅπαντα δέχεσθαι· καὶ ὅταν ὁ λόγος ἐξασθενήσῃ, καὶ µὴ δύνηται παραστῆσαι τὰ λεγόµενα µετὰ ἀκριβείας, τότε µάλιστα δοξάζειν τὸν Θεὸν, ὅτι Θεὸν τοιοῦτον ἔχοµεν, καὶτὴν διάνοιαν ἡµῶν καὶ τὸν λόγον ὑπερβαίνοντα· πολλὰ γὰρ ὧν περὶ Θεοῦ νοοῦµεν, οὐ φράσαι δυνάµεθα· ἢ πολλὰ µὲν φράζοµεν, νοῆσαι δὲ οὐκ ἰσχύοµεν· οἷόν τι λέγω, ὅτι πανταχοῦ µὲν ὁ Θεὸς ἴσµεν, πῶς δὲ, οὐκέτι νοοῦµεν· ὅτι ἐστί τις ἀσώµατος δύναµις πάντων αἰτία τῶν ἀγαθῶν, ἴσµεν, πῶς δέ ἐστιν, οὐκ ἴσµεν. Ἰδοὺ φράζοµεν, καὶ οὐ νοοῦµεν. Εἶπον ὅτι πανταχοῦ ἐστιν, ἀλλ' οὐ νοῶ· εἶπον ὅτι ἄναρχός ἐστιν, ἀλλ' οὐ νοῶ· εἶπον ὅτι ἐγέννησεν ἐξ ἑαυτοῦ, καὶ οὐκ οἶδα πῶς πάλιν νοήσω. Ἔστιν οὖν τινα, ἃ µηδὲ φράσαι ἔνι· οἷόν τι λέγω, νοεῖ ἡ διάνοια, ἀλλ' εἰπεῖν οὐ δύναται. Καὶ ἵνα εἰδῇς καὶ Παῦλον ἀσθενοῦντα, καὶ µὴ πρὸς ἀκρίβειαν τὰ ὑποδείγµατα λέγοντα, καὶ φρίξῃς καὶ µηδὲν περαιτέρω ζητήσῃς, ἄκουε· εἰπὼν γὰρ Υἱὸν, καὶ θεὶς δηµιουργὸν, τί ἐπάγει; Ὃς ὢν ἀπαύγασµα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστά σεως αὐτοῦ. Τοῦτο δὲ µετ' εὐλαβείας ἐκλαµβάνειν δεῖ, καὶ τὰ ἄτοπα περικόψαι. Ἀπαύγασµα τῆς δόξης, φησίν. Ἀλλ' ὅρα πρὸς τί αὐτὸ ἐκλαµβάνει, καὶ οὕτω καὶ αὐτὸς δέχου· ὅτι ἐξ αὐτοῦ, ὅτι ἀπαθῶς, ὅτι οὐ µειωθέντος οὐδὲ ἐλαττωθέντος· ἐπειδή εἰσί τινες ἄτοπά τινα ἐκ τοῦ ὑποδείγµατος ἐκλαµβάνοντες. Τὸ γὰρ ἀπαύγασµα, φασὶν, ἐνυπόστατον οὐκ ἔστιν, ἀλλ' ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. Μὴ τοῦτο τοίνυν ἐκλάβῃς, ἄνθρωπε, µηδὲ Μαρκέλλου καὶ Φωτεινοῦ νοσήσῃς τὴν νόσον. Ἐγγύθεν γάρ σε θεραπεύει, ὥστε µὴ εἰς ἐκείνην ἐµπεσεῖν σε τὴν διάνοιαν, οὐδὲ ἀφίησί σε εἰς τὸ ὀλέθριον ἐκεῖνο νόσηµα κατενεχθῆναι· τί δέ φησι; Καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· δηλῶν διὰ τῆς ἐπαγωγῆς, ὅτι ὥσπερ ἐστὶν ὁ Πατὴρ ἐνυπόστατος, καὶ πρὸς ὑπόστασιν οὐδενὸς δεόµενος· οὕτω καὶ ὁ Υἱός. Ἐνταῦθα γὰρ τὸ ἀπαράλλακτον δεικνὺς τοῦτό φησι, καὶ πρὸς τὸν ἰδιάζοντα χαρακτῆρα τοῦ πρωτοτύπου παραπέµπων σε, καὶ διδάσκων ὡς ἐν ὑποστάσειἐστὶ καθ' ἑαυτόν. Εἰπὼν δὲ ἀνωτέρω, ὅτι δι' αὐτοῦ ἐποίησεν ὁ Θεὸς τὰ πάντα, ἐνταῦθα δίδωσιν αὐτῷ τὴν αὐθεντίαν. Τί γὰρ ἐπάγει; Φέρων τε τὰ πάντα τῷ ῥήµατι τῆς δυνάµεως αὐτοῦ· ἵνα ἐκ τούτου µὴ µόνον τὸν χαρακτῆρα τῆς ὑποστάσεως ἐκλάβωµεν, ἀλλὰ καὶ τὸ µετὰ αὐθεντίας ἅπαντα κυβερνᾷν. Ὅρα τοίνυν πῶς, ὅπερ ἐστὶν ἴδιον τοῦ Πατρὸς, τοῦτο προσάπτει τῷ Υἱῷ.∆ ιὰ γὰρ τοῦτο οὐχ ἁπλῶς εἶπε· Φέρων τε τὰ πάντα, οὐδὲ εἶπε· Τῇ δυνάµει αὐτοῦ, ἀλλὰ, Τῷ ῥήµατι τῆς δυνάµεως αὐτοῦ. Ὥσπερ γὰρ πρώην ἡµῖν ἀνῄει κατὰ µικρὸν καὶ κατῄει· οὕτω καὶ νῦν, καθάπερ ἀπό τινων βαθµῶν, ἀναβαίνει εἰς ὕψος, εἶτα πάλιν καταβαίνει, καί φησι·∆ ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὅρα πῶς καὶ ἐνταῦθα δύο τέµνει ὁδούς. Βουλόµενος γὰρ ἡµᾶς ἀπαγαγεῖν τῆς Σαβελλίου καὶ Ἀρείου