Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on Hebrews
John ChrysostomHom. Heb. 7 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
7.0
Σπουδάσωµεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κα τάπαυσιν, ἵνα µὴ ἐν τῷ αὐτῷ τις ὑποδείγµατι πέσῃ τῆς ἀπειθείας. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τοµώτερος ὑπὲρ πᾶσαν µάχαιραν δίστοµον, καὶ διικνούµενος ἄχρι µε ρισµοῦ ψυχῆς καὶ πνεύµατος, ἁρµῶν τεκαὶ µυελῶν, καὶ κριτικὸς ἐνθυµήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυµνὰ καὶ τετραχηλισµένα τοῖς ὀφθαλµοῖς αὐτοῦ, πρὸς ὃν ἡµῖν ὁ λόγος.
7.1
Μέγα µὲν ἡ πίστις καὶ σωτήριον, καὶ ταύτης ἄνευ οὐκ ἔνι σωθῆναί ποτε. Ἀλλ' οὐκ ἀρκεῖ καθ' ἑαυτὴν τοῦτο ἐργάσασθαι, ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς. Ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη τῶν µυστηρίων καταξιωθεῖσι παραινεῖ λέγων· Σπουδάσωµεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Σπουδάσωµεν, φησὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ' ὀφείλοντος προστεθῆναι καὶ τοῦ βίου, καὶ πολλὴν τὴν σπουδὴν γενέσθαι.∆ εῖ γὰρ ἡµῖν ὄντως καὶ πολλῆς σπουδῆς, ὥστε ἀνελθεῖν εἰς τὸν οὐρανόν. Εἰ γὰρ γῆς οὐκ ἠξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήµῳ, καὶ γῆς τυχεῖν οὐκ ἠδυνήθησαν, ἐπειδὴ ἐγόγγυσαν καὶ ἐπόρνευσαν· πῶς τῶν οὐρανῶν ἡµεῖς καταξιωθησόµεθα, ἀδιαφόρως ζῶντες καὶ ῥᾳθύµως;∆ εῖ τοίνυν ἡµῖν πολλῆς σπουδῆς. Καὶ ὅρα, οὐ µέχρι τούτου τὴν ζηµίαν ὁρίζει µόνον, τοῦ µὴ εἰσελθεῖν· οὐ γὰρ εἶπε· Σπουδάσωµεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν, ἵνα µὴ ἐκπέσωµεν τοσούτων ἀγαθῶν· ἀλλ' ὃ µάλιστα τοὺς ἀνθρώπους διεγείρει, τοῦτο προσέθηκε. Ποῖον δὴ τοῦτο; Τὸ, Ἵνα µὴ ἐν τῷ αὐτῷ τις ὑποδείγµατι πέσῃ τῆς ἀπειθείας· τουτέστιν, ἵνα τὸν νοῦν ἔχωµεν ἐκεῖ, τὴν ἐλπίδα, τὴν προσδοκίαν, ἵνα µὴ ὁµοίως ἐκπέσωµεν. Ὅτι γὰρ ἐκπεσούµεθα, τὸ ὑπόδειγµα δηλοῖ· Μὴ ἐν τῷ αὐτῷ, φησίν. Εἶτα, ἵνα µὴ ἀκούων, Ἐν τῷ αὐτῷ, τὴν αὐτὴν εἶναι νοµίσῃς τιµωρίαν, ἄκουσον τί ἐπάγει· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τοµώτερος ὑπὲρ πᾶσαν µάχαιραν δίστοµον, καὶ διικνούµενος ἄχρι µερισµοῦ ψυχῆς τε καὶ πνεύµατος, ἁρµῶντε καὶ µυελῶν, καὶ κριτικὸς ἐνθυµήσεων καὶ ἐννοιῶν καρδίας.∆ είκνυσι κἀνταῦθα, ὅτι κἀκεῖνα αὐτὸς εἰργάσατο ὁ τοῦ Θεοῦ λόγος, καὶ ζῇ, καὶ οὐκ ἐσβέσθη. Μὴ τοίνυν, ἐπειδὴ λόγον ἤκουσας, ἁπλῶς λόγον νοµίσῃς· µαχαίρας γάρ ἐστι, φησὶ, τοµώτερος. Ὅρα τὴν συγκατάβασιν, καὶ ἐντεῦθεν µάνθανε τίνος ἕνεκεν ἐδεήθησαν καὶ οἱ προφῆται εἰπεῖν µάχαιραν, καὶ τόξον, καὶ ῥοµφαίαν. Ἐὰν µὴ ἐπιστραφῆτε, φησὶ, τὴν ῥοµφαίαν αὑτοῦ στιλβώσει, τὸ τόξον αὑτοῦ ἐνέτεινε, καὶ ἡτοίµασεν αὐτό. Εἰ γὰρ νῦν µετὰ τοσοῦτον χρόνον καὶ τελείωσιν οὐ δύναται τῷ τοῦ λόγου ὀνόµατι καταπλῆξαι µόνον, ἀλλὰ δεῖται τούτων τῶν ῥηµάτων, ἵνα δείξῃτὴν ὑπεροχὴν τὴν ἐκ τῆς συγκρίσεως· πολλῷ µᾶλλον τότε.