Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 34 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
34.0
Πείθεσθε τοῖς ἡγουµένοις ὑµῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑµῶν, ὡς λόγον ἀποδώσοντες· ἵνα µετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ µὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑµῖν τοῦτο.
34.1
Κακὸν µὲν ἡ ἀναρχία πανταχοῦ, καὶ πολλῶν ὑπόθεσις συµφορῶν, καὶ ἀρχὴ ἀταξίας καὶ συγχύσεως· µάλιστα δὲ ἐν Ἐκκλησίᾳ τοσοῦτον ἐπισφαλεστέρα ἐστὶν, ὅσον καὶ τὸ τῆς ἀρχῆς µεῖζον καὶ ὑψηλότερον. Ὥσπερ γὰρ, ἂν χοροῦ τὸν κορυφαῖον ἀνέλῃς, οὐχὶ κατὰ µέλος καὶ κατὰ τάξιν ὁ χορὸς ἔσται, καὶ φάλαγγος στρατοπέδου τὸν στρατηγὸν ἂν ἀποστήσῃς, οὐκ ἔτι ῥυθµῷ καὶ τάξει τὰ τῆς παρατάξεως ἔσται, καὶ πλοίου τὸν κυβερνήτην ἐὰν περιέλῃς, καταδύσεις τὸ σκάφος· οὕτω καὶ, ποιµνίου τὸν ποιµένα ἐὰν ἀποστήσῃς, πάντα ἀνέτρεψας καὶ ἠφάνισας. Κακὸν µὲν οὖν ἡ ἀναρχία καὶ ἀνατροπῆς ὑπόθεσις, κακὸν δὲ οὐχ ἧττον καὶ ἡ ἀπείθεια τῶν ἀρχοµένων· τὸ αὐτὸ γὰρ γίνεται πάλιν. Λαὸς γὰρ ἄρχοντι µὴ πειθόµενος, ὅµοιός ἐστι τῷ µὴ ἔχοντι, τάχα δὲ καὶ χείρων· ἐκεῖ µὲν γὰρ καὶ συγγνώµην ἔχουσιν ὑπὲρ τῆς ἀταξίας, ἐνταῦθα δὲ οὐκέτι, ἀλλὰ καὶ κολάζονται. Ἀλλ' ἴσως ἐρεῖ τις ἡµῖν, ὅτι ἔστι καὶ τρίτον κακὸν, ὅταν ὁ ἄρχων ᾖ κακός. Οἶδα κἀγὼ, καὶ οὐ µικρὸν τοῦτο κακὸν, ἀλλὰ καὶ τῆς ἀναρχίας πολλῷ κάκιον· κρεῖττον γὰρ ὑπὸ µηδενὸς ἄγεσθαι ἢ ὑπὸ κακοῦ ἄγεσθαι. Ὁ µὲν γὰρ πολλάκις µὲν ἐσώθη, πολλάκις δὲ ἐκινδύνευσεν· οὗτος δὲ πάντως κινδυνεύσει, εἰς βάραθρα ἀγόµενος. Πῶς οὖν ὁ Παῦλός φησι· Πείθεσθε τοῖς ἡγουµένοις ὑµῶν, καὶ ὑπείκετε; Ἀνωτέρω εἰπὼν, Ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς µιµεῖσθε τὴν πίστιν, τότε εἶπε, Πείθεσθε τοῖς ἡγουµένοις ὑµῶν, καὶ ὑπείκετε. Τί οὖν, φησὶν, ὅταν πονηρὸς ᾖ, καὶ µὴ πειθώµεθα; Πονηρὸς, πῶς λέγεις; εἰ µὲν πίστεως ἕνεκεν, φεῦγε αὐτὸν καὶ παραίτησαι, µὴ µόνον ἂν ἄνθρωπος ᾖ, ἀλλὰ κἂν ἄγγελος ἐξ οὐρανοῦ κατιών· εἰ δὲ βίου ἕνεκεν, µὴ περιεργάζου. Καὶ τοῦτο οὐκ οἴκοθεν λέγω τὸ ὑπόδειγµα, ἀλλ' ἀπὸ τῆς θείας Γραφῆς. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραµµατεῖς καὶ οἱ Φαρισαῖοι. Πρότερον εἰπὼν δεινὰ πολλὰ περὶ αὐτῶν, τότε φησίν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν. Πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑµῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν µὴ ποιεῖτε. Ἔχουσι, φησὶ, τὸ ἀξίωµα, ἀλλὰ βίου εἰσὶν ἀκαθάρτου. Ἀλλὰ µὴ τῷ βίῳ, ἀλλὰ τοῖς λόγοις προσέχετε· τῶν µὲν γὰρ ἠθῶν ἕνεκεν οὐδεὶς ἂν βλαβείη. Τί δήποτε; Ὅτι καὶ δῆλα πᾶσίν ἐστι, καὶ οὐδὲ αὐτὸς, κἂν µυριάκις ᾖ πονηρὸς, πονηρὰ διδάξει ποτέ. Πίστεως δὲ ἕνεκεν, οὔτε δῆλόν ἐστιν ἅπασιν, ὅ τε πονηρὸς οὐ παραιτήσεται διδάσκειν· ἐπεὶ καὶ τὸ, Μὴ κρίνετε, ἵνα µὴ κριθῆτε, περὶ βίου ἐστὶν, οὐ περὶ πίστεως· τὸ γοῦν ἐπαγόµενον τοῦτο δηλοῖ. Τί γὰρ βλέπεις, φησὶ, τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλµῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλµῷ οὐ κατανοεῖς; Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑµῖν, φησὶ, ποιεῖν, ποιεῖτε( τὸ δὲ ποιεῖν ἔργων ἐστὶν, οὐ πίστεως)· κατὰ δὲ τὰ ἔργα αὐτῶν µὴ ποιεῖτε. Ὁρᾷς ὅτι οὐ περὶ δογµάτων ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ βίου καὶ ἔργων; Ἀλλ' ὁ Παῦλος πρότερον συνέστησεν αὐτοὺς, καὶ τότε φησί· Πείθεσθε τοῖς ἡγουµένοις ὑµῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑµῶν, ὡς λόγον ἀποδώσοντες. Ἀκουέτωσαν καὶ οἱ ἄρχοντες, µὴ µόνον οἱ ἀρχόµενοι, ὅτι ὥσπερ πειθηνίους εἶναι δεῖ τοὺς ἀρχοµένους, οὕτω καὶ τοὺς ἄρχοντας ἀγρύπνους εἶναικαὶ νηφαλίους. Τί λέγεις; ἀγρυπνεῖ, κινδύνους ἔχει κατὰ τῆς αὑτοῦ κεφαλῆς, ὑπόκειται ταῖς τιµωρίαις τῶν σῶν ἁµαρτηµάτων, καὶ διὰ σὲ τοσούτῳ ἐστὶν ὑπεύθυνος φόβῳ, καὶσὺ ῥᾳθυµεῖς καὶ ἀκκίζῃ καὶ βάναυσος εἶ, καὶ οὐ βούλει πείθεσθαι;∆ ιὰ τοῦτο προστίθησι λέγων· Ἵνα µετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ µὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑµῖν τοῦτο. Ὁρᾷς ὅτι τὸν ἄρχοντα καταφρονούµενον οὐκ ἀµύνεσθαι χρὴ, ἀλλ' ἡ πολλὴ ἄµυνα τὸ κλαῦσαι καὶ στενάξαι ἐστίν; εἰκότως. Ἐπεὶ καὶ ἰατρὸν καταφρονούµενον ὑπὸ τοῦ κάµνοντος, οὐκ ἔνι ἀµύνασθαι, ἀλλὰ δακρῦσαι καὶ ἀνοιµῶξαι. Ὥστε ἐὰν στενάξῃ ὁ ἄρχων, ἀµύνεταί σε ὁ Θεός. Εἰ γὰρ ὑπὲρ τῶν οἰκείων ἁµαρτηµάτων στενάζοντες ἐπισπώµεθα τὸν Θεόν· ὑπὲρ τῆς τῶν ἄλλων ἀπονοίας καὶ καταφρονήσεως στενάζοντες, οὐ πολλῷ µᾶλλον; Ὁρᾷς ὅτι οὐκ ἀφίησιν αὐτὸν εἰς ὕβρεις ἐξάγεσθαι; ὁρᾷς ὅση ἡ φιλοσοφία; Στενάζειν δεῖ τὸν καταφρονούµενον, τὸν καταπατούµενον, τὸν διαπτυόµενον. Μὴ θαῤῥήσῃς ὅτι σε οὐκ ἀµύνεται· ὁ γὰρ στεναγµὸς πάσης ἀµύνης χείρων. Ὅταν γὰρ αὐτὸς µηδὲν ὀνήσῃ στενάζων, καλεῖ τὸν∆ εσπότην· καὶ καθάπερ ἐπὶ διδασκάλου καὶ τρο φέως, ὅταν ἐκείνου µὴ ἀκούῃ τὸ παιδίον, καλεῖται ὁ αὐστηρότερον προσφερόµενος· οὕτω καὶ ἐνταῦθα. Βαβαὶ, πόσος ὁ κίνδυνος! τί ἄν τις εἴποι πρὸς τοὺς ἀθλίους, τοὺς ἐπιῤῥίπτοντας ἑαυτοὺς τοσαύτῃ τιµωριῶν ἀβύσσῳ; Πάντων ὧν ἄρχεις γυναικῶν καὶ ἀνδρῶν καὶ παίδων σὺ λόγον δίδως· τοσούτῳ πυρὶ τὴν κεφαλὴν ὑποτίθης. Θαυµάζω εἴ τινα ἔστι τῶν ἀρχόντων σωθῆναί ποτε, πρὸς τῇ τοσαύτῃ ἀπειλῇ καὶ τῇ παρούσῃ ῥᾳθυµίᾳ ὁρῶν ἔτι καὶ ἐπιτρέχοντάς τινας, καὶἐπιῤῥίπτοντας ἑαυτοὺς τῷ τοσούτῳ ὄγκῳ τῆς ἀρχῆς. Εἰ γὰρ οἱ ἀνάγκῃ ἑλκόµενοι οὐδεµίαν ἔχουσι συγγνώµην οὐδὲ ἀπολογίαν, κακῶς τὸ πρᾶγµα οἰκονοµοῦντες καὶ ἀµελοῦντες· ἐπεὶ καὶ Ἀαρὼν ἀνάγκῃ εἱλκύσθη καὶ ἐκινδύνευσε, καὶ Μωϋσῆς πάλιν ἐκινδύνευσε, καίτοι πολλάκις παραιτησάµενος· καὶ Σαοὺλ ἑτέραν ἐµπιστευθεὶς ἀρχὴν, µετὰ τὸ παραιτήσασθαι ἐκινδύνευσεν, ἐπειδὴ κακῶς αὐτὴν ᾠκονόµησε· πόσῳ µᾶλλον οἱ σπουδὴν ταύτην τιθέµενοι καὶ ἐπιῤῥίπτοντες ἑαυτούς; ὁ γὰρ τοιοῦτος πολλῷ πλέον ἑαυτὸν ἀποστερεῖ πάσης συγγνώµης.∆ εδοικέναι γὰρ χρὴ καὶ τρέµειν, καὶ διὰ τὸ συνειδὸς καὶ διὰ τὸν ὄγκον τῆς ἀρχῆς, καὶ οὔτε ἑλκοµένους ἅπαξ παραιτεῖσθαι, οὔτε µὴ ἑλκοµένουςἐπιῤῥίπτειν ἑαυτοὺς, ἀλλὰ καὶ φεύγειν µὲν προορῶντας τοῦ ἀξιώµατος τὸ µέγεθος, κατασχεθέντας δὲ, πάλιν τὴν εὐλάβειαν ἐπιδείκνυσθαι χρή. Μηδὲν ἄµετρον ἔστω, πάντα κατὰ τάξιν γινέσθω. Πρὸ τοῦ γενέσθαι προαισθόµενος, ἀναχώρει, πεισθεὶς σαυτὸν ἀνάξιον εἶναι τοῦ πράγµατος· συλληφθεὶς πάλιν, ὁµοίως εὐλαβῂς ἔσο, πανταχοῦ τὴν εὐγνωµοσύνην ἐπιδεικνύµενος. Προσεύχεσθε, φησὶν, καὶ περὶ ἡµῶν· πεποίθαµεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχοµεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι.