καινοτοµίας, τοῦ µὲν τὸ περιττὸν τῆς ὑποστάσεως ἀναιροῦντος, τοῦ δὲ τὴν µίαν φύσινεἰς ἀνισότητα κατατέµνοντος, ἐκ περιουσίας ἀµφότερα καθαιρεῖ. Πῶς οὖν τοῦτο ποιεῖ; Ἄνω καὶ κάτω τὰ αὐτὰ στρέφει καὶ φθέγγεται, ὥστε µὴ νοµισθῆναι αὐτὸν ἄναρχον, µηδὲ ἀλλότριον τοῦ Θεοῦ. Καὶ µὴ ξενισθῇς τὸν λόγον, ἀγαπητέ· εἰ γὰρ καὶ µετὰ τοσαύτην ἀπόδειξίν εἰσί τινες οἱ ἀλλότριον αὐτὸν εἶναι φήσαντες, καὶ ἕτερον αὐτῷ δόντες πατέρα, καὶ τούτῳ πολεµεῖν αὐτὸν λέγοντες· εἰ µὴ ταῦτα εἶπε, τί οὐκ ἂν ἐφθέγξαντο; Ὅταν οὖν θεραπεύειν ἀναγκάζηται, τότε ἀναγκάζεται καὶ τὰ ταπεινὰ φθέγγεσθαι· οἷον ὅτι Ἔθηκε, φησὶν, αὐτὸν κληρονόµον πάντων, καὶ ὅτι∆ ι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησεν. Εἶτα ἵνα µὴ ἑτέρως λυµήνηται, ἀπὸ τῶν λόγων τῆς ταπεινότητος εἰς αὐθεντίαν πάλιν αὐτὸν ἀνάγει, καὶ δείκνυσιν ὁµότιµον ὄντα τῷ Πατρὶ, καὶοὕτως ὁµότιµον, ὡς πολλοὺς νοµίσαι τὸν αὐτὸν εἶναι Πατέρα. Καὶ θέα τὴν σύνεσιν αὐτοῦ τὴν πολλήν· πρότερον ἐκεῖνο τίθησι, καὶ ἀσφαλίζεται αὐτὸ µετὰ ἀκριβείας· καὶ ὅταν τοῦτο δειχθῇ, ὅτι τοῦ Θεοῦ ἐστιν Υἱὸς, καὶ ὅτι οὐκ ἀλλότριος αὐτοῦ, µετὰ ἀδείας λοιπὸν ἅπαντα, ὅσα βούλεται, φθέγγεται τὰ ὑψηλά. Ἐπειδὴ γὰρ τὸ µέγα τι περὶ αὐτοῦ εἰπεῖν εἰς ἐκείνην τὴν ἔννοιαν πολλοὺς ἤγαγε, πρότερον θεὶς τὰ ταπεινὰ, µετὰ ἀσφαλείας τότε εἰς ὕψος ἀνέρχεταιὅσον βούλεται· καὶ εἰπών· Ὃν ἔθηκε κληρονόµον πάντων, καὶ ὅτι δι' αὐτοῦ τοὺς αἰῶνας ἐποίησε, τότε ἐπάγει· Φέρων τε τὰ πάντα τῷ ῥήµατι τῆς δυνάµεως αὐτοῦ. Ὁ γὰρ ῥήµατι µόνῳ τὰ πάντα διακυβερνῶν, οὐκ ἂν δεηθείη τινὸς εἰς τὸ παραγαγεῖν τὰ πάντα.
2.2
Καὶ ὅτι τοῦτό ἐστιν, ὅρα πῶς πάλιν προϊὼν δίδωσιν αὐτῷ τὴν αὐθεντίαν, καὶ τὸ,∆ ι' οὗ, ἐξελών. Ἐπειδὴ γὰρ εἰργάσατο δι' αὐτοῦ ὃ ἤθελε, λοιπὸν ἀποστὰς ἀπ' αὐτοῦ, τί φησι; Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεµελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Οὐδαµοῦ τὸ,∆ ι' οὗ, οὐδὲ ὅτι ἐποίησε δι' αὐτοῦ τοὺς αἰῶνας. Τί οὖν; οὐχ ὑπ' αὐτοῦ γεγένηνται; Ναί· ἀλλ' οὐχ ὡς σὺ λέγεις, οὐδ' ὡς ὑπονοεῖς, ὡς δι' ὀργάνου, οὐδὲ ὡς οὐκ ἂν ποιήσαντος, εἰ µὴ χεῖρα αὐτῷ ὤρεξεν ὁ Πατήρ. Ὥσπερ γὰρ οὐδένα κρίνει ἐκεῖνος, καὶ λέγεται κρίνειν διὰ τοῦ Υἱοῦ, ὅτι κριτὴν αὐτὸν ἐγέννησεν· οὕτω καὶ δηµιουργεῖν δι' αὐτοῦ, ὅτι δηµιουργὸν αὐτὸν ἐγέννησεν. Εἰ γὰρ αὐτοῦ αἴτιος ὁ Πατὴρ, πολλῷ µᾶλλον τῶν δι' αὐτοῦ γεγενηµένων. Ὅταν µὲν οὖν βούληται δεῖξαι ὅτι ἐξ αὐτοῦ, ἀναγκαίως τὰ ταπεινὰ φθέγγεται· ὅταν δὲ βούληται ὑψηλὰ φθέγγεσθαι, λαβὴν Μάρκελλος λαµβάνει καὶ Σαβέλλιος. Ἀλλ' ἀµφοτέρων τὴν ἀµετρίαν ἡ Ἐκκλησία φυγοῦσα, µέσην ὥδευσεν ὁδόν. Οὔτε γὰρ ἐπὶ τῆς ταπεινότητος ἐµµένει, ἵνα µὴ Παῦλος ὁ Σαµοσατεὺς λάβῃ χώραν, οὔτε ἀεὶ τοῖς ὑψηλοῖς ἐναποµένει· καὶ δείκνυσιν αὐτοῦ πάλιν τὴν ἐγγύτητα τὴν πολλὴν, ἵνα µὴ Σαβέλλιος ἐπιπηδήσῃ. Εἶπεν Υἱὸν, καὶ εὐθέως ἐφέστηκε Παῦλος ὁ Σαµοσατεὺς, λέγων αὐτὸν εἶναι Υἱὸν ὡς τοὺς πολλούς. Ἀλλ' ἔδωκεν αὐτῷ καιρίαν πληγὴν, εἰπὼν Κληρονόµον. Ἀλλ' ἔτι ἀναισχυντεῖ µετὰ Ἀρείου· τὸ γὰρ, Ἔθηκεναὐτὸν κληρονόµον, ἀµφότεροι κατέχουσιν· ἐκεῖνος µὲν ἀσθενείας λέγων εἶναι, οὗτος δὲ ἐπισκήπτειν ἐπιχειρῶν καὶ τῷ ἑξῆς. Εἰπὼν δὲ Παῦλος,∆ ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἔβαλεν ὕπτιον ἀναισχυντοῦντα τὸν Σαµοσατέα, ὁ δὲ Ἄρειος ἔτι ἰσχυρὸς εἶναι δοκεῖ. Ἀλλ' ὅρα καὶ τοῦτον πῶς καταβάλλει πάλιν εἰπών· Ὃς ὢν ἀπαύγασµα τῆς δόξης αὑτοῦ. Ἀλλ' ἰδοὺ πάλιν ἐπιπηδᾷ Σαβέλλιος, καὶ Μάρκελλος, καὶ Φωτεινός. Ἀλλὰ κἀκείνοις πᾶσι µίαν πληγὴν δίδωσιν, εἰπών· Καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήµατι τῆς δυνάµεως αὐτοῦ. Ἐνταῦθα πάλιν καὶ Μαρκίωνα πλήττει, οὐ σφόδρα µὲν ἰσχυρῶς, πλήττε· δ' οὖν ὅµως· δι' ὅλης γὰρ τῆς ἐπιστολῆς πρὸς αὐτοὺς µάχεται. Ἀλλ' ὅπερ ἔφην, ἀπαύγασµα τῆς δόξης εἴρηκε τὸν Υἱόν· καὶ ὅτι καλῶς, ἄκουε τοῦ Χριστοῦ λέγοντος περὶ αὑτοῦ, Ἐγώ εἰµι τὸ φῶς τοῦ κόσµου.∆ ιὰ τοῦτο δὲ ἀπαύγασµα εἶπεν αὐτὸς, ἵνα δείξῃ ὅτι κἀκεῖ οὕτως εἴρηται· δῆλον δὲ, ὡς φῶς ἐκ φωτός. Οὐ τοῦτο δὲ µόνον δείκνυται, ἀλλ' ὅτι καὶ ἐφώτισε τὰς ἡµετέρας ψυχάς.∆ ιὰ δὲ τοῦ ἀπαυγάσµατος τὸ ἴσον ἐσήµανε τῆς οὐσίας, καὶ τὴν πρὸς τὸν Πατέρα ἐγγύτητα. Ἐννόησον τὴν λεπτότητα τῶν εἰρηµένων· οὐσίαν µίαν ἔλαβε καὶ ὑπόστασιν εἰς δύο ὑποστάσεων παράστασιν· ὃ καὶ ἐπὶ τῆς γνώσεως τοῦ Πνεύµατος ποιεῖ. Ὥσπερ γὰρ µίαν εἶναί φησι τὴν γνῶσιν τὴν τοῦ Πατρὸς καὶ τοῦ Πνεύµατος, ὡς ὄντως µίαν, καὶ οὐδὲν πρὸς ἑαυτὴν διεστηκυῖαν· οὕτω καὶ ἐνταῦθα ἑνός τινος ἐπελάβετο ῥήµατος εἰς τὴν τῶν δύο ὑποστάσεων δήλωσιν. Εἶτα ἐπήγαγεν, ὅτι Καὶ χαρακτήρ. Ὁ γὰρ χαρακτὴρ ἄλλος τίς ἐστι παρὰ τὸ πρωτότυπον· ἄλλος δὲ οὐ πάντη, ἀλλὰ κατὰ τὸ ἐνυπόστατον εἶναι· ἐπεὶ καὶ ἐνταῦθα ὁ χαρακτὴρ τὸ ἀπαράλλακτον δηλοῖ οὗ ἐστι χαρακτὴρ, τὸ ὅµοιον κατὰ πάντα. Ὅταν οὖν καὶ µορφὴν αὐτὸν καλῇ, καὶ χαρακτῆρα, τί ἐροῦσιν; Ἀλλὰ καὶ εἰκόνος εἴρηται εἰκὼν ὁ ἄνθρωπος, φησί. Τί οὖν; οὕτως ὡς ὁ Υἱός; Οὒ, φησὶν, ἀλλ' ὅτι εἰκὼν οὐ δείκνυσι τὸ ὅµοιον. Καίτοι γε καθ' ὃ εἴρηται ὁ ἄνθρωπος εἰκὼν, δείκνυσι τὸ ὅµοιον ὡς ἐν ἀνθρώπῳ. Ὅπερ γάρ ἐστιν ὁ Θεὸς ἐν τῷ οὐρανῷ, τοῦτο ὁ ἄνθρωπος ἐπὶ τῆς γῆς, κατὰ τὴν ἀρχὴν λέγω· καὶ ὥσπερ τῶν ἐπὶ γῆς πάντων οὗτος κρατεῖ, οὕτω καὶ ὁ Θεὸς πάντων κρατεῖ τῶν ἐν τῷ οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς. Ἄλλως δὲ, ὁ ἄνθρωπος οὐκ εἴρηται χαρακτὴρ, οὐκ εἴρηται ἀπαύγασµα, οὐκ εἴρηται µορφή· ὅπερ τὴν οὐσίαν ἐµφαίνει, ἢ καὶ ὁµοιότητα τὴν κατ' οὐσίαν. Ὥσπερ οὖν ἡ µορφὴ τοῦ δούλου οὐδὲν ἄλλο ἐµφαίνει ἢ ἄνθρωπον ἀπαράλλακτον· οὕτω καὶ ἡ µορφὴ τοῦ Θεοῦ οὐδὲν ἄλλο ἐµφαίνει ἢ Θεόν. Ὃς ὢν ἀπαύγασµα, φησὶ, τῆς δόξης. Ὅρα τὸν Παῦλον τί ποιεῖ. Εἰπών· Ὃς ὢν ἀπαύγασµα τῆς δόξης, ἐπήγαγε