Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
30.0
Πᾶσα δὲ παιδεία πρὸς µὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυµνασµένοις ἀπο δίδωσι δικαιοσύνης.∆ ιὸ τὰς παρειµένας χεῖρας καὶ τὰ παραλελυµένα γόνατα ἀνορθώσατε· καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑµῖν, ἵνα µὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ µᾶλλον.
30.1
Οἱ τὰ φάρµακα πίνοντες τὰ πικρὰ, ἀνέχονταί τι νος πρότερον ἀηδίας, καὶ τότε τῆς ὠφελείας αἰσθάνονται. Τοιοῦτον γὰρ ἡ ἀρετὴ, τοιοῦτον ἡ κακία· ἐκεῖ πρώτη ἡ ἡδονὴ, εἶτα ἡ ἀθυµία· ἐνταῦθα πρώτη ἡ ἀθυµία, καὶ τότε ἡ ἡδονή. Ἀλλ' οὐδὲν ἴσον· οὐ γάρ ἐστιν ἴσον πρότερον λυπηθέντα, ὕστερον ἡσθῆναι, καὶ πρότερον ἡσθέντα, ὕστερον λυπηθῆναι. Πῶς; Ἐνταῦθα µὲν γὰρ ἡ προσδοκία τῆς µελλούσης ἀθυµίας τὴν παροῦσαν ἐλάττονα ποιεῖ ἡδονήν· ἐκεῖ δὲ ἡ προσδοκία τῆς µελλούσης ἡδονῆς ὑποτέµνεται τὸ σφοδρὸν τῆς παρούσης ἀθυµίας· ὡς συµβαίνειν ἐκεῖ µὲν µηδέποτε ἡσθῆναι, ἐνταῦθα δὲ µηδέποτε λυπηθῆναι. Οὐ ταύτῃ δὲ µόνον τὰ τῆς διαφορᾶς, ἀλλὰ καὶ ἑτέρως. Πῶς; Ὅτι οὐδὲ τὰ τῶν χρόνων ἴσα, ἀλλὰ πολὺ µείζονα καὶ πλείονα. Ἐνταῦθα δὲ καὶ πλέον τι ἐν τοῖς πνευµατικοῖς. Ἀπὸ τούτου τοίνυν ἐπιχειρεῖ ὁ Παῦλος τὴν παραµυθίαν εἰσαγαγεῖν, καὶ τὴν κοινὴν πάλιν κρίσιν λαµβάνει, ᾗ οὐδεὶς ἀντιστῆναι δύναται, οὐδὲ κοινῇψήφῳ µάχεσθαι. Ὅταν γάρ τις παρὰ πάντων ὁµολογούµενον εἴπῃ, πάντες συγκατατίθενται, καὶ οὐδεὶς ἀντιπίπτει. Λυπεῖσθε, φησί· τοῦτο κατὰ λόγον· τοιοῦτον γὰρ ἡ παιδεία, τὴν ἀρχὴν ἔχει τοιαύτην. Ὅθεν καὶ οὕτως ἐπήγαγε· Πᾶσα δὲ παιδεία πρὸς µὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης. Καλῶς εἶπεν, Οὐ δοκεῖ· οὐδὲ γάρ ἐστι λύπης ἡ παιδεία, ἀλλὰ µόνον δοκεῖ· οὐδὲ ἡ µὲν, ἡ δὲ οὒ, ἀλλὰ πᾶσα· Πᾶσα γὰρ, φησὶ, παιδεία οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· τουτέστι, καὶ ἡ ἀνθρωπίνη, καὶ ἡ πνευµατική. Ὁρᾷς αὐτὸν