Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
6.0
∆ ιὸ, καθὼς λέγει τὸ Πνεῦµα τὸ ἅγιον, Σήµερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, µὴ σκληρύ νητε τὰς καρδίας ὑµῶν, ὡς ἐν τῷ παραπι κρασµῷ, κατὰτὴν ἡµέραν τοῦ πειρασµοῦ ἐν τῇ ἐρήµῳ· οὗ ἐπείρασάν µε οἱ πατέρες ὑµῶν, ἐδοκίµασάν µε, καὶ εἶδον τὰ ἔργα µου τεσσα ράκοντα ἔτη.∆ ιὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς µου. Ὡς ὤµοσα ἐν τῇ ὀργῇ µου, Εἰ εἰσελεύσονται εἰς τὴν κατά παυσίν µου.
6.1
∆ ιαλεχθεὶς περὶ ἐλπίδος ὁ Παῦλος, καὶ εἰπὼν, ὅτι Οἶκος αὐτοῦ ἐσµεν, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχηµα τῆς ἐλπίδος µέχρι τέλους βεβαίαν κατάσχωµεν· δείκνυσι λοιπὸν ὅτι βεβαίως χρὴ προσδοκᾷν, καὶ τοῦτο πιστοῦται ἀπὸ τῶν Γραφῶν. Προσέχετε δέ· δυσκολώτερον γάρ πως αὐτὸ ἔφρασε, καὶ δυσκαταληπτότερον.∆ ιὸ χρὴ τὰ παρ' ἡµῶν πρότερον εἰπόντας, καὶ συντόµως τὴν πᾶσαν ὑµᾶς ὑπόθεσιν διδάξαντας, οὕτως ἐπαφεῖναι τὸν λόγον τοῖς γεγραµµένοις· οὐκέτι γὰρ ἡµῶν δεηθήσεσθε, ἐὰν τὸν σκοπὸν µάθητε τὸν ἀποστολικόν. Περὶ ἐλπίδος ἦν αὐτῷ ὁ λόγος, καὶ ὅτι χρὴ ἐλπίζειν τὰ µέλλοντα, καὶ ὅτι ἔσται πάντως τοῖς ἐνταῦθα πονήσασι µισθός τις καὶ καρπὸς καὶ ἀνάπαυσις· τοῦτο οὖν ἀπὸ τοῦ Προφήτου δείκνυσι· καὶ τί φησι;∆ ιὸ, καθὼς λέγει τὸ Πνεῦµα τὸ ἅγιον· Σήµερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, µὴ σκληρύνητε τὰς καρδίας ὑµῶν, ὡς ἐν τῷ παραπικρασµῷ, κατὰ τὴν ἡµέραν τοῦ πειρασµοῦ ἐν τῇ ἐρήµῳ· οὗ ἐπείρασάν µε οἱ πατέρες ὑµῶν, ἐδοκίµασάν µε, καὶ εἶδον τὰ ἔργα µου τεσσαράκοντα ἔτη.∆ ιὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς µου. Ὡς ὤµοσα ἐν τῇ ὀργῇ µου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν µου. Τρεῖς φησι καταπαύσεις εἶναι· µίαν τὴν τοῦ σαββάτου, ἐν ᾗ ὁ Θεὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ· δευτέραν τὴν τῆς Παλαιστίνης, εἰς ἣν εἰσελθόντες οἱ Ἰουδαῖοι ἔµελλον ἀναπαύσεσθαι ἀπὸ τῆς ταλαιπωρίας τῆς πολλῆς καὶ τῶν πόνων· τρίτην τὴν καὶ ὄντως ἀνάπαυσιν, τὴν βασιλείαν τῶν οὐρανῶν, ἧς οἱ τυχόντες ἀναπαύονται ἀληθῶς τῶν κόπων καὶ τῶν µόχθων. Τῶν τριῶν τοίνυν ἐνταῦθα µέµνηται. Καὶ τίνος ἕνεκεν περὶ τῆς µιᾶς διαλεγόµενος, τῶν τριῶν ἐµνηµόνευσεν; Ἵνα δείξῃ τὸν Προφήτην περὶ ταύτης λέγοντα. Περὶ µὲν γὰρ τῆς πρώτης οὐκ εἶπε, φησί· πῶς γὰρ, τῆς πάλαι γεγενηµένης; Ἀλλ' οὐδὲ περὶ τῆς δευτέρας τῆς ἐν Παλαιστίνῃ· πῶς γὰρ, καὶ αὐτῆς τέλος ἤδη λαβούσης; Λείπεται δὴ περὶ τῆς τρίτης αὐτὸν λέγειν λοιπόν. Ἀναγκαῖον δὲ καὶ τὴν ἱστορίαν ἀναπτύξαι, ὥστε σαφέστερον ποιῆσαι τὸν λόγον. Ἐπειδὴ γὰρ ἀπὸ τῆς Αἰγύπτου ἐξελθόντες, καὶ πολλὴν ὁδὸν διανύσαντες, καὶ µυρία τῆς τοῦ Θεοῦ δυνάµεως λαβόντες τεκµήρια, ἔν τε τῇ Αἰγύπτῳ, ἔν τετῇ Ἐρυθρᾷ θαλάττῃ, ἔν τε τῇ ἐρήµῳ, ἐβουλεύσαντο πέµψαι κατασκόπους τοὺς διασκεψοµένους τὴν φύσιν τῆς γῆς· οἱ δὲ ἀπελθόντες ἐπανῆλθον, τὴν µὲν χώραν θαυµάζοντες, καὶ γενναίων καρπῶν εὔφορον εἶναι λέγοντες, ἀνθρώπων µέντοι ἀκαταµαχήτων εἶναι χώρανκαὶ ἰσχυρῶν· οἱ δὲ ἀγνώµονες Ἰουδαῖοι καὶ ἀναίσθητοι, δέον αὐτοὺς τῶν προτέρων τοῦ Θεοῦ εὐεργεσιῶν ἀναµνησθῆναι, καὶ πῶς αὐτοὺς εἰς µέσονἀπειληµµένους στρατοπέδων τοσούτων Αἰγυπτιακῶν οὐ µόνον ἐξήρπασε τῶν κινδύνων, ἀλλὰ καὶ τῶν λαφύρων αὐτῶν ἐποίησε κυρίους, καὶ πῶς πάλιν ἐν τῇἐρήµῳ πέτραν ἔῤῥηξε, καὶ τῶν ὑδάτων τὴν ἀφθονίαν ἐχαρίσατο, καὶ τὸ µάννα παρέσχε, καὶ ταῦτα ἀναµνησθέντας καὶ τὰ ἄλλα θαύµατα ἅπερ εἰργάσατο, πιστεῦσαι τῷ Θεῷ· τούτων µὲν οὐδὲν ἐνενόησαν, ἅτε δὲ ὡς µηδενὸς γενοµένου, οὕτω καταπλαγέντες, πάλιν εἰς Αἴγυπτον ὑποστρέφειν ἐβούλοντο, λέγοντες, ἐξήγαγεν ἡµᾶςὧδε ὁ Θεὸς, ὥστε ἀνελεῖν ἡµᾶς µετὰ παίδων καὶ γυναικῶν. Ὁ τοίνυν Θεὸς ὀργιζόµενος, ὅτι οὕτω ταχέως ἐξέβαλον τὴν τῶν γεγενηµένων µνήµην, ὤµοσε µὴ εἰσελθεῖν τὴν γενεὰν ἐκείνην τὴν ταῦτα εἰρηκυῖαν εἰςτὴν κατάπαυσιν· καὶ πάντες ἀπώλοντο ἐν τῇ ἐρήµῳ. Ἐπεὶ οὖν ὁ∆ αυῒδ ὕστερον µετὰ τὴν γενεὰν τὴν ἐκείνων διελέγετο· Σήµερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, φησὶ, µὴ σκληρύνητε τὰς καρδίας ὑµῶν, ὡς ἐν τῷ παραπικρασµῷ· διὰ τί; ἵνα µὴ τὰ αὐτὰ πάθητε, ἅπερ οἱ πρόγονοι οἱ ὑµέτεροι, καὶ ἀποστερηθῆτε τῆς καταπαύσεως· δηλονότι ὡς οὔσης τινὸς καταπαύσεως ταῦτα ἔλεγεν. Ἐπεὶ εἰ ἀπειληφότες ἦσαν τὴν κατάπαυσιν, φησὶ, τίνος ἕνεκεν αὐτοῖς πάλιν λέγει τὸ, Σήµερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, µὴ σκληρύνητε τὰςκαρδίας ὑµῶν, ὡς ἐν τῷ παραπικρασµῷ; Τίς οὖν ἐστιν ἄλλη κατάπαυσις, ἀλλ' ἣ ἡ βασιλεία τῶν οὐρανῶν ἧς εἰκὼν καὶ τύπος ἐστὶ τὸ Σάββατον; Εἶτα θεὶς τὴν µαρτυρίαν πᾶσαν( αὕτη δέ ἐστι, Σήµερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, µὴ σκληρύνητε τὰς καρδίας ὑµῶν, ὡς ἐν τῷ παραπικρασµῷ, κατὰτὴν ἡµέραν τοῦ πειρασµοῦ ἐν τῇ ἐρήµῳ· οὗ ἐπείρασάν µε οἱ πατέρες ὑµῶν, ἐδοκίµασάν µε, καὶ εἶδον τὰ ἔργα µου τεσσαράκοντα ἔτη.∆ ιὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς µου· ὡς ὤµοσα ἐν τῇ ὀργῇ µου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν µου), τότε ἐπάγει· Βλέπετε, ἀδελφοὶ, µή ποτε ἔσται ἔν τινι ὑµῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος. Ἀπὸ γὰρ τῆς σκληρότητος ἡ ἀπιστία γίνεται· καὶ καθάπερ τὰ πεπωρωµένα τῶν σωµάτων καὶ σκληρὰ οὐκ εἴκει ταῖς τῶν ἰατρῶν χερσίν· οὕτω καὶ αἱ ψυχαὶ αἱ σκληρυνθεῖσαι οὐκ εἴκουσι τῷ λόγῳ τοῦ Θεοῦ· εἰκὸς γάρ τινας καὶ ἀπιστεῖν λοιπὸν, ὡς οὐκ ὄντων ἀληθῶν τῶν γεγενηµένων.