Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
5.0
Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαµβάνεται, ἀλλὰ σπέρµατος Ἀβραὰµ ἐπιλαµβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁµοιωθῆναι.
5.1
Τὴν πολλὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὁ Παῦλος δεῖξαι βουλόµενος, καὶ τὴν ἀγάπην ἣν περὶ τὸ γένος ἔσχε τὸ ἀνθρώπινον, µετὰ τὸ εἰπεῖν· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵµατος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως µετέσχε τῶν αὐτῶν, ἐπεξέρχεται τούτῳ τῷ χωρίῳ, καί φησιν· Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαµβάνεται· µὴ γὰρ ἁπλῶς πρόσχῃς τῷ λεχθέντι, µηδὲ ψιλόν τι πρᾶγµα τοῦτο εἶναι νοµίσῃς, τὸ τὴν ἐξ ἡµῶν σάρκα αὐτὸν ἀναλαβεῖν· οὐ γὰρ ἀγγέλοις τοῦτο ἐχαρίσατο· διὸ καὶ οὕτως εἴρηκεν· Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαµβάνεται, ἀλλὰ σπέρµατος Ἀβραάµ. Τί ἐστιν ὅ φησιν; Οὐκ ἀγγέλου φύσιν ἀνεδέξατο, ἀλλ' ἀνθρώπου. Τί δέ ἐστιν, Ἐπιλαµβάνεται; Οὐκ ἐκείνης, φησὶν, ἐδράξατο τῆς φύσεως τῶν ἀγγέλων, ἀλλὰ τῆς ἡµετέρας.∆ ιὰ τί δὲ οὐκ εἶπεν, ἀνέλαβεν· ἀλλὰ ταύτῃ τῇ λέξει ἐχρήσατο τῇ,. 40] Ἐπιλαµβάνεται; Ἀπὸ µεταφορᾶς τῶν διωκόντων τοὺς ἀποστρεφοµένους αὐτοὺς, καὶ πάντα ποιούντων, ὥστε καταλαβεῖν φεύγοντας καὶ ἐπιλαβέσθαι ἀποπηδώντων. Φεύγουσαν γὰρ ἀπ' αὐτοῦ τὴν ἀνθρωπίνην φύσιν, καὶ πόῤῥω φεύγουσαν( Ἦµεν γὰρ τοῦ Θεοῦ µακρὰν, φησὶν, ἀπηλλοτριωµένοι, καὶ ἄθεοι ὄντες ἐντῷ κόσµῳ), αὐτὸς καταδιώξας κατέλαβεν. Ἐντεῦθεν δείκνυται ὅτι φιλανθρωπία µόνη καὶ ἀγάπη καὶ κηδεµονία τοῦτο πεποίηκεν. Ὥσπερ οὖν ὅταν λέγῃ, Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύµατα εἰς διακονίαν ἀποστελλόµενα διὰ τοὺς µέλλοντας κληρονοµεῖν σωτηρίαν; τὸ περισπούδαστον αὐτῷ τῆς ἀνθρωπίνης φύσεως δείκνυσι, καὶ ὅτι πολὺς τῷ Θεῷ ὁ λόγος αὐτῆς· οὕτω καὶ ἐνταῦθα τὸ πολὺ µεῖζον τίθησιν ἀπὸ συγκρίσεως λέγων· Οὐ γὰρ ἀγγέλων ἐπιλαµβάνεται. Καὶ γὰρ ὄντως µέγα καὶ θαυµαστὸν καὶ ἐκπλήξεως γέµον, τὴν ἐξ ἡµῶν σάρκα ἄνω καθῆσθαι, καὶ προσκυνεῖσθαι ὑπ' ἀγγέλων καὶ ἀρχαγγέλων καὶτῶν Σεραφὶµ καὶ τῶν Χερουβίµ. Τοῦτο πολλάκις εἰς νοῦν ἐγὼ λαβὼν, ἐξίσταµαι, καὶ µεγάλα περὶ τοῦ ἀνθρωπίνου γένους φαντάζοµαι· µεγάλα γὰρ ὁρῶ καὶ λαµπρὰ τὰ προοίµια, καὶ πολλὴν τῷ Θεῷ τὴν σπουδὴν ὑπὲρ τῆς φύσεως τῆς ἡµετέρας. Καὶ οὐκ εἶπεν· Ἀνθρώπων ἁπλῶς ἐπιλαµβάνεται, ἀλλὰ βουλόµενος αὐτοὺς ἐπᾶραι, καὶ δεῖξαι µέγα τὸ γένος αὐτῶν καὶ τίµιον, φησίν· Ἀλλὰ σπέρµατος Ἀβραὰµ ἐπιλαµβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁµοιωθῆναι. Τί ἐστι, Κατὰ πάντα; Ἐτέχθη, φησὶν, ἐτράφη, ηὐξήθη, ἔπαθε πάντα ἅπερ ἐχρῆν, τέλος ἀπέθανε· τοῦτό ἐστι, Κατὰ πάντα τοῖς ἀδελφοῖς ὁµοιωθῆναι. Ἐπειδὴ γὰρ πολλὰ διελέχθη περὶ τῆς µεγαλειότητος αὐτοῦ καὶ τῆς ἄνω δόξης, λοιπὸν τὸν περὶ τῆς οἰκονοµίας λόγον κινεῖ· καὶ θέα µεθ' ὅσης συνέσεως καὶ δυνάµεως, πῶς αὐτὸν δείκνυσι πολλὴν τιθέµενον τὴν σπουδὴν ὥστε ἡµῖν ὁµοιωθῆναι· ὅπερ κηδεµονίας ἦν πολλῆς. Εἰπὼν γὰρ ἀνωτέρω, Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵµατος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως µετέσχε τῶν αὐτῶν, καὶ ἐνταῦθά φησι· Κατὰ πάντα τοῖς ἀδελφοῖς