πάλιν· Ἐκάθισεν ἐν δεξιᾷ τῆς µεγαλωσύνης· ὀνόµασιν οἵοις κέχρηται, οὐδαµοῦ τῆς οὐσίας αὐτῆς ὄνοµα εὑρών. Οὔτε γὰρ ἡ µεγαλωσύνη, οὔτε ἡ δόξα τὸ ὄνοµα παρίστησιν, ὃ βούλεται εἰπεῖν, ἀλλ' οὐκ ἔχει ὄνοµα εὑρεῖν. Τοῦτο γάρ ἐστιν ὃ ἔλεγον ἐξ ἀρχῆς, ὅτι πολλάκις τινὰ νοοῦµεν, καὶ οὐ δυνάµεθα φράζειν· ἐπεὶ οὐδὲ τὸ, Θεὸς, ὄνοµα οὐσίας ἐστὶν, οὐδὲ ἔστιν ὅλως τῆς οὐσίας ἐκείνης ὄνοµα εὑρεῖν. Καὶ τί θαυµαστὸν εἰ ἐπὶ Θεοῦ, ὅπου γε οὐδὲ ἐπὶ ἀγγέλου εὕροι τις ἂν ὄνοµα τῆς οὐσίας δηλωτικόν; τάχα δὲ οὐδὲ ἐπὶ ψυχῆς· οὐ γάρ µοι δοκεῖ τοῦτο τὸ ὄνοµα παραστατικὸν εἶναι τῆς οὐσίας αὐτῆς, ἀλλὰ τοῦ ψύχειν. Τὴν γὰρ αὐτὴν καὶ ψυχὴν, καὶ καρδίαν, καὶ νοῦν καλουµένην ἴδοι τις ἄν. Καρδίαν γὰρ, φησὶ, καθαρὰν κτίσον ἐν ἐµοὶ, ὁ Θεός. Οὐ µόνον δὲ ταῦτα, ἀλλὰ καὶ πνεῦµα πολλαχοῦ ἴδοι τις ἂν λεγοµένην αὐτήν. Φέρων τε τὰ πάντα τῷ ῥήµατι τῆς δυνάµεως αὐτοῦ. Ὁρᾷς τί φησι;
2.3
Πῶς οὖν, εἰπέ µοι, λέγεις, αἱρετικὲ, διὰ τὸ λέγεσθαι παρὰ τῇ Γραφῇ· Εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς, ὅτι Πατὴρ ἐπέταξεν, ὁ δὲ Υἱὸς ἐπήκουσεν; Ἀλλ' ἰδοὺ καὶ ἐνταῦθα ῥήµατι αὐτὸς ποιεῖ· Φέρων τε γὰρ, φησὶ, τὰ πάντα· τουτέστι, κυβερνῶν, τὰ διαπίπτοντα συγκρατῶν. Τοῦ γὰρ ποιῆσαι τὸν κόσµον οὐχ ἧττόν ἐστι τὸ συγκρατεῖν, ἀλλ', εἰ δεῖ τι καὶ θαυµαστὸν εἰπεῖν, καὶ µεῖζον. Τὸ µὲν γὰρ ἐξ οὐκ ὄντων ἐστί τι παράγειν· τὸ δὲ, τὰ γεγονότα εἰς τὸ µὴ εἶναι µέλλοντα ἀναχωρεῖν, συνέχειν τε καὶ συνάπτειν πρὸς ἄλληλα διαστασιάζοντα, τοῦτό ἐστι τὸ µέγα καὶ θαυµαστὸν, καὶ πολλῆς δυνάµεως τεκµήριον. Εἶτα καὶ τὸ εὔκολον δηλῶν εἶπε· Φέρων. Οὐκ εἶπε· Κυβερνῶν, ἀπὸ µεταφορᾶς τῶν ἁπλῶς τῷ δακτύλῳ τι κινούντων, καὶ ποιούντων περιφέρεσθαι. Ἐνταῦθα καὶ τὸν ὄγκον τῆς κτίσεως ἔδειξε µέγαν ὄντα, καὶ τὸ µέγα οὐδὲν αὐτῷ ὄν. Εἶτα πάλιν τὸ ἀπονητὶ δείκνυσιν, εἰπών· Τῷ ῥήµατι τῆς δυνάµεως αὐτοῦ. Καλῶς εἶπε· Τῷ ῥήµατι· ἐπειδὴ γὰρ τὸ ῥῆµα παρ' ἡµῖν ψιλὸν εἶναι δοκεῖ, δείκνυσιν ὅτι οὐκ ἔστι ψιλὸν ἐπὶ Θεοῦ. Ἀλλ' ὅτι µὲν τῷ ῥήµατι φέρει, εἶπε, τὸ δὲ πῶς τῷ ῥήµατι φέρει οὐκέτι προσέθηκεν· οὐδὲ γὰρ δυνατὸν εἰδέναι. Εἶτα ἐπήγαγε περὶ τῆς µεγαλειότητος αὐτοῦ. Οὕτω γὰρ καὶ ὁ Ἰωάννης πεποίηκεν· εἰπὼν γὰρ ὅτι Θεός ἐστιν, ἐπήγαγε τῆς κτίσεως τὴν δηµιουργίαν. Ὅπερ γὰρ ἐκεῖνος ᾐνίξατο εἰπών· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ, Πάντα δι' αὐτοῦ ἐγένετο, τοῦτο καὶ οὗτος διὰ τοῦ ῥήµατος καὶ τοῦ εἰπεῖν,∆ ι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἐνέφηνε· καὶ γὰρ καὶ δηµιουργὸν, καὶ πρὸ πάντων ὄντα τῶν αἰώνων αὐτὸν δείκνυσι. Τί οὖν, ὅταν περὶ τοῦ Πατρὸς µὲν λέγῃ ὁ Προφήτης, Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· περὶ δὲ τοῦ Υἱοῦ, ὅτι πρὸ πάντων ἐστὶ τῶν αἰώνων, καὶ τῶν ἁπάντων∆ ηµιουργὸς, τί ἂν εἴποιεν; µᾶλλον δὲ ὅπερ περὶ τοῦ Πατρὸς ἐλέγετο· Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ ἴδοι τις ἂν εἰρηµένον; Καὶ ὥσπερ ἐκεῖνός φησι· Ζωὴ ἦν, τὸ διακρατητικὸν τῆς κτίσεως δηλῶν, ὅτι πάντων αὐτός ἐστιν ἡ ζωή· οὕτω καὶ οὗτός φησι· Φέρων τε τὰ πάντα τῷ ῥήµατι τῆς δυνάµεως αὐτοῦ· οὐ καθάπερ Ἕλληνες, καὶ τῆς δηµιουργίας αὐτῆς, τό γε εἰς αὐτοὺς ἧκον, ἀποστεροῦντες αὐτὸν καὶ τῆς προνοίας, µέχρι σελήνης συγκλείοντες αὐτοῦτὴν δύναµιν.