∆ ιὰ τοῦτό φησι· Βλέπετε µή ποτε ἔσται ἔν τινι ὑµῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος. Ἐπειδὴ γὰρ ὁ τῶν µελλόντων λόγος οὐκ ἔστιν οὕτω πιθανὸς, ὡς ὁ τῶν παρελθόντων, ἀναµιµνήσκει αὐτοὺς ἱστορίας, ἐν ᾗ πίστεως ἐδεήθησαν. Εἰ γὰρ οἱ πατέρες ὑµῶν, φησὶν, ἐπειδὴ οὐκ ἤλπισαν ὥσπερ ἐχρῆν ἐλπίσαι, ταῦτα ἔπαθον· πολλῷ µᾶλλον ὑµεῖς· καὶ γὰρ πρὸς αὐτοὺς οὗτός ἐστιν ὁ λόγος. Τὸ γὰρ, Σήµερον, φησὶν, ἀεί ἐστιν, ἕως ἂν συνεστήκῃ ὁ κόσµος. Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ' ἑκάστην ἡµέραν, ἄχρις οὗ τὸ σήµερον καλεῖται. Τουτέστιν, οἰκοδοµεῖτε ἀλλήλους, ἀνορθώσατε ἑαυτοὺς, ἵνα µὴ τὰ αὐτὰ γένηται. Ἵνα µὴ σκληρυνθῇ τις ἐξ ὑµῶν ἀπάτῃ τῆς ἁµαρτίας.
6.2
Ὁρᾷς ὅτι τὴν ἀπιστίαν ἡ ἁµαρτία ποιεῖ; Ὥσπερ γὰρ ἡ ἀπιστία βίον τίκτει πονηρὸν, οὕτω καὶ ἡ ψυχὴ, ὅταν εἰς βάθος ἔλθῃ κακῶν, καταφρονεῖ· καταφρονήσασα δὲ, οὐδὲ πιστεύειν ἀνέχεται, ὥστε ἀπαλλάξαι φόβου ἑαυτήν. Εἶπον γὰρ, φησὶν, οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ· καὶ πάλιν, Τὰ χείλη ἡµῶν παρ' ἡµῖν ἐστι· τίς ἡµῶν Κύριός ἐστι; καὶ πάλιν, Ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; καὶ πάλιν, Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.∆ ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύµασι. Καὶ πάλιν, Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλµῶν αὐτοῦ· καὶ πάλιν, ὅτι Ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνοµίαν αὐτοῦ, καὶ µισῆσαι. Καὶ ὁ Χριστὸς δὲ αὐτὸ τοῦτο δηλοῖ, λέγων· Πᾶς ὁ φαῦλα πράσσων, µισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Εἶτα ἐπάγει· Μέτοχοι γὰρ γεγόναµεν τοῦ Χριστοῦ. Τί ἐστι, Μέτοχοι γεγόναµεν τοῦ Χριστοῦ; Μετέχοµεν αὐτοῦ, φησίν· ἓν ἐγενόµεθα ἡµεῖς καὶ αὐτός· εἴπερ αὐτὸς µὲν κεφαλὴ, σῶµα δὲ ἡµεῖς, συγκληρονόµοι καὶ σύσσωµοι. Ἓν σῶµά ἐσµεν, ἐκ τῆς σαρκὸς αὐτοῦ, φησὶ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως µέχρι τέλους βεβαίαν κατάσχωµεν. Τί ἐστιν, Ἀρχὴ τῆς ὑποστάσεως; Τὴν πίστιν λέγει, δι' ἧς ὑπέστηµεν καὶ γεγενήµεθα καὶ συνουσιώθηµεν, ὡς ἄν τις εἴποι. Εἶτα ἐπάγει, Ἐν τῷ λέγεσθαι, Σήµερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, µὴ σκληρύνητε τὰς καρδίας ὑµῶν, ὥσπερ ἐν τῷ παραπικρασµῷ. Καθ' ὑπερβατόν ἐστι τοῦτο· τὸ ἀκόλουθον δὲ οὕτως ἔχει· Φοβηθῶµεν οὖν, µήποτε καταλειποµένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑµῶν ὑστερηκέναι. Καὶ γάρ ἐσµεν εὐηγγελισµένοι, ὥσπερ κἀκεῖνοι, ἐν τῷ λέγεσθαι, Σήµερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. Τὸ γὰρ Σήµερον ἀεί ἐστιν. Εἶτα ἐπάγει· Ἀλλ' οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, µὴ συγκεκραµένης τῇ πίστει τοῖς ἀκούσασι· δεικνὺς πῶς ὁ λόγος οὐκ ὠφέλησεν· ἐκ γὰρ τοῦ µὴ συγκραθῆναι, οὐκ ὠφελήθησαν. Εἶτα βουλόµενος αὐτοὺς φοβῆσαι, δείκνυσιν αὐτὸ τοῦτο δι' ὧν φησι· Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως. Τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁµαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήµῳ; τίσι δὲ ὤµοσε µὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὑτοῦ, εἰ µὴ τοῖς ἀπειθήσασι; Καὶ βλέποµεν, ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι' ἀπιστίαν. Εἰπὼν πάλιν τὴν µαρτυρίαν, καὶ τὴν ἐρώτησιν ἐπάγει, ποιῶν τὸν λόγον σαφῆ. Εἶπε γὰρ, φησὶ, Σήµερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, µὴ σκληρύνητε τὰς καρδίας ὑµῶν, ὡς ἐν τῷ παραπικρασµῷ. Τίνων µέµνηται, φησὶ, σκληρυνθέντων, τίνων δὲ ἀπειθησάντων; οὐχὶ τῶν Ἰουδαίων; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἤκουσαν κἀκεῖνοι, φησὶν, ὥσπερ ἡµεῖς ἀκούοµεν, ἀλλ' οὐδὲν ὄφελος αὐτοῖς γέγονε. Μὴ τοίνυν νοµίσητε ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγµατος ὠφεληθήσεσθε· ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ' οὐδὲν ἀπώναντο, ἐπειδὴ µὴ ἐπίστευσαν. Οἱ οὖν περὶ Χάλεβ καὶ Ἰησοῦν, ἐπειδὴ µὴ συνεκράθησαν τοῖς ἀπιστήσασι, τουτέστιν, οὐ συνεφώνησαν, διέφυγον τὴν κατ' ἐκείνων ἐξενεχθεῖσαν τιµωρίαν. Καὶ ὅρα τι θαυµαστόν· οὐκ εἶπεν, οὐ συνεφώνησαν, ἀλλ', Οὐ συνεκράθησαν· τουτέστιν, ἀστασιάστως διέστησαν, ἐκείνων πάντων µίαν καὶ τὴν αὐτὴν γνώµην ἐσχηκότων. Ἐνταῦθά µοι δοκεῖ καὶ στάσιν αἰνίττεσθαι. Εἰσερχόµεθα γὰρ, φησὶν, εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες. Εἶτα τοῦτο βεβαιῶν ἐπήγαγε· Καθὼς εἴρηκεν, ὡς ὤµοσα ἐν τῇ ὀργῇ µου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν µου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσµου γενηθέντων. Ἐπειδὴ εἰκὸς ἦν εἰπεῖν τινα, καὶ µὴν τοῦτο οὐ τοῦ ἡµᾶς εἰσελεύσεσθαι δηλωτικόν ἐστιν, ἀλλὰ τοῦ ἐκείνους µὴ εἰσεληλυθέναι· τί ποιεῖ; Σπουδάζει δεῖξαι τέως, ὅτι ὥσπερ ἡ κατάπαυσις ἐκείνη οὑ κωλύει ἑτέραν κατάπαυσιν λέγεσθαι, οὕτως οὐδὲ αὕτη τὴν τῶν οὐρανῶν. Τέως οὖν θέλει δεῖξαι, ὅτι οὐκ ἔτυχον ἐκεῖνοι τῆς καταπαύσεως. Ὅτι γὰρ τοῦτο λέγει, δῆλον ἐξ ὧν ἐπάγει· Εἴρηκε γάρ που περὶ τῆς ἑβδόµης οὕτω· καὶ κατέπαυσεν ὁ Θεὸς τῇ ἡµέρᾳ τῇ ἑβδόµῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ ἐν τούτῳ πάλιν, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν µου. Ὁρᾷς πῶς οὐ κωλύει ἐκείνη ταύτην εἶναι κατάπαυσιν; Ἐπεὶ οὖν ἀπολείπεται, φησὶ, τινὰς εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι' ἀπείθειαν· πάλιν τινὰ ὁρίζει ἡµέραν, σήµερον, ἐν∆ αυῒδ λέγων· Μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται. Τί δέ ἐστιν ὅ φησιν; Ἐπεὶ οὖν ὀφείλουσι, φησὶ, τινὲς εἰσελθεῖν πάντως, ἐκεῖνοι δὲ οὐκ εἰσῆλθον, πάλιν ὁρίζει τρίτην ἄλλην κατάπαυσιν. Ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινας εἰσελθεῖν, ἀκούσωµεν πόθεν τοῦτο κατασκευάζει. Ὅτι µετὰ τοσαῦτα ἔτη, φησὶ, λέγει πάλιν∆ αυΐδ· Σήµερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, µὴ σκληρύνητε τὰς καρδίας ὑµῶν, ὡς ἐν τῷ παραπικρασµῷ· εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει µετὰ ταῦτα ἡµέρας.∆ ῆλον οὖν ὅτι ὡς µελλόντων τινῶν τεύξεσθαί τινος ἀµοιβῆς, ταῦτά φησιν. Ἄρα ἀπολείπεται σαββατισµὸς τῷ λαῷ τοῦ Θεοῦ. Πόθεν, Ἐκ τοῦ παραγγέλλειν, Μὴ σκληρύνητε τὰς καρδίας ὑµῶν. Οὐ γὰρ ἂν, εἰ µὴ ἦν σαββατισµὸς, ταῦτα παρηγγέλλοντο, οὐδὲ ἐκελεύοντο µὴ τὰ αὐτὰ ποιεῖν, ἵνα µὴ τὰ αὐτὰ πάθωσιν, εἰ µὴ ἔµελλον τὰ αὐτὰ πείσεσθαι. Πῶς δὲ ἔµελλον τὰ αὐτὰ πείσεσθαι οἱ τὴν Παλαιστίνην ἔχοντες, εἰ µὴ ἑτέρα τις ἦν κατάπαυσις;
6.3
Καὶ καλῶς συνεπέρανε τὸν λόγον. Οὐ γὰρ εἶπε, κατάπαυσις, ἀλλὰ, Σαββατισµὸς, τὸ οἰκεῖον ὄνοµα, καὶ ᾧ ἔχαιρον καὶ ἐπέτρεχον, σαββατισµὸν τὴν βασιλείαν καλῶν. Ὥσπερ γὰρ ἐν τῷ Σαββάτῳ πάντων µὲν τῶν πονηρῶν ἀπέχεσθαι κελεύει, ἐκεῖνα δὲ µόνα γίνεσθαι τὰ πρὸς λατρείαν τοῦ Θεοῦ, ἅπερ οἱ ἱερεῖς ἐπετέλουν, καὶ ὅσα ψυχὴν ὠφελεῖ, καὶ µηδὲν ἕτερον· οὕτω καὶ τότε. Ἀλλ' αὐτὸς οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Ὥσπερ ὁ Θεὸς κατέπαυσε, φησὶν, ἀπὸ τῶν ἔργων αὑτοῦ, οὕτως ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ. Ἐπειδὴ γὰρ περὶ ἀναπαύσεως αὐτοῖς ὁ λόγος ἦν, καὶ τοῦτο σφόδρα ἐπεθύµουν ἀκοῦσαι πότε ἔσται· εἰς τοῦτο τὸν λόγον κατέκλεισε. Τὸ δὲ, Σήµερον, εἶπεν, ὥστε µηδέποτε ἀπελπίζειν αὐτούς. Παρακαλεῖτε, φησὶν, ἑαυτοὺς καθ' ἑκάστην ἡµέραν, ἄχρις οὗ τὸ σήµερον καλεῖται. Τουτέστι, κἄν τις ἡµαρτηκὼς ᾖ, ἕως ἂν ᾖ τὸ σήµερον, ἐλπίδας ἔχει. Μηδεὶς τοίνυν ἀπογινωσκέτω, ἕως ἂν ζῇ. Μάλιστα µὲν οὖν, φησὶ, µηδὲ ἔστω καρδία πονηρὰ ἀπιστίας· εἰ δὲ καὶ γένοιτο, µηδεὶς ἀπογινωσκέτω, ἀλλὰ ἀναλαµβανέτω ἑαυτόν· ἕως µὲν γάρ ἐσµεν ἐν τῷδε τῷ κόσµῳ, τὸ σήµερον ἔχει καιρόν. Ἐνταῦθα δὲ οὐ τὴν ἀπιστίαν µόνον λέγει, ἀλλὰ καὶ τοὺς γογγυσµούς. Ὧν τὰ κῶλα, φησὶν, ἔπεσεν ἐν τῇ ἐρήµῳ. Εἶτα, ἵνα µὴ νοµίσῃ τις ὅτι ἁπλῶς τῆς ἀναπαύσεως ἀποστερηθήσεται µόνον, ἐπάγει καὶ κόλασιν εἰπών· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τοµώτερος ὑπὲρ πᾶσαν µάχαιραν δίστοµον, καὶ διικνούµενος ἄχρι µερισµοῦ ψυχῆς καὶ πνεύµατος, ἁρµῶν τεκαὶ µυελῶν, καὶ κριτικὸς ἐνθυµήσεων καὶ ἐννοιῶν καρδίας. Ἐνταῦθα περὶ τῆς γεέννης διαλέγεται, καὶ περὶ τῆς κολάσεως. Εἰς τὰ κρυπτὰ, φησὶ, διικνεῖται τῆς καρδίας τῆς ἡµετέρας, καὶ διατέµνει τὴν ψυχήν. Οὐ κῶλά ἐστι πεσεῖν ἐνταῦθα, οὐδὲ γῆς ἀποστερηθῆναι, καθάπερ ἐκεῖ, ἀλλὰ βασιλείας οὐρανῶν, καὶ γεέννῃ παραδοθῆναι αἰωνίῳ, καὶ κολάσει ἀθανάτῳκαὶ τιµωρίᾳ. Ἀλλὰ παρακαλεῖτε ἑαυτούς. Ὅρα τὸ ἥµερον καὶ προσηνές· οὐκ εἶπεν, ἐπιτιµᾶτε, ἀλλὰ, Παρακαλεῖτε. Οὕτως ἡµᾶς χρὴ τοῖς ἀπὸ θλίψεως στενοχωρουµένοις