∆ ιικνούµενος, φησὶν, ἄχρι µερισµοῦ ψυχῆς καὶ πνεύµατος. Τί ἐστι τοῦτο; Φοβερόν τι ᾐνίξατο. Ἢ γὰρ ὅτι τὸ πνεῦµα διαιρεῖ ἀπὸ τῆς ψυχῆς, λέγει· ἢ ὅτι καὶ αὐτῶν τῶν ἀσωµάτων διικνεῖται, οὐ καθὼς ἡ µάχαιρα µόνον τῶν σωµάτων.∆ είκνυσιν ἐνταῦθα, ὅτι καὶ ἡ ψυχὴ κολάζεται, καὶ ὅτι τὰ ἐνδότατα διερευνᾶται, καὶ ὅλον δι' ὅλου διικνεῖται τὸν ἄνθρωπον. Καὶ κριτικὸς ἐνθυµήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Ἐνταῦθα αὐτοὺς µάλιστα ἐφόβησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· µὴ γὰρ, εἰ ἔτι, φησὶν, ἐν τῇ πίστει ἑστήκατε, µὴ µετὰ πληροφορίας δὲ, θαῤῥεῖτε· αὐτὸς τὰ ἐν τῇ καρδίᾳ κρινεῖ· ἐκεῖ γὰρ διαβαίνει καὶ κολάζων καὶ ἐξετάζων. Καὶ τί λέγω περὶ ἀνθρώπων, φησί; κἂν γὰρ ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν τὰ Χερουβὶµ, κἂν τὰ Σεραφὶµ, κἂν οἵαν δήποτε κτίσιν· πάντα ἐκκεκάλυπται τῷ ὀφθαλµῷ ἐκείνῳ, πάντα δῆλά ἐστι καὶ φανερὰ, οὐδέν ἐστι τὸ λαθεῖν αὐτὸν δυνατόν· Πάντα γυµνὰ καὶ τετραχηλισµένα τοῖς ὀφθαλµοῖς αὐτοῦ, πρὸς ὃν ἡµῖν ὁ λόγος. Τετραχηλισµένα εἶπεν ἀπὸ µεταφορᾶς τῶν δερµάτων τῶν ἀπὸ τῶν σφαζοµένων ἱερείων ἐξελκοµένων. Ὥσπερ γὰρ ἐκεῖνα, ἐπειδὰν σφάξας τις ἀπὸ τῆς σαρκὸς παρελκύσῃ τὸ δέρµα, πάντα τὰ ἔνδον ἀποκαλύπτεται, καὶ δῆλα γίνεται τοῖς ἡµετέροις ὀφθαλµοῖς· οὕτω καὶ τῷ Θεῷ δῆλα πρόκειται πάντα. Σὺ δέ µοι θέα, πῶς ἀεὶ τῶν σωµατικῶν εἰκόνων δεῖται· ὅπερ ἦν τῆς ἀσθενείας τῶν ἀκουόντων. Ὅτι γὰρ ἀσθενεῖς ἦσαν, ἐδήλωσεν εἰπὼν νωθροὺς αὐτοὺς εἶναι, καὶ χρείαν ἔχοντας γάλακτος, οὐ στερεᾶς τροφῆς. Πάντα γυµνὰ, φησὶ, καὶ τετραχηλισµένα τοῖς ὀφθαλµοῖς αὐτοῦ, πρὸς ὃν ἡµῖν ὁ λόγος. Τί δέ ἐστιν, Ἐν τῷ αὐτῷ ὑποδείγµατι τῆς ἀπειθείας; Ὡς ἄν τις αἰτιολογούµενος εἴποι·∆ ιὰ τί οὐκ εἶδον ἐκεῖνοι τὴν γῆν; Ἔλαβον ἀῤῥαβῶνα, φησὶ, τῆς τοῦ Θεοῦ δυνάµεως, καὶ δέον πιστεῦσαι, τῷ φόβῳ πλέον δόντες, καὶ µηδὲν µέγα περὶ τοῦ Θεοῦ φαντασθέντες, καὶ ὀλιγοψυχήσαντες, οὕτως ἀπώλοντο. Ἔστι δὲ καὶ ἕτερόν τι εἰπεῖν, οἷον, ὅτι τὸ πλέον ἀνύσαντες τῆς ὁδοῦ, ὅτε πρὸς αὐταῖς ταῖς θύραις ἐγένοντο, πρὸς αὐτῷ τῷ λιµένι, κατεποντίσθησαν. Τοῦτο καὶ περὶ ὑµῶν δέδοικα, φησί. Τοῦτο τοίνυν ἐστὶ τὸ, Ἐν τῷ αὐτῷ ὑποδείγµατι τῆς ἀπειθείας. Ὅτι γὰρ καὶ οὗτοι πολλὰ ἔπαθον, ὕστερον αὐτοῖς µαρτυρεῖ λέγων· Ἀναµνήσθητε τὰς πρότερον ἡµέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεµείνατε παθηµάτων. Μηδεὶς οὖν ὀλιγοψυχείτω, µηδὲ πρὸς τὸ τέλος ἀπαγορεύων καταπιπτέτω. Εἰσὶ γὰρ, εἰσὶν οἳ παρὰ µὲν τὴν ἀρχὴν µετὰ ἀκµαζούσης προσβάλλουσι τῆς προθυµίας πρὸς τοὺς ἀγῶνας· ὕστερον δὲ µικρὸν τῷ παντὶ προσθεῖναι µὴ βουληθέντες, τὸ πᾶν ἀπώλεσαν. Ἱκανοὶ, φησὶν, οἱ πρόγονοι παιδεῦσαι ὑµᾶς µὴ τοῖς αὐτοῖς περιπεσεῖν, ὥστε µὴ τὰ αὐτὰ παθεῖν, ἅπερ ἔπαθον. Τοῦτο δέ ἐστιν, Ἐν τῷ αὐτῷ ὑποδείγµατι τῆς ἀπειθείας. Οὐκοῦν µὴ ἐκλυώµεθα, φησίν· ὃ καὶ πρὸς τῷ τέλει λέγει· Τὰς παρειµένας χεῖρας καὶ τὰ παραλελυµένα γόνατα ἀνορθώσατε. Ἵνα µὴ ἐν τῷ αὐτῷ τις ὑποδείγµατι, φησὶ, πέσῃ. Τοῦτο γὰρ πεσεῖν ὄντως ἐστίν. Εἶτα, ἵνα µὴ ἀκούσας, Ἐν τῷ αὐτῷ ὑποδείγµατι πέσῃ, τὸν αὐτὸν θάνατον ὑπολάβῃς, ὅνπερ κἀκεῖνοι ὑπέµειναν, ὅρα τί φησι· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τοµώτερος ὑπὲρ πᾶσαν µάχαιραν δίστοµον. Πάσης γὰρ µαχαίρας χαλεπώτερον εἰς τὰς τούτων ἐµπίπτων ψυχὰς ὁ λόγος, πληγὰς ἐργάζεται χαλεπὰς, καὶ καιρίας δίδωσι τοµάς. Καὶ τούτων τὴν ἀπόδειξιν οὐ δεῖται παρασχεῖν, οὐδὲ κατασκευάσαι, ἔχων οὕτω τὴν διήγησιν φανεράν. Ποῖος γὰρ πόλεµος ἐκείνους ἀπώλεσε, φησί; ποία µάχαιρα; οὐχ ἁπλῶς αὐτόµατοι κατέπιπτον; Μὴ οὖν, ἐπειδὴ µὴ ἐπάθοµεν τὰ αὐτὰ, ἀµεριµνήσωµεν µέχρις οὗ τὸ σήµερον λέγεται, ἔξεστιν ἡµῖν ἀνακτήσασθαι. Ἀλλ' ἐπεὶ οὕτως εἶπεν, ἵνα µὴ τὰ τῆς ψυχῆς ἀκούσαντες ῥᾳθυµήσωσι, προστίθησι καὶ τὰ τοῦ σώµατος, δηλῶν, ὅτι καθάπερ τις βασιλεὺς ἄρχονταςἁµαρτόντας µεγάλα, πρότερον ἀπογυµνοῖ οἷον τῆς στρατείας, εἶτα τὴν ζώνην ἀφελόµενος, καὶ τὸ ἀξίωµα, καὶ τὸν κήρυκα παραστησάµενος, τότε κολάζει· οὕτω καὶ τοῦ Πνεύµατος ἡ µάχαιρα τότε ἐργάζεται. Εἶτα τοῦτο εἰπὼν, φοβερώτερον ἔτι τὸν λόγον ποιῶν, περὶ τοῦ Υἱοῦ διαλέγεται, καί φησι· Πρὸς ὃν ἡµῖν ὁ λόγος. Ἀντὶ τοῦ, αὐτῷ µέλλοµεν δοῦναι εὐθύνας τῶν πεπραγµένων. Οὐκοῦν µὴ ἀναπέσωµεν, µηδὲ ὀλιγοψυχήσωµεν. Ἱκανὰ µὲν οὖν καὶ τὰ εἰρηµένα παιδεῦσαι· ὁ δὲ οὐκ ἀρκεῖται, ἀλλ' ἔτι προστίθησι λέγων· Ἔχοµεν δὲ καὶ ἀρχιερέα µέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ.
7.2
Ὅτι γὰρ διὰ τοῦτο προσέθηκεν, ἐπήγαγεν· Οὐ γὰρ ἔχοµεν ἀρχιερέα µὴ δυνάµενον συµπαθῆσαι ταῖς ἀσθενείαις ἡµῶν.∆ ιὰ τοῦτο ἀνωτέρω ἔλεγεν· Ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζοµένοις βοηθῆσαι. Ὅρα τοίνυν πῶς καὶ ἐνταῦθα τὸ αὐτὸ ποιεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἦλθε, φησὶν, ὁδὸν ἢν καὶ ἡµεῖς νῦν, µᾶλλον δὲ καὶ τραχυτέραν· πάντων γὰρ ἔλαβε τῶν ἀνθρωπίνων πεῖραν. Εἶπεν ἐκεῖ· Οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, τὴν θεότητα αἰνιττόµενος. Εἶτα, ἐπειδὴ τῆς σαρκὸς ἐπελάβετο, συγκαταβατικώτερον πάλιν διαλέγεται λέγων· Ἔχοντες οὖν ἀρχιερέα µέγαν, διεληλυθότα τοὺς οὐρανούς· καὶ µείζονα δείκνυσι τὴν κηδεµονίαν, καὶ ὅτι ὥσπερ οἰκείων προΐσταται, καὶ οὐ θέλει αὐτοὺς ἐκπεσεῖν. Μωϋσῆς µὲν γὰρ, φησὶν, οὐκ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν, αὐτὸς δὲ εἰσῆλθε· καὶ πῶς, ἐγὼ λέγω. Οὐ θαυµαστὸν δὲ, εἰ οὐδαµοῦ αὐτὸ τέθεικεν· ἢ γὰρ ἵνα µὴ δόξωσιν ἀπολογίαν εὑρίσκειν, συµπεριέλαβε καὶ αὐτόν· ἢ ἵνα µὴ δόξῃ κατηγορεῖν τοῦ ἀνδρὸς, φανερῶς αὐτὸ οὐκ εἶπεν. Εἰ γὰρ, οὐδενὸς τούτων λεχθέντος, ταῦτα προέφερον, λέγοντες, Κατὰ τοῦ Μωϋσέως καὶ κατὰ τοῦ νόµου οὗτος εἴρηκε· πολλῷ µᾶλλον εἰ εἶπεν· Οὐκ ἔστι Παλαιστίνη, ἀλλ' οὐρανὸς, µείζονα ἂν τούτων εἶπον. Ἀλλ' οὐ τὸ πᾶν τῷ ἱερεῖ δίδωσιν, ἀλλὰ καὶ τὰ παρ' ἡµῶν ζητεῖ, λέγω δὴ τὴν ὁµολογίαν. Ἔχοντες οὖν, φησὶν, ἀρχιερέα µέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶµεν τῆς ὁµολογίας. Ποίαν ὁµολογίαν λέγει; Ὅτι ἀνάστασίς ἐστιν, ὅτι ἀνταπόδοσις, ὅτι µυρία ἀγαθὰ, ὅτι ὁ Χριστὸς Θεός ἐστιν, ὅτι ἡ πίστις ὀρθή· ταῦτα ὁµολογήσωµεν, ταῦτα κατέχωµεν. Ὅτι δὲ ταῦτα ἀληθῆ, δῆλον ἐκ τοῦ τὸν ἀρχιερέα ἔνδον εἶναι. Οὐκοῦν ὅτι οὐκ ἐξεπέσοµεν, ὁµολογήσωµεν· εἰ καὶ µὴ πάρεστι τὰ πράγµατα, ἀλλ' ἡµεῖς ὁµολογήσωµεν· εἰ ἄρτι παρῆν, ψεῦδος ἦν. Ὥστε καὶ τοῦτο ἀληθὲς, τὸ ὑπερτίθεσθαι· καὶ γὰρ ὁ ἀρχιερεὺς ἡµῶν µέγας· Οὐ γὰρ ἔχοµεν ἀρχιερέα µὴ δυνάµενον συµπαθῆσαι ταῖς ἀσθενείαις ἡµῶν. Οὐκ ἔστι, φησὶν, ἀγνοῶν τὰ ἡµέτερα, ὡς πολλοὶ τῶν ἀρχιερέων, οἳ τοὺς ἐν θλίψεσιν οὐκ ἴσασιν, ἀλλ' οὐδὲ ὅ τί ποτέ ἐστι θλῖψις. Ἐπὶ γὰρ τῶν ἀνθρώπων ἀδύνατον εἰδέναι τὴν κάκωσιν τοῦ κακουµένου τὸν µὴ πεῖραν λαβόντα καὶ διὰ τῶν αἰσθητῶν ἐλθόντα. Πάντα ὑπέστη ὁ ἀρχιερεὺς ὁ ἡµέτερος· διὰ γὰρ τοῦτο πρῶτον ὑπέστη, καὶ τότε ἀνέβη, ἵνα δύνηται συµπαθεῖν. Πεπειρασµένον δὲ κατὰ πάντα καθ' ὁµοιότητα χωρὶς ἁµαρτίας. Ὅρα πῶς καὶ ἄνω τὸ, Παραπλησίως, ἔθηκε, καὶ ἐνταῦθα τὸ, Καθ' ὁµοιότητα. Τουτέστιν, ἐδιώχθη, ἐνεπτύσθη, κατηγορήθη, ἐσκώφθη, ἐσυκοφαντήθη, ἀπηλάθη, τὸ τέλος ἐσταυρώθη. Καθ' ὁµοιότητα χωρὶς ἁµαρτίας. Ἐνταῦθα καὶ ἄλλο αἰνίττεται, ὅτι δυνατὸν χωρὶς ἁµαρτίας, καὶ ἐν θλίψεσιν ὄντα διενεγκεῖν. Ὥστε καὶ ὅταν λέγῃ, Ἐν ὁµοιώµατι σαρκὸς, οὐ τοῦτο φησὶν, ὅτι ὁµοίωµα σαρκὸς, ἀλλ' ὅτι σάρκα ἀνέλαβε.∆ ιὰ τί οὖν εἶπεν· Ἐν ὁµοιώµατι; Περὶ ἁµαρτωλοῦ σαρκὸς ἔλεγεν· ὁµοία γὰρ ἦν τῇ σαρκὶ τῇ ἡµετέρᾳ· τῇ µὲν γὰρ φύσει ἡ αὐτὴ ἦν ἡµῖν, τῇ δὲ ἁµαρτίᾳ οὐκέτι ἡ αὐτή. Προσερχώµεθα οὖν µετὰ παῤῥησίας τῷ θρόνῳ τῆς χάριτος αὐτοῦ, ἵνα λάβωµεν ἔλεον, καὶ χάριν εὕρωµεν εἰς εὔκαιρον βοήθειαν. Θρόνον χάριτος τίνα φησί; Τὸν θρόνον τὸν βασιλικὸν περὶ οὗ φησιν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ µου· Κάθου ἐκ δεξιῶν µου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὡσεὶ ἔλεγε· Προσερχώµεθα µετὰ παῤῥησίας, ὅτι ἀναµάρτητον ἔχοµεν ἀρχιερέα, καταγωνιζόµενον τὴν οἰκουµένην. Θαρσεῖτε γὰρ, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσµον. Τὸ γὰρ πάντα µὲν παθεῖν, καθαρὸν δὲ εἶναι ἁµαρτηµάτων, τοῦτό ἐστιν. Εἰ ἡµεῖς ὑπὸ ἁµαρτίαν ἐσµὲν, φησὶν, αὐτὸς δὲ ἀναµάρτητος. πῶς προσερχώµεθα µετὰ παῤῥησίας; Ὅτι θρόνος χάριτός ἐστιν, οὐ θρόνος κρίσεως νῦν.