ὁµοιωθῆναι· µονονουχὶ λέγων, Ὁ οὕτω µέγας, ὁ ὢν ἀπαύγασµα τῆς δόξης, ὁ ὢν χαρακτὴρ τῆς ὑποστάσεως, ὁ τοὺς αἰῶνας πεποιηκὼς, ὁ ἐν δεξιᾷ τοῦ Πατρὸςκαθήµενος, οὗτος ἠθέλησε καὶ ἐσπούδασεν ἀδελφὸς ἡµῶν ἐν ἅπασι γενέσθαι, καὶ διὰ τοῦτο ἀγγέλους ἀφῆκε καὶ τὰς ἄνω δυνάµεις, καὶ πρὸς ἡµᾶς κατῆλθε, καὶἡµῶν ἐπελάβετο. Σκόπει δὲ καὶ ὅσα εἰργάσατο ἀγαθά· θάνατον ἔλυσε, τοῦ διαβόλου τῆς τυραννίδος ἐξέβαλεν ἡµᾶς, δουλείας ἀπήλλαξεν, ἀδελφὸς γενόµενος ἐτίµησεν· οὐ τῇ ἀδελφότητι δὲ µόνον τετίµηκεν, ἀλλὰ καὶ ἑτέροις µυρίοις· καὶ γὰρ ἀρχιερεὺς ἡµῶν γενέσθαι ἠθέλησε πρὸς τὸν Πατέρα· ἐπάγει γάρ· Ἵνα ἐλεήµων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν.∆ ιὰ τοῦτο, φησὶ, τὴν σάρκα ἀνέλαβε τὴν ἡµετέραν, διὰ φιλανθρωπίαν µόνον, ἵνα ἐλεήσῃ ἡµᾶς. Οὐδὲ γάρ ἐστιν ἄλλη τις αἰτία τῆς οἰκονοµίας, ἢ µόνη αὕτη· εἶδε γὰρ χαµαὶ ἐῤῥιµµένους, ἀπολλυµένους, ὑπὸ τοῦ θανάτου τυραννουµένους, καὶ ἠλέησεν. Εἰς τὸ ἱλάσκεσθαι, φησὶ, τὰς ἁµαρτίας τοῦ λαοῦ, ἵνα ἐλεήµων γένηται καὶ πιστὸς ἀρχιερεύς· τί ἐστι, Πιστός; Ἀληθὴς, δυνάµενος· ἀρχιερεὺς γάρ ἐστι µόνος πιστὸς ὁ Υἱὸς, δυνάµενος τούτους, ὧν ἐστιν ἀρχιερεὺς, ἀπαλλάξαι τῶν ἁµαρτηµάτων. Ἵν' οὖν προσενέγκῃ θυσίαν δυναµένην ἡµᾶς καθαρίσαι, διὰ τοῦτο γέγονεν ἄνθρωπος. Ἐπήγαγε γοῦν· Τὰ πρὸς τὸν Θεόν· τουτέστι, τῶν πρὸς τὸν Θεὸν ἕνεκεν. Ἐκπεπολεµωµένοι ἦµεν, φησὶ, τῷ Θεῷ κατεγνωσµένοι, ἠτιµωµένοι· οὐδεὶς ἦν ὁ προσοίσων ὑπὲρ ἡµῶν θυσίαν· εἶδεν ἡµᾶς ἐν τούτοις ὄντας καὶ ἠλέησεν, οὐ καταστήσας ἡµῖν ἀρχιερέα, ἀλλ' αὐτὸς γενόµενος ἀρχιερεὺς πιστός. Εἶτα δεικνὺς πῶς πιστὸς, ἐπήγαγεν, Εἰς τὸ ἱλάσκεσθαι τὰς ἁµαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθε, φησὶν, αὐτοὺς πειρασθεὶς, δύναται τοῖς πειραζοµένοις βοηθῆσαι.
5.2
Πάνυ ταπεινὸν τοῦτο καὶ εὐτελὲς καὶ ἀνάξιον τοῦ Θεοῦ. Ἐν ᾧ γὰρ πέπονθε, φησὶν, αὐτός. Περὶ τοῦ σαρκωθέντος ἐνταῦθά φησι, τάχα δὲ καὶ πρὸς πληροφορίαν τῶν ἀκουόντων εἴρηται, καὶ διὰ τὴν αὐτῶν ἀσθένειαν. Ὃ δὲ λέγει, τοῦτό ἐστι·∆ ι' αὐτῆς τῆς πείρας ὧν ἐπάθοµεν ἦλθε· νῦν οὐκ ἀγνοεῖ τὰ πάθη τὰ ἡµέτερα· οὐ γὰρ ὡς Θεὸς µόνον οἶδεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἔγνω διὰ τῆς πείρας ἧς ἐπειράσθη· ἔπαθε πολλὰ, οἶδε συµπάσχειν. Καίτοι γε ἀπαθὴς ὁ Θεός ἐστιν· ἀλλὰ τὰ τῆς σαρκώσεως ἐνταῦθα διηγεῖται· ὡς ἂν εἰ ἔλεγε· Καὶ αὐτὴ ἡ σὰρξ ἡ τοῦ Χριστοῦ πολλὰ δεινὰ ἔπαθεν. Οἶδε τί ἐστι θλῖψις, οἶδε τί ἐστι πειρασµὸς, καὶ οὐχ ἧττον τῶν παθόντων ἡµῶν· καὶ γὰρ καὶ αὐτὸς ἔπαθε. Τί οὖν ἐστι τὸ,∆ ύναται τοῖς πειραζοµένοις βοηθῆσαι; Ὡς ἄν τις εἴποι· Μετὰ πολλῆς προθυµίας ὀρέξει χεῖρα, συµπαθὴς ἔσται. Ἐπειδὴ γὰρ ἐβούλοντο µέγα τι καὶ πλέον ἔχειν τῶν ἐξ ἐθνῶν, δείκνυσιν ἐν τούτῳ πλέον ἔχοντας, ἔνθα οὐδὲν κατέβλαπτε τοὺς ἐξ ἐθνῶν. Ἐν ποίῳ δὴ τούτῳ; Ὅτι ἐξ αὐτῶν ἐστιν ἡ σωτηρία, ὅτι ἐκείνων ἐπελάβετο πρῶτον, ὅτι ἐκεῖθεν ἀνέλαβε σάρκα. Οὐ γὰρ ἀγγέλων, φησὶν, ἐπιλαµβάνεται, ἀλλὰ σπέρµατος Ἀβραὰµ ἐπιλαµβάνεται. Τιµᾷ καὶ τὸν πατριάρχην διὰ τούτου, καὶ δείκνυσι καὶ τί ἐστι, Σπέρµατος Ἀβραάµ. Ἀναµιµνήσκει γὰρ αὐτοὺς τῆς πρὸς αὐτὸν γενοµένης ἐπαγγελίας τῆς λεγούσης· Σοὶ καὶ τῷ σπέρµατί σου δώσω τὴν γῆν ταύτην, διὰ τοῦ σµικροτάτου δεικνὺς τὴν ἐγγύτητα, τοῦ ἐξ ἑνὸς εἶναι πάντας. Ἀλλ' ἐπειδὴ οὐ πολλὴ ἐκείνη ἦν ἡ ἐγγύτης, ἔρχεται πάλιν ἐπὶ ταύτην, καὶ ἐνδιατρίβει λοιπὸν τῇ οἰκονοµίᾳ τῇ κατὰ σάρκα, καί φησιν· Εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁµαρτίαις τοῦ λαοῦ. Ἦν µὲν γὰρ καὶ αὐτὸ τὸ θελῆσαι γενέσθαι ἄνθρωπον, πολλῆς κηδεµονίας καὶ ἀγάπης· νῦν δὲ οὐ τοῦτο µόνον ἐστὶν, ἀλλὰ καὶ τὰ ἀθάνατα ἀγαθὰ, τὰ δι' αὐτοῦ ἡµῖν παρασχεθέντα· Εἰς τὸ ἱλάσκεσθαι γὰρ, φησὶ, ταῖς ἁµαρτίαις τοῦ λαοῦ.