34.2
Ὁρᾷς ὅτι ταῦτα ἀπολελόγηται ὡς πρὸς λελυπηµένους πρὸς αὐτὸν γράφων, ὡς πρὸς ἀποστρεφοµένους, ὡς πρὸς παραβάτην διακειµένους, καὶοὐκ ἀνεχοµένους οὐδὲ τὸ ὄνοµα αὐτοῦ ἀκοῦσαι. Ἐπεὶ οὖν παρὰ τῶν µισούντων αὐτὸν ταῦτα ἀπῄτει, ἅπερ ἂν παρὰ τῶν φιλούντων οἱ λοιποὶ πάντες, τούτου ἕνεκεν ἐνταῦθα τίθησι τοῦτο, λέγων· Πεποίθαµεν ὅτι καλὴν συνείδησιν ἔχοµεν. Μὴ γάρ µοι τὰς κατηγορίας εἴπῃς· τὸ συνειδὸς ἡµῶν, φησὶν, οὐδὲν ἡµῶν καταγινώσκει, οὐδὲ σύνισµεν ἑαυτοῖς ὅτι ἐπεβουλεύσαµεν ὑµῖν. Πεποίθαµεν γὰρ, φησὶν, ὅτι καλὴν συνείδησιν ἔχοµεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Ἄρα οὐκ ἐν ἐθνικοῖς µόνον, ἀλλὰ καὶ ἐν ὑµῖν. Οὐδὲν µετὰ καπηλείας, οὐδὲν µετὰ ὑποκρίσεως πεποιήκαµεν· εἰκὸς γὰρ ἦν αὐτὸν ταῦτα διαβάλλεσθαι. Καὶ ὅτι διεβέβλητο, ἄκουε, Ἰακώβου λέγοντος· Κατηχήθησαν γὰρ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις. Οὐχ ὡς ἐχθρὸς, φησὶν, οὐδὲ ὡς πολέµιος ταῦτα γράφω, ἀλλ' ὡς φίλος. Καὶ τοῦτο καὶ ἐκ τοῦ ἑξῆς δηλοῖ· Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑµῖν. Τοῦτο σφόδρα φιλοῦντος ἦν αὐτοὺς, τὸ οὕτως ἀξιοῦν εὔξασθαι. Μὴ ἁπλῶς, φησὶν, ἀλλὰ µετὰ πάσης σπουδῆς· ὥστε µε ταχέως ἐλθεῖν πρὸς ὑµᾶς Τοῦτο µηδὲν ἑαυτῷ συνειδότος ἐστὶ, τὸ σπουδάζειν ἐλθεῖν πρὸς αὐτοὺς, καὶ παρακαλεῖν αὐτοὺς εὔχεσθαι ὑπὲρ αὐτοῦ. Τούτου ἕνεκεν πρῶτον παρ' αὐτῶν αἰτήσας τὰς εὐχὰς, τότε καὶ αὐτὸς αὐτοῖς ἐπεύχεται πάντα τὰ ἀγαθά. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, φησί. Τοῦτο εἶπε διὰ τὸ στασιάζειν αὐτούς. Εἰ τοίνυν ὁ Θεὸς εἰρήνης Θεός ἐστι, µὴ διαστασιάζετε πρὸς ἡµᾶς. Ὁ ἀναγαγὼν ἐκ τῆς γῆς τὸν Ποιµένα τῶν προβά των. Περὶ τῆς ἀναστάσεως τοῦτο εἴρηται. Τὸν µέγαν. Ἄλλη προσθήκη. Ἐνταῦθα πάλιν µέχρι τέλους τὸν περὶ τῆς ἀναστάσεως αὐτοῖς λόγον διαβεβαιοῦται. Ἐν αἵµατι διαθήκης αἰωνίου, τὸν Κύριον ἡµῶν Ἰησοῦν Χριστὸν, καταρτίσαι ὑµᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ· εἰς τὸ ποιῆσαι τὸ θέληµα αὐτοῦ, ποιῶν ἐν ὑµῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ. Πάλιν µαρτυρεῖ αὐτοῖς µεγάλα· τὸ γὰρ καταρτιζόµενόν ἐστι τὸ ἀρχὴν ἔχον, εἶτα πληρούµενον. Καὶ ἐπεύχεται αὐτοῖς· ὅπερ ἐστὶ ποθοῦντος. Καὶ ὅρα· ἐν µὲν ταῖς ἄλλαις ἐπιστολαῖς ἐν τοῖς προοιµίοις εὔχεται, ἐνταῦθα δὲ ἐν τῷ τέλει. Ποιῶν, φησὶν, ἐν ὑµῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Παρακαλῶ δὲ ὑµᾶς, ἀδελφοὶ, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑµῖν. Ὁρᾷς ὅτι ὃ µηδενὶ ἐπέστειλε, τοῦτο τούτοις ἐπιστέλλει; Καὶ γὰρ διὰ βραχέων, φησὶν, ἐπέστειλα· τουτέστιν, Οὐδὲ ἐνοχλῶ ὑµᾶς τῇ µακρολογίᾳ. Οἶµαι αὐτοὺς οὐ πάνυ πρὸς τὸν Τιµόθεον ἔχειν ἀπεχθῶς· ὅθεν καὶ αὐτὸν προεστήσατο. Γινώσκετε γὰρ, φησὶ, τὸν ἀδελφὸν Τιµόθεον ἀπολελυµένον, µεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψοµαι ὑµᾶς. Ἀπολελυµένον, φησί· πόθεν; Οἶµαι αὐτὸν εἰς δεσµωτήριον ἐµβεβλῆσθαι· ἢ, εἰ µὴ τοῦτο, ἀπὸ Ἀθηνῶν ἀπολελυµένον· καὶ γὰρ καὶ τοῦτο ἐν ταῖς Πράξεσι κεῖται. Ἀσπάσασθε πάντας τοὺς ἡγουµένους ὑµῶν, καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζοντα, ὑµᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. Ἡ χάρις µετὰ πάντων ὑµῶν. Ἀµήν. Ὁρᾷς πῶς δείκνυσι τὴν ἀρετὴν οὔτε ἐκ τοῦ Θεοῦ τὸ ὅλον, οὔτε ἐξ ἡµῶν µόνον κατορθουµένην; τῷ γὰρ εἰπεῖν· Καταρτίσαι ὑµᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ· ὡσεὶ ἔλεγεν· Ἔχετε µὲν ἀρετὴν, δεῖσθε δὲ πληρώσεως. Εἰπὼν δὲ ἔργῳ καὶ λόγῳ ἀγαθῷ, ἔδειξεν ὅτι καὶ βίον ὀρθὸν ἔχειν δεῖ καὶ δόγµατα. Καλῶς δὲ προσέθηκε τὸ, Ποιῶν ἐν ὑµῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ. Ἐνώπιον αὐτοῦ, φησίν· αὕτη γὰρ ἡ µεγίστη ἀρετὴ, ποιεῖν ἐνώπιον τοῦ Θεοῦ τὸ εὐάρεστον· καθὰ καὶ ὁ Προφήτης λέγει· Καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν µου ἐνώπιον τῶν ὀφθαλµῶν αὐτοῦ. Τοσαῦτα δὲ γράψας, ὀλίγα αὐτὰ ἔφησεν εἶναι, σύγκρισιν ποιῶν πρὸς ἃ ἔµελλε λέγειν· καθὰ καὶ ἀλλαχοῦ φησι, Καθὼς ἔγραψα ὑµῖν ἐν ὀλίγῳ· πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν µου ἐν τῷ µυστηρίῳ τοῦ Χριστοῦ. Καὶ ὅρα αὐτοῦ τὴν σοφίαν· Οὐ λέγει, Παρακαλῶ ὑµᾶς, ἀνέχεσθε τοῦ λόγου τῆς παραινέσεως, ἀλλὰ, Τοῦ λόγου τῆς παρακλήσεως· τουτέστι, τῆς παραµυθίας, τῆς προτροπῆς. Οὐκ ἔχει τις, φησὶ, πρὸς τὸ µῆκος ἀπαγορεῦσαι τῶν λεχθέντων. Τί