προσφέρεσθαι. Τοῦτο καὶ Θεσσαλονικεῦσι γράφων φησί· Νουθετεῖτε τοὺς ἀτάκτους. Περὶ δὲ τῶν ὀλιγοψύχων οὐχ οὕτως, ἀλλὰ τί; Παραµυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, µακροθυµεῖτε πρὸς πάντας. Τί ἐστι, Παρακαλεῖτε; Ἀντὶ τοῦ, µὴ ἀπελπίσητε, µὴ ἀπογνῶτε· τὸν γὰρ ἀπὸ θλίψεως στενοχωρούµενον ὁ µὴ παρακαλῶν σκληρότερον ποιεῖ. Ἵνα µὴ σκληρυνθῇ ἐξ ὑµῶν τις, φησὶν, ἀπάτῃ τῆς ἁµαρτίας. Ἢ τὴν ἀπάτην τοῦ διαβόλου φησίν· ἀπάτη γάρ ἐστιν ὄντως τὸ µηδὲν περὶ τῶν µελλόντων προσδοκᾷν, τὸ νοµίζειν ὅτι ἀνεύθυνα ἔσται τὰ ἡµέτερα, καὶ ὅτι τῶν πεπραγµένων ἡµῖν ἐνταῦθαοὐ δώσοµεν δίκην, οὐδὲ ἔσται ἀνάστασις· ἢ ἑτέρως, ἀπάτη ἐστὶν ἡ ἀναλγησία, ἢ ἀπόγνωσις· τὸ γὰρ λέγειν, τί ἐστι λοιπόν; ἅπαξ ἥµαρτον, οὐκ ἔχω ἐλπίδα τοῦ ἀνακτήσασθαι ἐµαυτὸν, ἀπάτη ἐστίν. Εἶτα ἐλπίδας αὐτοῖς ἐντίθησι, λέγων, Μέτοχοι γεγόναµεν τοῦ Χριστοῦ· µονονουχὶ λέγων, ὁ οὕτως ἡµᾶς ἀγαπήσας, ὁ τοσούτων ἡµᾶς καταξιώσας, ὥστε ἑαυτοῦ σῶµα ποιῆσαι, οὐ περιόψεται ἀπολλυµένους. Ἐννοήσωµεν, φησὶ, τίνων κατηξιώθηµεν· ἡµεῖς καὶ ὁ Χριστὸς ἕν ἐσµεν. Μὴ τοίνυν ἀπιστῶµεν αὐτῷ. Καὶ πάλιν ἐκεῖνο αἰνίττεται τὸ εἰρηµένον ἑτέρωθι, ὅτι Εἰ ὑποµένοµεν, καὶ συµβασιλεύσοµεν· τοῦτο γάρ ἐστι, Μέτοχοι γεγόναµεν, τῶν αὐτῶν µετέχοµεν ὧν καὶ ὁ Χριστός. Προετρέψατο ἀπὸ τῶν χρηστῶν· Μέτοχοι γάρ ἐσµεν, φησὶ, τοῦ Χριστοῦ. Εἶτα πάλιν ἀπὸ τῶν σκυθρωπῶν· Φοβηθῶµεν µήποτε καταλειποµένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑµῶν ὑστερηκέναι· ἐκεῖνο γὰρ δῆλον καὶ ὡµολογηµένον ἐστίν. Ἐδοκίµασάν µε, φησὶ, καὶ εἶδον τὰ ἔργα µου τεσσαράκοντα ἔτη. Ὁρᾷς ὅτι οὐ δεῖ τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας, ἀλλ', ἄν τε προϊστᾶται, ἄν τεµὴ, πιστεύειν αὐτῷ; ἐκείνοις γὰρ τοῦτο ἐγκαλεῖ νῦν, ὅτι ἐπείρασαν τὸν Θεόν. Ὁ γὰρ βουλόµενος ἀποδείξεις λαβεῖν, ἢ τῆς δυνάµεως, ἢ τῆς προνοίας, ἣ τῆς κηδεµονίας αὐτοῦ, οὔπω πιστεύει οὔτε δυνατὸν αὐτὸν εἶναι, οὔτε φιλάνθρωπον. Τοῦτο καὶ πρὸς τούτους γράφων αἰνίττεται, βουλοµένους ἴσως ἤδη τῆς δυνάµεως αὐτοῦ καὶ τῆς ὑπὲρ αὐτῶν προνοίας τὴν ἐξέτασιν καὶ τὸν ἔλεγχον λαβεῖνἐν τοῖς πειρασµοῖς. Ὁρᾷς ὅτι ἀπὸ ἀπιστίας πανταχοῦ ὁ παροξυσµὸς καὶ ὁ παροργισµός; Τί οὖν φησιν; Ἄρα ἀπολείπεται σαββατισµὸς τῷ λαῷ τοῦ Θεοῦ. Ὅρα δὲ πῶς ὅλον τὸν λόγον συνελογίσατο. Ὤµοσε, φησὶ, τοῖς προτέροις µὴ εἰσελθεῖν αὐτοὺς εἰς τὴν κατάπαυσιν, καὶ οὐκ εἰσῆλθον. Εἶτα µετ' ἐκείνους χρόνῳ πολλῷ ὕστερον διαλεγόµενος τοῖς Ἰουδαίοις, φησί· Μὴ σκληρύνητε τὰς καρδίας ὑµῶν, ὡς οἱ πατέρες ὑµῶν.∆ ηλονότι ἔστιν ἄλλη κατάπαυσις· περὶ µὲν γὰρ τῆς Παλαιστίνης οὐκ ἔνι εἰπεῖν· εἶχον γὰρ αὐτήν· περὶ δὲ τῆς ἑβδόµης οὐκ ἔστιν εἰπεῖν· οὐ γὰρ δήπου περὶ ταύτης διελέγετο τῆς πάλαι γεγενηµένης. Ἄρα ἑτέραν τινὰ αἰνίττεται τὴν ὄντως ἀνάπαυσιν.
6.4
Ὄντως γὰρ ἐκείνη ἐστὶν ἀνάπαυσις, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγµὸς, ἔνθα οὐδὲ φροντίδες, οὔτε πόνοι, οὔτε ἀγωνία, οὔτεφόβος καταπλήττων καὶ σείων τὴν ψυχὴν, ἀλλὰ µόνος ὁ τοῦ Θεοῦ φόβος ἡδονῆς πλήρης ὤν. Οὐκ ἔστιν ἐκεῖ ἀκοῦσαι. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου· οὐδὲ ἀκάνθας, οὐδὲ τριβόλους ἀνατελεῖ σοι· Οὐκέτι ἄκανθαι καὶ τρίβολοι· οὐκ ἔστιν, Ἐν λύπαις τέξεις τέκνα, οὐδὲ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· πάντα εἰρήνη ἐκεῖ, χαρὰ, εὐφροσύνη, ἡδονὴ, ἀγαθωσύνη, πραότης, εὐθύτης, ἀγάπη. Οὐκ ἔστιν ἐκεῖ ζηλοτυπία οὐδὲ βασκανία, οὐ νόσος, οὐ θάνατος οὗτος ὁ τοῦ σώµατος, οὐκ ἐκεῖνος ὁ τῆς ψυχῆς, οὐκ ἔστι σκότος, οὔτε νύξ· πάντα ἡµέρα, πάντα φῶς, πάντα ἄνεσις· οὐκ ἔστι καµεῖν, οὐκ ἔστι κόρον λαβεῖν, ἀλλ' ἀεὶ ἐν ἐπιθυµίᾳ τῶν ἀγαθῶν διατελέσοµεν. Βούλεσθε δῶ τινα καὶ εἰκόνα ὑµῖν τῆς ἐκεῖ καταστάσεως; Οὐκ ἔστι δυνατόν· πλὴν ἀλλ' ὅµως, ὡς ἂν ᾖ δυνατὸν, πειράσοµαι ὑµῖν δοῦναί τινα εἰκόνα. Ἀναβλέψωµεν εἰς τὸν οὐρανὸν, ὅταν, µηδενὸς ἐνοχλοῦντος νέφους, φαίνῃ τὸν ἑαυτοῦ στέφανον· εἶτα πρὸς τὸ κάλλος τῆς ὄψεως αὐτοῦ πολὺν διατρίψαντες χρόνον, ἐννοήσωµεν ὅτι καὶ ἔδαφος ἕξοµεν οὐ τοιοῦτον µὲν ὂν, ἀλλὰ τοσούτῳ γιγνόµενονκάλλιον, ὅσῳ τῶν πηλίνων ὀρόφων ὁ χρυσοῦς. Εἶτα τὸν µετ' ἐκεῖνον πάλιν τὸν ἀνώτερον ὄροφον· ἔπειτα τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τοὺς ἀπείρους δήµους τῶν ἀσωµάτων δυνάµεων, αὐτὰ τοῦ Θεοῦ τὰ βασίλεια, τὸν θρόνον τὸν πατρικόν. Ἀλλ' οὐκ ἰσχύει, ὅπερ ἔφην, ὁ λόγος παραστῆσαι τὸ πᾶν· πείρας χρεία, καὶ τῆς διὰ πείρας γνώσεως. Πῶς οἴεσθε, εἰπέ µοι, τὸν Ἀδὰµ εἶναι ἐν τῷ παραδείσῳ; Πολὺ βελτίων ἐστὶν ἐκείνης αὕτη ἡ διαγωγὴ, ὅσῳ τῆς γῆς ὁ οὐρανός. Πλὴν ἀλλὰ καὶ ἑτέραν εἰκόνα ἐπιζητήσωµεν; Εἰ συνέβη τὸν βασιλεύοντα νῦν πάσης τῆς οἰκουµένης κρατῆσαι, εἶτα µήτε ὑπὸ πολέµων, µήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιµᾶσθαι µόνον καὶτρυφᾷν, καὶ πολλοὺς µὲν ἔχειν φόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι, ποίαν οἴεσθε ἔχειν αὐτὸν ψυχὴν, εἰ τοὺς πολέµουςτοὺς πανταχοῦ τῆς γῆς πεπαυµένους ἑώρα; Τοιοῦτόν τι ἔσται καὶ τότε· µᾶλλον δὲ οὔπω καὶ τῆς εἰκόνος ἐφικόµην ἐκείνης· διὸ χρὴ καὶ ἑτέραν ἐπιζη τῆσαι. Ἐννόησον δή µοι παιδίον βασιλικὸν, ὅπερ ἕως µὲν ἂν ἐν τῇ µήτρᾳ ᾖ, οὐδενὸς ἐπαισθάνεται, εἰ δὲ συµβαίη ἄφνω ἐξελθὸν ἐκεῖθεν ἐπὶ τὸν θρόνον ἀνελθεῖντὸν βασιλικὸν, µὴ ἠρέµα, ἀλλ' ἀθρόον πάντα προσλαβεῖν· οὕτως ἐστὶν ἡ κατάστασις αὕτη κἀκείνη· ἢ εἴ τις δεσµώτης µυρία παθὼν κακὰ, ἀθρόον ἐπὶ τὸν βασιλικὸν ἁρπαγείη θρόνον. Ἀλλ' οὐδὲ οὕτως ἐφικόµην ἀκριβῶς τῆς εἰκόνος. Ἐνταῦθα µὲν γὰρ ὧν ἄν τις ἐπιτύχῃ καλῶν, κἂν αὐτὴν εἴπῃς τὴν βασιλείαν, παρὰ µὲν τὴν πρώτην ἡµέραν ἀκµάζοντα ἔχει τὸν πόθον, καὶ παρὰ τὴνδευτέραν καὶ τὴν τρίτην· χρόνου δὲ προϊόντος, µένει µὲν ἐν ἡδονῇ, οὐ τοσαύτῃ δέ· λήγει γὰρ ὑπὸ τῆς συνηθείας ἀεὶ, οἵα ἂν ᾖ· ἐκεῖ δὲ οὐ µόνον οὐ µειοῦται, ἀλλὰ καὶ ἐπιδίδωσιν. Ἐννόησον γὰρ ὅσον ἐστὶ, ψυχὴν ἀπελθοῦσαν ἐκεῖ, µηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, µηδὲ µεταβολὴν, ἀλλὰ ἐπίδοσιν, καὶ ζωὴν τέλοςοὐκ ἔχουσαν, παντὸς µὲν κινδύνου, πάσης δὲ ἀθυµίας καὶ φροντίδος ἀπηλλαγµένην, µεστὴν εὐθυµίας καὶ µυρίων ἀγαθῶν. Εἰ γὰρ εἰς πεδίον ἐξιόντες, ἔνθα σκηνὰς ὁρῶµεν στρατιωτῶν ἐκ παραπετασµάτων πηγνυµένας, καὶ δόρατα καὶ κράνη καὶ ὀµφαλοὺς ἀσπίδωνλάµποντας, µετέωροι γινόµεθα τῷ θαύµατι· εἰ δὲ καὶ τὸν βασιλέα συµβαίη µέσον ἰδεῖν τρέχοντα, ἢ καὶ ἵππον ἐλαύνοντα µετὰ ὅπλων χρυσῶν, τὸ πᾶν ἔχειν νοµίζοµεν· τί οἴει, ὅταν τῶν ἁγίων ἴδῃς τὰς σκηνὰς τὰς αἰωνίους ἐν τῷ οὐρανῷ πεπηγυίας;∆ έξονται γὰρ ὑµᾶς, φησὶν, εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς· ὅταν αὐτῶν ἕκαστον ὑπὲρ τὰς ἀκτῖνας τὰς ἡλιακὰς ἴδῃς ἀπολάµποντα, οὐκ ἀπὸ χαλκοῦ καὶ σιδήρου, ἀλλ' ἀπὸ τῆς δόξης ἐκείνης, ἧς τὰςµαρµαρυγὰς ἀνθρώπινος ὀφθαλµὸς οὐ δύναται ἰδεῖν; Καὶ ταῦτα µὲν ἐπὶ τῶν ἀνθρώπων· τί δ' ἄν τις εἴποι τὰς χιλιάδας τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, τῶν Χερουβὶµ, τῶν Σεραφὶµ, τῶν Θρόνων, τῶν Κυριοτήτων, τῶν Ἀρχῶν, τῶν Ἐξουσιῶν, ὧντὸ κάλλος ἀµήχανον, καὶ πάντα νοῦν ὑπερβαῖνον; Ἀλλὰ γὰρ µέχρι τίνος οὐ στήσοµαι διώκων ἀκίχητα; Οὔτε γὰρ ὀφθαλµὸς εἶδε, φησὶν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίµασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Οὐκοῦν οὐδὲν ἐλεεινότερον τῶν ἀποτυγχανόντων, οὔτε µακαριώτερον τῶν ἐπιτυγχανόντων· γένοιτο δὲ καὶ ἡµᾶς τῶν µακαρίων γενέσθαι, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωµεν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.