∆ ιὰ τί µὴ εἶπε· Τῆς οἰκουµένης, ἀλλὰ, Τοῦ λαοῦ; ὄντως γὰρ τὰς πάντων ἡµῶν ἁµαρτίας ἀνήνεγκεν. Ὅτι τέως περὶ αὐτῶν ἦν ὁ λόγος αὐτῷ· ἐπεὶ καὶ ὁ ἄγγελος πρὸς τὸν Ἰωσὴφ ἔλεγε, Καλέσεις τὸ ὄνοµα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ. Τοῦτο γὰρ καὶ πρῶτον ἔδει γενέσθαι, καὶ διὰ τοῦτο ἦλθεν, ὥστε τούτους σῶσαι, καὶ τότε διὰ τούτων ἐκείνους, εἰ καὶ τοὐναντίον γέγονε. Τοῦτο καὶ οἱ ἀπόστολοι ἄνωθεν ἔλεγον Ὑµῖν ἀναστήσας τὸν Παῖδα αὐτοῦ ἀπέστειλεν εὐλογοῦντα ὑµᾶς· καὶ πάλιν, Ὑµῖν ὁ λόγος τῆς σωτηρίας ἀπεστάλη. Τὴν εὐγένειαν ἐνταῦθα δείκνυσι τὴν Ἰουδαϊκὴν, λέγων· Εἰς τὸ ἱλάσκεσθαι ταῖς ἁµαρτίαις τοῦ λαοῦ. Τέως οὕτω φησίν. Ὅτι γὰρ αὐτός ἐστιν ὁ τὰς ἁµαρτίας πάντων ἀφιεὶς, ἐδήλωσε καὶ ἐν τῷ παραλυτικῷ, εἰπών· Ἀφέωνταί σοι αἱ ἁµαρτίαι· καὶ ἐν τῷ βαπτίσµατι· φησὶ γὰρ πρὸς τοὺς µαθητάς· Πορευθέντες µαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνοµα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύµατος. Ὅταν δὲ τῆς σαρκὸς ἐπιλάβηται ὁ Παῦλος, πάντα λοιπὸν ταπεινὰ φθέγγεται, οὐδὲν δεδοικώς· ὅρα γὰρ λοιπὸν τί φησιν· Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου µέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁµολογίας ἡµῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆςἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Μέλλων αὐτὸν προτιθέναι τοῦ Μωϋσέως κατὰ σύγκρισιν, εἰς τὸν τῆς ἀρχιερωσύνης νόµον ἤγαγε τὸν λόγον· οὐ γὰρ µικρὰν περὶ Μωϋσέως δόξαν εἶχον ἅπαντες. Καὶ προκαταβάλλεται ἤδη τὰ σπέρµατα τῆς ὑπεροχῆς. Ἄρχεται µὲν οὖν ἀπὸ τῆς σαρκὸς, ἄνεισι δὲ εἰς τὴν θεότητα, ἔνθα οὐκέτι σύγκρισις ἦν γίνεσθαι. Ἤρξατο ἀπὸ τῆς σαρκὸς τέως τὸ ἴσον τιθέναι, καί φησιν· Ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Καὶ οὐ παρὰ τὴν ἀρχὴν δείκνυσι τὴν ὑπεροχὴν, ἵνα µὴ ἀποπηδήσῃ ὁ ἀκροατὴς, καὶ εὐθέως ἐµφράξῃ τὰς ἀκοάς· εἰ γὰρ καὶ πιστοὶ ἦσαν, ἀλλ' ὅµως ἔτι πολὺ τὸ συνειδὸς εἶχον πρὸς Μωϋσέα. Πιστὸν ὄντα, φησὶ, τῷ ποιήσαντι αὐτόν. Τί ποιήσαντι; Ἀπόστολον καὶ ἀρχιερέα. Οὐδὲν ἐνταῦθα περὶ οὐσίας φησὶν, οὐδὲ περὶ τῆς θεότητος, ἀλλὰ τέως περὶ ἀξιωµάτων ἀνθρωπίνων· Ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· τουτέστιν, ἐν τῷ λαῷ, ἢ ἐν τῷ ἱερῷ. Ἐνταῦθα δὲ τὸ, Ἐν τῷ οἴκῳ αὐτοῦ, φησίν· ὡς ἂν εἴ τις εἴποι· Περὶ τῶν ἐν τῇ οἰκίᾳ. Καθάπερ γάρ τις ἐπίτροπος καὶ οἰκονόµος οἰκίας, οὕτως ἦν ὁ Μωϋσῆς ἐν τῷ λαῷ. Ὅτι γὰρ οἶκον ἐνταῦθα τὸν λαόν φησιν, ἐπήγαγεν, Οὗ οἶκός ἐσµεν ἡµεῖς· τουτέστιν· Ἐν τῇ κτίσει αὐτοῦ ἐσµεν. Εἶτα ἡ ὑπεροχή· Μείζονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται. Πάλιν περὶ τῆς σαρκός· Καθ' ὅσον πλείονα τιµὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.