οὖν; καὶ τοῦτο ἦν ὃ ἐποίει αὐτοὺς ἀποστρέφεσθαι; Οὐδαµῶς· ἀλλ' οὐ βούλεται αὐτοῖς ἐνδείξασθαι, καὶ εἰπεῖν ὅτι Ὀλιγοψυχεῖτε· τῶν γὰρ τοιούτων ἴδιον τὸ µὴ ἀνέχεσθαι λόγου µακροῦ. Γινώσκετε τὸν ἀδελφὸν Τιµόθεον ἀπολελυµένον, µεθ' οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψοµαι ὑµᾶς. Τοῦτο ἱκανὸν αὐτοὺς πεῖσαι καθυφεῖναι, εἰ ἕτοιµός ἐστιν ἐλθεῖν µετὰ τοῦ µαθητοῦ. Ἀσπάσασθε τοὺς ἡγουµένους ὑµῶν, καὶ πάντας τοὺς ἁγίους. Ὅρα πῶς αὐτοὺς ἐτίµησεν, εἴ γε ἐκείνοις ἐπέστειλεν ἀντ' ἐκείνων. Ἀσπάζονται ὑµᾶς οἱ ἐκ τῆς Ἰταλίας. Ἡ χάρις µετὰ πάντων ὑµῶν. Ἀµήν. Ὅπερ ἦν κοινὸν ἁπάντων, τοῦτο ὕστερον εἶπεν. Ἡ χάρις δὲ πῶς γίνεται µεθ' ἡµῶν; Ἂν µὴ ὑβρίσωµεν εἰς τὴν εὐεργεσίαν, ἂν µὴ ῥᾴθυµοι γενώµεθα περὶ τὴν δωρεάν. Καὶ τί ἐστιν ἡ χάρις, φησίν; Ἡ ἄφεσις τῶν ἁµαρτιῶν, ἡ κάθαρσις· αὕτη γὰρ µεθ' ἡµῶν ἐστι. Τίς γὰρ, φησὶν, ὑβρικὼς δύναται φυλάξαι τὴν χάριν, καὶ οὐκ ἀπόλλυσιν αὐτήν; Οἷον, ἐχαρίσατό σοι τὰ ἁµαρτήµατα· πῶς οὖν ἔσται µετὰ σοῦ ἡ χάρις, τουτέστιν, ἡ εὐδοκίµησις, ἢ ἡ τοῦ Πνεύµατος ἐνέργεια, ἂν µὴ διὰ τῶν ἀγαθῶν πράξεων αὐτὴν ἐπισπάσῃ; Τοῦτο γὰρ πάντων αἴτιον ἀγαθῶν, τὸ παραµένειν ἡµῖν ἀεὶ τὴν χάριν τοῦ Πνεύµατος· αὕτη γὰρ πρὸς ἅπαντα ἡµᾶς ὁδηγεῖ, ὥσπερ οὖν ὅταν ἀποπτῇ ἡµῶν, ἀπόλλυσιν ἡµᾶς καὶ ἐρήµους ποιεῖ.
34.3
Μὴ δὴ αὐτὴν ἀποκρουσώµεθα· ἐν ἡµῖν γάρ ἐστι καὶ µένειν αὐτὴν, καὶ ἀπελθεῖν. Τὸ µὲν γὰρ, ὅταν τὰ οὐράνια λογιζώµεθα, γίνεται· τὸ δὲ, ὅταν τὰ βιωτικά. Ὃ ὁ κόσµος, φησὶν, οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό. Κόσµον τὸν πονηρὸν καὶ αἰσχρὸν βίον καλεῖ. Ὁρᾷς ὅτι οὐκ ἔστι κοσµικῆς ψυχῆς τὸ ἔχειν αὐτό; Πολλῆς τοίνυν ἡµῖν δεῖ τῆς σπουδῆς, ὥστε αὐτὸ κατασχεθῆναι παρ' ἡµῶν, ὥστε πάντα τὰ ἡµέτερα οἰκονοµεῖν, καὶ ἐν ἀσφαλείᾳ ποιεῖν καὶ ἐν εἰρήνῃ πολλῇ. Ὥσπερ γὰρ τὴν ἐξ οὐρίων πλέουσαν ναῦν οὐκ ἔστιν οὔτε ἐµποδισθῆναι, οὔτε βαπτισθῆναι, ἕως ἂν ἀπολαύῃ δεξιοῦ τοῦ πνεύµατος καὶ διηνεκοῦς, ἀλλὰκαὶ πολλὴν µετὰ τὴν κάθοδον ἐπιδόσεως δόξαν παρέχεται τοῖς τε ναύταις, τοῖς τε ἐπιβάταις, τοὺς µὲν διαναπαύουσα, καὶ οὐκ ἐῶσα ταῖς κώπαιςπροσταλαιπωρεῖν, τοὺς δὲ παντὸς ἀπαλλάττουσα δέους, καὶ θέαµα ἥδιστον τὸν αὑτῆς παρεχοµένη δρόµον· οὕτω καὶ ψυχὴ τῷ θείῳ ὠχυρωµένη Πνεύµατι, πάντως µέν ἐστιν ἀνωτέρα τῶν τρικυµιῶν τῶν βιωτικῶν, τὴν δὲ ἐπὶ τὸν οὐρανὸν φέρουσαν ὁδὸνσφοδρότερον ἐκείνης τέµνει τῆς νεὼς, ἅτε οὐχ ὑπ' ἀνέµου παραπεµποµένη, ἀλλ' ὑπ' αὐτοῦ τοῦ Παρακλήτου πεπληρωµένα ἔχουσα τὰ ἱστία πάντα καὶ καθαρὰ, καὶ πᾶν χαῦνον καὶ διαλελυµένον ἐκβάλλει ἐκ τῆς διανοίας τῆς ἡµετέρας. Ὥσπερ γὰρ εἰς χαῦνον ἱστίον ἐµπίπτων ὁ ἄνεµος, οὐκ ἂν ἐνεργήσειεν· οὕτως οὐδὲ τὸ Πνεῦµα εἰς χαύνην ψυχὴν παραµένειν ἀνέχεται, ἀλλὰ δεῖ πολλῆς τῆς τάσεως, τῆς σφοδρότητος. Ὥστε πεπυρωµένην ἡµῖν εἶναι χρὴ τὴν διάνοιαν, καὶ πανταχοῦ τετάσθαι ἡµῶν τὰ ἔργα καὶ τετονῶσθαι· οἷον, ὅταν εὐχώµεθα, µετὰ πολλῆς τοῦτο τῆς τάσεως δεῖ ποιεῖν, ἀποτείνοντας πρὸς τὸν οὐρανὸν τὴν ψυχὴν, οὐ σχοινίοις, ἀλλὰ προθυµίᾳ σφοδρᾷ. Ὅταν ἐλεῶµεν πάλιν, τάσεως ἡµῖν δεῖ, µήποτε φροντὶς οἰκίας, καὶ προστασία παίδων, καὶ γυναικὸς ἐπιµέλεια, καὶ δέος πενίας ἐπεισελθὸν, χαυνώσῃτὸ ἱστίον. Ἂν γὰρ τῇ τῶν µελλόντων ἐλπίδι τείνωµεν αὐτὸ πάντοθεν, καλῶς δέχεται τοῦ Πνεύµατος τὴν ἐνέργειαν· ἐκείνων δὲ τῶν ἐπικήρων καὶ ταλαιπώρων οὐδὲν εἰς αὐτὴν ἐµπεσεῖται, ἀλλὰ κἂν ἐµπέσῃ, αὐτὴν µὲν οὐδὲν ἔβλαψεν, ἀπεκρούσθη δὲ ταχέως τῷ στεγανῷκαὶ ἐξέπεσεν ἀποτιναχθέν.∆ ιὰ τοῦτο τοίνυν πολλῆς ἡµῖν δεῖ τῆς τάσεως· καὶ γὰρ καὶ ἡµεῖς θάλατταν πλέοµεν µεγάλην καὶ εὐρύχωρον, πολλῶν µὲν θηρίων γέµουσαν, πολλῶν δὲ σκοπέλων, πολλοὺς δὲ ἡµῖν χειµῶναςτίκτουσαν, καὶ ἐξ αἰθρίας µέσης χα λεπωτάτην ζάλην ἐπεγείρουσαν.∆ εῖ τοίνυν, εἴ γε βουλοίµεθα µετὰ εὐµαρείας πλεῖν καὶ ἀκινδύνως, τείνειν τὰ ἱστία, τουτέστι, τὴν προαίρεσιν τὴν ἡµετέραν· ἀρκεῖ γὰρ ἡµῖν τοῦτο· ἐπεὶ καὶ ὁ Ἀβραὰµ, ἐπειδὴ τὸν πόθον ἔτεινε πρὸς τὸν Θεὸν, καὶ τὴν προαίρεσιν παρέστησεν ἀπηρτισµένην, τίνος ἑτέρου ἐδεήθη; οὐδενός, ἀλλ' Ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Ἡ δὲ πίστις προαιρέσεως γνησίας ἐστίν. Ἀνήνεγκε τὸν υἱὸν, καὶ µὴ σφάξας, τὴν τοῦ σφάξαντος ἀµοιβὴν ἐδέξατο, καὶ τοῦ ἔργου µὴ γενοµένου ὁ µισθὸς ἐδίδοτο. Ἔστω τοίνυν ἡµῖν καθαρὰ καὶ καινὰ τὰ ἱστία, µὴ πεπαλαιωµένα· Πᾶν γὰρ τὸ παλαιούµενον καὶ γηράσκον ἐγγὺς ἀφανισµοῦ· µὴ ἐκτετρηµένα, ὥστε στέγειν τοῦ Πνεύµατος τὴν ἐνέργειαν· Ψυχικὸς γὰρ ἄνθρωπος, φησὶν, οὐ δέχεται τὰ τοῦ Πνεύµατος. Ὥσπερ γὰρ τὰ τῶν ἀραχνῶν ὑφάσµατα Πνεύµατος ῥύµην οὐκ ἂν δέξαιτο· οὕτως οὐδὲ ψυχὴ βιωτικὴ, οὐδὲ ἄνθρωπος ψυχικὸς Πνεύµατος χάριν δέξασθαι δυνήσεταί ποτε. Ἐκείνων γὰρ οὐδὲν διεστήκασιν ἡµῶν οἱ λογισµοὶ, ὄψει µὲν µόνον ἀκολουθίαν σώζοντες, δυνάµεως δὲ ἀπεστερηµένοι πάσης. Ἀλλ' οὐ τὰ ἡµέτερα τοιαῦτα, ἐὰν νήφωµεν· ἀλλὰ ὅπερ ἂν ἐµπέσῃ, πάντα στέγει, καὶ πάντων ἐστὶν ἀνώτερος, πάσης ἴλιγγος ἰσχυρότερος. Ἔστω γάρ τις πνευµατικὸς ἀνὴρ, καὶ µυρία αὐτῷ συµπιπτέτω δεινά· ἀλλ' οὐδενὶ τούτων ἁλίσκεται. Καὶ τί λέγω; ἐπαγέσθω πενία, νόσος, ὕβρεις, λοιδορίαι, σκώµµατα, πληγαὶ, πᾶν εἶδος κολάσεως, πᾶν εἶδος χλευασίας καὶ ὀνειδισµῶν καὶ ὕβρεων· ἀλλ' ὥσπερ ἐκτὸς ὢν τῆς οἰκουµένης καὶ τῶν τοῦ σώµατος ἀπηλλαγµένος παθῶν, οὕτως ἁπάντων καταγελάσεται. Καὶ ὅτι οὐ κόµπος τὰ ῥήµατα, πολλοὺς µὲν οἶµαι εἶναι καὶ νῦν· οἷον, τῶν τὰς ἐρηµίας κατειληφότων. Ἀλλ' οὐδὲν θαυµαστὸν, φησίν. Ἐγὼ δὲ λέγω, καὶ τῶν ἐν ταῖς πόλεσιν ἀνυπονοήτους ἄνδρας εἶναι τοιούτους. Εἰ δὲ βούλει, καὶ τῶν πάλαι τινὰς ἐπιδεῖξαι δυνήσοµαι. Καὶ ἵνα µάθῃς, ἐννόει µοι τὸν Παῦλον· τί µὲν οὐκ ἔπαθε δεινὸν, τί δὲ οὐχ ὑπέστη; ἀλλὰ πάντα ἔφερε γενναίως. Τοῦτον δὴ µιµησώµεθα καὶ ἡµεῖς· οὕτω γὰρ δυνησόµεθα καὶ ἐνώπιον τοῦ Θεοῦ εὐαρεστῆσαι, καὶ πρὸς τοὺς λιµένας καταχθῆναι τοὺς εὐδιεινοὺς µετὰ πολλῆς τῆς ἐµπορίας. Τείνωµεν τοίνυν τὴν διάνοιαν ἡµῶν πρὸς τὸν οὐρανὸν, τῷ πόθῳ κατασχεθῶµεν ἐκείνῳ, τῷ πυρὶ περιβάλωµεν ἑαυτοὺς τῷ πνευµατικῷ, τῇ φλογὶδιαζώσωµεν ἑαυτούς. Οὐδεὶς φλόγα ἐπιφερόµενος δέδοικε τοὺς ἀπαντῶντας· κἂν θηρίον ᾖ, κἂν ἄνθρωπος, κἂν µυρίαι παγίδες, ἕως πεπυρωµένος ᾖ, πάντα ὑπεξίσταται, πάντα παραχωρεῖ. Ἀνύποιστος ἡ φλὸξ, ἀφόρητος ἡ πυρὰ, πάντα καταναλίσκει. Τοῦτο τὸ πῦρ περιβάλωµεν ἑαυτοὺς, καὶ δόξαν ἀναπέµψωµεν τῷ Κυρίῳ ἡµῶν Ἰησοῦ Χριστῷ, µεθ' οὗ τῷ Πατρὶ, ἅµα τῷ ἁγίῳ Πνεύµατι, δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν

Intertext edge

Open linked passage

Note