Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
33.0
∆ ιὸ βασιλείαν ἀσάλευτον παραλαµβάνοντες, ἔχω µεν χάριν, δι' ἧς λατρεύωµεν εὐαρέστως τῷ Θεῷ µετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡµῶν πῦρ καταναλίσκον.
33.1
Ὅπερ ἀλλαχοῦ φησι, Τὰ γὰρ βλεπόµενα πρόσκαιρα, τὰ δὲ µὴ βλεπόµενα αἰώνια, καὶ ἀπὸ τούτου ποιούµενος τὴν παράκλησιν τὴν ἐπὶ τοῖς κακοῖς οἷς κατὰτὸν παρόντα βίον ὑποµένοµεν, τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ, καί φησιν, Ἔχωµεν χάριν· τουτέστιν, εὐχαριστῶµεν τῷ Θεῷ, βέβαιοι µένωµεν. Οὐ γὰρ µόνον οὐκ ὀφείλοµεν ἀποδυσπετεῖν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ καὶ χάριν αὐτῷ µεγίστην εἰδέναι ἐπὶ τοῖς µέλλουσι.∆ ι' ἧς λατρεύωµεν εὐαρέστως τῷ Θεῷ· τουτέστιν, Οὕτω γὰρ ἔστιν εὐαρέστως λατρεύειν τῷ Θεῷ, εὐχαριστοῦντα ἐν ἅπασι. Πάντα ποιεῖτε, φησὶ, χωρὶς γογγυσµῶν καὶ διαλογισµῶν, Ὃ γὰρ ἂν ἐργάσηταί τις γογγύζων, ὑποτέµνεται καὶ ἀπώλεσε τὸν µισθὸν, καθάπερ οἱ Ἰσραηλῖται· ἴστε γὰρ ἡλίκην ἐκεῖνοι δίκην ἔτισαν ὑπὲρ γογγυσµῶν.∆ ιό φησι, Μηδὲ γογγύζετε. Οὐκ ἄρα ἔστιν εὐαρέστως λατρεῦσαι, µὴ χάριν εἰδότα πάντων αὐτῷ καὶ τῶν πειρασµῶν καὶ τῶν ἀνέσεων. Μετὰ αἰδοῦς καὶ εὐλαβείας· τουτέστι, µηδὲν ἰταµὸν φθεγγώµεθα, µηδὲν ἀναίσχυντον, ἀλλὰ συστέλλωµεν ἑαυτοὺς, ἵνα αἰδέσιµοι ὦµεν· τοῦτο γάρ ἐστιν ὃ λέγει, Μετ' αἰδοῦς καὶ εὐλαβείας. Ἡ φιλαδελφία µενέτω. Τῆς φιλοξενίας µὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Ὅρα πῶς τὰ παρόντα προστάττει φυλάττειν αὐτούς· καὶ οὐχὶ προστίθησιν ἕτερα· οὐ γὰρ εἶπε, Γίνεσθε φιλάδελφοι, ἀλλὰ, Μενέτω ἡ φιλαδελφία. Καὶ πάλιν οὐκ εἶπε, Φιλόξενοι γένεσθε, ὡς οὐκ οὖσιν, ἀλλὰ, Τῆς φιλοξενίας µὴ ἐπιλανθάνεσθε· τοῦτο γὰρ εἰκὸς ἀπὸ τῶν θλίψεων γίνεσθαι. Εἶτα καὶ ἐπάγει ὅπερ ἱκανὸν ἦν µᾶλλον προτρέψαι, λέγων· Ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Ὁρᾷς ὅση ἡ τιµὴ, ὅσον τὸ κέρδος; Τί ἐστιν, Ἔλαθον; Οὐκ εἰδότες, φησὶν, ἐξένισαν.∆ ιὰ τοῦτο καὶ µέγας ὁ µισθὸς τῷ Ἀβραὰµ δέδοται, ὅτι µὴ εἰδὼς ἀγγέλους αὐτοὺς ὄντας, ἐξένισεν· ἐπεὶ, εἰ ᾔδει, οὐδὲν θαυµαστόν. Τινὲς ἐνταῦθα καὶ τὸν Λὼτ αὐτὸν αἰνίττεσθαί φασι, καὶ δι' αὐτὸν εἰρηκέναι αὐτό. Μιµνήσκεσθε τῶν δεσµίων ὡς συνδεδεµένοι, τῶν κακουχουµένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώµατι. Τίµιος ὁ γάµος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀµίαντος· πόρνους δὲ καὶ µοιχοὺς κρινεῖ ὁ Θεός. Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούµενοι τοῖς παροῦσιν. Ὅρα πόσος περὶ σωφροσύνης ὁ λόγος αὐτῷ. Εἶπεν, Εἰρήνην διώκετε καὶ τὸν ἁγιασµόν· καὶ πάλιν, Μή τις ἢ πόρνος, ἢ βέβηλος· νῦν πάλιν φησὶ, Πόρνους καὶ µοιχοὺς κρινεῖ ὁ Θεός. Πανταχοῦ δὲ µετὰ ἐπιτιµίου ἡ ἀπαγόρευσις. Καὶ πῶς, σκόπει ἐντεῦθεν· Εἰρήνην, εἰπὼν, διώκετε µετὰ πάντων καὶ τὸν ἁγιασµὸν, ἐπήγαγεν, Οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον· ἐνταῦθα δὲ, Πόρνους δὲ καὶ µοιχοὺς κρινεῖ ὁ Θεὸς, καὶ πρότερον θεὶς τὸ, Τίµιος ὁ γάµος ἐν πᾶσι καὶ ἡ κοίτη ἀµίαντος, εἶτα ἐπιτίµιον ἐπαγαγὼν, δείκνυσινὅτι δικαίως τὰ ἑξῆς ἐπήγαγεν. Εἰ γὰρ γάµος συνεχωρήθη, δικαίως ὁ πόρνος κολάζεται, δικαίως ὁ µοιχὸς τιµωρεῖται. Ἐνταῦθα πρὸς τοὺς αἱρετικοὺς ἀποδύεται. Οὐκ εἶπε πάλιν, Μηδεὶς ἔστω πόρνος· ἀλλ' ἅπαξ εἰπὼν, τότε ἐπήγαγεν ὡς κοινὴν παραίνεσιν, καὶ οὐχ ὡς πρὸς αὐτοὺς ἀποτεινόµενος· Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούµενοι τοῖς παροῦσιν. Οὐκ εἶπεν, ὅτι Μηδὲν κτήσησθε, ἀλλ', Ἀφιλάργυρος ὁ τρόπος ἔστω· τουτέστιν, ἐλεύθερος ὁ νοῦς ἔστω, δεικνύτω τὸ φιλόσοφον ἡ γνώµη· δείξει δὲ, ἐὰν µὴ ζητῶµεν τὰ περιττὰ, ἐὰν τῆς χρείας µόνον γενώµεθα. Καὶ γὰρ ἀνωτέρω ἔλεγε, Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑµῶν µετὰ χαρᾶς προσεδέξασθε. Ταῦτα ὥστε µὴ εἶναι φιλαργύρους παραινεῖ. Ἀρκούµενοι, φησὶ, τοῖς παροῦσιν. Εἶτα καὶ ἐνταῦθα ἡ παραµυθία, ὥστε µὴ ἀπαγορεύειν· Αὐτὸς γὰρ, φησὶν, εἴρηκεν, Οὐ µή σε ἀνῶ, οὐδ' οὐ µή σε ἐγκαταλίπω. Ὥστε θαῤῥοῦντας ἡµᾶς λέγειν, Κύριος ἐµοὶ βοηθὸς, καὶ οὐ φοβηθήσοµαι τί ποιήσει µοι ἄνθρωπος. Ἰδοὺ πάλιν ἐν τοῖς πειρασµοῖς ἡ παραµυθία. Μνηµονεύετε τῶν ἡγουµένων ὑµῶν. Τοῦτο ἄνωθεν ὤδινεν εἰπεῖν· διὰ τοῦτο ἔλεγεν, Εἰρήνην διώκετε µετὰ πάντων. Τοῦτο καὶ Θεσσαλονικεῦσι παρῄνει, ὥστε ἔχειν αὐτοὺς ἐν τιµῇ ὑπὲρ ἐκπερισσοῦ. Μνηµονεύετε, φησὶ, τῶν ἡγουµένων ὑµῶν, οἵτινες ἐλάλησαν ὑµῖν τὸν λόγον τοῦ Θεοῦ· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, µιµεῖσθε τὴν πίστιν. Ποία ἀκολουθία αὕτη; Ἀρίστη µὲν οὖν· λέγει γὰρ, Θεωροῦντες αὐτῶν τὴν ἀναστροφὴν, τουτέστι, τὸν βίον, µιµεῖσθε τὴν πίστιν· ἀπὸ γὰρ βίου καθαροῦ ἡ πίστις. Ἢ τὴν πίστιν τὸ βέβαιον λέγει. Πῶς;∆ είκνυσι γὰρ ὅτι πιστεύσαντες βεβαίως τοῖς µέλλουσι, τὴν ἀρίστην πολιτείαν κατώρθωσαν. Οὐ γὰρ ἂν ἐπεδείξαντο βίον καθαρὸν, εἴ γε ἠµφισβήτουν περὶ τῶν µελλόντων, εἴ γε ἀµφέβαλλον. Ὥστε καὶ ἐνταῦθα τὸ αὐτὸ θεραπεύει. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήµερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας.∆ ιδαχαῖς ποικίλαις καὶ ξέναις µὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώµασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες.
33.2
Ἐνταῦθα τὸ, Χθὲς, τὸν παρελθόντα πάντα λέγει χρόνον· τὸ, Σήµερον, τὸν ἐνεστῶτα· ὁ αἰὼν, τὸ ἄπειρον καὶ λῆξιν οὐκ ἔχον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀρχιερέα ἠκούσατε, ἀλλ' οὐκ ἀρχιερέα λήγοντα· ἀεὶ γὰρ ὁ αὐτός ἐστι. Τάχα δὲ ὡς ὄντων τινῶν τῶν λεγόντων, ὅτι οὐκ ἔστιν ὁ σταυρωθεὶς οὗτος ὁ προσδοκώµενος Χριστὸς, ἀλλ' ἕτερος ἥξει, τὸ, Χθὲς καὶ σήµερον, λέγει, καὶ, Ὁ αὐτὸς εἰς τοὺς αἰῶνας· δηλῶν διὰ τούτου, ὅτι ὁ ἐλθὼν πάλιν ἥξει, καὶ αὐτὸς οὗτος καὶ προῆν, καὶ ἔστι, καὶ ἔσται εἰς τοὺς αἰῶνας. Ἐπεὶ καὶ νῦν Ἰουδαῖοι λέγουσιν, ὅτι ἕτερος ἥξει· οἳ καὶ τοῦ ὄντος ἀποστερήσαντες ἑαυτοὺς, τῷ Ἀντιχρίστῳ περιπεσοῦνται.∆ ιδαχαῖς ποικίλαις, φησὶ, καὶ ξέναις µὴ παραφέρεσθε. Οὐ µόνον ξέναις, ἀλλ' οὐδὲ ποικίλαις διδαχαῖς βούλεται αὐτοὺς παραφέρεσθαι· οἶδε γὰρ ἐξ ἀµφοτέρων τοῖς παραφεροµένοις ὄλεθρον τίκτεσθαι. Καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώµασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. Ἐνταῦθα ἠρέµα αἰνίττεται τοὺς τὴν παρατήρησιν τῶν βρωµάτων εἰσάγοντας· τῇ γὰρ πίστει πάντα καθαρά· πίστεως οὖν δεῖ, οὐ βρωµάτων. Ἔχοµεν γὰρ θυσιαστήριον, ἐξ οὗ φαγεῖν ἐξουσίαν οὐκ ἔχουσιν οἱ τῇ σκηνῇ λατρεύοντες. Οὐχ οἷα τὰ Ἰουδαϊκὰ, φησὶ, τοιαῦτα τὰ παρ' ἡµῖν, ὡς µηδὲ ἀρχιερεῖ θέµις εἶναι µετέχειν αὐτῶν. Ὥστε ἐπειδὴ εἶπε, Μὴ παρατηρεῖτε, ἐδόκει δὲ τοῦτο καταβάλλοντος εἶναι τὰ ἴδια, πάλιν αὐτὸ περιστρέφει. Μὴ γὰρ καὶ ἡµεῖς οὐ παρατηροῦµεν, φησί; Καὶ παρατηροῦµεν, καὶ σφοδρότερον οὐδὲ αὐτοῖς τοῖς ἱερεῦσι µεταδιδόντες αὐτῶν. Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷµα περὶ ἁµαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώµατα κατακαίεται ἔξω τῆς παρεµβολῆς.∆ ιὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵµατος τὸν λαὸν, Ἔξω τῆς πύλης, φησὶν, ἔπαθεν. Εἶδες τὸν τύπον λάµποντα; Ἔξω, φησὶν, τῆς παρεµβολῆς, καὶ, Ἔξω τῆς πύλης. Ἐπεὶ οὖν τὰ προσφερόµενα περὶ ἁµαρτίας τύπος τις ἦσαν, καὶ ἔξω τῆς παρεµβολῆς ὡλοκαυτοῦντο, καὶ ὁ ὑπὲρ ἁµαρτιῶν ἡµῶν προσαχθεὶς Ἰησοῦςεἰκότως ἔξω τῆς πύλης πάσχει. Οὐκοῦν καὶ ἡµᾶς τὸν ὑπὲρ ἡµῶν παθόντα µιµεῖσθαι χρὴ, καὶ ἔξω τοῦ κόσµου γίνεσθαι, µᾶλλον δὲ τῶν τοῦ κόσµου πραγµάτων.∆ ιὸ καὶ τοῦτο δηλῶν ἐπήγαγε· Τοίνυν ἐξερχώµεθα πρὸς αὐτὸν ἔξω τῆς παρεµβολῆς, φέροντες τὸν ὀνειδισµὸν αὐτοῦ· τουτέστι, τὰ αὐτὰ πάσχοντες, κοινωνοῦντες αὐτῷ ἐν τοῖς παθήµασιν. Ὡς κατάδικος ἐσταυρώθη ἔξω· µὴ τοίνυν µηδὲ ἡµεῖς αἰσχυνώµεθα ἐξιέναι ἔξω τοῦ κόσµου· τοῦτο γὰρ ᾐνίξατο τῷ εἰπεῖν, Ἔξω τῆς παρεµβολῆς, καὶ, Ἔξω τῆς πύλης. Οὐ γὰρ ἔχοµεν ὧδε µένουσαν, φησὶ, πόλιν, ἀλλὰ τὴν µέλλουσαν ἐπιζητοῦµεν.∆ ι' αὐτοῦ οὖν ἀναφέρωµεν θυσίαν αἰνέσεως διαπαντὸς τῷ Θεῷ· τουτέστι, καρπὸν χειλέων ὁµολογούντων τῷ ὀνόµατι αὐτοῦ.∆ ι' αὐτοῦ, εἶπεν, ὡς δι' ἀρχιερέως, τὸ κατὰ σάρκα. Ὁµολογούντων, φησὶ, τῷ ὀνόµατι αὐτοῦ. Ὡσανεὶ ἔλεγεν, Εἰ ὁµολογεῖν αὐτῷ δεῖ, µηδὲν βλάσφηµον, µηδὲν ἰταµὸν, µηδὲν θρασὺ, µηδὲν τολµηρὸν, µηδὲν ἀπονενοηµένον φθεγγώµεθα, ἀλλὰµετὰ αἰδοῦς καὶ εὐλαβείας πάντα ποιῶµεν καὶ λέγωµεν. Ταῦτα λέγει οὐχ ἁπλῶς, ἀλλ' ἐπειδὴ οἶδεν αὐτοὺς θλιβοµένους· ψυχὴ δὲ ἐν ταῖς θλίψεσιν ἀπογινώσκει καὶ ἀπαναισχυντεῖ. Ἀλλὰ µὴ ἡµεῖς, φησίν. Ἰδοὺ πάλιν τὸ αὐτὸ εἶπεν, ὅπερ ἀνωτέρω ἔλεγε· Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν. Οὕτω δυνησόµεθα µετὰ αἰδοῦς πάντα ποιεῖν· πολλάκις γὰρ καὶ ἀνθρώπους αἰσχυνόµενοι, πολλὰ οὐ πράττοµεν τῶν πονηρῶν. Τῆς δὲ εὐποιίας καὶ κοινωνίας µὴ ἐπιλανθάνεσθε.
33.3
Ταῦτα τότε µὲν ὁ Παῦλος ἔλεγε, νῦν δὲ ἐγὼ λέγω· οὐχὶ πρὸς τοὺς παρόντας µόνον ἀδελφοὺς δὲ τὰ αὐτὰ λέγω, ἀλλὰ καὶ πρὸς τοὺς ἀπόντας. Οὐδεὶς τὰ ὑπάρχοντα ὑµῶν ἥρπασεν· εἰ δέ τινες καὶ ἡρπάκασιν, ἐκ τῶν ἐνόντων τὴν φιλοξενίαν ἐπιδείκνυσθε. Τίνα γὰρ ἕξοµεν ἡµεῖς ἀπολογίαν λοιπὸν, τούτων καὶ µετὰ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ταῦτα ἀκουόντων, Καὶ ὅρα, ἐνταῦθα λέγει, Τῆς εὐποιίαςµὴ ἐπιλανθάνεσθε, εἰπὼν ἀνωτέρω, Τῆς φιλοξενίας· οὐκ ἄλλο καὶ ἄλλο δηλῶν, ἀλλὰ τὸ αὐτὸ δι' ἑτέρας λέξεως. Καὶ οὐκ εἶπε, Τῆς ξενοδοχίας µὴ ἐπιλανθάνεσθε, ἀλλὰ, Τῆς φιλοξενίας· τουτέστι, Μὴ ἁπλῶς ξενοδοχεῖτε, ἀλλὰ µετὰ τοῦ φιλεῖν τοὺς ξένους. Καὶ οὐκ εἶπε τὴν µέλλουσαν καὶ ἀποκειµένην ἀµοιβὴν, ἵνα µὴ πάλιν αὐτοὺς ὑπτιωτέρους ἐργάσηται, ἀλλὰ τὴν ἤδη δοθεῖσαν· ἐπήγαγε γὰρ,∆ ι' αὐτῆς ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Ἀλλ' ἴδωµεν ἄνωθεν τὰ εἰρηµένα. Τίµιος ὁ γάµος, φησὶν, ἐν πᾶσι, καὶ ἡ κοίτη ἀµίαντος. Πῶς τίµιος ὁ γάµος; Ὅτι ἐν σωφροσύνῃ, φησὶ, διατηρεῖ τὸν πιστόν. Ἐνταῦθα καὶ Ἰουδαίους αἰνίττεται, ὅτι βδελυρὰν ἡγοῦντο τὴν κοίτην· Καὶ ὃς ἂν ᾖ, φησὶν, ἀπὸ κοίτης, οὐκ ἔστι καθαρός. Οὐκ ἔστι βδελυρὰ τὰ ἀπὸ φύσεως, ὦ ἄγνωµον καὶ ἀναίσθητε Ἰουδαῖε, ἀλλὰ τὰ ἀπὸ προαιρέσεως· εἰ γὰρ τίµιος ὁ γάµος καὶ καθαρὸς, τί δήποτε καὶ ἐξ αὐτοῦ µιαίνεσθαι νοµίζεις; Ἀφιλάργυρος, φησὶν, ὁ τρόπος. Ἐπειδὴ πολλοὶ µετὰ τὸ κενῶσαι τὰ ὑπάρχοντα, ὕστερον βούλονται προσχήµατι ἐλεηµοσύνης ἀνακτᾶσθαι πάλιν αὐτὰ, διὰ τοῦτό φησιν, Ἀφιλάργυροςὁ τρόπος· τουτέστιν, ἵνα τῆς χρείας ὦµεν καὶ τῶν ἀναγκαίων. Τί οὖν, ἂν µηδὲ τούτων, φησὶν, εὐπορῶµεν; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· αὐτὸς γὰρ εἶπε, καὶ οὐ ψεύδεται, ὅτι Οὐ µή σε ἀνῶ, οὐδ' οὐ µή σε ἐγκαταλίπω. Ὥστε θαῤῥοῦντας ἡµᾶς λέγειν· Κύριος ἐµοὶ βοηθὸς, καὶ οὐ φοβηθήσοµαι τί ποιήσει µοι ἄνθρωπος. Ὡσεὶ ἔλεγε, Τὴν ὑπόσχεσιν ἔχεις παρ' αὐτοῦ, µὴ ἀµφίβαλλε λοιπόν· αὐτὸς ἐπηγγείλατο, µὴ ἀµφισβήτει. Τὸ δὲ, Οὐ µή σε ἀνῶ, οὐ περὶ χρηµάτων µόνον φησὶν, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων λέγει. Κύριος ἐµοὶ βοηθὸς, καὶ οὐ φοβηθήσοµαι τί ποιήσει µοι ἄνθρωπος. Εἰκότως τὸ τοῦ προφήτου ἐπήγαγεν, ἐπισφραγίζων τούτῳ τὸν λόγον, καὶ προθυµοτέρους µᾶλλον ποιῶν, ὥστε µὴ ἀπαγορεύειν. Τοῦτο τοίνυν καὶ ἡµεῖς ἐν πᾶσι λέγωµεν τοῖς πειρασµοῖς, καὶ καταγελῶµεν τῶν ἀνθρωπίνων πραγµάτων· ἕως ἂν ἔχωµεν τὸν Θεὸν ἡµῖν εὐµενῆ, οὐδεὶς ἡµῶν περιέσται. Ὥσπερ γὰρ ἐκείνου ἐχθροῦ ὄντος, κἂν πάντες ἡµῖν ὦσι φίλοι, κέρδος οὐδέν· οὕτως αὐτοῦ φίλου ὄντος, κἂν ἅπαντες ἡµᾶς πολεµῶσιν, οὐδεµία βλάβη.∆ ιὰ τοῦτο ἔλεγεν, Οὐ φοβηθήσοµαι τί ποιήσει µοι ἄνθρωπος. Μνηµονεύετε τῶν ἡγουµένων ὑµῶν, οἵτινες ἐλάλησαν ὑµῖν τὸν λόγον τοῦ Θεοῦ. Ἐνταῦθα καὶ περὶ ἐπικουρίας αὐτὸν οἶµαι λέγειν· τοῦτο γάρ ἐστι τὸ, Οἵτινες ἐλάλησαν ὑµῖν τὸν λόγον τοῦ Θεοῦ. Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, µιµεῖσθε τὴν πίστιν. Τί ἐστιν, Ἀναθεωροῦντες; Συνεχῶς στρέφοντες, παρ' ἑαυτοῖς ἐξετάζοντες, λογιζόµενοι, ζητοῦντες ἀκριβῶς, ὡς βούλεσθε βασανίζοντες. Καλῶς εἶπε, Τὴν ἔκβασιν τῆς ἀναστροφῆς· τουτέστι, τὴν µέχρι τέλους πολιτείαν· ὅτι τέλος ἔσχε χρηστὸν αὐτῶν ἡ ἀναστροφή. Ἰησοῦς, φησὶ, Χριστὸς χθὲς καὶ σήµερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ὃ λέγει, τοῦτό ἐστι· Μὴ νοµίσητε ὅτι τότε ἐθαυµατούργησε, νῦν δὲ οὐ θαυµατουργεῖ· ὁ αὐτός ἐστι, καὶ ἐπεὶ ὁ αὐτός ἐστιν, οὐκ ἔστιν ὅτε µὴ δύναται τὰ αὐτὰ ἐνεργεῖν. Τάχα πρὸς τοῦτο ἀφορῶν εἶπε, Μνηµονεύετε τῶν ἡγουµένων ὑµῶν.∆ ιδαχαῖς ποικίλαις καὶ ξέναις µὴ παραφέρεσθε. Ξέναις, τουτέστι, Παρ' ἃς ἠκούσατε παρ' ἡµῶν· Ποικίλαις, παντοδαπαῖς· αἱ τοιαῦται γὰρ οὐδὲν βέβαιον ἔχουσιν, ἀλλ' εἰσὶ διάφοροι, µάλιστα δὲ τὸ τῶν βρωµάτων διάφορον· διὸ καὶ πρὸς τοῦτο ἱστάµενος ἐπάγει, Καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώµασιν. Αἱ ποικίλαι αὗται, αἱ ξέναι αὗται. Ἐνταῦθα εἰς παρατήρησιν βρωµάτων αὐτοὺς κωµῳδεῖ· δείκνυσι γὰρ ὅτι ἀπὸ τῆς τῶν βρωµάτων παρατηρήσεως εἰς τὸ ἑτεροδιδασκαλεῖν ἐξέπεσον, καὶ ἀπὸ τούτων πρὸς τὰς ποικίλας καὶ ξέναςδιδαχὰς ἐξηνέχθησαν. Καὶ ὅρα αὐτὸν οὐ τολµῶντα φανερῶς εἰπεῖν τοῦτο, ἀλλ' ὡς ἐν αἰνίγµατι· τῷ γὰρ εἰπεῖν, Ποικίλαις καὶ ξέναις διδαχαῖς µὴ παραφέρεσθε, καὶ, Καλὸν χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώµασι, µονονουχὶ τὸ τοῦ Χριστοῦ λέγει, ἐν οἷς ἔλεγεν· Οὐ τὸ εἰσερχό µενον κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐξερχόµενον. Καὶ δείκνυσιν ὅτι τὸ πᾶν πίστις ἐστίν· ἂν αὕτη βεβαιώσῃ, ἡ καρδία ἐν ἀσφαλείᾳ ἕστηκεν. Ἄρα πίστις βεβαιοῖ· οὐκοῦν λογισµοὶ σαλεύουσιν· ἐναντίον γὰρ ἡ πίστις λογισµῷ. Ἐν οἷς οὐκ ὠφελήθησαν, φησὶν, οἱ περιπατήσαντες. Τί γὰρ τὸ κέρδος, φησὶν, ἀπὸ τῆς παρατηρήσεως, εἰπέ µοι; οὐχὶ ἀπόλλυσι µᾶλλον; οὐχὶ ὑπὸ ἁµαρτίαν ἐργάζεται τὸν τοιοῦτον; Εἰ δεῖ παρατηρεῖν, ἔστι παρατηρεῖσθαι ὅθεν ὠφέλεια τοῖς παρατηροῦσιν ἔσται. Καλὴ παρατήρησις κακίας ἀποφυγὴ, καρδίας εὐθύτης, εὐσέβεια εἰς Θεὸν, πίστις ὀρθή. Ἐν οἷς, φησὶν, οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες· τουτέστιν, οἱ διαπαντὸς φυλάξαντες αὐτά. Μία ἐστὶ παρατήρησις τὸ ἁµαρτίας ἀπέχεσθαι. Τί γὰρ ὄφελος, ὅπου γε οὕτως εἰσί τινες µιαροὶ, ὡς µὴ δύνασθαι µετέχειν τῶν θυσιῶν; Ὥστε οὐδὲν αὐτοὺς ἔσωζε, καίτοι σπουδὴν ἐποιοῦντο περὶ τὰς παρατηρήσεις, ἀλλ', ἐπειδὴ πίστιν οὐκ εἶχον, οὐδὲν ὠφελήθησαν οὐδὲ οὕτως. Εἶτα ἀναιρεῖ ἀπὸ τοῦ τύπου τὴν θυσίαν, καὶ ἐπὶ τὸ πρωτότυπον ἄγει τὸν λόγον, λέγων, ὅτι Ὧν γὰρ εἰσφέρεται ζώων τὸ αἷµα εἰς τὰ ἅγια διὰ τοῦἀρχιερέως, τούτων τὰ σώµατα κατακαίεται ἔξω τῆς παρεµβολῆς.∆ ιὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵµατος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθεν. Ἄρα τύπος ἐκεῖνα τούτων ἦν, καὶ οὕτω τὰ πάντα ἐπλήρωσεν ὁ Χριστὸς ἔξω παθών. Ἐνταῦθα καὶ τὸ ἑκοντὶ πεπονθέναι δηλοῖ· δείκνυσι γὰρ, ὅτι οὐδὲ ἐκεῖνα ἁπλῶς, ἀλλὰ τύπος τις ἦν, καὶ αὐτὴ ἡ οἰκονοµία οὐκ ἔξω τοῦ πάθους ἦν, ἀλλ' εἰς τὸν οὐρανὸν τὸ αἷµα ἀνηνέχθη.
33.4
Ὁρᾷς οὖν ὅτι αἵµατος µετέχοµεν τοῦ εἰς τὰ ἅγια εἰσφεροµένου, τὰ ἅγια τὰ ἀληθινὰ, τῆς θυσίας ἧς µόνος ἀπήλαυσεν ὁ ἀρχιερεύς. Ἡµεῖς οὖν τῆς ἀληθείας µετέχοµεν. Εἰ τοίνυν οὐκ ὀνειδισµοῦ, ἀλλ' ἁγιασµοῦ µετέχοµεν, ὁ ὀνειδισµὸς τοῦ ἁγιασµοῦ αἴτιον· καθάπερ γὰρ αὐτὸς ὠνειδίσθη, οὕτω καὶ ἡµεῖς. Ἂν ἐξέλθωµεν οὖν, κοινωνοῦµεν αὐτῷ. Τί δέ ἐστι τοίνυν, Ἐξερχώµεθα πρὸς αὐτόν; Κοινωνῶµεν αὐτῷ τῶν παθῶν, φέρωµεν αὐτοῦ τὸν ὀνειδισµόν· οὐ γὰρ ἁπλῶς ἔξω πύλης ἔπαθεν, ἀλλ' ἵνα καὶ ἡµεῖς τὸν σταυρὸν αὐτοῦ αἴρωµεν, καὶ ἔξω κόσµου µένωµεν, καὶ εἶναι σπουδάζωµεν. Ὥσπερ οὖν ἐκεῖνος ὠνειδίζετο ὡς κατάδικος, οὕτω καὶ ἡµεῖς. Καὶ δι' αὐτοῦ θυσίαν ἀναφέρωµεν τῷ Θεῷ. Ποίαν δὲ θυσίαν λέγει; Αὐτὸς ἡρµήνευσε λέγων, Καρπὸν χειλέων ὁµολογούντων τῷ ὀνόµατι αὐτοῦ· τουτέστιν, εὐχὰς, ὕµνους, εὐχαριστίαν· ταῦτα γὰρ τῶν χειλέων ὁ καρπός. Ἐκεῖνοι προσέφερον πρόβατα, µόσχους, καὶ ἐδίδοσαν τῷ ἱερεῖ· ἡµεῖς δὲ µηδὲν τούτων προσενέγκωµεν, ἀλλ' εὐχαριστίαν, καὶ τὴν ἐν πᾶσιν, ὡς οἷόν τε, µίµησιν τοῦ Χριστοῦ· τοῦτο βλαστησάτω ἡµῶν τὰ χείλη. Τῆς εὐποιίας καὶ κοινωνίας µὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.∆ ῶµεν, φησὶ, τοιαύτην αὐτῷ θυσίαν, ἵνα ἀνενέγκῃ τῷ Πατρί· ἄλλως γὰρ οὐκ ἀναφέρεται, ἂν µὴ διὰ τοῦ Υἱοῦ· µᾶλλον δὲ καὶ διὰ καρδίας συντετριµµένης. Πάντα ταῦτα οὕτως εἶπε διὰ τοὺς ἀσθενέστερον διακειµένους ἔτι τῶν ἀκροατῶν· ἐπεὶ ὅτι τοῦ Υἱοῦ ἐστιν ἡ χάρις, δῆλον· ἐπεὶ πῶς ἐστι τιµὴ ἴση; Ἵνα πάντες, φησὶ, τιµῶσιτὸν Υἱὸν, καθὼς τιµῶσι τὸν Πατέρα. Εἰ µὴ τοῦ Πατρὸς δοξαζοµένου καὶ ὁ Υἱὸς συνδοξάζεται, ποῦ ἴση ἡ τιµή; Ἐπειδὴ καρπὸς χειλέων ὁµολογούντων τῷ ὀνόµατι αὐτοῦ τὸ χάριν αὐτῷ εἰδέναι, τουτέστιν, ὑπὲρ πάντων, καὶ ὑπὲρ ὧν δι' ἡµᾶς ἔπαθε· πάντα φέρωµεν εὐχαρίστως, κἂν πενία, κἂν νόσος ᾖ, κἂν ὁτιοῦν ἕτερον· τὰ γὰρ ἡµῖν συµφέροντα αὐτὸς οἶδε µόνος. Τὸ γὰρ τί προσευξώµεθα, φησὶ, καθ' ὃ δεῖ, οὐκ οἴδαµεν. Οἱ οὖν µηδὲ αἰτῆσαι εἰδότες ὅ τι χρὴ, ἐὰν µὴ τοῦ πνεύµατος ἐπιλαβώµεθα, πῶς ἂν εἰδείηµεν τὰ συµφέροντα; Οὐκοῦν σπουδάζωµεν εὐχαριστίαν ὑπὲρ ἁπάντων ἀναφέρειν, καὶ γενναίως ἅπαντα φέρωµεν τὰ συµπίπτοντα. Ὅταν τοίνυν ἐν πενίᾳ ὦµεν, ὅταν ἐν νόσῳ, εὐχαριστῶµεν· ὅταν συκοφαντώµεθα, εὐχαριστῶµεν· ὅταν κακῶς πάσχωµεν, εὐχαριστῶµεν· τοῦτο ἡµᾶς ἐγγὺς εἶναι τοῦ Θεοῦ ποιεῖ· τότε καὶ τὸν Θεὸν ὀφειλέτην ἔχοµεν. Ὅταν δὲ καλῶς πάθωµεν, ἡµεῖς ἐσµεν ὀφειλέται καὶ ὑπεύθυνοι τοῦ Θεοῦ· ἄλλως τε καὶ πολλάκις ἡµῖν ταῦτα εἰς κρῖµα γίνεται, ἐκεῖνα δὲ εἰς ἔκτισιν ἁµαρτηµάτων. Ἐκεῖνα ἔλεον ἐπισπᾶται, ἐκεῖνα φιλανθρωπίαν· ταῦτα δὲ καὶ εἰς ἀπόνοιαν αἴρει, ταῦτα καὶ εἰς ῥᾳθυµίαν ἐξάγει, καὶ µεγάλα περὶ ἑαυτοῦ παρασκευάζει φαντάζεσθαι, ταῦτα χαυνοῖ.∆ ιὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγεν· Ἀγαθόν µοι, Κύριε, ὅτι ἐταπείνωσάς µε, ὅπως ἂν µάθω τὰ δικαιώµατά σου. Ὅτε εὐεργετήθη καὶ ἀπηλλάγη τῶν κακῶν ὁ Ἐζεκίας, ἐπήρθη εἰς ὕψος ἡ καρδία αὐτοῦ· ὅτε ἠῤῥώστησε, τότε ἐταπεινώθη, τότε ἐγγὺς ἐγένετο τοῦ Θεοῦ. Ὅτε, φησὶν, ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν· καὶ πάλιν· Ὅτε ἐπαχύνθη καὶ ἐλιπάνθη, ἀπελάκτισεν ὁ ἠγαπηµένος. Γινώσκεται γὰρ Κύριος κρίµατα ποιῶν. Μέγα θλῖψις ἀγαθόν. Στενή ἐστιν ἡ ὁδός· ὥστε ἡ θλῖψις ἡµᾶς ὠθεῖ ἐν τῇ στενῇ· ὁ µὴ θλιβόµενος εἰσελθεῖν οὐ δυνήσεται. Ὁ γὰρ ἐν τῇ στενῇ θλίβων ἑαυτὸν, οὗτός ἐστιν ὁ καὶ ἀνέσεως ἀπολαύων· ὁ δὲ ἐµπλατύνων ἑαυτὸν, οὔτε εἰσέρχεται, καὶ θλίβεται σφηνούµενος, ὡς εἰπεῖν. Ἄκουε πῶς εἰσῆλθεν εἰς τὴν στενὴν ταύτην ὁδὸν Παῦλος. Ὑπωπιάζω, φησὶ, µοῦ τὸ σῶµα, καὶ δουλαγωγῶ. Ὑπωπίαζε τὸ σῶµα, ὥστε δυνηθῆναι εἰσελθεῖν· διὰ τοῦτο ἐν πάσαις ταῖς θλίψεσιν εὐχαριστῶν τῷ Θεῷ διετέλει. Ἐζηµιώθης χρήµατα· τοῦτό σοι τὸ πολὺ τῆς εὐρύτητος ἐπεκούφισεν. Ἐξέπεσες δόξης; ἑτέρα αὕτη εὐρύτης. Ἐσυκοφαντήθης; ἐπιστεύθη