Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 31 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
31.0
Εἰρήνην διώκετε µετὰ πάντων καὶ τὸν ἁγιασµὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.
31.1
Πολλὰ µὲν ἔστι τὰ χαρακτηρίζοντα τὸν Χριστιανισµὸν, µᾶλλον δὲ πάντων καὶ κρεῖττον ἁπάντων ἡ πρὸς ἀλλήλους ἀγάπη καὶ ἡ εἰρήνη.∆ ιὰ τοῦτο καὶ ὁ Χριστός φησιν· Εἰρήνην τὴν ἐµὴν δίδωµι ὑµῖν· καὶ πάλιν, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐµοὶ µαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλος νῦν φησιν· Εἰρήνην διώκετε µετὰ πάντων καὶ τὸν ἁγιασµὸν, τουτέστι, τὴν σεµνότητα, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐπισκοποῦντες µή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ. Καθάπερ ὁδόν τινα µακρὰν ὁδευόντων ἐν συνοδίᾳ πολλῇ, βλέπετε, φησὶ, µή τις ἀπέµεινεν· οὐ γὰρ τοῦτο ζητῶ µόνον, ἵνα ὑµεῖς παραγένησθε, ἀλλ' ἵνα καὶ τοὺς ἄλλους ἐπισκοπῆτε. Μή τις ὑστερῶν, φησὶν, ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ. Χάριν τοῦ Θεοῦ τὰ µέλλοντα καλεῖ ἀγαθὰ, τὴν πίστιν τὴν εὐαγγελικὴν, τὴν ἀρίστην πολιτείαν· πάντα γὰρ τῆς τοῦ Θεοῦ χάριτός ἐστι. Μὴ οὖν µοι εἴπῃς, ὅτι εἷς ἐστιν ὁ ἀπολλύµενος· καὶ δι' ἕνα ὁ Χριστὸς ἀπέθανε.∆ ι' ἔνα ὁ Χριστὸς ἀπέθανε, σὺ δὲ οὐ φροντίζεις; Ἐπισκοποῦντες, φησί· τουτέστιν, ἀκριβῶς ἐρευνῶντες, ἐπισκεπτόµενοι, καταµανθάνοντες, ὅπερ ἐστὶν ἐπὶ τῶν ἀσθενῶν, καὶ διὰ πάντων ἐξετάζοντες,[ καταµανθάνοντες]. Μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ. Τοῦτο ἐν τῷ∆ ευτερονοµίῳ κεῖται· ἔλαβε δὲ αὐτὸ ἀπὸ µεταφορᾶς τῶν φυτῶν. Μή τις ῥίζα, φησὶ, πικρίας· ὃ καὶ ἀλλαχοῦ γράφων λέγει, Μικρὰ ζύµη ὅλον τὸ φύραµα ζυµοῖ. Οὐκ ἐκείνου µόνον ἕνεκεν τοῦτο, φησὶ, βούλοµαι, ἀλλὰ καὶ διὰ τὴν ἐξ αὐτοῦ γινοµένην βλάβην. Τουτέστι, κἂν ᾖ τις ῥίζα τοιαύτη, µηδεµίαν βλάστην ἀφῇς ἀνελθεῖν, ἀλλ' ἐκκοπτέσθω, ὥστε µὴ φέρειν τοὺς οἰκείους καρποὺς, ὥστε µὴ καὶ τοὺςἄλλους µολύνειν καὶ µιαίνειν. Μή τις γὰρ, φησὶ, ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ διὰ ταύτης µιανθῶσι πολλοί. Καὶ εἰκότως πικρὰν τὴν ἁµαρτίαν ἐκάλεσεν· οὐδὲν γὰρ ὄντως ἁµαρτίας πικρότερον· καὶ ἴσασιν οἱ µετὰ τὸ πρᾶξαι ὑπὸ τοῦ συνειδότος τηκόµενοι, οἱ πικρίαν πολλὴν ὑποµένοντες· πικροτάτη γὰρ οὖσα διαστρέφει αὐτὸ τὸ λογιστικόν. Τοιαύτη ἡ τοῦ πικροῦ φύσις, ἔστιν ἀνόνητος. Καὶ καλῶς εἶπε· Ῥίζα πικρίας. Οὐκ εἶπε, Πικρὰ, ἀλλὰ, Πικρίας· τὴν µὲν γὰρ πικρὰν ῥίζαν ἔστι καρποὺς ἐνεγκεῖν γλυκεῖς, τὴν δὲ πικρίας ῥίζαν καὶ πηγὴν καὶ ὑπόθεσιν· οὐκ ἔστι ποτὲ γλυκὺν ἐνεγκεῖν καρπόν· πάντα γάρ ἐστι πικρὰ, οὐδὲν ἔχει ἡδὺ, πάντα πικρὰ, πάντα ἀηδῆ, πάντα µίσους καὶ βδελυγµίας γέµοντα. Καὶ δι' αὐτῆς, φησὶ, µιανθῶσι πολλοί. Τουτέστιν, Ἵνα µὴ τοῦτο γένηται, τοὺς ἀσελγεῖς ἐκκόπτετε. Μή τις πόρνος, ἢ βέβηλος ὡς Ἡσαῦ, ὃς ἀντὶ βρώσεως µιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ. Καὶ ποῦ πόρ νος ἦν ὁ Ἡσαῦ; Οὐ τοῦτο ἐνταῦθά φησιν, ὅτι πόρνος ἦν ὁ Ἡσαῦ, ἀλλὰ πρὸς ἀντιδιαστολὴν κεῖται τοῦ, Τὸν ἁγιασµὸν διώκετε· τὸ δὲ, Βέβηλος, ὡς πρὸς ἐκεῖνον εἴρηται. Μή τις οὖν ἔστω ὡς ὁ Ἡσαῦ, βέβηλος, τουτέστι, γαστρίµαργος, ἀκρατὴς, κοσµικὸς, τὰ πνευµατικὰ ἀπεµπολῶν. Ὃς ἀντὶ βρώσεως µιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὑτοῦ. Τουτέστιν, ὃς τὴν παρὰ τοῦ Θεοῦ τιµὴν ταύτην διὰ τῆς οἰκείας ῥᾳθυµίας ἀπέδοτο, καὶ µικρᾶς ἡδονῆς χάριν τὴν µεγίστην τιµὴν καὶ δόξαν ἀπώλεσε. Τοῦτο οἰκείως πρὸς αὐτοὺς, τοῦτο βδελυροῦ, τοῦτο ἀκαθάρτου. Ὥστε οὐχ ὁ πόρνος ἀκάθαρτος µόνον, ἀλλὰ καὶ ὁ γαστρίµαργος, ὅς ἐστι τῆς γαστρὸς δοῦλος. Καὶ γὰρ καὶ οὗτος ἑτέρας ἐστὶν ἡδονῆς δοῦλος, ἀναγκάζεται πλεονεκτεῖν, ἀναγκάζεται ἁρπάζειν, µυρία ἀσχηµονεῖν, δοῦλος ὢν τοῦ πάθους ἐκείνου, καὶ βλασφηµεῖ πολλάκις. Οὗτος οὐδενὸς ἄξια εἶναι ἐνόµισε τὰ πρωτοτόκια.∆ ιὸ καὶ προνοῶν τῆς ἀναπαύσεως τῆς προσκαίρου, καὶ µέχρι τῶν πρωτοτοκίων ἔφθασεν. Ὥστε ἡµῶν τὰ πρωτοτόκια λοιπὸν, οὐχὶ Ἰουδαίων. Ἅµα δὲ καὶ πρὸς τὸ πάθος αὐτῶν τοῦτο συµβάλλεται· µονονουχὶ τοῦτο γὰρ διὰ τούτου αἰνίττεται, ὅτι ὁ πρῶτος ὕστερος γέγονε, καὶ ὁ δεύτερος πρῶτος· οὗτος διὰ καρτερίαν πρῶτος, ἐκεῖνος διὰ ῥᾳθυµίαν ὕστερος. Ἴστε γὰρ, φησὶν, ὅτι καὶ µετέπειτα θέλων κληρονοµῆσαι τὴν εὐλογίαν, ἀπεδοκιµάσθη· µετανοίας γὰρ τόπον οὐχ εὗρε, καίπερ µετὰ δακρύων ἐκζητήσας αὐτήν.
31.2
Τί δὴ τοῦτό ἐστιν; ἆρα µὴ τὴν µετάνοιαν ἐκβάλλει; Οὐδαµῶς. Ἀλλὰ πῶς, φησὶ, µετανοίας τόπον οὐχ εὗρεν; εἰ γὰρ κατέγνω ἑαυτοῦ, εἰ ἀνῴµωξε µέγα, διὰ τί οὐχ εὗρε τόπον µετανοίας; Ὅτι οὐκ ἦν µετανοίας τὸ πρᾶγµα. Ὥσπερ γὰρ ἡ λύπη τοῦ Κάϊν οὐκ ἦν µετανοίας, καὶ ὁ φόνος ἔδειξεν· οὕτω καὶ ἐνταῦθα οὐκ ἦν µετανοίας τὰ ῥήµατα, καὶ µετὰ ταῦτα ὁ φόνος ἔδειξε· καὶ γὰρ καὶ αὐτὸς τῇ προαιρέσει ἀνεῖλε τὸν Ἰακώβ. Ἐγγίσουσι γὰρ, φησὶν, αἱ ἡµέραι τοῦ πένθους τοῦ πατρός µου, καὶ ἀποκτενῶ Ἰακὼβ τὸν ἀδελφόν µου.∆ ιὰ τοῦτο οὐκ ἴσχυσε τὰ δάκρυα µετάνοιαν αὐτῷ δοῦναι. Καὶ οὐκ εἶπε, Μετανοίας, ἁπλῶς, ἀλλὰ, Καὶ µετὰ δακρύων ἐκζητήσας, µετανοίας τόπον οὐχ εὗρε. Τί δήποτε; Ὅτι οὐ µετενόησεν ὃν ἔδει τρόπον· τοῦτο γάρ ἐστι µετάνοια· οὐ µετενόησεν ὡς ἐχρῆν. Ἐπεὶ πῶς ταῦτα ἔλεγε; πῶς νωθροὺς γενοµένους παρεκάλει πάλιν; πῶς χωλοὺς γενοµένους; πῶς παραλυθέντας; πῶς παρειµένους; τοῦτο γὰρ ἀρχὴ πτώσεώς ἐστιν. Ἐµοὶ δοκεῖ αἰνίττεσθαί τινας ἐν αὐτοῖς πόρνους, οὐ µέντοι βούλεσθαι ἐλέγχειν αὐτοὺς τέως, ἀλλὰ προσποιεῖται ἄγνοιαν, ἵνα διορθώσωνται.∆ εῖ γὰρ πρῶτον µὲν ἄγνοιαν ὑποκρίνεσθαι, µετὰ δὲ ταῦτα, ὅταν ἐπιµένωσι, τότε καὶ τὸν ἔλεγχον ἐπάγειν, ὥστε µὴ ἀπαναισχυντῆσαι. Ὅπερ καὶ Μωϋσῆς ἐποίησεν ἐπὶ Ζαµβρὶ καὶ τῆς Χασβίτιδος. Μετανοίας γὰρ, φησὶ, τόπον οὐχ εὗρεν. Οὐχ εὗρε µετάνοιαν, ἢ ὅτι µετανοίας µείζονα ἥµαρτεν, ἢ ὅτι µετάνοιαν ἀξίαν οὐκ ἐπεδείξατο. Ἔστιν ἄρα ἁµαρτήµατα µε τανοίας µείζονα. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μὴ πέσωµεν πτῶµα ἀνίατον· ἕως ἂν ᾖ χωλεία τὸ πρᾶγµα, εὔκολον γενέσθαι ὀρθόν· ἐὰν δὲ ἐκτραπῶµεν, τί ἔσται λοιπόν; Τοῖς µὲν γὰρ µηδέπω πεσοῦσιν οὕτω διαλέγεται, τῷ φόβῳ συγκροτῶν αὐτοὺς, καί φησιν ὅτι οὐκ ἔστι πεσόντα παραµυθίας τυχεῖν· τοῖς δὲ πεσοῦσιν, ὥστε µὴ εἰς ἀπόγνωσιν ἐµπεσεῖν, τἀναντία παραινεῖ, οὕτω λέγων· Τεκνία µου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ µορφωθῇ Χριστὸς ἐν ὑµῖν· καὶ πάλιν, Οἵτινες ἐν νόµῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Ἰδοὺ µαρτυρεῖ ὅτι ἐξέπεσον. Ὁ µὲν γὰρ ἑστὼς, ἀκούων ὅτι πεσόντα οὐκ ἔστι συγγνώµης τυχεῖν, σφοδρότερος ἔσται, καὶ ἀσφαλέστερος περὶ τὴν στάσιν· ἂν µέντοι καὶ περὶ τὸν πεπτωκότα τῇ αὐτῇ χρήσῃ σφοδρότητι, οὐδέποτε ἀναστήσεται· ποίᾳ γὰρ ἐλπίδι τὴν µεταβολὴν ἐπιδείξεται; Οὐ µόνον δέ φησιν, Ἐδάκρυσεν, ἀλλὰ καὶ, Ἐξεζήτησεν· οὐ τοίνυν ἐκβάλλει µετάνοιαν, λέγων, Μετανοίας τόπον οὐχ εὗρεν· ἀλλ' ἀσφαλίζεται αὐτοὺς µᾶλλον διὰ τούτου πρὸς τὸ µὴ πεσεῖν. Ὅσοι τοίνυν ἀπιστοῦσι τῇ γεέννῃ, ταῦτα ἀναµιµνησκέσθωσαν· ὅσοι νοµίζουσιν ἀτιµώρητα ἁµαρτάνειν, ταῦτα λογιζέσθωσαν.∆ ιὰ τί Ἡσαῦ οὐκ ἔτυχε συγγνώµης; Ὅτι οὐ µετενόησεν ὡς ἐχρῆν.
31.3
Θέλεις ἰδεῖν µετάνοιαν ἀκριβῆ; Ἄκουσον τὴν τοῦ Πέτρου µετάνοιαν µετὰ τὴν ἄρνησιν.∆ ιηγούµενος γὰρ ἡµῖν τὰ κατ' αὐτὸν ὁ εὐαγγελιστὴς, φησὶ, Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσε πικρῶς.∆ ιὰ τοῦτο καὶ ἀφείθη αὐτῷ τὸ τοιοῦτον ἁµάρτηµα, ὅτι µετενόησεν ὃν ἔδει τρόπον. Καίτοι οὔπω τὸ θῦµα προσενήνεκτο, οὔπω ἡ θυσία ἐγεγένητο, οὔπω ἦρτο ἡ ἁµαρτία, ἔτι ἐκράτει καὶ ἐτυράννει. Καὶ ἵνα µάθῃς, ὅτι οὐχ οὕτω ῥᾳθυµίας ἦν ἡ ἄρνησις, ὅσον ἐγκαταλείψεως τοῦ Θεοῦ παιδεύοντος αὐτὸν εἰδέναι τὰ ἀνθρώπινα µέτρα, καὶ µὴ ἀντιλέγειντοῖς παρὰ τοῦ διδασκάλου λεγοµένοις, µηδὲ µείζονα τῶν ἄλλων φρονεῖν, ἀλλ' εἰδέναι ὅτι χωρὶς Θεοῦ οὐδὲν γενέσθαι δυνατὸν, καὶ ὅτι, Ἐὰν µὴ ὁ Κύριοςοἶκον οἰκοδοµήσῃ, εἰς µάτην ἐκοπίασαν οἱ οἰκοδοµοῦντες αὐτόν· ἄκουε πῶς ἀσφαλιζόµενος, καὶ πείθων µετριάζειν, εἶπε πρὸς αὐτὸν µόνον ὁ Χριστός· Σίµων, Σίµων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο σινιάσαι σε ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα µὴ ἐκλίπῃ ἡ πίστις σου. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτὸν µέγα φρονεῖν, συνειδότα ἑαυτῷ ὅτι µᾶλλον ἁπάντων ἀγαπᾷ τὸν Χριστὸν, διὰ τοῦτο συγχωρεῖται πεσεῖν, ἀπαρνήσασθαιτὸν διδάσκαλον, διὰ τοῦτο καὶ κλαίει πικρῶς, καὶ τὰ ἄλλα τὰ ἑξῆς τοῦ κλαυθµοῦ ὁµοίως ποιεῖ. Τί γὰρ οὐκ ἐποίησε; µυρίοις κινδύνοις ἑαυτὸν περιέβαλε µετὰ ταῦτα, διὰ πάντων δεικνὺς αὑτοῦ τὴν ἀνδρείαν καὶ τὸ παράστηµα τῆς ψυχῆς. Μετενόησε καὶ ὁ Ἰούδας, ἀλλὰ κακῶς· ἀπήγξατο γάρ. Μετενόησεν, ὅπερ ἔφην, καὶ Ἡσαῦ· µᾶλλον δὲ οὗτος οὐδὲ µετενόησε· τὰ γὰρ δάκρυα οὐκ ἦν µετανοίας, ἀλλὰ ἐπηρείας καὶ θυµοῦ µᾶλλον· καὶ δείκνυσι τὰ ἑξῆς. Μετενόησεν ὁ µακάριος∆ αυῒδ οὕτω λέγων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην µου, ἐν δάκρυσί µου τὴν στρωµνήν µου βρέξω· καὶ τὴν πάλαι γεγενηµένην ἁµαρτίαν, µετὰ τοσαῦτα ἔτη, µετὰ τοσαύτας γενεὰς, ὡς νεωστὶ συµβᾶσαν ἐπένθει. Τὸν γὰρ µετανοοῦντα οὐκ ὀργίζε σθαι χρὴ οὐδὲ ἀγριαίνειν, ἀλλὰ συντρίβεσθαι ὡς κατεγνωσµένον, ὡς οὐκ ἔχοντα παῤῥησίαν, ὡςκαταδεδικασµένον, ὡς ἀπὸ ἐλέους σωθῆναι ὀφείλοντα µόνου, ὡς ἀγνώµονα περὶ τὸν εὐεργέτην φανέντα, ὡς ἀχάριστον, ὡς ἀδόκιµον, ὡς µυρίων κολάσεων ἄξιον. Ἐὰν ταῦτα λογίζηται, οὐκ ὀργισθήσεται, οὐκ ἀγανακτήσει, ἀλλὰ πενθήσει, κλαύσει, στενάξει καὶ ὀδυρεῖται νύκτα καὶ ἡµέραν. Τὸν µετανοοῦντα οὐδέποτε χρὴ λήθῃ παραδοῦναι τὴν ἁµαρτίαν, ἀλλὰ τὸν µὲν Θεὸν παρακαλεῖν µὴ µνησθῆναι αὐτῆς, αὐτὸν δὲ µηδέποτεἐπιλαθέσθαι αὐτῆς· ἐὰν ἡµεῖς αὐτῆς µνηµονεύωµεν, ὁ Θεὸς αὐτῆς ἐπιλήσεται. Παρ' ἡµῶν αὐτῶν δίκην λάβωµεν, ἡµῶν αὐτῶν κατηγορήσωµεν· οὕτως ἐξιλεωσόµεθα τὸν κριτήν. Ἁµαρτία γὰρ ὁµολογουµένη ἐλάττων γίνεται, µὴ ὁµολογουµένη δὲ χείρων. Ἂν γὰρ προσλάβῃ ἁµαρτία τὴν ἀναισχυντίαν καὶ τὴν ἀγνωµοσύνην, οὐδέποτε στήσεται· πῶς δαὶ ὅλως ὁ τοιοῦτος δυνήσεται φυλάξασθαι πάλιν µὴ τοῖς αὐτοῖς περιπεσεῖν, ὁ τὸ πρότερον οὐκ εἰδὼς ὅτι ἥµαρτεν; Μὴ τοίνυν ἀρνώµεθα, παρακαλῶ, µηδὲ ἀναισχυντῶµεν, ἵνα µὴ καὶ ἄκοντες δῶµεν τιµωρίαν. Ἤκουσε Κάϊν παρὰ τοῦ Θεοῦ, Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; καί φησιν, Οὐκ οἶδα· µὴ φύλαξ ἐγώ εἰµι τοῦ ἀδελφοῦ µου; Εἶδες πῶς τοῦτο χαλεπωτέραν τὴν ἁµαρτίαν εἰργάσατο; Ἀλλ' οὐχ ὁ πατὴρ αὐτοῦ οὕτως, ἀλλὰ τί; Ἀκούσας, Ἀδὰµ, ποῦ εἶ; φησὶν, Ἤκουσα τῆς φωνῆς σου, καὶ ἐφοβήθην, ὅτι γυµνός εἰµι, καὶ ἐκρύβην. Μέγα ἀγαθὸν, ἐπιγινώσκειν τὰ ἁµαρτήµατα, καὶ µιµνήσκεσθαι αὐτῶν διηνεκῶς· οὐδὲν οὕτω θεραπεύει πληµµέλειαν, ὡς µνήµη διηνεκής· οὐδὲν οὕτως ὀκνηρὸν ἄνθρωπον ποιεῖ πρὸς κακίαν. Οἶδα ὅτι ἀποπηδᾷ, καὶ οὐκ ἀνέχεται τὸ συνειδὸς ὑπὸ τῆς µνήµης µαστίζεσθαι τῶν κακῶν· ἀλλ' ἄγξον τὴν ψυχὴν, καὶ ἐπίθες αὐτῇ κηµόν· καθάπερ γὰρ ἵππος δυσήνιος, οὕτω δυσανασχετεῖ, καὶ οὐ βούλεται πεῖσαι ἑαυτὴν ὅτι ἥµαρτε. Τοῦτο δὲ ὅλον ἐστὶ σατανικόν. Ἀλλ' ἡµεῖς αὐτὴν πείθωµεν ὅτι ἥµαρτεν, ἵνα καὶ µετανοήσῃ, καὶ ἵνα µετανοήσασα ἀπαλλαγῇ τῶν κολάσεων. Πῶς ἀξιοῖς συγγνώµης τυχεῖν, εἰπέ µοι, ἐπὶ τοῖς ἁµαρτήµασι, µηδέπω ταῦτα ὁµολογήσας; Πάντως ἐκεῖνός ἐστιν ἐλέους καὶ φιλανθρωπίας ἄξιος ὁ ἡµαρτηκώς· σὺ δὲ µηδέπω πείσας σαυτὸν ἡµαρτηκέναι, πῶς ἀξιοῖς ἐλεηθῆναι, ἐπὶ τοῖς πληµµελήµασιν οὕτως ἀναισχυντῶν; Πείθωµεν ἑαυτοὺς ὅτι ἡµάρτοµεν· µὴ τῇ γλώττῃ λέγωµεν µόνον, ἀλλὰ καὶ τῇ διανοίᾳ· µὴ ἁµαρτωλοὺς καλῶµεν ἑαυτοὺς µόνον, ἀλλὰ καὶ τὰ ἁµαρτήµατα ἀναλογιζώµεθα, κατ' εἶδος ἕκαστον ἀναλέγοντες. Οὐ λέγω σοι, Ἐκπόµπευσον σαυτὸν, οὐδὲ παρὰ τοῖς ἄλλοις κατηγόρησον, ἀλλὰ πείθεσθαι συµβουλεύω τῷ προφήτῃ λέγοντι· Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου. Ἐπὶ τοῦ Θεοῦ ταῦτα ὁµολόγησον, ἐπὶ τοῦ δικαστοῦ ὁµολόγει τὰ ἁµαρτήµατα, εὐχόµενος, εἰ καὶµὴτῇ γλώττῃ, ἀλλὰ τῇ µνήµῃ, καὶ οὕτως ἀξίου ἐλεηθῆναι. Ἂν ἔχῃς τὰ ἁµαρτήµατα διηνεκῶς ἐν τῇ µνήµῃ, οὐδέποτε τῷ πλησίον µνησικακήσεις. Οὐ τοῦτο δὲ λέγω, ἐὰν ᾖς πεπεισµένος σαυτὸν ἁµαρτωλὸν εἶναι· οὐχ οὕτω τοῦτο δύναται ταπεινῶσαιψυχὴν, ὡς αὐτὰ ἐφ' ἑαυτῶν τὰ ἁµαρτήµατα, καὶ κατ' εἶδος ἐξεταζόµενα. Οὐ µνησικακήσεις, ταῦτα δι' ὅλου ἔχων ἐν τῇ µνήµῃ, οὐκ ὀργισθήσῃ, οὐ λοιδορήσεις, οὐ φρονήσεις µέγα, οὐ περιπεσῇ πάλιν τοῖς αὐτοῖς· σφοδρότερος ἔσῃ πρὸς τὰ ἀγαθά.
31.4
Ὁρᾷς ὅσα ἀπὸ τῆς µνήµης τῶν ἁµαρτηµάτων τίκτεται καλά; Ἐγγράφωµεν τοίνυν αὐτὰ εἰς τὰς διανοίας ἡµῶν. Οἶδα ὅτι οὐκ ἀνέχεται ἡ ψυχὴ τῆς µνήµης τῆς οὕτω πικρᾶς· ἀλλὰ ἀναγκάζωµεν αὐτὴν καὶ βιαζώµεθα. Βέλτιον δάκνεσθαι αὐτὴν τῇ µνήµῃ νῦν, ἢ κατ' ἐκεῖνον τὸν καιρὸν τῇ τιµωρίᾳ. Νῦν, ἐὰν ᾖς αὐτῶν µεµνηµένος, καὶ συνεχῶς αὐτὰς προσφέρῃς τῷ Θεῷ, καὶ ὑπὲρ αὐτῶν δέῃ, ταχέως ἐξαλείψεις αὐτάς· ἐὰν δὲ νῦν ἐπιλάθη, τότε αὐτῶν ἀναµνησθήσῃ καὶ ἄκων, ἐπὶ τῆς οἰκουµένης ἁπάσης εἰς µέσον φεροµένων αὐτῶν, καὶ ἐκποµπευοµένων ἐπὶ πάντων, καὶ φίλων καὶ ἐχθρῶν καὶ ἀγγέλων. Οὐ γὰρ δὴ πρὸς∆ αυῒδ ἔλεγε µόνον, Ἃ σὺ ἐν κρυφῇ ἐποίησας, ἐγὼ ποιήσω πᾶσι κατάδηλα, ἀλλὰ καὶ πρὸς πάντας ἡµᾶς. Ἐφοβήθης ἀνθρώπους, φησὶ, καὶ ᾐσχύνθης τοῦ Θεοῦ πλέον· καὶ τοῦ Θεοῦ ὁρῶντος οὐκ ἐφρόντισας, ἀλλὰ τοὺς ἀνθρώπους ᾐδέσθης· Οἱ ὀφθαλµοὶ γὰρ, φησὶ, τῶν ἀνθρώπων, τοῦτο ὁ φόβος αὐτῶν.∆ ιὰ τοῦτο ἐπὶ τούτων αὐτῶν δώσεις δίκην· ἐλέγξω γάρ σε, ὑπὸ τοῖς ἁπάντων ὀφθαλµοῖς τιθείς σου τὰ ἁµαρτήµατα. Ὅτι γὰρ τοῦτό ἐστιν ἀληθὲς, καὶ κατ' ἐκείνην τὴν ἡµέραν πάντων ἡµῶν ἐκποµπεύεται τὰ ἁµαρτήµατα, ἐὰν µὴ νῦν αὐτὰ τῇ συνεχεῖ µνήµῃἀφανίσωµεν, ἄκουσον πῶς ἐκποµπεύεται ἡ ὠµότης καὶ ἡ ἀπανθρωπία τῶν ἐνταῦθα µὴ ἐλεησάντων. Ἐπείνασα, φησὶ, καὶ οὐκ ἐδώκατέ µοι φαγεῖν. Πότε ταῦτα λέγεται; ἆρα ἐν γωνίᾳ· ἆρα ἐν παραβύστῳ; Οὐδαµῶς, ἀλλὰ πότε; Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντα τὰ ἔθνη συναγάγῃ, ὅταν ἀφορίσῃ τούτους κἀκείνους, τότε πάντων ἀκουόντων ἐρεῖ, στήσαςἐκ δεξιῶν καὶ ἐξ εὐωνύµων· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ µοι φαγεῖν. Ὅρα πάλιν καὶ τὰς πέντε παρθένους ἐπὶ πάντων ἀκουούσας, Οὐκ οἶδα ὑµᾶς. Αἱ γὰρ πέντε, καὶ πέντε, οὐχὶ τὸν ἀριθµὸν δηλοῦσι τῶν πέντε µόνον, ἀλλὰ πάσας τὰς πονηρὰς καὶ ὠµοὺς καὶ ἀπανθρώπους τῶν παρθένων, καὶ τὰςµὴ τοιαύτας. Οὕτω καὶ ὁ τὸ ἓν τάλαντον κατορύξας, ἤκουσεν ἐπὶ πάντων, καὶ τῶν τὰ πέντε, καὶ τῶν τὰ δύο προσενεγκόντων· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Οὐ διὰ ῥηµάτων µόνον, ἀλλὰ καὶ διὰ πραγµάτων τότε ἐλέγχει αὐτούς· καθάπερ καὶ ὁ εὐαγγελιστής φησιν, Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Ὁµοῦ γὰρ ἡ ἀνάστασις ἔσται πάντων, καὶ ἁµαρτωλῶν καὶ δικαίων· ὁµοῦ παρέσται κρίνων ἅπασιν. Ἐννόησον οὖν τίνες ἔσονται τότε οἱ ἐν κατηφείᾳ, οἱ ἐν ὀδύνῃ, οἱ ἑλκόµενοι εἰς τὸ πῦρ, στεφανουµένων ἑτέρων.∆ εῦτε, φησὶν, οἱ εὐλογηµένοι τοῦ Πατρός µου, κληρονοµήσατε τὴν ἡτοιµασµένην ὑµῖν βασιλείαν ἀπὸ καταβολῆς κόσµου· καὶ πάλιν, Ἀπέλθετε ἀπ' ἐµοῦ εἰς τὸ πῦρ τὸ ἡτοιµασµένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Μὴ ἁπλῶς τῶν ῥηµάτων ἀκούωµεν, ἀλλ' ὑπογράψωµεν αὐτὰ καὶ τῇ ὄψει, καὶ νοµίσωµεν νῦν παρεῖναι αὐτὸν, καὶ λέγειν ταῦτα, καὶ ἀπάγεσθαι ἡµᾶς εἰςτὸ πῦρ ἐκεῖνο. Τίνα ἕξοµεν ψυχήν; ποίαν παραµυθίαν; Τί δὲ, ὅταν διχοτοµώµεθα; τί δὲ, ὅταν ὑπὲρ ἁρπαγῆς ἐγκαλώµεθα; ποίαν ἕξοµεν εἰπεῖν πρόφασιν; τίνα λόγον εὐπρόσωπον; Οὐδένα· ἀλλ' ἀνάγκη δεσµουµένους, κάτω νεύοντας, σύρεσθαι πρὸς τὰ τῶν καµίνων στόµατα, πρὸς τὸν ποταµὸν τοῦ πυρὸς, πρὸς τὸ σκότος, πρὸς τὰςἀθανάτους κολάσεις, καὶ µηδενὸς δεῖσθαι πρὸς ἀπαλλαγὴν δύνασθαι. Οὐ γὰρ ἔστι, φησὶν, οὐκ ἔστιν ἐντεῦθεν διαβῆναι ἐκεῖ· χάσµα γὰρ µέγα µεταξὺ ἡµῶν τε καὶ ὑµῶν· καὶ οὐδὲ βουλοµένοις ἔνι µεταβῆναι, καὶ ὀρέξαι χεῖρα· ἀλλ' ἀνάγκη καίεσθαι διαπαντὸς, οὐδενὸς ἡµῖν ἀµύνοντος, κἂν πατὴρ ᾖ, κἂν µήτηρ, κἂν ὁστισοῦν, κἂν πολλὴν ἔχῃ πρὸς τὸν Θεὸν παῤῥησίαν. Ἀδελφὸς γὰρ, φησὶν, οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος; Ἐπεὶ οὖν οὐκ ἔστιν ἐν ἑτέρῳ τὰς ἐλπίδας ἔχειν τῆς σωτηρίας, ἀλλ' ἐν αὑτῷ µετὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, παρακαλῶ, πάντα πράττωµεν, ὥστε ἡµῖντὸν βίον γενέσθαι καθαρὸν καὶ τὴν πολιτείαν ἀρίστην, καὶ µηδὲ παρὰ τὴν ἀρχὴν δέξασθαι κηλῖδά τινα· εἰ δὲ ἐδεξάµεθα, µετὰ γοῦν τὴν κηλῖδα µὴ καθεύδωµεν, ἀλλὰ διαπαντὸς ἐπιµένωµεν ἀποπλύνοντες τὸν ῥύπον διὰ µετανοίας, διὰ δακρύων, διὰ εὐχῶν, διὰ ἐλεηµοσύνης. Τί οὖν, ἐὰν µὴ ἔχω, φησὶν, ἐλεηµοσύνην ἐργάζεσθαι; Ἀλλὰ ψυχροῦ ποτήριον ἔχεις, ὅσον ἂν ᾖς πένης· ἀλλὰ δύο λεπτὰ ἔχεις, ὡς ἂν ᾖς ἐν πενίᾳ· ἀλλὰ πόδας ἔχεις ὥστε ἐπισκέψασθαι ἀῤῥώστους, ὥστε εἰς δεσµωτήριον εἰσελθεῖν, ἀλλὰ στέγην ἔχεις ὥστε δέξασθαι ξένους. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι συγγνώµη οὐδεµία τῷ ἐλεηµοσύνην µὴ ἐργαζοµένῳ. Ταῦτα συνεχῶς λέγοµεν πρὸς ὑµᾶς, ἵνα κἂν µικρὸν ἀπὸ τῆς συνεχείας ἀνύσωµεν· ταῦτα λέγοµεν, οὐ τῶν εὖ πασχόντων φροντίζοντες, ὡς ὑµῶν. Ἐκείνοις µὲν γὰρ τὰ ἐνταῦθα δίδοτε, ἀντιλαµβάνετε δὲ τὰ οὐράνια· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴκαὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note