∆ ι' ἑαυτοῦ γὰρ, φησὶ, καθαρισµὸν ποιησάµενος τῶν ἁµαρτιῶν ἡµῶν. Εἰπὼν περὶ τῶν θαυµαστῶν ἐκείνων καὶ µεγάλων, τῶν ἀνωτάτω, λέγει λοιπὸν καὶ περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ κηδεµονίας. Μάλιστα µὲν γὰρ καὶ ἐκεῖνο καθολικὸν ἦν, τὸ, Φέρων τε τὰ πάντα· πλὴν ἀλλὰ τοῦτο πολλῷ µεῖζον. Καὶ τοῦτο δὲ καθολικόν· τὸ γὰρ αὐτοῦ µέρος, πάντας ἔσωσεν· ἐπεὶ καὶ ὁ Ἰωάννης εἰπών· Ζωὴ ἦν, καὶ τὴν πρόνοιαν αὐτοῦ δηλώσας, πάλιν λέγει, ὅτι Καὶ φῶς, τὸ αὐτὸ τοῦτο δηλῶν.∆ ι' ἑαυτοῦ, φησὶ, καθαρισµὸν ποιησάµενος τῶν ἁµαρτιῶν ἡµῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς µεγαλωσύνης ἐν ὑψηλοῖς.∆ ύο τίθησιν ἐνταῦθα τῆς κηδεµονίας αὐτοῦ τεκµήρια µέγιστα· τό τε καθαρίσαι τῶν ἁµαρτιῶν ἡµᾶς, καὶ τὸ δι' ἑαυτοῦ τοῦτο ποιῆσαι. Καὶ πολλαχοῦ ὁρᾷς αὐτὸν ἐπὶ τούτῳ σεµνυνόµενον, οὐ µόνον ἐπὶ τῇ καταλλαγῇ τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ ἐπὶ τῷ διὰ τοῦ Υἱοῦ τοῦτο γεγενῆσθαι· καὶ γὰρ οὕτω τὸ µέγα δῶρον µεῖζον γεγένηται τῷ διὰ τοῦ Υἱοῦ. Εἰπὼν γάρ· Ἐκάθισεν ἐν δεξιᾷ, καὶ, Καθαρισµὸν δι' ἑαυτοῦ ποιησάµενος τῶν ἁµαρτιῶν ἡµῶν, καὶ ἀναµνήσας τοῦ σταυροῦ, ταχέως τὸν περὶ τῆς ἀναστάσεως καὶτῆς ἀναλήψεως λόγον ἐπήγαγε. Καὶ ὅρα τὴν σύνεσιν αὐτοῦ τὴν ἄφατον· οὐκ εἶπεν· Ἐκελεύσθη καθίσαι· ἀλλ', Ἐκάθισεν. Εἶτα πάλιν, ἵνα µὴ νοµίσῃς αὐτὸν ἑστάναι, ἐπάγει· Τίνι γὰρ τῶν ἀγγέλων εἶπέ ποτε, Κάθου ἐκ δεξιῶν µου; Ἐκάθισε, φησὶν, ἐν δεξιᾷ τῆς µεγαλωσύνης ἐν ὑψηλοῖς. Τί ἐστιν, Ἐν ὑψηλοῖς; εἰς τόπον περικλείει τὸν Θεόν; Ἄπαγε· οὐχ ἵνα τοῦτο ὑποπτεύσωµεν, οὕτως εἴρηκεν· ἀλλ' ὥσπερ εἰπών· Ἐν δεξιᾷ, οὐκ ἐσχηµάτισεν αὐτὸν, ἀλλὰ τὸ ὁµότιµον ἔδειξε τὸ πρὸς τὸν Πατέρα· οὕτως εἰπών· Ἐν ὑψηλοῖς, οὐκ ἀπέκλεισεν αὐτὸν ἐκεῖ, ἀλλὰ πάντα ὑπεραναβεβηκότα· ὡσανεὶ ἔλεγεν, εἰς αὐτὸν ἔφθασε τὸν θρόνον τὸν πατρικόν. Ὥσπερ οὖν ὁ Πατὴρ ἐν ὑψηλοῖς, οὕτω καὶ αὐτός· ἡ γὰρ συνεδρία οὐδὲν ἕτερον δείκνυσιν, ἢ τὸ ὁµότιµον. Εἰ δὲ λέγουσιν, ὅτι εἶπε· Κάθου, ἐρώµεθα αὐτούς· Τί οὖν; ἑστῶτι εἶπεν; Ἀλλ' οὐκ ἂν ἔχοιεν δεῖξαι. Ἄλλως δὲ οὐκ εἶπεν, ὅτι ἐκέλευσεν ἢ προσέταξεν, ἀλλ' ὅτι Εἶπε, Κάθου· καὶ τοῦτο δι' οὐδὲν ἕτερον, ἀλλ' ἵνα µὴ ἄναρχον αὐτὸν νοµίσῃς καὶ ἀναίτιον. Ὅτι γὰρ διὰ τοῦτο οὕτως εἴρηκε, δῆλον ἐκ τοῦ τόπου τῆς καθέδρας· εἰ γὰρ ἐλάττωσιν ἤθελε δηλῶσαι, οὐκ ἂν εἶπεν· Ἐκ δεξιῶν, ἀλλ', Ἐξ ἀριστερῶν. Τοσούτῳ κρείττων γενόµενος, φησὶν, ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόµηκεν ὄνοµα. Τὸ, Γενόµενος, ἐνταῦθα ἀντὶ τοῦ, ἀποδειχθεὶς, ὡς ἂν εἴποι τις, ἐστίν. Εἶτα καὶ διισχυρίζεται. Πόθεν; Ἀπὸ τοῦ ὀνόµατος. Ὁρᾷς ὅτι οἶδε τὸ, Υἱὸς, ὄνοµα τὴν γνησιότητα δηλοῦν; Καὶ µὴν, εἰ µὴ γνήσιον ἦν, οὐκ ἂν τοῦτο εἶπε. Πῶς; Ὅτι δι' οὐδὲν ἕτερον γνήσιός ἐστιν, ἀλλ' ἢ τὸ ἐξ αὐτοῦ εἶναι. Ἀπὸ τούτου τοίνυν ἰσχυρίζεται. Εἰ δὲ χάριτί ἐστιν Υἱὸς, οὐ µόνον οὐ διαφορώτερος, ἀλλὰ καὶ ἐλάττων ἐστὶν ἀγγέλων· πῶς; Ὅτι καὶ ἄνθρωποι δίκαιοι ἐκλήθησαν υἱοὶ, καὶ τὸ υἱὸς ὄνοµα, ἂν µὴ γνήσιος ᾖ, οὐκ ἰσχύει δεῖξαι τὸ διάφορον. Καὶ δηλῶν ὅτι διαφορά τίς ἐστι κτισµάτων καὶ δηµιουργοῦ, ἄκουσον τί φησι· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων, Υἱός µου εἶ σὺ, ἐγὼ σήµερον γεγέννηκά σε; καὶ πάλιν, Ἐγὼ ἔσοµαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται µοι εἰς Υἱόν; Ταῦτα εἴρηται µὲν καὶ εἰς τὴν σάρκα· τὸ γὰρ, Ἐγὼ ἔσοµαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται µοι εἰς Υἱὸν, τῆς ἐνανθρωπήσεώς ἐστι παραστατικόν· τὸ δὲ, Υἱός µου εἶ σὺ, οὐδὲν ἕτερον δηλοῖ, ἢ ὅτι ἐξ αὐτοῦ ἐστιν. Ὥσπερ δὲ ὢν λέγεται ἀπὸ τοῦ ἐνεστῶτος καιροῦ· οὗτος γὰρ µάλιστα ἁρµόζει αὐτῷ· οὕτω καὶ τὸ, Σήµερον, ἐνταῦθά µοι δοκεῖ εἰς τὴν σάρκα εἰρῆσθαι. Ὅταν γὰρ αὐτῆς ἐπιλάβηται, πάντα λοιπὸν ἀδεῶς φθέγγεται. Καὶ γὰρ ἡ σὰρξ κοινωνεῖ τῶν ὑψηλῶν, ὡσπεροῦν καὶ ἡ θεότης τῶν ταπεινῶν. Ὁ Θεὸς γὰρ ἄνθρωπος γενέσθαι µὴ ἀπαξιώσας, καὶ τὸ πρᾶγµα µὴ παραιτησάµενος, πῶς ἂν τὰ ῥήµατα παρῃτήσατο;
2.4
Ταῦτ' οὖν εἰδότες, µηδὲν ἐπαισχυνώµεθα, µὴ µέγα φρονῶµεν. Εἰ γὰρ αὐτὸς Θεὸς ὢν καὶ∆ εσπότης καὶ Θεοῦ Υἱὸς, οὐ παρῃτήσατο µορφὴν δούλου λαβεῖν· πολλῷ µᾶλλον ἡµᾶς ἅπαντα δεῖ ποιεῖν, κἂν ταπεινὰ ᾖ. Πόθεν γὰρ, εἰπέ µοι, ἄνθρωπε, µέγα φρονεῖς; ἀπὸ τῶν βιωτικῶν; ἀλλὰ ταῦτα πρὶν ἢ φανῆναι παρατρέχει. Ἀλλ' ἀπὸ τῶν πνευµατικῶν; ἀλλ' ἓν καὶ τοῦτό ἐστι κατόρθωµα πνευµατικὸν, τὸ µὴ µέγα φρονεῖν.∆ ιὰ τί τοίνυν µέγα φρονεῖς; ὅτι κατορθοῖς· Ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ὅταν ποιήσητε πάντα, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσµεν· ἃ γὰρ ὠφείλοµεν ποιῆσαι, πεποιήκαµεν. Ἀλλὰ διὰ τὸν πλοῦτον µέγα φρονεῖς; διὰ τί, εἰπέ µοι; οὐκ ἤκουσας ὅτι γυµνοὶ εἰσήλθοµεν εἰς τὸν βίον, γυµνοὶ καὶ ἀπελευσόµεθα; µᾶλλον δὲ, οὐχ ὁρᾷς τοὺς πρὸ σοῦ ἐρήµους καὶ γυµνοὺς ἀπελθόντας; Τίς τὰ ἀλλότρια ἔχων µέγα φρονεῖ; Οἱ γὰρ βουλόµενοι αὐτοῖς χρῆσθαι εἰς οἰκείαν µόνην ἀπόλαυσιν, ἀφαιροῦνται αὐτὰ καὶ ἄκοντες, καὶ πρὸ µὲν τῆς τελευτῆς πολλάκις, ἐν δὲ τῇτελευτῇ πάντως. Ἀλλ' ἡµεῖς ζῶντες αὐτοῖς, φησὶν, ὡς βουλόµεθα, χρώµεθα. Μάλιστα µὲν οὐδένα ἄν τις ἴδοι ταχέως, ὡς βούλεται, τοῖς οὖσι χρώµενον· εἰ δέ τις καὶ χρῷτο ὡς βούλεται, οὐδὲ τοῦτο µέγα· βραχὺς γὰρ ὁ παρὼν καιρὸς πρὸς τοὺς αἰῶνας τοὺς ἀτελευτήτους. Μέγα φρονεῖς, ἄνθρωπε, ὅτι πλουτεῖς; τίνος ἕνεκεν; τοῦτο γὰρ καὶ λῃσταῖς παραγίνεται καὶ κλέπταις καὶ ἀνδροφόνοις καὶ µαλακοῖς καὶ πόρνοις καὶ πᾶσι τοῖς πονηροῖς.∆ ιὰ τί οὖν µέγα φρονεῖς; Εἰ µὲν γὰρ εἰς δέον αὐτῷ κέχρησαι, οὐκ ὀφείλεις µέγα φρονεῖν, ἵνα µὴ λυµήνῃ τὴν ἐντολήν· εἰ δὲ οὐ κ εἰς δέον, ταύτῃ µάλιστα συστέλλεσθαι δεῖ, ὅτι δοῦλος γέγονας τῶν χρηµάτων καὶ κτηµάτων καὶ κρατῇ ὑπ' αὐτῶν. Εἰπὲ γάρ µοι, εἴ τις πυρέττων ὕδωρ ἐκπίοι πολὺ, τὸ πρὸς βραχὺ µὲν σβεννύον τὴν δίψαν, ὕστερον δὲ ἀνάπτον τὴν φλόγα, µέγα ὀφείλει φρονεῖν; Τί δὲ, εἴ τις πλείονα φροντίζει εἰκῆ, διὰ τοῦτο ὀφείλει µέγα φρονεῖν;∆ ιὰ τί, εἰπέ µοι; ἐπειδὴ πολλοὺς ἔχεις δεσπότας; ἐπειδὴ µυρίας µερίµνας; ἐπειδὴ κολακεύουσί σε πολλοί; Ἀλλὰ τοῦτο δουλεύειν ἐστί. Καὶ ἵνα µάθῃς ὅτι δουλεύεις αὐτοῖς, ἄκουε σαφῶς· τὰ ἄλλα τῶν παθῶν τῶν ἐν ἡµῖν ἔστιν ὅπου χρήσιµά ἐστιν, οἷον ἡ ὀργὴ πολλαχοῦ χρησίµη· Θυµὸς γὰρ, φησὶν, ἄδικος οὐκ ἀθωωθήσεται· ὥστε ἔστι καὶ δικαίως θυµωθῆναι. Καὶ πάλιν, Ὁ ὀργιζόµενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ γεέννῃ. Πάλιν ὁ ζῆλος καλὸν καὶ ἡ ἐπιθυµία, ἡ µὲν, ὅταν εἰς παιδοποιίαν γίνηται, ὁ δὲ, ὅταν πρὸς τὰ καλὰ τὴν µίµησιν ἔχῃ. Ὥσπερ καὶ Παῦλος λέγει· Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε· καὶ πάλιν, Ζηλοῦτε τὰ χαρίσµατα τὰ κρείττονα. Ὥστε ἀµφότερα χρήσιµα. Ἡ µέντοι ἀπόνοια οὐδαµοῦ καλὸν, ἀλλὰ πανταχοῦ ἄχρηστον καὶ βλαβε ρόν. Πλὴν εἰ δεῖ µέγα φρονεῖν, ἐπὶ πενίᾳ, οὐκ ἐπὶ πλούτῳ δεῖ.∆ ιὰ τί; Ὅτι ὁ ἐν ὀλίγοις ζῇν δυνάµενος, τοῦ µὴ δυναµένου πολλῷ µείζων καὶ κρείττων ἐστίν. Εἰπὲ γάρ µοι, εἰ κληθέντων εἰς βασιλικὴν πόλιν τινῶν, οἱ µὲν αὐτῶν µήτε ὑποζυγίων δέοιντο, µήτε οἰκετῶν, µήτε σκιαδίων, µήτε καταγωγίων, µήτε ὑποδηµάτων, µήτε σκευῶν, ἀλλ' ἀπόχρη αὐτοῖς ἄρτον µόνον ἔχειν, καὶ ὕδωρ ἐκ τῶν πηγῶν λαµβάνειν· ἐκεῖνοι δὲ λέγοιεν, ὅτι Ἐὰν µὴ καὶ ὀχήµατα δῶτε καὶ στρωµνὴν ἁπαλὴν, οὐ δυνάµεθα παραγενέσθαι, ἐὰν µὴ καὶ πολλοὺς ἔχωµεν τοὺς ἀκολουθοῦντας, ἐὰν µὴ συνεχῶς ἐξῇ διαναπαύεσθαι, οὐ δυνάµεθα, ἐὰν µὴ ὑποζυγίοις χρώµεθα, καὶ µικρὸν ὁδεύωµεν τῆς ἡµέρας µέρος· δεῖ δὲ ἡµῖν καὶ ἑτέρων πλειόνων· τίνας ἂν θαυµάσαιµεν; ἐκείνους, ἢ τούτους;∆ ῆλον ὅτι τούτους τοὺς οὐδενὸς δεοµένους. Οὕτω δὴ καὶ ἐνταῦθα, οἱ µὲν πρὸς τὴν ὁδὸν τοῦ βίου τούτου πολλῶν δέονται, οἱ δὲ οὐδενός. Ὥστε τοὺς ἐπὶ πενίᾳ µᾶλλον ἐχρῆν µέγα φρονεῖν, εἴ γε καὶ ἐχρῆν. Ἀλλ' εὐκαταφρόνητός ἐστιν ὁ πένης, φησίν. Οὐκ ἐκεῖνος, ἀλλ' οἱ τούτου καταφρονοῦντες.∆ ιὰ τί γὰρ ἐγὼ µὴ καταφρονῶ τῶν οὐκ εἰδότων θαυµάζειν ἃ χρή; Ἀλλ' ἂν µὲν ζωγράφος ᾖ τις, πάντων καταγελάσεται τῶν σκωπτόντων αὐτὸν, ἕως ἂν ὦσιν ἀµαθεῖς, καὶ οὔτε πρὸς τὰ παρ' ἐκείνων λεγόµεναἐπιστρέφεται, ἀλλὰ τῇ ἑαυτοῦ ἀρκεῖται µαρτυρίᾳ· ἡµεῖς δὲ τῆς τῶν πολλῶν δόξης ἐξαρτήσοµεν ἑαυτούς· καὶ ποῦ ταῦτα συγγνώµης ἄξια;∆ ιὰ τοῦτό ἐσµεν ἄξιοι καταφρονεῖσθαι, ὅταν τῶν καταφρονούντων ἡµῶν διὰ τὴν πενίαν µὴ καταφρονῶµεν, µηδὲ ταλανίζωµεν αὐτούς. Καὶ παρίηµι ὅσα µὲν ἁµαρτήµατα ἀπὸ τοῦ πλούτου τίκτεται, ὅσα δὲ ἀγαθὰ ἀπὸ τῆς πενίας· µᾶλλον δὲ οὐδὲ πλοῦτος, οὐδὲ πενία καθ' ἑαυτὸ καλὸν, ἀλλὰ παρὰ τοὺς χρωµένους τούτῳ γίνεται. Ὁ Χριστιανὸς δόκιµος ἐν πενίᾳ µᾶλλον διαφαίνεται, ἢ ἐν τῷ πλούτῳ. Πῶς; Ἐν πενίᾳ µὲν γὰρ ὢν ἀτυφότερος ἔσται, σωφρονέστερος, σεµνότερος, ἐπιεικέστερος, συνετώτερος· ἐν τῷ πλούτῳ δὲ µένων, πολλὰ πρὸς ταῦτα ἔχει τὰ κωλύµατα. Ἴδωµεν οὖν τίνα ἐστὶν ἃ ὁ πλούσιος ἐργάζεται, µᾶλλον δὲ ὁ κακῶς τῷ πλούτῳ κεχρηµένος. Ἐκεῖνος ἁρπάζει, πλεονεκτεῖ, βιάζεται. Τί δαί; τοὺς ἔρωτας τοὺς ἀτόπους, τὰς ἀθεµίτους µίξεις, τὰς γοητείας, τὰς φαρµακείας, τὰ ἄλλα πάντα δεινὰ οὐκ ἀπὸ τοῦ πλούτου εὑρήσεις τικτόµενα; Ὁρᾷς ὅτι ἐν πενίᾳ µᾶλλον ἀκοπώτερόν ἐστιν, ἢ ἐν πλούτῳ τὴν ἀρετὴν µετιέναι; Μὴ γάρ µοι, ἐπειδὴ δίκην οὐ διδόασιν ἐνταῦθα οἱ πλούσιοι, νοµίσῃς αὐτοὺς µηδὲ ἁµαρτάνειν· ὡς εἴ γε ἦν εὔκολον πλούσιον δίκην διδόναι, ἐκ τούτων ἂν εὗρες ἐµπεπλησµένα τὰ δεσµωτήρια· ἀλλὰ µετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχει κακὸν ὁ πλοῦτος, ὅτι ἐν πονηρίᾳ ἀτιµωρητὶ πληµµελῶν ὁ τοῦτον κεκτηµένος, οὐδέποτε στήσεται τοῦτο ποιῶν, ἀλλὰ λήψεται τραύµατα ἄνευ φαρµάκων, καὶ χαλινὸν οὐδεὶς ἐπιθήσει αὐτῷ. Εἰ δὲ βούλοιτό τις, καὶ πρὸς ἡδονὴν εὑρήσει τὴν πενίαν πλείους παρέχουσαν ἡµῖν τὰς ἀφορµάς. Πῶς; Ὅτι φροντίδων ἀπήλλακται, µίσους, µάχης, φιλονεικίας, ἔριδος, µυρίων δεινῶν. Μὴ τοίνυν διώκωµεν τὸ πλουτεῖν, µηδὲ τούτους ζηλώσωµεν ἀεὶ τοὺς πολλὰ κεκτηµένους· ἀλλ' οἱ µὲν ἔχοντες, εἰς δέον τῷ πλούτῳ χρώµεθα· οἱ δὲ µὴ ἔχοντες, µὴ ἀλγῶµεν διὰ τοῦτο, ἀλλ' εὐχαριστῶµεν ὑπὲρ ἁπάντων τῷ Θεῷ, ὅτι ἡµᾶς ἐν ὀλίγῳ πόνῳ τὸν αὐτὸν τοῖς πλουσίοις, ἢ καὶ µείζονα, ἂν θέλωµεν, παρασκευάζει µισθὸν λαβεῖν, καὶ ἐξ ὀλίγων µεγάλα κερδανοῦµεν. Ἐπεὶ καὶ ὁ τὰ δύο τάλαντα προσενέγκας ἐθαυµάσθη καὶ ἐτιµήθη ὁµοίως τῷ τὰ πέντε προσενεγκόντι. Τί δήποτε; Ὅτι εἰ καὶ δύο ἐπιστεύθη τάλαντα, ἀλλὰ τὰ παρ' ἑαυτοῦ πάντα ἐπλήρωσε, καὶ τὰ ἐµπιστευθέντα διπλᾶ εἰσήνεγκε. Τί τοίνυν σπεύδοµεν πιστευθῆναι πολλὰ, ὅταν ἐξῇ δι' ὀλίγων τὰ αὐτὰ καρπώσασθαι, ἢ καὶ πλείονα; ὅταν ὁ µὲν πόνος ἐλάττων ᾖ, ὁ δὲ µισθὸς πολλῷ πλείων; Εὐκολώτερον γὰρ πένης ἐκστήσεται τῶν αὑτοῦ, ἢ πλούσιος πολλὰ καὶ µεγάλα κεκτηµένος. Ἢ οὐκ ἴστε, ὅτι ὅσῳ ἂν πλείονά τις περιβάληται, τοσούτῳ πλειόνων ἐρᾷ; Ἵν' οὖν µὴ τοῦτο πάθωµεν, µὴ ζητῶµεν τὸν πλοῦτον, µηδὲ δυσανασχέτως ἔχωµεν πρὸς τὴν πενίαν, µηδὲ σπεύδωµεν πλουτεῖν, ἀλλὰ καὶ οἱ ἔχοντεςοὕτως αὐτῷ χρώµεθα, ὡς ὁ Παῦλος ἐκέλευσεν· Οἱ ἔχοντες, φησὶν, ὡς µὴ ἔχοντες, καὶ οἱ χρώµενοι τῷ κόσµῳ τούτῳ, ὡς µὴ καταχρώµενοι· ἵνα τύχωµεν τῶν ἐπηγγελµένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.