ἀπὸ τῶν κοινῶν ἐννοιῶν ἀγωνιζόµενον;∆ οκεῖ, φησὶ, λύπης εἶναι· ὥστε οὐκ ἔστι. Ποία γὰρ λύπη τίκτουσα χαράν; Οὐδεµία· ὥσπερ οὖν οὐδὲ ἡδονὴ τίκτουσα ἀθυµίαν. Ὕστερον δὲ καρποὺς εἰρηνικοὺς τοῖς δι' αὐτῆς γεγυµνασµένοις ἀποδίδωσι δικαιοσύνης. Οὐ καρπὸν, ἀλλὰ καρποὺς εἶπε, τὸ πλῆθος ἐµφαίνων πολύ. Τοῖς δι' αὐτῆς, φησὶ, γεγυµνασµένοις. Τί ἐστι, Τοῖς δι' αὐτῆς γεγυµνασµένοις; Τοῖς ἀνασχοµένοις ἐπὶ πολὺ καὶ καρτερήσασιν. Ὁρᾷς πῶς καὶ εὐφήµῳ ὀνόµατι κέχρηται; Ἄρα γυµνασία ἐστὶν ἡ παιδεία, τὸν ἀθλητὴν ἰσχυρὸν ἐργαζοµένη, καὶ ἀκαταγώνιστον ἐν τοῖς ἀγῶσι, καὶ ἄµαχον ἐν τοῖς πολέµοις. Εἰ τοίνυν πᾶσα παιδεία τοιαύτη ἐστὶ, καὶ αὕτη τοιαύτη ἔσται. Ὥστε χρηστὰ χρὴ προσδοκᾷν, καὶ τὸ τέλος ἡδὺ καὶ εἰρηνικόν. Καὶ µὴ θαυµάσῃς, εἰ σκληρὰ οὖσα, καρποὺς ἔχει γλυκεῖς· ἐπεὶ καὶ ἐν τοῖς δένδροις ὁ µὲν φλοιὸς ἄποιός τίς ἐστι σχεδὸν καὶ τραχὺς, οἱ δὲ καρποὶ γλυκεῖς. Ἀλλ' ἔλαβεν αὐτὸ ἀπὸ τῆς κοινῆς ἐννοίας. Εἰ τοίνυν τοιαῦτα χρὴ προσδοκᾷν, τί ἀλγεῖτε; τί τὰ λυπηρὰ ὑποµείναντες, περὶ τὰ χρηστὰ ἐκλύεσθε; Ἃ ἐχρῆν ὑποµεῖναι ἀηδῆ, ὑπεµείνατε· µὴ τοίνυν ἐκλυθῆτε περὶ τὴν ἀνταπόδοσιν.∆ ιὸ τὰς παρειµένας χεῖρας καὶ τὰ παραλελυµένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑµῶν, ἵνα µὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇδὲ µᾶλλον. Ὡς πρὸς δροµεῖς καὶ πύκτας καὶ πολεµιστὰς διαλέγεται. Ὁρᾷς πῶς αὐτοὺς καθοπλίζει, πῶς αὐτοὺς ἐπαίρει; Ἐνταῦθα περὶ τῶν λογισµῶν αὐτῶν τοῦτο λέγει. Ὀρθὰ βαδίζετε, φησί· τουτέστι, µὴ ἀµφιβάλλοντες. Εἰ γὰρ ἀπὸ ἀγάπης ἡ παιδεία, εἰ ἀπὸ κηδεµονίας ἄρχεται, εἰ εἰς τέλος χρηστὸν τελευτᾷ· τοῦτο γὰρ καὶ διὰ πραγµάτων, καὶ διὰ ῥηµάτων, καὶ διὰ πάντων ἀποδείκνυσι· τίνος ἕνεκεν ἐκλύεσθε; τοιοῦτοι γὰρ οἱ ἀπογνόντες, οἱ µὴ τῇ ἐλπίδι ῥωννύµενοι τῶν µελλόντων. Ὀρθὰ, φησὶ, βαδίζετε· ὥστε µὴ ἐπιταθῆναι τὴν χωλείαν, ἀλλὰ µεταβληθῆναι ἐπὶ τὰ πρότερα· ὁ γὰρ µετὰ χωλείας τρέχων, ἐπιτρίβει τὸ κακόν. Ὁρᾷς ὅτι ἐν ἡµῖν ἐστι τὸ πάντως ἰατρευθῆναι; Εἰρήνην διώκετε µετὰ πάντων καὶ τὸν ἁγιασµὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ὅπερ καὶ ἀνωτέρω ἔλεγε, Μὴ ἐγκαταλιπόντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, τοῦτο καὶ ἐνταῦθα αἰνίττεται. Οὐδὲν γὰρ οὕτω µάλιστα ἐν πειρασµοῖς εὐκαταγωνίστους ποιεῖ καὶ εὐχειρώτους, ὡς τὸ διεσπάσθαι. Καὶ ὅρα πῶς·∆ ιάσπασον φάλαγγα ἐν πολέµῳ, καὶ οὐδὲ πόνου δεηθήσονται οἱ πολέµιοι, ἀλλὰ δεδεµένους αὐτοὺς λήψονται, κατ' ἰδίαν εὑρόντες, καὶ ταύτῃὄντας ἀσθενεστέρους. Εἰρήνην διώκετε µετὰ πάντων, φησίν. Ἄρα καὶ τῶν κακῶς ποιούντων. Τοῦτο καὶ ἀλλαχοῦ φησιν· Εἰ δυνατὸν, τὸ ἐξ ὑµῶν, µετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Τὸ σὸν µέρος, φησὶν, εἰρήνευε, µηδὲν τὴν εὐσέβειαν παραβλάπτων, ἀλλ' ἐν οἷς πάσχεις κακῶς, φέρε γενναίως· µέγα γὰρ ὅπλον ἐν τοῖς πειρασµοῖς ἀνεξικακία. Οὕτω καὶ ὁ Χριστὸς τοὺς µαθητὰς ἰσχυροὺς ἐποίει λέγων· Ἰδοὺ ἀποστέλλω ὑµᾶς ὡς πρόβατα ἐν µέσῳ λύκων· γίνεσθε οὖν φρόνιµοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τί λέγεις; µεταξὺ λύκων ἐσµὲν, καὶ ὡς πρόβατα κελεύεις εἶναι καὶ ὡς περιστεράς; Ναὶ, φησίν· οὐδὲν γὰρ οὕτως ἐντρέπει τὸν ποιοῦντα κακῶς, ὡς τὸ φέρειν ὑµᾶς γενναίως τὰ ἐπαγόµενα, καὶ µήτε λόγῳ, µήτε ἔργῳ ἀµύνεσθαι. Τοῦτο καὶ ἡµᾶς φιλοσοφωτέρους ποιεῖ, καὶ µείζονα προξενεῖ τὸν µισθὸν, κἀκείνους ὠφελεῖ. Ἀλλ' ὁ δεῖνά σε ὕβρισε; σὺ εὐλόγησον. Ὅρα πόσα ἀπὸ τούτου κερδαίνεις· τὸ κακὸν ἔσβεσας, µισθὸν σεαυτῷ προὐξένησας, κἀκεῖνον ἐνέτρεψας, καὶ σὺ δεινὸν πέπονθας οὐδέν. Εἰρήνην διώκετε µετὰ πάντων καὶ τὸν ἁγιασµόν. Τὸν ἁγιασµὸν, τί φησι; Τὴν σωφροσύνην καὶ τὴν κοσµιότητα τὴν ἐν γάµῳ. Εἴτε τις χωρὶς γάµου ἐστὶ, φησὶν, ἁγνὸς µενέτω, γαµείτω· εἴτε ἐν γάµῳ, µὴ πορνευέτω, ἀλλὰ κεχρήσθω τῇ ἰδίᾳ γυναικί· καὶ γὰρ καὶ τοῦτο ἁγιασµός. Πῶς; Οὐχ ὁ γάµος ἁγιασµὸς, ἀλλ' ὁ γάµος τηρεῖ τὸν ἀπὸ τῆς πίστεως ἁγιασµὸν, οὐκ ἀφιεὶς πόρνῃ προσέχειν. Ὁ γὰρ γάµος τίµιος, οὐχ ἅγιος· καθαρὸς ὁ γάµος, οὐ µέντοι καὶ ἁγιωσύνην παρέχει, ἢ τὸ κωλύειν τὴν ἀπὸ τῆς πίστεως δοθεῖσαν µὴ µολύνειν. Οὗ χωρὶς, φησὶν, οὐδεὶς ὄψεται τὸν Κύριον. Ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους λέγει· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε µοιχοὶ, οὔτε εἰδωλολάτραι, οὔτε µαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε µέθυσοι, οὐ λοίδοροι, οὐχἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονοµήσουσι. Πῶς γὰρ ὁ γενόµενος πόρνης σῶµα δυνήσεται εἶναι σῶµα Χριστοῦ; Ἐπισκοποῦντες µή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ· µή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης µιανθῶσι πολλοί· µή τις πόρνος ἢ βέβηλος. Ὁρᾷς πῶς πανταχοῦ ἑκάστῳ τὴν κοινὴν ἐγχειρίζει σωτηρίαν; Παρακαλοῦντες, φησὶν, ἀλλήλους καθ' ἑκάστην ἡµέραν, ἄχρις οὗ τὸ σήµερον καλεῖται.
30.2
Μὴ τοίνυν πάντα ἐπὶ τοὺς διδασκάλους ἐπιῤῥίπτετε, µὴ πάντα ἐπὶ τοὺς ἡγουµένους· δύνασθε καὶ ὑµεῖς, φησὶν, ἀλλήλους οἰκοδοµεῖν. Ὃ καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Εἷς τὸν ἕνα οἰκοδοµεῖτε, καθὼς καὶ ποιεῖτε· καὶ πάλιν, Παρακαλεῖτε ἀλλή λους ἐν τοῖς λόγοις τούτοις. Τοῦτο καὶ ὑµῖν παραινοῦµεν νῦν ἡµεῖς. Πλείονα γὰρ ἡµῶν, ἐὰν βούλησθε, εἰς ἀλλήλους, κατορθώσετε· καὶ γὰρ πλείονα σύνεστε χρόνον ἀλλήλοις, καὶ τὰ ἀλλήλων µᾶλλον ἡµῶν ἵστε, καὶ τὰ ἀλλήλων ἐλαττώµατα οὐκ ἀγνοεῖτε, καὶ πλείονα καὶ παῤῥησίανκαὶ ἀγάπην ἔχετε καὶ συνήθειαν· οὐ µικρὰ δὲ ταῦτα εἰς διδασκαλίαν, ἀλλ' εἴσοδοι µεγάλαι καὶ εὐκαιρίαι· καὶ µᾶλλον ἡµῶν ἐπιπλῆξαι καὶ παρακαλέσαι δυνήσεσθε. Καὶ οὐ τοῦτο µόνον, ἀλλ' ὅτι ἐγὼ µὲν εἷς εἰµι, ὑµεῖς δὲ πολλοὶ, καὶ δυνήσεσθε πάντες ὅσοι ἐστὲ, εἶναι διδάσκαλοι.