5.3
Καὶ αὐτὸς, φησὶ, τῆς οἰκίας ἦν. Καὶ οὐκ εἶπεν, οὗτος µὲν γὰρ δοῦλος, ἐκεῖνος δὲ∆ εσπότης, ἀλλὰ τοῦτο λανθανόντως ἐνέφηνεν. Εἰ ὁ οἶκος οὖν ἦν ὁ λαὸς, καὶ αὐτὸς δὲ τοῦ λαοῦ ἦν, καὶ αὐτὸς ἄρα τῆς οἰκίας ἦν· οὕτω γὰρ καὶ ἡµῖν ἔθος λέγειν, ὁ δεῖνα τῆς οἰκίας τῆς τοῦ δεῖνός ἐστιν. Ἐνταῦθα δὲ οἶκον οὐ τὸν ναὸν λέγει· οὐ γὰρ ὁ Θεὸς αὐτὸν κατεσκεύασεν, ἀλλ' οἱ ἄνθρωποι. Ὁ δὲ ποιήσας αὐτὸν, ὁ Θεός· τὸν Μωϋσέα φησί. Καὶ ὅρα πῶς δείκνυσι τὴν ὑπεροχὴν λανθανόντως· Πιστὸς, φησὶν, ἐν ὅλῳ τ ῷ οἴκῳ αὐτοῦ, καὶ αὐτὸς ὢν τοῦ οἴκου, τουτέστι, τοῦ λαοῦ. Πλείονα τιµὴν ἔχει τῶν ἔργων ὁ τεχνίτης, ἀλλὰ καὶ τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Ὁ δὲ τὰ πάντα κατασκευάσας, Θεός. Ὁρᾷς ὅτι οὐ περὶ τοῦ ναοῦ λέγει, ἀλλὰ περὶ παντὸς τοῦ λαοῦ; Καὶ Μωϋσῆς µὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς µαρτύριον τῶν λαληθησοµένων. Ἰδοὺ καὶ ἄλλη ὑπεροχὴ ἡ ἀπὸ τοῦ Υἱοῦ καὶ τῶν δούλων. Ὁρᾷς πάλιν ὅτι γνησιότητα διὰ τῆς τοῦ Υἱοῦ προσηγορίας αἰνίττεται; Χριστὸς δὲ, ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ. Εἶδες πῶς ποίηµα καὶ ποιητὴν διίστησι, πῶς δοῦλον καὶ Υἱόν; κἀκεῖνος µὲν εἰς τὰ πατρῷα ὡς∆ εσπότης εἰσέρχεται, οὗτος δὲ ὡς δοῦλος. Οὗ οἶκός ἐσµεν ἡµεῖς, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχηµα τῆς ἐλπίδος µέχρι τέλους βεβαίαν κατάσχωµεν. Ἐνταῦθα πάλιν αὐτοὺς προτρέπει ἑστάναι γενναίως, καὶ µὴ καταπίπτειν. Οἶκος γὰρ, φησὶν, ἐσόµεθα τοῦ Θεοῦ, ὥσπερ ἦν Μωϋσῆς, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχηµα τῆς ἐλπίδος µέχρι τέλους βεβαίαν κατάσχωµεν· ὥστε ὁ ἀλγῶν ἐν τοῖς πειρασµοῖς καὶ καταπίπτων, οὐ καυχᾶται· ὁ αἰσχυνόµενος, ὁ κρυπτόµενος, παῤῥησίαν οὐκ ἔχει· ὁ ἀλύων οὐ καυχᾶται. Εἶτα καὶ ἐγκωµιάζει αὐτοὺς λέγων· Ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχηµα τῆς ἐλπίδος µέχρι τέλους βεβαίαν κατάσχωµεν· δεικνὺς ὅτι καὶ ἤρξαντο.∆ εῖ δὲ καὶ τοῦ τέλους, καὶ οὐχ ἁπλῶς ἑστάναι, ἀλλὰ βεβαίαν ἔχειν τὴν ἐλπίδα ἐν πληροφορίᾳ πίστεως, µὴ παρασαλευοµένους ὑπὸ τῶν πειρασµῶν. Καὶ µὴ θαυµάσῃς, εἰ ἀνθρωπινώτερον τὸ, Αὐτὸς πειρασθεὶς, εἴρηται. Εἰ γὰρ περὶ τοῦ Πατρὸς τοῦ µὴ σαρκωθέντος φησὶν ἡ Γραφὴ, Ἐκ τοῦ οὐρανοῦ διέκυψεν ὁ Κύριος καὶ εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, τουτέστιν, ἀκριβῶς πάντα κατέµαθε· καὶ πάλιν, Καταβὰς ὄψοµαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· καὶ πάλιν, Οὐ δύναται φέρειν ὁ Θεὸς τὰς κακίας τῶν ἀνθρώπων· τὸ πολὺ τῆς ὀργῆς ἐνδεικνυµένη ἡ θεία Γραφή· πολλῷ µᾶλλον περὶ τοῦ Χριστοῦ τοῦ καὶ παθόντος ἐν σαρκὶ λέγοιντ' ἂν ταῦτα τὰ ἀνθρωπινοπαθῆ. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων τὴν πεῖραν πάντων εἶναι πιστοτέραν νοµίζουσι πρὸς γνῶσιν, βούλεται δεῖξαι, ὅτι ὁ παθὼν οἶδε τί πάσχει ἡ ἀνθρωπίνη φύσις, Ὅθεν, φησὶν, ἀδελφοὶ ἅγιοι. Τὸ, Ὅθεν, ἀντὶ τοῦ, διὰ τοῦτο, φησί, Κλήσεως ἐπουρανίου µέτοχοι. Μηδὲν τοίνυν ἐνταῦθα ζητῆτε, εἰ ἐκεῖ κέκλησθε· ἐκεῖ γὰρ ὁ µισθὸς, ἐκεῖ ἡ ἀνταπόδοσις. Τί οὖν; Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁµολογίας ἡµῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Τί ἐστι, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν; Τουτέστι, προνοϊκὸν, προϊστάµενον τῶν αὐτοῦ, καὶ οὐκ ἐῶντα φέρεσθαι ἁπλῶς. Ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Τουτέστι, Γνῶτε τίς ἐστιν ὁ ἀρχιερεὺς καὶ ποταπὸς, καὶ οὐ δεήσεσθε παραµυθίας ἑτέρας οὐδὲ παρακλήσεως. Ἀπόστολον δὲ αὐτὸν λέγει διὰ τὸ ἀπεστάλθαι· καὶ ἀρχιερέα φησὶ τῆς ὁµολογίας ἡµῶν, τουτέστι, τῆς πίστεως, Καλῶς εἶπεν· Ὡς Μωϋσῆς· καὶ γὰρ καὶ οὗτος λαὸν, καθάπερ ἐκεῖνος προστασίαν λαοῦ, ἐγκεχείρισται, εἰ καὶ µείζονα, καὶ ἐπὶ µείζοσι. Μωϋσῆς µὲν γὰρ ὡς οἰκέτης, Χριστὸς δὲ ὡς Υἱός· καὶ ὁ µὲν τῶν ἀλλοτρίων, οὗτος δὲ τῶν αὐτοῦ κήδεται. Εἰς µαρτύριον τῶν λαληθησοµένων. Τί λέγεις; µαρτυρίαν ἀνθρώπου λαµβάνει ὁ Θεός; Καὶ πάνυ γε. Εἰ γὰρ οὐρανὸν µαρτύρεται καὶ γῆν καὶ βουνοὺς, λέγων διὰ τοῦ προφήτου· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου ἡ γῆ, ὅτι Κύριος ἐλάλησε, καί· Ἀκούσατε φάραγγες, θεµέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ· πολλῷ µᾶλλον ἀνθρώπους. Τί ἐστιν, Εἰς µαρτύριον; Ἵνα ὦσι, φησὶ, µάρτυρες, ὅταν ἀναισχυντῶσιν αὐτοί. Χριστὸς, δὲ ὡς Υἱός. Ὁ µὲν γὰρ ἀλλοτρίων κήδεται, οὗτος δὲ τῶν αὑτοῦ. Καὶ τὸ καύχηµα τῆς ἐλπίδος. Καλῶς εἶπε· Τῆς ἐλπίδος, ἐπειδὴ πάντα ἐν ἐλπίσιν ἦν τὰ ἀγαθά. Οὕτω δὲ αὐτὴν δεῖ κατέχειν, ὡς ἤδη καυχᾶσθαι ὡς ἐπὶ γεγενηµένοις.∆ ιὰ τοῦτό φησι· Τὸ καύχηµα τῆς ἐλπίδος· καὶ ἐπάγει, Μέχρι τέλους βεβαίαν κατάσχωµεν· τῇ γὰρ ἐλπίδι ἐσώθηµεν. Εἰ τοίνυν τῇ ἐλπίδι ἐσώθηµεν, καὶ δι' ὑποµονῆς ἀπεκδεχόµεθα, µὴ οὖν ἀσχάλλωµεν ἐπὶ τοῖς παροῦσι, µηδὲ ἤδη ζητῶµεν τὰ µετὰ ταῦτα ἐπαγγελθέντα. Ἐλπὶς γὰρ, φησὶ, βλεποµένη, οὐκ ἔστιν ἐλπίς. Ἐπειδὴ γὰρ µεγάλα ἐστὶ τὰ ἀγαθὰ, φησὶν, ἐνταῦθα λαβεῖν οὐ δυνάµεθα αὐτὰ ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ. Τίνος οὖν ἕνεκεν ἡµῖν καὶ προεῖπε ταῦτα, οὐ µέλλων αὐτὰ ἐνταῦθα διδόναι; Ἵνα τῇ ἐπαγγελίᾳ τὰς ψυχὰς ἀνακτήσηται, ἵνα τῇ ὑποσχέσει ῥώσῃ τὴν προθυµίαν, ἵνα ἀλείψῃ καὶ διεγείρῃ τὴν ἡµετέραν διάνοιαν.∆ ιὰ δὴ τοῦτο πάντα ταῦτα γεγένηται.