κατὰ σοῦ τὰ λεχθέντα, ἐν οἷς οὐ σύνοιδας σαυτῷ; χαῖρε καὶ ἀγαλλία. Μακάριοι γάρ ἐστε, φησὶν, ὅταν ὀνειδίσωσιν ὑµᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆµα καθ' ὑµῶν, ψευδόµενοι, ἕνεκεν ἐµοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ µισθὸς ὑµῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Τί θαυµάζεις εἰ σὺ ἀσχάλλεις, καὶ θέλεις ἀνεθῆναι ἐκ τῶν πειρασµῶν; Παῦλος ἠθέλησεν ἀνεθῆναι, καὶ πολλάκις τὸν Θεὸν παρεκάλεσε, καὶ οὐκ ἔτυχε· τὸ γὰρ τρὶς πολλάκις ἐστίν. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον, φησὶ, παρεκάλεσα, καὶ εἶπέ µοι, Ἀρκεῖ σοι ἡ χάρις µου· ἡ γὰρ δύναµίς µου ἐν ἀσθενείᾳ τελειοῦται· ἀσθένειαν λέγει ἐνταῦθα τὰς θλίψεις. Τί οὖν; Ἐπειδὴ ταῦτα ἤκουσεν, εὐχαρίστως ἤνεγκε, καὶ λέγει·∆ ιὸ εὐδοκῶ ἐν ἀσθενείαις· τουτέστιν, Ἀρέσκοµαι, ἀναπαύοµαι ἐν ταῖς θλίψεσιν. Ὑπὲρ πάντων οὖν εὐχαριστῶµεν, ὑπέρ τε ἀνέσεως, ὑπέρ τε θλίψεως, µὴ γογγύζωµεν, µὴ ἀχάριστοι ὦµεν. Λέγε καὶ σύ· Γυµνὸς ἐξῆλθον ἐκ κοιλίας µητρός µου, γυµνὸς καὶ ἀπελεύσοµαι. Οὐκ ἐξῆλθες ἔνδοξος· µὴ ζήτει δόξαν. Γυµνὸς οὐ χρηµάτων µόνον, ἀλλὰ καὶ δόξης καὶ εὐφηµίας, εἰς τὸν βίον παρήχθης. Ἐννόησον πόσα πολλάκις ἀπὸ χρηµάτων κακὰ γέγονε· µᾶλλον δὲ ἄκουε τί φησιν ὁ Χριστός· Εὐκοπώτερον γὰρ, φησὶ, κάµηλον εἰσελθεῖν διὰ τρυπήµατος ῥαφίδος, ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁρᾷς πόσων ἀγαθῶν ἐµπόδιον ὁ πλοῦτος γίνεται, καὶ σὺ πλουτῆσαι ζητεῖς; καὶ οὐ χαίρεις ἐν πενίᾳ ὢν, ὅτι τὸ κώλυµα ἀνατέτραπται; Οὕτω στενή ἐστιν ἡ ὁδὸς ἡ εἰσάγουσα εἰς τὴν βασιλείαν· οὕτω πλατὺς ὁ πλοῦτος, καὶ ὄγκου γέµων καὶ φυσήµατος.∆ ιὰ τοῦτό φησι· Πώλησόν σου τὰ ὑπάρχοντα, ἵνα σε δέξηται ἡ ὁδὸς ἐκείνη. Τί ποθεῖς τὰ χρήµατα; διὰ τοῦτό σε ἀφείλετο, ἵνα σε ἀπαλλάξῃ δουλείας· ἐπεὶ καὶ οἱ πατέρες οἱ γνήσιοι, ἐπειδὰν ὁ παῖς τύχῃ προσεφθαρµένος ἑταίρᾳ τινὶ, καὶ πολλὰ παραινέσαντες µὴ πείθωσιν αὐτῆς ἀποστῆναι, τὴνἑταίραν ἐξορίζουσι. Τοιαύτη ἐστὶ καὶ ἡ εὐπορία τῶν χρηµάτων. Κηδόµενος τοίνυν καὶ ἡµῶν ὁ∆ εσπότης, καὶ ἀπαλλάττων ἡµᾶς τῆς ἐντεῦθεν βλάβης, ἀφαιρεῖται ἡµῶν τὰ χρήµατα. Μὴ τοίνυν νοµίζωµεν πενίαν κακὸν εἶναι· ἁµαρτία κακὸν µόνον. Οὐδὲ γὰρ ὁ πλοῦτος ἀγαθὸν καθ' ἑαυτόν· τῷ Θεῷ εὐαρεστεῖν ἀγαθὸν µόνον. Τὴν πενίαν τοίνυν ζητῶµεν, ταύτην διώκωµεν· οὕτω τοῦ οὐρανοῦ ἐπιληψόµεθα, οὕτω τῶν ἐν οὐρανοῖς ἀγαθῶν ἐπιτευξόµεθα· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.