∆ ιὸ, παρακαλῶ, µὴ ἀµελεῖτε τοῦ χαρίσµατος τούτου· ἕκαστος γυναῖκα ἔχει, φίλον ἔχει, οἰκέτην ἔχει, γείτονα ἔχει· τούτῳ ἐπιπληττέτω, τούτῳ παραινείτω. Πῶς γὰρ οὐκ ἄτοπον, ὑπὲρ µὲν τροφῆς συσσίτια ποιεῖν καὶ συµπόσια, καὶ ἡµέραν ἔχειν τακτὴν ὥστε συγκροτεῖσθαι ἀλλήλους, καὶ τὸ ἑκάστῳ λεῖπονκαθ' ἑαυτὸν ὄντι ἀναπληροῦσθαι διὰ τῆς κοινωνίας, οἷον, εἴτε εἰς ἐκφορὰν ἀπιέναι δέοι, εἴτε εἰς ἄριστα, εἴτε συµπρᾶξαι ἔν τινι τῷ πλησίον· εἰς δὲ ἀρετῆς διδασκαλίαν µὴ τοῦτο ποιεῖν; Ναὶ, παρακαλῶ, µηδεὶς ἀµελείτω· µισθὸν γὰρ δέχεται παρὰ Θεοῦ πολύν. Καὶ ἵνα µάθῃς, ὁ τὰ πέντε τάλαντα ἐµπιστευθεὶς, ἐστὶν ὁ διδάσκαλος· ὁ δὲ τὸ ἓν, ὁ µαθητής. Ἐὰν δὲ εἴπῃ ὁ µαθητὴς, Μαθητής εἰµι ἐγὼ, οὐκ ἔχω κίνδυνον, καὶ ὃν ἔλαβε παρὰ τοῦ Θεοῦ λόγον, τοῦτον τὸν κοινὸν καὶ ψιλὸν κατακρύψῃ, καὶ µὴπαραινέσῃ, µὴ παῤῥησιάσηται, µὴ ἐλέγξῃ, µὴ νουθετήσῃ, εἰ δύναται, ἀλλὰ κατακρύψῃ ἐν τῇ γῇ· γῆ γὰρ ὄντως ἐστὶ καὶ σποδὸς καρδία τὸ χάρισµα τοῦ Θεοῦ κατακρύπτουσα· ἂν τοίνυν κατακρύψῃ ἢ δι' ὄκνον, ἢ διὰ πονηρίαν, οὐ προστήσεται αὐτοῦ τὸ εἰπεῖν, ὅτι Ἓν τάλαντον εἶχον. Ἓν τάλαντον εἶχες· ἔδει σε κἂν ἓν προσενεγκεῖν καὶ διπλασιάσαι τὸ τάλαντον· εἰ προσήνεγκες ἓν, οὐκ ἂν ἐνεκλήθης. Οὐδὲ γὰρ τῷ τὰ δύο προσενεγκόντι εἶπε,∆ ιὰ τί µὴ πέντε προσήνεγκας; ἀλλὰ τῶν αὐτῶν αὐτὸν ἠξίωσε τῷ τὰ πέντε προσενεγκόντι. Τί δήποτε; Ὅτι ὅσον εἶχεν εἰργάσατο· καὶ οὐκ ἐπειδὴ ἐλάττονα τοῦ τὰ πέντε ἐγχειρισθέντος ἔλαβε, διὰ τοῦτο ἐῤῥᾳθύµησεν, οὐδὲ τῇ ὀλιγότητι εἰς ἀργίαν ἐχρήσατο. Οὐδέ σε ἐχρῆν πρὸς τὸν τὰ δύο ὁρᾷν· µᾶλλον δὲ πρὸς ἐκεῖνον ἔδει ἰδεῖν, καὶ ὥσπερ ἐκεῖνος ἐµιµήσατο τὸν τὰ πέντε, δύο ἔχων, οὕτω καὶ σὲ ζηλῶσαι ἔδει τὸν τὰ δύο ἔχοντα. Εἰ γὰρ τῷ χρήµατα ἔχοντι, καὶ µὴ µεταδιδόντι, κόλασις κεῖται· τῷ δυναµένῳ παραινέσαι ὁπωσδήποτε, καὶ µὴ τοῦτο ποιοῦντι, πῶς οὐ µεγίστη κόλασις ἔσται; Ἐκεῖ σῶµα τρέφεται, ἐνταῦθα ψυχή· ἐκεῖ θάνατον κωλύεις τὸν πρόσκαιρον, ἐνταῦθα τὸν αἰώνιον.