5.4
Μὴ τοίνυν θορυβώµεθα µηδεὶς ὁρῶν πονηροὺς εὐπραγοῦντας θορυβείσθω. Οὐκ ἔστιν ἐνταῦθα ἡ ἀνταπόδοσις, οὔτε τῆς πονηρίας οὔτε τῆς ἀρετῆς· εἰ δέ που γίνεται καὶ τῆς πονηρίας καὶ τῆς ἀρετῆς, ἀλλ' οὐχὶ κατ' ἀξίαν, ἀλλ' ἁπλῶς, ὡσανεὶ γεῦµα τῆς κρίσεως, ἵνα οἱ τῇ ἀναστάσει διαπιστοῦντες, κἂνἐν τούτοις ἐνταῦθα σωφρονίζωνται. Ὅταν οὖν ἴδωµεν πονηρὸν πλουτοῦντα, µὴ καταπίπτωµεν· ὅταν ἴδωµεν ἀγαθὸν κακῶς πάσχοντα, µὴ θορυβώµεθα· ἐκεῖ γὰρ οἱ στέφανοι, ἐκεῖ καὶ αἱ κολάσεις. Καὶ ἄλλως δὲ οὐκ ἔστιν οὔτε τὸν κακὸν, πάντῃ εἶναι κακὸν ἀλλ' ἔστι τινὰ ἔχειν αὐτὸν καὶ ἀγαθά· οὔτε τὸν ἀγαθὸν πάντῃ εἶναι ἀγαθὸν, ἀλλ' ἔχειν τινὰ καὶ ἁµαρτήµατα. Ὅταν οὖν εὐπραγῇ ὁ πονηρὸς, ἴσθι ὅτι ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς· ἵνα γὰρ ἐκείνων τῶν ὀλίγων ἀγαθῶν τὴν ἀντίδοσιν ἐνταῦθα λαβὼν, ἐκεῖ λοιπὸν τέλεον κολάζηται, τούτου χάριν ἐνταῦθα ἀπολαµβάνει. Καὶ µακάριος ἐκεῖνος µάλιστά ἐστιν ὁ ἐνταῦθα κολαζόµενος, ἵνα πάντα ἀποθέµενος τὰ ἁµαρτήµατα, εὐδόκιµος καὶ καθαρὸς ἀπίῃ, καὶ ἀνεύθυνος. Καὶ τοῦτο διδάσκων ἡµᾶς ὁ Παῦλος, φησί·∆ ιὰ τοῦτο ἐν ὑµῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιµῶνται ἱκανοί· καὶ πάλιν, Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦµα σωθῇ ἐν τῇ ἡµέρᾳ ἐκείνῃ. Καὶ ὁ προφήτης φησὶν, ὅτι Ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁµαρτήµατα· καὶ πάλιν ὁ∆ αυῒδ, Ἴδε τοὺς ἐχθρούς µου, ὅτι ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς µου, καὶ µῖσος ἄδικον ἐµίσησάν µε, καὶ ἄφες πάσας τὰςἁµαρτίας µου· καὶ πάλιν ἕτερος, Κύριε ὁ Θεὸς ἡµῶν, εἰρήνην δὸς ἡµῖν· πάντα γὰρ ἀπέδωκας ἡµῖν. Ἀλλὰ ταῦτα µὲν δεικνύντος ἐστὶ τοὺς καλοὺς τὰς ὑπὲρ τῶν ἁµαρτηµάτων δίκας ἐνταῦθα ἀπολαµβάνοντας· ποῦ δὲ τὰ ἀγαθὰ οἱ πονηροὶ ἀπολαµβάνοντες ἐνταῦθα, ἐκεῖ τέλεον κολάζονται; Ἄκουε τοῦ Ἀβραὰµ λέγοντος πρὸς τὸν πλούσιον· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁµοίως τὰ κακά.[ Ποῖα ἀγαθά;] Ἐνταῦθα γὰρ τὸ, Ἀπέλαβες, ἀλλὰ µὴ, ἔλαβες, εἰπὼν, δείκνυσι κατὰ ὀφειλὴν ἑκατέρους παθόντας, καὶ τὸν µὲν ἐν εὐπραγίᾳ, τὸν δὲἐν δυσπραγίᾳ γενόµενον· καί φησι, διὰ τοῦτο Οὗτος ἐνταῦθα παρακαλεῖται· ὁρᾷς γὰρ αὐτὸν καθαρὸν ἁµαρτηµάτων· καὶ σὺ ὀδυνᾶσαι. Μὴ τοίνυν ἀλύωµεν, ὅταν εὐπαθοῦντας ὁρῶµεν ἐνταῦθα τοὺς ἁµαρτωλοὺς, ἀλλ' ὅταν κακῶς πάσχωµεν αὐτοὶ, χαίρωµεν· ἁµαρτιῶν γάρ ἐστι τὸ πρᾶγµα ἔκτισις· µὴ ζητῶµεν ἄνεσιν· θλῖψιν γὰρ ἐπηγγείλατο τοῖς αὑτοῦ µαθηταῖς ὁ Χριστός· καί φησιν ὁ Παῦλος· Πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. Οὐδεὶς γενναῖος ἀθλητὴς ἐν τῷ σκάµµατι λουτρὰ ἐπιζητεῖ, καὶ τράπεζαν πλήθουσαν σιτίοις καὶ οἴνῳ· τοῦτο οὐκ ἔστιν ἀθλητοῦ, ἀλλὰ βλακός· ὁ γὰρ ἀθλητὴς µάχεται κόνει, ἐλαίῳ, ἀκτῖνος θερµότητι, ἱδρῶτι πολλῷ, θλίψει, καὶ στενοχωρίᾳ ἀγῶνος. Οὗτός ἐστι καὶ τοῦ πυκτεύειν ὁ καιρός· οὐκοῦν καὶ τοῦ τραύµατα λαµβάνειν καὶ αἱµάττεσθαι καὶ ἀλγεῖν. Ἄκουσον τί φησιν ὁ µακάριος Παῦλος· Οὕτω πυκτεύω ὡς οὐκ ἀέρα δέρων. Πάντα τὸν βίον ἐναγώνιον εἶναι νοµίσωµεν, καὶ οὐδέποτε ἀνάπαυσιν ζητήσοµεν, οὐδέποτε θλιβόµενοι ξενοπαθήσοµεν· εἴπερ µηδὲ πύκτης, ὅτε ἐν ἀγῶνί ἐστι, ξενοπαθεῖ. Ἕτερός ἐστιν ὁ τῆς ἀνέσεως καιρός· διὰ θλίψεως ἡµᾶς τελειωθῆναι δεῖ. Εἰ καὶ µὴ διωγµός ἐστι µηδὲ θλῖψις, ἀλλ' εἰσὶν ἕτεραι θλίψεις, αἱ καθ' ἑκάστην ἡµέραν ἡµῖν συµπίπτουσαι· εἰ δὲ ταύτας οὐ φέροµεν, σχολῇ γε ἐκείνας ἐνέγκοιµεν ἄν. Πειρασµὸς ὑµᾶς οὐκ εἴληφε, φησὶν, εἰ µὴ ἀνθρώπινος. Εὐχώµεθα µὲν οὖν τῷ Θεῷ µὴ εἰσελθεῖν εἰς πειρασµόν· εἰσελθόντες δὲ, φέρωµεν γενναίως. Ἐκεῖνο µὲν γὰρ σωφρόνων ἀνδρῶν, τὸ µὴ κινδύνοις ἐπιῤῥίπτειν ἑαυτούς· τοῦτο δὲ γενναίων καὶ φιλοσόφων, τὸ ἵστασθαι ἐµπεσόντας. Μήτε οὖν ἐπιῤῥίπτωµεν ἑαυτοὺς ἁπλῶς· θρασύτητος γάρ· µήτε ἀγόµενοι, καὶ τῶν πραγµάτων καλούντων, ἐνδιδῶµεν· δειλίας γάρ· ἀλλ' ἐὰν µὲν τὸ κήρυγµα καλῇ, µὴ παραιτώµεθα· ἁπλῶς δὲ, αἰτίας µὴ οὔσης, µήτε χρείας, µήτε ἀνάγκης τῆς κατὰ θεοσέβειαν καλούσης, µὴ ἐπιτρέχωµεν· ἐπίδειξις γάρ ἐστι τὸ πρᾶγµα, καὶ φιλοτιµία περιττή. Ἐὰν δέ τι τῶν τὴν εὐσέβειαν παραβλαπτόντων γίνηται, κἂν µυρίους ὑποστῆναι δέῃ θανάτους, µηδὲν παραιτώµεθα. Μὴ προσκαλοῦ τοὺς πειρασµοὺς, ὅταν σοι τὰ κατὰ τὴν εὐσέβειαν προχωρῇ ὡς ποθεῖς· τί περιττοὺς ἐπισπᾶσαι κινδύνους οὐδὲν κέρδος ἔχοντας;
5.5
Ταῦτα λέγω βουλόµενος ὑµᾶς φυλάττειν τοὺς νόµους τοῦ Χριστοῦ κελεύοντος εὔχεσθαι µὴ εἰσελθεῖν εἰς πειρασµὸν, καὶ κελεύοντος πάλιν τὸνσταυρὸν λαβόντας ἀκολουθεῖν αὐτῷ. Ταῦτα µὲν γὰρ οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα συνᾴδοντα. Σὺ µὲν οὖν οὕτω παρεσκεύασο ὡς στρατιώτης γενναῖος, ἐν τοῖς ὅπλοις ἔσο διηνεκῶς, νήφων, ἐγρηγορὼς, ἀεὶ τὸν πολέµιον προσδοκῶν· πολέµους µέντοι µὴ τίκτε· τοῦτο γὰρ οὐκ ἔστι στρατιώτου, ἀλλὰ στασιαστοῦ. Ἐὰν δὲ ἡ τῆς εὐσεβείας σάλπιγξ καλῇ, εὐθέως ἔξιθι, καὶ καταφρόνησον τῆς ψυχῆς, καὶ ἔµβηθι µετὰ πολλῆς τῆς προθυµίας εἰς τοὺς ἀγῶνας, ῥῆξοντὴν φάλαγγα τῶν ἐναντίων, σύγκοψον τὸ πρόσωπον τοῦ διαβόλου, στῆσον τὸ τρόπαιον· ἐὰν δὲ µηδὲν ἡ εὐσέβεια παραβλάπτηται, µηδὲ πορθῇ τις τὰ ἡµέτερα δόγµατα, τὰ κατὰ τὴν ψυχὴν λέγω, µηδὲ ἀναγκάζῃ τι ποιεῖν τῶν µὴ δοκούντων τῷΘεῷ, µὴ περιττὸς ἔσο. Αἱµάτων δεῖ γέµειν τὸν τοῦ Χριστιανοῦ βίον, αἱµάτων, οὐκ ἐν τῷ τὰ ἀλλότρια ἐκχεῖν, ἀλλ' ἐν τῷ ἕτοιµον εἶναι τὸ ἑαυτοῦ ἐκχεῖν. Μετὰ τοσαύτης τοίνυν προθυµίας τὸ ἴδιον αἷµα ἐκχέωµεν, ὅταν ὑπὲρ τοῦ Χριστοῦ τοῦτο ᾖ, µεθ' ὅσης ἂν ὕδωρ τις ἐκχέοι( καὶ γὰρ ὕδωρ ἐστὶ τὸ αἷµαπεριῤῥέον τὸ σῶµα)· καὶ µετὰ τοσαύτης εὐκολίας τὴν σάρκα ἀποδυώµεθα, µεθ' ὅσης ἂν καὶ τὸ ἱµάτιον. Τοῦτο δὲ ἔσται, ἐὰν µὴ χρήµασιν ὦµεν προσδεδεµένοι, ἂν µὴ οἰκίαις, ἂν µὴ προσπαθείᾳ τῶν παρόντων ὦµεν ἀπηρτηµένοι. Εἰ γὰρ οἱ τὸν στρατιωτικὸν τοῦτον βίον ζῶντες πᾶσιν ἀποτάσσονται, καὶ ἔνθα ἂν ὁ πόλεµος καλῇ, ἐκεῖ παραγίνονται καὶ ὁδοιποροῦσι, καὶ πάνταµετὰ προθυµίας ὑποµένουσι· πολλῷ µᾶλλον ἡµᾶς τοὺς τοῦ Χριστοῦ στρατιώτας οὕτω παρασκευάζεσθαι χρὴ, καὶ παρατάττεσθαι πρὸς τὸν πόλεµον τῶν παθῶν. Οὐκ ἔστι διωγµὸς νῦν, µηδὲ γένοιτο γενέσθαι ποτέ· ἀλλ' ἕτερος πόλεµός ἐστιν, ὁ τῆς τῶν χρηµάτων ἐπιθυµίας, ὁ τῆς βασκανίας, ὁ τῶν ἄλλων παθῶν. Τοῦτον τὸν πόλεµον διηγούµενος ὁ Παῦλός φησιν· Οὐκ ἔστιν ἡµῖν ἡ πάλη πρὸς αἷµα καὶ σάρκα. Ἀεὶ οὗτος ὁ πόλεµος ἐνέστηκε.