∆ ιὰ τοῦτο Προσερχώµεθα µετὰ παῤῥησίας, ἵνα λάβωµεν ἔλεον, οἷον ζητοῦµεν, φησί. Φιλοτιµία γὰρ τὸ πρᾶγµά ἐστι, καὶ δωρεὰ βασιλική. Καὶ χάριν εὕρωµεν εἰς εὔκαιρον βοήθειαν. Καλῶς εἴρηκεν· Εἰς εὔκαιρον βοήθειαν. Ἂν νῦν προσέλθῃς, φησὶ, λήψῃ καὶ χάριν καὶ ἔλεον· εὐκαίρως γὰρ προσέρχῃ· ἂν δὲ τότε προσέλθῃς, οὐκέτι· ἄκαιρος γὰρ τότε ἡ πρόσοδος· οὐ γάρ ἐστι τότε θρόνος χάριτος. Θρόνος χάριτός ἐστιν, ἕως κάθηται χαριζόµενος ὁ Βασιλεύς· ὅταν δὲ ἡ συντέλεια γένηται, τότε ἐγείρεται εἰς κρίσιν· Ἀνάστα γὰρ, φησὶν, ὁ Θεὸς, κρῖνον τὴν γῆν. Ἔστι καὶ ἕτερόν τι εἰπεῖν· Προσερχώµεθα, φησὶ, µετὰ παῤῥησίας, τουτέστι, µηδὲν ἔχοντες συνειδὸς πονηρὸν, µὴ διστάζοντες· οὐ γὰρ δύναται µετὰ παῤῥησίας ὁ τοιοῦτος προσελθεῖν.∆ ιὰ τοῦτο καὶ ἀλλαχοῦ λέγει· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡµέρᾳ σωτηρίας ἐβοήθησά σοι. Ἐπεὶ καὶ νῦν τὸ µετὰ τὸ λουτρὸν ἁµαρτάνοντας εὑρίσκειν µετάνοιαν, χάριτός ἐστιν. Ἵνα δὲ µὴ ἀκούσας αὐτὸν ἀρχιερέα, νοµίσῃς ἑστάναι, εὐθέως αὐτὸν ἐπὶ τὸν θρόνον ἄγει· ὁ δὲ ἱερεὺς οὐ κάθηται, ἀλλ' ἕστηκεν. Ὁρᾷς ὅτι τὸ γενέσθαι ἀρχιερέα οὐ φύσεώς ἐστιν, ἀλλὰ χάριτος καὶ συγκαταβάσεως καὶ κενώσεως; Τοῦτο καὶ ἡµῖν εὔκαιρον νῦν εἰπεῖν· προσερχώµεθα µετὰ παῤῥησίας αἰτοῦντες· µόνον πίστιν προσαγάγωµεν, καὶ πάντα δίδωσι. Νῦν ὁ τῆς δωρεᾶς ἐστι καιρὸς, µηδεὶς ἑαυτοῦ ἀπογινωσκέτω. Τότε τῆς ἀπογνώσεως ὁ καιρὸς, ὅταν ὁ νυµφὼν κλείηται, ὅταν εἰσέλθῃ ὁ βασιλεὺς τοὺς ἀνακειµένους ἰδεῖν, ὅταν ἀπολάβωσι τοὺς κόλπους τοῦ πατριάρχουοἱ µέλλοντες τούτων ἀξιοῦσθαι· νῦν δὲ οὔπω· ἔτι γὰρ τὸ θέατρον συνέστηκεν, ἔτι ὁ ἀγὼν ἕστηκεν, ἔτι τὸ βραβεῖον µετέωρον.
7.3
Σπουδάσωµεν οὖν· καὶ γὰρ Παῦλός φησιν· Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως.∆ ρόµου χρεία, καὶ δρόµου σφοδροῦ. Ὁ τρέχων οὐδένα τῶν ἁπάντων ὁρᾷ, κἂν διὰ λειµώνων, κἂν δι' αὐχµηρῶν τόπων διαβαίνῃ· ὁ τρέχων οὐ πρὸς τοὺς θεατὰς ὁρᾷ, ἀλλὰ πρὸς τὸ βραβεῖον· κἂν πλούσιοι, κἂν πένητες ὦσι, κἂν σκώπτῃ τις, κἂν ἐπαινῇ, κἂν ὑβρίζῃ, κἂν λίθοις βάλλῃ, κἂν τὴν οἰκίαν διαρπάζῃ, κἂν παῖδας ἴδῃ, κἂν γυναῖκα, κἂν ὁτιοῦν, οὐδαµῶς ἐπιστρέφεται, ἀλλ' ἑνὸς γίνεται µόνου, τοῦ τρέχειν, τοῦ λαβεῖν τὸ βραβεῖον. Ὁ τρέχων οὐδαµοῦ ἵσταται· ἐπεὶ κἂν µικρὸν ῥᾳθυµήσῃ, τὸ πᾶν ἀπώλεσεν. Ὁ τρέχων οὐ µόνον οὐδὲν ὑφαιρεῖ πρὸ τοῦ τέλους, ἀλλὰ καὶ τότε µάλιστα ἐπιτείνει τὸν δρόµον. Τοῦτό µοι εἴρηται πρὸς τοὺς λέγοντας· Ἐν νεότητι ἠσκήσαµεν, ἐν νεότητι ἐνηστεύσαµεν, γεγηράκαµεν νῦν. Μάλιστα νῦν τὴν εὐλάβειαν ἐπιτείνειν χρή. Μή µοι τὰ παλαιὰ ἀρίθµει κατορθώµατα, νέαζε καὶ ἄκµαζε νῦν µᾶλλον. Ὁ µὲν γὰρ τὸν σωµατικὸν τοῦτον τρέχων δρόµον, εἰκότως, ἐπειδὰν ἡ πολιὰ καταλάβῃ, οὐκέτι ὁµοίως τρέχειν δύναται· ἐν γὰρ τῷ σώµατι τὸ πᾶν τοῦ ἀγῶνός ἐστι. Σὺ δὲ τίνος ἕνεκεν ἐλαττοῖς τὸν δρόµον; ψυχῆς γὰρ ἐνταῦθα χρεία, ψυχῆς διεγηγερµένη· ἡ δὲ ψυχὴ ἐν γήρᾳ ῥώννυται, µᾶλλον τότε ἀκµάζει, τότε γαυροῦται. Καθάπερ γὰρ σῶµα ἕως µὲν ἂν πυρετοῖς συνέχηται καὶ ἐπαλλήλοις νοσήµασι, κἂν ἰσχυρὸν ᾖ, τεταλαιπώρηται, ἐπειδὰν δὲ ἀπαλλαγῇ τῆς πολιορκίαςἐκείνης, ἀνακτᾶται τὴν οἰκείαν δύναµιν· οὕτω καὶ ἡ ψυχὴ ἐν νεότητι µὲν οὖσα πυρέττει, καὶ δόξης αὐτὴν ἔρως κατέχει µάλιστα καὶ τρυφῆς καὶ ἀφροδισίων καὶ πολλῶν ἄλλων φαντασιῶν· τοῦ δὲ γήρως αὐτῇ ἐπελθόντος, πάντα ταῦτα ἀπελαύνεται τὰ πάθη, τὰ µὲν διὰ τὸν καιρὸν, τὰ δὲ διὰ τὴν φιλοσοφίαν. Τοὺς µὲν γὰρ τόνους χαλάσαν τοῦ σώµατος τὸ γῆρας, οὐδὲ βουλοµένην ἀφίησιν αὐτοῖς χρήσθαι τὴν ψυχὴν, ἀλλ' ὥσπερ πολεµίουςπαντοδαποὺς καταστεῖλαν ἐν καθαρῷ θορύβων χωρίῳ καθίστησιν αὐτὴν, καὶ πολλὴν ἐργάζεται τὴν γαλήνην, καὶ τὸν φόβον ἐπεισάγει πλείονα. Εἰ γὰρ καὶ µηδεὶς ἕτερος, ἀλλ' οἱ γεγηρακότες ἴσασιν, ὅτι τελευτῶσι, καὶ ὅτι πάντως ἐγγὺς ἑστήκασι τοῦ θανάτου. Ὅταν οὖν αἱ µὲν ἐπιθυµίαι ἐξιστῶνται αἱ βιωτικαὶ, ἡ δὲ τοῦ δικαστηρίου προσδοκία ἐπεισέρχηται, τὸ δυσπειθὲς αὐτῆς µαλάττουσα, οὐχὶµᾶλλον προσεκτικωτέρα γίνεται, ἐὰν θέλῃ; Τί οὖν, φησὶν, ὅταν ἴδωµεν τῶν νέων χαλεπωτέρους τοὺς γέροντας; Ὑπερβολήν µοι λέγεις κακίας· καὶ γὰρ ἐπὶ τῶν µαινοµένων, οὐδενὸς ὠθοῦντος, ὁρῶµεν αὐτοὺς κατὰ κρηµνῶν χωροῦντας. Ὅταν οὖν καὶ γέρων τὰ τῶν νέων νοσῇ, ὑπερβολὴ τοῦτο κακίας ἐστί· καὶ οὐδὲ ἐν νεότητι ὁ τοιοῦτος ἀπολογίαν ἂν ἔχοι· οὐ γὰρ δύναται λέγειν, Ἁµαρτίας νεότητός µου καὶ ἀγνοίας µου µὴ µνησθῇς. Ὁ γὰρ ἐν γήρᾳ µένων ὁ αὐτὸς, δείκνυσιν ὅτι καὶ ἐν νεότητι ὑπάρχων, οὐ δι' ἄγνοιαν, οὐδὲ δι' ἀπειρίαν, οὐδὲ διὰ τὴν ἡλικίαν τοιοῦτος ἦν, ἀλλὰ διὰ ῥᾳθυµίαν. Ἐκεῖνος γὰρ δύναται λέγειν· Ἁµαρτίας νεότητός µου καὶ ἀγνοίας µου µὴ µνησθῇς, ὁ τὰ τῷ γέροντι προσήκοντα ποιῶν, ὁ ἐν τῷ γήρᾳ µεταβαλλόµενος· εἰ δὲ καὶ ἐν γήρᾳ τὰ αὐτὰ ἀσχηµονεῖ, πῶς ἄξιον, γέροντα τὸν τοιοῦτον ὀνοµάζεσθαι, οὐδὲ τὴν ἡλικίαν αἰδούµενον; Ὁ γὰρ λέγων, Ἁµαρτίας νεότητός µου καὶ ἀγνοίας µου µὴ µνησθῇς, ὡς ἐν τῷ γήρᾳ κατορθῶν, ταῦτά φησι. Μὴ τοίνυν διὰ τῶν ἐν τῷ γήρᾳ γινοµένων ἀποστερήσῃς σαυτὸν καὶ τῆς τῶν ἐπὶ τῇ νεότητι ἁµαρτηµάτων συγγνώµης. Πῶς γὰρ οὐκ ἄτοπον καὶ συγγνώµης ἐπέκεινα τὸ γινόµενον; γέρων µεθύει, ἐν καπηλείοις καθέζεται, γέρων εἰς ἱπποδροµίας σπεύδει, γέρων εἰς θέατρα ἀναβαίνει, καθάπερ παιδίον τρέχων µετὰ τοῦ πλήθους. Ὄντως αἰσχύνη καὶ γέλως, τῇ µὲν πολιᾷ κοσµεῖσθαι ἔξωθεν, ἔνδοθεν δὲ παιδὸς φρόνηµα ἔχειν. Κἂν µὲν ὑβρίσῃ τις νέος, εὐθέως προβάλλεται τὰς πολιάς. Σὺ αὐτὰς αἰδέσθητι πρῶτος· εἰ δὲ σὺ τὰς σεαυτοῦ οὐκ αἰδῇ, καὶ ταῦτα γέρων ὢν, πῶς τὸν νέον τὰς σὰς αἰδεῖσθαι ἀξιοῖς πολιάς; Οὐκ αἰδῇ τὰς πολιὰς, ἀλλ' αἰσχύνεις αὐτάς. Ὁ Θεός σε ἐτίµησε τῇ λευκότητι τῶν τριχῶν, ἔδωκέ σοι προεδρίαν πολλήν· τί προδίδως τὴν τιµήν; Πῶς σε αἰδεσθήσεται ὁ νέος, ὅταν αὐτοῦ πλέον ἀσελγαίνῃς; Ἡ γὰρ πολιὰ τότε αἰδέσιµος, ὅταν τὰ τῆς πολιᾶς πράττῃ· ὅταν δὲ νεωτερίζῃ, τῶν νέων καταγελαστότερος ἔσται. Πῶς οὖν δυνήσεσθε τῷ νέῳ ταῦτα παραινεῖν ὑµεῖς οἱ γέροντες µεθύοντες ὑπὸ τῆς ἀταξίας; Οὐ τῶν γερόντων δὲ κατηγορῶν ταῦτα λέγω, µὴ γένοιτο, ἀλλὰ τῶν νέων. Οἱ γὰρ ταῦτα πράττοντες, ἐµοὶ δοκεῖ, κἂν εἰς ἑκατοστὸν ἔλθωσιν ἔτος, νέοι εἰσί· καθάπερ οἱ νέοι, κἂν παιδία µικρὰ ὦσι, σωφρονῶσι δὲ, τῶν γερόντων εἰσὶν ἀµείνους. Καὶ οὐκ ἐµὸς οὗτος ὁ λόγος, ἀλλὰ καὶ ἡ Γραφὴ ταύτην οἶδε τὴν διάκρισιν· Γῆρας γὰρ, φησὶ, τίµιον, οὐ τὸ πολυχρόνιον, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
7.4
Καὶ γὰρ τὴν πολιὰν τιµῶµεν, οὐκ ἐπειδὴ τὸ λευκὸν χρῶµα τοῦ µέλανος προτιµῶµεν, ἀλλ' ὅτι τεκµήριόν ἐστι τῆς ἐναρέτου ζωῆς, καὶ ὁρῶντες ἀπὸτούτου στοχαζόµεθα τὴν ἔνδον πολιάν· ἂν δὲ τἀναντία τῇ πολιᾷ διαπράττωνται, καταγέλαστοι γενήσονται διὰ τοῦτο µᾶλλον. Ἐπεὶ καὶ τὸν βασιλέα τιµῶµεν, καὶ τὴν ἁλουργίδα καὶ τὸ διάδηµα, ἐπειδὴ σύµβολά ἐστι τῆς ἀρχῆς· ἐὰν δὲ ἴδωµεν αὐτὸν µετὰ τῆς ἁλουργίδος ἐµπτυόµενον, ὑπὸ τῶν δορυφόρων καταπατούµενον, ἀγχόµενον, εἰς δεσµωτήριον ἐµβαλλόµενον, σπαραττόµενον, ἆρα αἰδεσθησόµεθα τὴν ἁλουργίδα, ἢ τὸ διάδηµα, εἰπέ µοι, ἀλλ' οὐχὶ καὶ αὐτὸ τὸ σχῆµα δακρύσοµεν; Μὴ ἀξίου τοίνυν διὰ τὴν πολιὰν τιµᾶσθαι, ὅταν αὐτὴν αὐτὸς ἀδικῇς· καὶ γὰρ καὶ αὐτὴ δίκην ὀφείλει παρὰ σοῦ λαβεῖν, ὅτι σχῆµα λαµπρὸν οὕτω καὶ τίµιον καταισχύνεις. Οὐ κατὰ πάντων ταῦτα λέγοµεν, οὐδὲ κατὰ τοῦ γήρως ἁπλῶς ἡµῖν ὁ λόγος, οὐχ οὕτω µέµηνα, ἀλλὰ κατὰ ψυχῆς νέας τὸ γῆρας αἰσχυνούσης· οὐδὲ ὑπὲρ τῶν γεγηρακότων ταῦτα ἀλγοῦντες λέγοµεν, ἀλλὰ τῶν καταισχυνόντων τὴν πολιάν. Βασιλεὺς γάρ ἐστιν ὁ γέρων, ἐὰν ἐθέλῃ, καὶ τοῦ τὴν ἁλουργίδα ἔχοντος βασιλικώτερος, τῶν παθῶν κρατῶν, καὶ ἐν τάξει δορυφόρων ὑποτάττων τὰ πάθη· ἐὰν δὲ ἕλκηται, καὶ καταβιβάζηται ἀπὸ τοῦ θρόνου, καὶ χρηµάτων ἔρωτος καὶ δόξης κενῆς καὶ καλλωπισµοῦ καὶ τρυφῆς καὶ µέθης καὶ ὀργῆς καὶἀφροδισίων γίνηται δοῦλος, καὶ καλλωπίζηται ἐλαίῳ τὴν τρίχα, καὶ τὴν ἡλικίαν ὑπὸ τῆς προαιρέσεως ὑβριζοµένην δεικνύῃ· ποίας οὐκ ἂν εἴη κολάσεως ὁ τοιοῦτος ἄξιος; Ἀλλὰ µὴ γένοισθε τοιοῦτοι οἱ νέοι· οὐδὲ γὰρ ὑµῖν συγγνώµη ἐστὶν ἁµαρτάνουσι. Τί δήποτε; Ὅτι ἔξεστι γέροντα εἶναι ἐν νεότητι· καὶ ὥσπερ ἐν γήρᾳ νέοι εἰσὶν, οὕτω καὶ τοὐναντίον. Ὥσπερ γὰρ ἐκεῖ οὐδένα ἡ θρὶξ λευκαινοµένη σώζει, οὕτως οὐδὲ ἐνταῦθα µέλαινα οὖσα ἐµποδίζει. Εἰ γὰρ ἀσχηµονέστερον τὸν γέροντα ταῦτα ποιεῖ, ἅπερ εἶπον, πολλῷ µᾶλλον τὸν νέον· ἀλλ' ὅµως οὐδὲ ὁ νέος κατηγορίας ἀπήλλακται. Νέος γὰρ ἐκεῖ δύναται συγγνώµην ἔχειν µόνον, ὅταν εἰς διοίκησιν πραγµάτων καλῆται, ὅταν ἄπειρος ᾖ, ὅταν χρόνου δέηται καὶ πείρας ὅταν, δὲδέῃ σωφροσύνην καὶ ἀνδρείαν ἐπιδείξασθαι, οὐκέτι, οὐδὲ ὅταν δέῃ χρηµάτων κρατεῖν. Ἔστι γὰρ ὅπου µᾶλλον τοῦ γέροντος κατηγορεῖται ὁ νέος. Ἐκεῖνος µὲν γὰρ πολλῆς δεῖται θεραπείας, τοῦ γήρως ἐξασθενοῦντος αὐτόν· οὗτος δὲ δυνάµενος, ἐὰν θέλῃ, ἀρκεῖν ἑαυτῷ, ποίας ἂν τύχοι συγγνώµης, µὴ βουλόµενος, ὅταν ἁρπάζῃ µᾶλλον τοῦ γέροντος, ὅταν µνησικακῇ, ὅταν ἐξουθενῇ, ὅταν µὴ προΐστηται µᾶλλον τοῦ γέροντος, ὅταν πολλὰ φθέγγηται ἀκαίρως, ὅταν ὑβρίζῃ, ὅταν λοιδορῆται, ὅταν µεθύῃ; Εἰ δὲ ἐν τῇ σωφροσύνῃ νοµίζει µὴ δύνασθαι ἐγκαλεῖσθαι, ὅρα αὐτὸν καὶ ἐνταῦθα πολλὰ ἔχοντα τὰ βοηθήµατα, ἐάνπερ βούληται. Εἰ γὰρ καὶ σφοδρότερον αὐτὸν τοῦ γέροντος ἡ ἐπιθυµία ἐνοχλεῖ, ἀλλ' ὅµως ἐστὶ πολλὰ, ἃ µᾶλλον τοῦ γέροντος ποιῆσαι δυνήσεται, καὶ ἐπᾴδειντὸ θηρίον ἐκεῖνο. Ποῖα δὴ ταῦτά ἐστι; Πόνοι, ἀναγνώσεις, παννυχίδες, νηστεῖαι. Τί οὖν πρὸς ἡµᾶς ταῦτα φῂς τοὺς µὴ µονάζοντας; Ταῦτα ἐµοὶ λέγεις; εἰπὲ Παύλῳ, ὅταν λέγῃ, Ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει· ὅταν λέγῃ· Τῆς σαρκὸς πρόνοιαν µὴ ποιεῖσθε εἰς ἐπιθυµίας· οὐ γὰρ δὴ µοναχοῖς ταῦτα ἔγραφε µόνον, ἀλλὰ πᾶσι τοῖς οὖσιν ἐν ταῖς πόλεσι. Μὴ γὰρ ὁ κοσµικὸς ὀφείλει τι ἔχειν πλέον τοῦ µονάζοντος, ἢ τὸ γυναικὶ συνοικεῖν µόνον; ἐνταῦθα ἔχει τὴν συγγνώµην, ἐν δὲ τοῖς ἄλλοις οὐκέτι, ἀλλὰ πάντα ἐξ ἴσης τῷ µονάζοντι πράττειν αὐτὸν προσῆκε. Καὶ οἱ µακαρισµοὶ δὲ οἱ παρὰ τοῦ Χριστοῦ οὐ µονάζουσι µόνον εἰσὶν εἰρηµένοι· ἐπεὶ τὸ πᾶν ἀπώλετο τῆς οἰκουµένης, καὶ κατηγορήσαµεν ἂν ὠµότητα τοῦ Θεοῦ. Εἰ δὲ οἱ µακαρισµοὶ τοῖς µονάζουσίν εἰσι µόνοις εἰρηµένοι, καὶ τὸν κοσµικὸν οὐ δυνατὸν αὐτοὺς κατορθῶσαι, αὐ τὸς δὲ τὸν γάµον ἐπέτρεψεν, ἄρααὐτὸς πάντας ἀπώλεσεν. Εἰ γὰρ οὐ δυνατὸν µετὰ γάµου τὰ τῶν µοναζόντων ποιεῖν, πάντα ἀπόλωλε καὶ διέφθαρται, καὶ εἰς στενὸν κατεκλείσθη τὰ τῆς ἀρετῆς. Πῶς δὲ καὶ τίµιος ὁ γάµος, ὁ τοσοῦτον ἐµποδίζων ἡµῖν; Τί οὖν ἔστιν εἰπεῖν;∆ υνατὸν, καὶ σφόδρα δυνατὸν καὶ γυναῖκας ἔχοντας τὴν ἀρετὴν µετιέναι, ἐὰν θέλωµεν. Πῶς; Ἐὰν ἔχοντες γυναῖκα, ὡς µὴ ἔχοντες ὦµεν· ἐὰν µὴ χαίρωµεν ἐπὶ κτήσεσιν, ἐὰν τῷ κόσµῳ χρώµεθα ὡς µὴ καταχρώµενοι. Εἰ δέ τινες ἐνεποδίσθησαν ὑπὸ γάµου, ἰδέτωσαν ὅτι οὐχ ὁ γάµος ἐµπόδιον, ἀλλ' ἡ προαίρεσις ἡ κακῶς χρησαµένη τῷ γάµῳ· ἐπεὶ οὐδὲ ὁ οἶνος ποιεῖ τὴν µέθην, ἀλλ' ἡ κακὴ προαίρεσις, καὶ τὸ πέρα τοῦ µέτρου χρῆσθαι· µετὰ συµµετρίας τῷ γάµῳ χρῶ, καὶ πρῶτος ἐν τῇ βασιλείᾳ ἔσῃ, καὶ πάντων ἀπολαύσεις τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡµᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Intertext edge

Open linked passage

Note