30.3
Ἀλλ' οὐκ ἔχω λόγον, φησίν. Ἀλλ' οὐ χρεία λόγου, οὐδὲ εὐγλωττίας. Ἐὰν ἴδῃς τὸν φίλον πορνεύοντα, εἰπὲ πρὸς αὐτόν· Πονηρὸν πρᾶγµα ὃ µετέρχῃ, οὐκ αἰσχύνῃ, οὐκ ἐρυθριᾷς· κακὸν τοῦτό ἐστιν. Αὐτὸς γὰρ οὐκ οἶδε, φησὶν, ὅτι κακόν; Ναὶ, οἶδεν, ἀλλ' ὑπὸ τῆς ἐπιθυµίας ἕλκεται. Καὶ οἱ νοσοῦντες ἴσασιν, ὅτι ἡ ψυχροποσία κακὸν, ἀλλ' ὅµως δέονται τῶν κωλυσόντων· ὁ γὰρ ἐν τῷ πάθει ὢν, οὐ ταχέως ἑαυτῷ ἀρκέσαι δυνήσεται ἐν τῇ νόσῳ.∆ εῖ τοίνυν σου τοῦ ὑγιαίνοντος πρὸς τὴν ἐκείνου ἰατρείαν· κἂν µὴ πεισθῇ τῷ ῥήµατι, παρατήρησον ἀπιόντα καὶ κάτασχε, ἴσως ἐντραπήσεται. Καὶ τί, φησὶν, ὄφελος, ὅταν δι' ἐµὲ τοῦτο ποιῇ, καὶ διὰ τὸ κατασχεσθῆναι παρ' ἐµοῦ; Μὴ ἀκριβολογοῦ· τέως οἱῳδήποτε τρόπῳ ἀπόστησον αὐτὸν τῆς πονηρᾶς πράξεως· ἐθισθήτω µὴ ἀπιέναι εἰς ἐκεῖνο τὸ βάραθρον· εἴτε διὰ σὲ, εἴτε δι' ὁτιδήποτε κωλυθῇ, κέρδος ἔσται ἐκ τούτου. Ὅταν γὰρ ἐθίσῃς αὐτὸν µὴ ἀπιέναι, τότε δυνήσῃ µικρὸν ἀναπνεύσαντα λαβὼν, διδάξαι, ὅτι χρὴ διὰ τὸν Θεὸν τοῦτο µὴ ποιεῖν, καὶ οὐ δι' ἄνθρωπον. Μὴ θελήσῃς ὑφ' ἓν κατορθῶσαι τὸ πᾶν, ἐπεὶ οὐ δυνήσῃ, ἀλλ' ἠρέµα καὶ κατὰ µικρόν. Ἂν εἰς πότον ἴδῃς ἀπιόντα, καὶ εἰς συµπόσια µέθης πεπληρωµένα, κἀκεῖ τὸ αὐτὸ ποίει, καὶ αὐτὸν πάλιν παρακάλεσον, εἴ τι συνορᾷ ἐλάττωµά σεἔχοντα, βοηθεῖν καὶ διορθοῦν. Οὕτω γὰρ καὶ ἐπὶ ἑαυτοῦ τὸν ἔλεγχον οἴσει, ὅταν ἴδῃ καὶ σὲ δεόµενον ἐλέγχων, καὶ µὴ ὡς τὰ πάντα κατωρθωκότα, µηδὲ ὡς διδάσκαλον, ἀλλ' ὡς φίλονκαὶ ἀδελφὸν βοηθοῦντα. Εἰπὲ πρὸς αὐτὸν, Ἐγώ σε ὤνησα, ὑποµνήσας τῶν συµφερόντων· καὶ σὺ ὅπερ ἂν συνίδῃς ἐλάττωµα ἔχοντά µε, ἀναχαίτισον, διόρθωσον· ἂν ὀργίλον ἴδῃς, ἂν πλεονέκτην, κάτασχε, δῆσον τῇ παραινέσει. Τοῦτό ἐστι φιλία· οὕτως ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούµενος, ὡς πόλις ὀχυρὰ γίνεται· οὐ γὰρ τὸ φαγεῖν καὶ τὸ πιεῖν ποιεῖ φιλίαν· τοιαύτην γὰρ καὶ λῃσταὶ ἔχουσι