∆ ιὰ τοῦτο ἀεὶ ὡπλισµένους ἡµᾶς ἑστάναι βούλεται. Στῆτε οὖν, φησὶ, περιζωσάµενοι· ὅπερ καὶ αὐτὸ ἐνεστῶτός ἐστι καιροῦ· καὶ ἐνέφηνεν, ὅτι ἀεὶ δεῖ ὁπλίζεσθαι. Πολὺς γὰρ ὁ πόλεµος διὰ γλώσσης, πολὺς δι' ὀφθαλµῶν· τοῦτον τοίνυν κατέχωµεν· πολὺς ὁ τῶν ἐπιθυµιῶν.∆ ιὰ τοῦτο ἐκεῖθεν ἄρχεται καθοπλίζειν τὸν στρατιώτην τοῦ Χριστοῦ. Στῆτε γὰρ, φησὶ, περιζωσάµενοι τὴν ὀσφὺν ὑµῶν· καὶ ἐπήγαγεν, Ἐν ἀληθείᾳ.∆ ιὰ τί, Ἐν ἀληθείᾳ; Ἐµπαιγµὸς γάρ ἐστι καὶ ψεῦδος ἡ ἐπιθυµία, ὥς που καὶ ὁ∆ αυῒδ ἔφη· Αἱ ψύαι µου ἐπλήσθησαν ἐµπαιγµάτων. Οὐκ ἔστιν ἡδονὴ τὸ πρᾶγµα, ἀλλὰ σκιὰ ἡδονῆς.∆ ιὰ τοῦτο, Περιζωσάµενοι, φησὶ, τὴν ὀσφὺν ὑµῶν ἐν ἀληθείᾳ· τουτέστιν, τῇ ἀληθινῇ ἡδονῇ, τῇ σωφροσύνῃ, τῇ κοσµιότητι.∆ ιὰ ταῦτα δὲ παραινεῖ, εἰδὼς τῆς ἁµαρτίας τὴν ἀτοπίαν, καὶ βουλόµενος ἡµῶν τὰ µέλη πάντα περιπεφράχθαι. Θυµὸς γὰρ, φησὶν, ἄδικος οὐκ ἀθωωθήσεται· καὶ θώρακα ἡµᾶς περικεῖσθαι βούλεται καὶ ἀσπίδα. Θηρίον γάρ ἐστιν εὐκόλως ἐπιπηδῶν ὁ θυµὸς, καὶ µυρίων θριγκίων καὶ διαφραγµάτων ἡµῖν δεῖ πρὸς τὸ περιγενέσθαι καὶ κατασχεῖν. Καὶ διὰ τοῦτο µάλιστα ἡµῖν τοῦτο τὸ µέρος, ὥσπερ ἔκ τινων λίθων, τῶν ὀστέων ᾠκοδόµησεν ὁ Θεὸς, ἔρεισµα αὐτῷ περιθεὶς ταῦτα, ὥστε µὴ διαῤῥῆξάνποτε, µηδὲ διατεµὸν εὐκόλως τὸ πᾶν λυµήνασθαι ζῶον. Πῦρ γάρ ἐστι, φησὶ, καὶ ζάλη µεγάλη, καὶ οὐκ ἂν ἕτερον µέλος ταύτην τὴν βίαν ἀνάσχοιτο. Λέγουσι δὲ καὶ ἰατρῶν παῖδες τούτου χάριν ὑπεστορῆσθαι τὸν πλεύµονα τῇ καρδίᾳ, ὥστε εἰς ἁπαλὸν αὐτὴν οὖσαν καθάπερ εἴς τινασπόγγον ἐναλλοµένην, διαναπαύεσθαι τὴν καρδίαν, ἀλλὰ µὴ εἰς τὸ ἀντίτυπον καὶ σκληρὸν τὸ στέρνον, καταβλάπτεσθαι τῇ πυκνότητι τῶν ἁλµάτων· δεῖ τοίνυν ἡµῖν θώρακος ἰσχυροῦ, ὥστε διαπαντὸς ἐν ἡσυχίᾳ τοῦτο τὸ θηρίον διατηρεῖν· δεῖ δὲ ἡµῖν καὶ περικεφαλαίας. Ἐπειδὴ γὰρ ἐκεῖ τὸ λογιστικὸν τυγχάνει, καὶ ἀπὸ τούτου ἢ σωθῆναι δυνατὸν, ἐὰν τὰ δέοντα γίγνωνται, ἢ ἀπολέσθαι ἔνι, εἰ τὰ µὴ δέοντα· διὰ τοῦτό φησι· Καὶ τὴν περικεφαλαίαν σωτηρίου. Ὁ γὰρ ἐγκέφαλος φύσει µέν ἐστιν ἁπαλός· διὸ καὶ αὐτὸς καθάπερ τινὶ ὀστράκῳ, τῷ βρέγµατι καλύπτεται ἄνωθεν. Πάντων δὲ ἡµῖν αἴτιος γίνεται τῶν ἀγαθῶν καὶ τῶν κακῶν, εἴτε τὰ δέοντα γνοὺς, εἴτε τὰ µὴ τοιαῦτα. Καὶ οἱ πόδες δὲ καὶ αἱ χεῖρες ὅπλων ἡµῖν δέονται· οὐχ αὗται αἱ χεῖρες οὐδὲ οὗτοι οἱ πόδες, ἀλλὰ πάλιν οἱ τῆς ψυχῆς· αἱ µὲν µελετῶσαι τὰ δέοντα, οἱ δὲ ἵνα πορεύωνται, ἔνθα χρή. Καθοπλίσωµεν τοίνυν ἑαυτοὺς οὕτω, καὶ δυνησόµεθα περιγενέσθαι τῶν πολεµίων, καὶ τὸν στέφανον τῆς νίκης ἀναδήσασθαι, ἐν Χριστῷ Ἰησοῦ τῷΚυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.