καὶ ἀνδροφόνοι· ἀλλ' εἰ φίλοι ἐσµὲν, εἰ ὄντως ἀλλήλων κηδόµεθα, εἰς ταῦτα ἀλλήλοις συµβαλλώµεθα· ταῦτα εἰς φιλίαν ἡµᾶς ἄγει ἐπωφελῆ, ταῦτα κωλύει εἰς γέενναν ἀπελθεῖν. Μήτε οὖν ὁ ἐλεγχόµενος ἀγανακτείτω· ἄνθρωποι γάρ ἐσµεν, καὶ ἔχοµεν ἐλαττώµατα· µήτε ὁ ἐλέγχων ὡς ἐπεγγελῶν, ἢ ὡς ἐπεµβαίνων, τοῦτο ποιείτω καὶ ἐκποµπεύων, ἀλλὰ κατ' ἰδίαν, µετὰ προσηνείας· πλείονος γὰρ δεῖται προσηνείας ὁ ἐλέγχων, ἵνα οὕτω πείσῃ τὴν τοµὴν ἐνεγκεῖν. Οὐχ ὁρᾶτε τοὺς ἰατροὺς, ὅταν καίωσιν, ὅταν τέµνωσι, µετὰ πόσης προσηνείας τὴν θεραπείαν ἐπάγουσι; Πολλῷ µᾶλλον τοὺς ἐλέγχοντας τοῦτο δεῖ ποιεῖν· καὶ γὰρ καὶ πυρὸς καὶ σιδήρου σφοδρότερον ἔλεγχος, καὶ σκιρτᾷν ποιεῖ· καὶ διὰ τοῦτο καὶ οἱ ἰατροὶ πολλὰ ἐπιτηδεύουσιν, ὥστε ἐνεγκεῖν πράως τὴν τοµὴν, καὶ προσηνῶς, ὡς οἷόν τε, ταύτην ἐπάγουσι, καὶ µικρὸν ἐνδιδόντες, εἶτα παρέχοντες ἀναπνεῦσαι. Οὕτω καὶ τοὺς ἐλέγχους δεῖ ποιεῖν, ἵνα καὶ οἱ ἐλεγχόµενοι µὴ ἀποσκιρτῶσι. Κἂν ὑβρισθῆναι τοίνυν δέῃ, κἂν πληγῆναι, µὴ παραιτησώµεθα. Καὶ γὰρ ἐκεῖνοι οἱ τεµνόµενοι, µυρία καταβοῶσι τῶν τεµνόντων· ἀλλ' ἐκεῖνοι πρὸς οὐδὲν τούτων ὁρῶσιν, ἀλλ' ἢ πρὸς τὴν ὑγείαν τῶν καµνόντων µόνον. Οὕτω δὴ καὶ ἐνταῦθα πάντα δεῖ ποιεῖν πρὸς τὸ τὸν ἔλεγχον χρησίµως γενέσθαι, πάντα φέρειν πρὸς τὸν µισθὸν ἀφορῶντας τὸν ἀποκείµενον. Ἀλλήλων, φησὶ, τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόµον τοῦ Χριστοῦ. Οὕτως οὖν καὶ ἐλέγχοντες καὶ φέροντες ἀλλήλους, δυνησόµεθα ἀναπληρῶσαι τὴν οἰκοδοµὴν τοῦ Χριστοῦ· καὶ ἡµῖν οὕτω ποιήσετε κοῦφον τὸν πόνον, ἐν ἅπασι συλλαµβανόµενοι ἡµῖν καὶ χεῖρα ὀρέγοντες καὶ µερισταὶ γινόµενοι καὶ κοινωνοὶ, καὶ τῆς ἀλλήλων σωτηρίας, καὶ τῆς ἰδίας ἕκαστος. Ὑποµένωµεν τοίνυν καὶ φέροντες τὰ ἀλλήλων βάρη, καὶ ἐλέγχον τες, ἵνα τύχωµεν τῶν ἐπηγγελµένων ἡµῖν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν.