Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
8.0
Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαµβανόµενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεὸν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρἁµαρτιῶν, µετριοπαθεῖν δυνάµενος τοῖς ἀγνοοῦσι καὶ πλανωµένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁµαρτιῶν.
8.1
Θέλει δεῖξαι λοιπὸν ὁ µακάριος Παῦλος, ὅτι πολλῷ βελτίων ἡ∆ ιαθήκη αὕτη τῆς παλαιᾶς· ποιεῖ δὲ τοῦτο, πόῤῥωθεν προκαταβάλλων τοὺς λογισµούς. Ἐπειδὴ γὰρ οὐδὲν ἦν σωµατικὸν, ἢ φανταστικὸν, οἷον, οὐ ναὸς, οὐχ ἅγια ἁγίων, οὐχ ἱερεὺς τοσαύτην ἔχων κατασκευὴν, οὐ παρατηρήσεις νοµικαὶ, ἀλλ' ὑψηλότερα καὶ τελειότερα πάντα, καὶ οὐδὲν τῶν σωµατικῶν, τὸ δὲ πᾶν ἐν τοῖς πνευµατικοῖς ἦν, οὐχ οὕτω δὲ τὰ πνευµατικὰ τοὺς ἀσθενεστέρους ἐπήγετο, ὡςτὰ σωµατικά· τούτου χάριν τοῦτον ὅλον κινεῖ τὸν λόγον. Καὶ θέα τὴν σύνεσιν· ἀπὸ τοῦ ἱερέως πρώτου ποιεῖται τὴν ἀρχὴν, καὶ συνεχῶς αὐτὸν ἀρχιερέα καλεῖ, καὶ ἀπ' αὐτοῦ πρῶτον δείκνυσι τὴν διαφοράν.∆ ιὰ τοῦτο ὁρίζεται πρῶτον τί ἐστιν ἱερεὺς, καὶ δείκνυσι τίνα ἔχει ἱερέως, καὶ τίνα σύµβολα γίνεται ἱερωσύνης· καὶ ἐπείπερ ἀντέπιπτεν αὐτῷ, ὅτι οὐδὲ εὐγενὴς ἦν, οὔτε ἐκ φυλῆς ἦν ἱερατικῆς, οὔτε ἐπὶ τῆς γῆς ἱερεὺς, εἰκὸς δὲ ἦν διὰ τοῦτό τινας εἰπεῖν, Πῶς οὖνἱερεὺς οὗτος; ὅπερ ἐν τῇ πρὸς Ῥωµαίους Ἐπιστολῇ, τοῦτο καὶ νῦν ποιεῖ. Ἀπίθανον γὰρ λόγον λαβὼν, εἰ πίστις ἐργάζεται τοῦτο ὅπερ οὐκ ἴσχυσεν ὁ τοῦ νόµου πόνος καὶ ὁ τῆς πολιτείας ἱδρὼς, καὶ θέλων δεῖξαι ὅτι τὸδοκοῦν ἀδύνατον γέγονε καὶ κατώρθωται, κατέφυγεν ἐπὶ τὸν πατριάρχην, καὶ εἰς ἐκεῖνον τὸν χρόνον τὸ πᾶν ἀνήγαγεν. Οὕτω δὴ καὶ ἐνταῦθα τέµνει τῆς ἱερωσύνης τὴν ἑτέραν ὁδὸν, ἀπὸ τῶν φθασάντων αὐτὴν προτιθείς. Καὶ καθάπερ ἐπὶ τῆς κολάσεως οὐ τὴν γέενναν παραφέρει µόνον, ἀλλὰ καὶ τὰ ἐπὶ τῶν πατέρων συµβάντα· οὕτω δὴ καὶ ἐνταῦθα· πρῶτον ἀπὸ τῶν παρόντων τοῦτο βεβαιοῦται. Ἔδει µὲν γὰρ ἀπὸ τῶν οὐρανίων τὰ ἐπίγεια πιστοῦσθαι, ἀλλ' ὅταν ἀσθενεῖς ὦσιν οἱ ἀκούοντες, τὸ ἐναντίον γίνεται. Τέως οὖν ἃ κοινά ἐστι, τίθησι πρῶτα, καὶ τότε δείκνυσιν ὅ τι ὑπερέχει. Ἡ γὰρ κατὰ σύγκρισιν ὑπεροχὴ οὕτω γίνεται, ὅταν ἐν µὲν τοῖς κοινωνῇ, ἐν δὲ τοῖς ὑπερέχῃ· εἰ δὲ µὴ, οὐκέτι κατὰ σύγκρισιν γίνεται. Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαµβανόµενος. Τοῦτο κοινὸν τῷ Χριστῷ. Ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν. Καὶ τοῦτο κοινόν. Ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ τοῦ λαοῦ. Καὶ τοῦτο, οὐχ ὅλον δέ· τὰ δὲ λειπόµενα, οὐκέτι. Μετριοπαθεῖν δυνάµενος τοῖς ἀγνοοῦσι καὶ πλανωµένοις. Ἐνταῦθα λοιπὸν ἡ ὑπεροχή. Ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁµαρτιῶν. Εἶτα καὶ ἄλλο προστίθησιν· Ὅτι ὑφ' ἑτέρου γίνεται, καὶ ὅτι οὐκ αὐτὸς ἐπιπηδᾷ. Καὶ τοῦτο κοινόν. Καὶ οὐχ ἑαυτῷ τις λαµβάνει τὴν τιµὴν, ἀλλὰ καλούµενος ὑπὸ τοῦ Θεοῦ, καθὼς καὶ Ἀαρών. Ἐνταῦθα ἕτερόν τι πάλιν θεραπεύει, δεικνὺς ὅτι ἀπὸ τοῦ Θεοῦ ἀπέσταλται. Ὃ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόµενος ἔλεγεν ὁ Χριστός· Ὁ πέµψας µε µείζων µού ἐστι, καὶ Ἀπ' ἐµαυτοῦ οὐκ ἐλήλυθα. Ἐνταῦθά µοι δοκεῖ καὶ τῶν Ἰουδαίων αἰνίττεσθαι τοὺς ἱερέας, ὡς οὐκ ὄντας ἱερέας, τοὺς ἐπιπηδῶντας, καὶ τὸν νόµον τῆς ἱερωσύνης παραφθείροντας. Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα. Ποῦ οὖν ἐχειροτονήθη, φησίν; Ὁ γὰρ Ἀαρὼν ἐχειροτονήθη πολλάκις, ὡς ἐπὶ τῆς ῥάβδου, καὶ ὅτε τὸ πῦρ κατῆλθε καὶ ἠφάνισε τοὺς ἐπιπηδῶντας τῇ ἱερωσύνῃ· ἐνταῦθα δὲ τοὐναντίον, οὐ µόνον οὐδὲν ἔπαθον, ἀλλὰ καὶ εὐδοκιµοῦσι. Πόθεν οὖν; Ἀπὸ τῆς προφητείας τοῦτο δείκνυσιν. Οὐδὲν ἔχει αἰσθητὸν, οὐδὲν ὁρατόν.∆ ιὰ τοῦτο ἀπὸ προφητείας, ἀπὸ τῶν µελλόντων ἰσχυρίζεται· Ἀλλ' ὁ λαλήσας, φησὶ, πρὸς αὐτὸν, Υἱός µου εἶ σὺ, ἐγὼ σήµερον γεγέννηκά σε. Τί πρὸς τὸν Υἱὸν τοῦτο; Ναὶ, φησὶ, τοῦτο πρὸς τὸν Υἱὸν εἴρηται. Τί δαὶ συµβάλλεται τὸ τοιοῦτον πρὸς τὸ ζητούµενον; Καὶ πάνυ γε· προκατασκευὴ γάρ ἐστι τοῦ ὑπὸ Θεοῦ χειροτονηθῆναι. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέχ. Πρὸς τίνα δὲ εἴρηται τοῦτο; τίς ἐστι κατὰ τὴν τάξιν Μελχισεδέχ; Οὐδεὶς ἕτερος ἢ οὗτος· πάντες γὰρ ὑπὸ τὸν νόµον ἦσαν, πάντες ἐσαββάτιζον, πάντες περιετέµνοντο· οὐδένα ἂν ἔχοι τις ἕτερον, φησὶ, δεῖξαι. Ὃς ἐν ταῖς ἡµέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάµενον σώζειν αὐτὸν ἐκ θανάτου, µετὰ κραυγῆς ἰσχυρᾶς καὶδακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας. Καίπερ ὢν Υἱὸς, ἔµαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν. Ὁρᾷς ὅτι οὐδὲν ἄλλο ποιεῖ; ἢ τὸ κηδεµονικὸν παρίστησι καὶ τῆς ἀγάπης τὴν ὑπερβολήν; Τί γὰρ βούλεται τὸ, Μετὰ κραυγῆς ἰσχυρᾶς, οὐδαµοῦ τοῦτο τὸ Εὐαγγέλιόν φησιν, οὐδ' ὅτι ἐδάκρυσεν εὐχόµενος, οὐδ' ὅτι κραυγὴν ἀφῆκεν. Ὁρᾷς ὅτι συγκατάβασις ἦν; Οὐ γὰρ ἐνῆν εἰπεῖν ὅτι ηὔξατο, ἀλλὰ καὶ µετὰ κραυγῆς ἰσχυρᾶς. Καὶ εἰσακουσθεὶς, φησὶν, ἀπὸ τῆς εὐλαβείας. Καίπερ ὢν Υἱὸς, ἔµαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν· καὶ τελειωθεὶς ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ἀπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέχ. Ἔστω µετὰ κραυγῆς· διὰ τί καὶ ἰσχυρᾶς; Καὶ µετὰ δακρύων προσενέγκας, φησὶ, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας. Αἰσχυνέσθωσαν αἱρετικοὶ ἀθετοῦντες τὴν σάρκα. Τί λέγεις; ὁ Υἱὸς τοῦ Θεοῦ ἀπὸ εὐλαβείας ἠκούετο; Καὶ τί περὶ τῶν προφητῶν πλέον ἂν εἴποι τις; Ποία δὲ καὶ ἀκολουθία εἰπεῖν· Εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καὶ ἐπαγαγεῖν· Καίπερ ὢν Υἱὸς, ἔµαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν; ταῦτα περὶ Θεοῦ ἄν τις εἴποι; καὶ τίς οὕτω µέµηνε; τίς δὲ παραπαίων ἂν ταῦτα ἐφθέγξατο; Εἰσακουσθεὶς, φησὶν, ἀπὸ τῆς εὐλαβείας, ἔµαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν. Ποίαν ὑπακοὴν ἔµαθεν; ὁ µέχρι θανάτου πρὸ τούτου ὑπακούσας, ὡς πατρὶ υἱὸς, πῶς δὲ καὶ ὕστερον ἔµαθεν;
8.2
Ὁρᾷς ὅτι περὶ τῆς σαρκὸς εἴρηται; Εἰπὲ δή µοι, τοῦ Πατρὸς ἐδεῖτο, ἵνα σωθῇ ἀπὸ τοῦ θανάτου, καὶ διὰ τοῦτο περίλυπος ἦν, καὶ ἔλεγεν· Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐµοῦ τὸ ποτήριον τοῦτο; οὐδαµοῦ δὲ περὶ τῆς ἀναστάσεως ἐδεήθη τοῦ Πατρὸς, ἀλλὰ καὶ τοὐναντίον αὐτὸς ἀποφαίνεται λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡµέραις ἐγερῶ αὐτόν· καὶ, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν µου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐµοῦ, ἀλλ' ἐγὼ τίθηµι αὐτὴν ἀπ' ἐµαυτοῦ. Τί οὖν ἐστι; καὶ τίνος ἕνεκεν ἐδεῖτο; Καὶ πάλιν λέγει· Ἰδοὺ ἀναβαίνοµεν εἰς Ἱεροσόλυµα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραµµατεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐµπαῖξαι καὶ µαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡµέρᾳ ἀναστήσεται. Καὶ οὐκ εἶπεν, ὅτι Ἀναστήσει µε ὁ Πατήρ. Πῶς οὖν περὶ τούτου ἐδεήθη; Ἀλλὰ περὶ τίνων ἐδεήθη; περὶ τῶν πιστευσάντων εἰς αὐτόν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰσακούεται εὐκόλως. Ἐπειδὴ γὰρ οὐδέπω περὶ αὐτοῦ δόξαν εἶχον τὴν προσήκουσαν, εἶπεν ὅτι εἰσηκούσθη· ὥσπερ καὶ αὐτὸς τοὺς µαθητὰς παραµυθούµενος, ἔλεγεν· Εἰ ἠγαπᾶτέ µε, ἐχάρητε ἂν, ὅτι πρὸς τὸν Πατέρα µου πορεύοµαι, ὅτι ὁ Πατήρ µου µείζων µού ἐστι. Πῶς δὲ οὐχ ἑαυτὸν ἐδόξασεν ὁ ἑαυτὸν κενώσας, ὁ παραδοὺς ἑαυτόν; Παρέδωκε γὰρ, φησὶν, ἑαυτὸν ὑπὲρ τῶν ἁµαρτιῶν ἡµῶν· καὶ πάλιν,∆ οὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων ἡµῶν. Τί οὖν ἐστιν; Ὁρᾷς ὅτι διὰ τὴν σάρκα ταπεινὰ φθέγγεται περὶ ἑαυτοῦ; Οὕτω καὶ ἐνταῦθα, καίπερ ὢν Υἱὸς, ἀπὸ τῆς εὐλαβείας εἰσηκούσθη, φησί. Βούλεται γὰρ αὐτοῦ δεῖξαι τὸ κατόρθωµα ὂν µᾶλλον ἢ τῆς χάριτος τοῦ Θεοῦ. Τοσαύτη, φησὶν, ἦν αὐτοῦ ἡ εὐλάβεια, ὡς καὶ ἀπὸ τούτου αἰδεῖσθαι αὐτὸν τὸν Θεόν. Ἔµαθεν ὑπακούειν, φησὶ, τῷ Θεῷ· ἐνταῦθα πάλιν δείκνυσιν ὅσον τῶν παθηµάτων τὸ κέρδος. Καὶ τελειωθεὶς, φησὶν, ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας· εἰ δὲ ἐκεῖνος Υἱὸς ὢν ἐκέρδανεν ἀπὸ τῶν παθηµάτων τὴν ὑπακοὴν, πολλῷ µᾶλλον ἡµεῖς. Ὁρᾷς ὅσα περὶ ὑπακοῆς διαλέγεται, ὥστε πείθεσθαι αὐτούς;∆ οκοῦσι γάρ µοι συνεχῶς ἀφηνιάζειν, καὶ τοῖς λεγοµένοις µὴ παρακολουθεῖν· τοῦτο γὰρ ᾐνίξατο τῷ εἰπεῖν· Νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἀφ' ὧν ἔπαθε, φησὶ, συνεχῶς ἔµαθεν ὑπακούειν τῷ Θεῷ. Καὶ τελειωθείς· διὰ τῶν παθηµάτων, φησί. Τοῦτό ἐστιν ἄρα τελείωσις, καὶ διὰ τούτου ἐλθεῖν εἰς τελείωσιν χρή. Οὐ µόνον γὰρ αὐτὸς ἐσώθη, ἀλλὰ καὶ ἑτέροις τοῦτο γέγονε περιουσία σωτηρίας. Τελειωθεὶς γὰρ ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος αἰωνίου σωτηρίας. Προσαγορευθεὶς, φησὶν, ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέχ. Περὶ οὗ πολὺς ὑµῖν ὁ λόγος, καὶ δυσερµήνευτος. Μέλλων καθιέναι τὸν λόγον εἰς τὴν διαφορὰν τῆς ἱερωσύνης, πρότερον αὐτοῖς ἐπιτιµᾷ, δεικνὺς, ὅτι καὶ ἡ τοσαύτη συγκατάβασις γάλα ἦν, καὶ διὰ τὸνηπίους εἶναι, πλέον ἐνδιέτριβε τῷ ταπεινῷ λόγῳ τῷ κατὰ σάρκα, καὶ ὡς περί τινος δικαίου διαλέγεται. Καὶ θέα, οὔτε ἀπεσιώπησε τὸν λόγον πάντῃ, οὔτε εἶπε· τὸ µὲν γὰρ, ἵνα ἀναγάγῃ αὐτῶν τὴν διάνοιαν, καὶ πείσῃ τελείους εἶναι, καὶ µὴ ἀποστερεῖσθαι τῶν µεγάλων δογµάτων, πεποίηκε· τὸ δὲ, ἵνα µὴ καταχώσῃ αὐτῶν τὸν νοῦν. Περὶ οὗ πολὺς ἡµῖν ὁ λόγος, φησὶ, καὶ δυσερµήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἐπειδὴ ἐκεῖνοι οὐκ ἀκούουσι, διὰ τοῦτο δυσερµήνευτος ὁ λόγος. Ὅταν γάρ τις πρὸς ἀνθρώπους ἔχῃ µὴ παρακολουθοῦντας, µηδὲ τὰ λεγόµενα νοοῦντας, ἑρµηνεῦσαι καλῶς αὐτοῖς οὐ δύναται. Ἀλλ' ἴσως τις ὑµῶν τῶν ἐνταῦθα ἑστηκότων ἰλιγγιᾷ, καὶ ἐπήρειαν τὸ πρᾶγµα νοµίζει, εἰ δι' Ἑβραίους αὐτὸς ἐνεποδίσθη τὸν τελειότερον λαλῆσαι λόγον. Τάχα µὲν οὖν καὶ ἐνταῦθα, πλὴν ὀλίγων, πολλοὺς εἶναι τοιούτους οἶµαι, ὥστε λέγεσθαι καὶ περὶ ὑµῶν τοῦτο· τῶν δὲ ὀλίγων ἕνεκεν ἐρῶ. Ἆρ' οὖν ἀπεσιώπησεν, ἢ πάλιν αὐτὸν ἀνέλαβεν ἐν τοῖς ἐφεξῆς, καὶ ταὐτὸν ἐποίησεν, οἷον ἐν τῇ πρὸς Ῥωµαίους ἐπιστολῇ; καὶ γὰρ ἐκεῖ πρότερον ἐπιστοµίσας τοὺς ἀντιλέγοντας, καὶ εἰπὼν, Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόµενος τῷ Θεῷ; τότε τὴν λύσιν ἐπάγει. Ἐγὼ δὲ αὐτὸν οὔτε πάντῃ σεσιγηκέναι, οὔτε εἰρηκέναι οἶµαι, ἵνα εἰς πόθον ἀγάγῃ τοὺς ἀκροατάς. Μνηµονεύσας γὰρ καὶ εἰπὼν µεγάλα τινὰ ἐναποκεῖσθαι τῷ λόγῳ, ὅρα πῶς µετ' ἐγκωµίου ποιεῖται τὴν ἐπιτίµησιν. Τοῦτο γὰρ ἀεὶ τῆς σοφίας Παύλου, τὰ δυσχερῆ τοῖς χρηστοῖς ἀναµιγνύναι· ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας ποιεῖ, λέγων, Ἐτρέχετε καλῶς· τίς ὑµᾶς ἐνέκοψε; καὶ, Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ· καὶ, Πέποιθα εἰς ὑµᾶς ἐν Κυρίῳ. Ὃ καὶ τούτοις φησί· Πεπείσµεθα δὲ περὶ ὑµῶν τὰ κρείττονα, καὶ ἐχόµενα σωτηρίας.∆ ύο γὰρ ταῦτα ποιεῖ· οὔτε ἐπιτείνει, οὔτε ἀφίησιν αὐτοὺς ἀναπεσεῖν· εἰκότως· εἰ γὰρ τὰ ἑτέρων παραδείγµατα ἱκανὰ τὸν ἀκούοντα ἀναστῆσαι, καὶ εἰς ζῆλον ἀγαγεῖν· ὅταν τις παρ' ἑαυτοῦ τὸ ὑπόδειγµα ἔχῃ, καὶ ἑαυτὸν παρακελεύηται ζηλοῦν, πολλῷ µᾶλλον ἐντεῦθεν ἤδη τὸ δυνατὸν τῆς διδασκαλίας εἰσάγεται. Καὶ τοῦτο οὖν δείκνυσι, καὶ οὐκ ἀφίησιν ὡς σφόδρα κατεγνωσµένους ἀναπεσεῖν, οὐδὲ ὡς ἀεὶ ὄντας κακοὺς, ἀλλ' ὅτι ποτὲ ἐγένοντο καὶ χρηστοὶ, λέγει· Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον.∆ είκνυσιν ἐνταῦθα πρὸ πολλοῦ χρόνου πεπιστευκότας αὐτούς· δείκνυσι δὲ ὅτι καὶ ἄλλους ὀφείλουσι κατηχεῖν. Ὅρα γοῦν αὐτὸν συνεχῶς ὠδίνοντα τὸν περὶ τοῦ ἀρχιερέως εἰσαγαγεῖν λόγον, καὶ ἀεὶ ἀναβαλλόµενον. Ἄκουε γὰρ πῶς ἤρξατο· Ἔχοντες ἀρχιερέα µέγαν διεληλυθότα τοὺς οὐρανούς· καὶ παρεὶς εἰπεῖν πῶς µέγαν, πάλιν φησί· Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαµβανόµενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν· καὶ πάλιν· Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα. Καὶ πάλιν εἰπών· Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲχ, πάλιν ἀναβάλλεται λέγων· Ὃς ἐν ταῖς ἡµέραις τῆς σαρκὸς αὑτοῦ δεήσεις καὶ ἱκετηρίας προσήνεγκεν.
8.3
Ἐπεὶ οὖν τοσαυτάκις ἐξεκρούσθη, ὡσανεὶ ἀπολογούµενός φησιν, Ἡ αἰτία παρ' ὑµᾶς. Βαβαὶ, πόση διαφορά; ὀφείλοντες ἄλλους διδάσκειν, οὐδὲ ἁπλῶς µαθηταί εἰσιν, ἀλλὰ µαθηταὶ ἔσχατοι. Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, φησὶ, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑµᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. Ἐνταῦθα στοιχεῖα ἀρχῆς τὴν ἀνθρωπότητά φησιν. Ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν γραµµάτων πρῶτον τὰ στοιχεῖα δεῖ µαθεῖν, οὕτω καὶ ἐπὶ τῶν θείων λογίων πρῶτον περὶ τῆς ἀνθρωπότητος ἔδει διδάσκεσθαι. Ὁρᾷς τίς ἡ αἰτία τοῦ ταπεινὰ φθέγγεσθαι; Οὕτω καὶ Ἀθηναίοις ἐποίησεν ὁ Παῦλος διαλεγόµενος αὐτοῖς καὶ λέγων· Τοὺς µὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τανῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ µετανοεῖν, καθότι ἔστησεν ἡµέραν, ἐν ᾗµέλλει κρίνειν τὴν οἰκουµένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.∆ ιὰ τοῦτο εἰ µέν τι ὑψηλὸν λέγει, ἐν βραχεῖ τοῦτό φησι, τὰ δὲ ταπεινὰ πολλαχοῦ διέσπαρται τῆς ἐπιστολῆς. Καὶ οὕτω δὲ τὸ ὑψηλὸν δείκνυται· τὸ γὰρ σφόδρα ταπεινὸν οὐκ ἀφίησι περὶ τῆς θεότητος ταῦτα ὑποπτεύεσθαι. Οὕτω καὶ ἐνταῦθα τὸ ἀσφαλὲς φυλάττων, τὰ ταπεινὰ προσάπτει τῇ ἀνθρωπότητι· καὶ τὸ αἴτιον, τὸ µὴ δύνασθαι αὐτοὺς τῶν τελείων ἀκούειν. Τοῦτοµάλιστα ἐν τῇ πρὸς Κορινθίους ἐσήµανεν Ἐπιστολῇ, εἰπών· Ὅπου γὰρ ἐν ὑµῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Θέα δέ µοι τὴν σύνεσιν αὐτοῦ τὴν πολλὴν, πῶς καταλλήλως ἀεὶ τοῖς ὑποκειµένοις πάθεσι προσφέρεται. Ἐκεῖ µὲν γὰρ ἡ ἀσθένεια ἀπὸ ἀµαθίας τὸ πλέον ἐγένετο, µᾶλλον δὲ ἀπὸ ἁµαρτηµάτων· ἐνταῦθα δὲ οὐκ ἀπὸ ἁµαρτηµάτων µόνον, ἀλλὰ καὶ ἀπὸ τῶν θλίψεων τῶν συνεχῶν· διὸ καὶ λέξεσι δέξασθαι δυναµέναις τὴν διαφορὰν κέχρηται, ἐκεῖ µὲν λέγων, Σαρκικοί ἐστε, ἐνταῦθα δέ· Ἐπεὶ µείζων ἡ ὀδύνη, νωθροὶ γεγόνατε. Καὶ ἐκεῖνοι µὲν οὐκ ἠδυνήθησαν ἐνεγκεῖν, ἅτε σαρκικοὶ ὄντες· οὗτοι δὲ ἠδυνήθησαν. Τὸ γὰρ εἰπεῖν, Ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς, δηλοῦντος ἦν ὅτι πάλαι ὑγίαινον, καὶ ἦσαν ἰσχυροὶ, τῇ προθυµίᾳ ζέοντες, καὶ ὕστερον αὐτοὺς τοῦτοπαθεῖν µαρτυρεῖ. Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. Ἀεὶ δὲ γάλα τὸν ταπεινὸν λόγον καλεῖ, καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ὀφείλοντες εἶναι, φησὶ, διδάσκαλοι διὰ τὸν χρόνον· ὡσεὶ ἔλεγε·∆ ι' ὃ µάλιστα ἐξελύθητε, καὶ ὕπτιοι γεγόνατε, διὰ τοῦτο µάλιστα ὀφείλετε εἶναι ἰσχυροὶ, διὰ τὸν χρόνον. Γάλα δὲ καλεῖ τὸν ταπεινὸν λόγον διὰ τὸ τοῖς ἀφελεστέροις ἁρµόζειν· τοῦτο δὲ ἐναντίον τοῖς τελειοτέροις, καὶ βλαβερὸν τὸ ἐν τούτοις διατρίβειν. Ὥστε οὐκ ἔδει τὰ νοµικὰ ἐπεισφέρεσθαι νῦν, οὐδὲ ἀπὸ τούτων τὴν σύγκρισιν γίνεσθαι, ὅτι ἀρχιερεὺς, καὶ ὅτι ἔθυσε, καὶ ἐδεήθη µετὰ κραυγῆς καὶ ἱκετηρίας. Ὅρα γοῦν πῶς ἡµῖν ταῦτα προσίσταται· ἀλλ' ἐκείνους τότε ἔτρεφεν, οὐδαµοῦ προσιστάµενα αὐτοῖς. Ἄρα οὖν ἀληθὴς τροφὴ τὰ λόγια τοῦ Θεοῦ, τρέφουσα τὴν ψυχήν. Ὅτι δὲ ὁ λόγος τροφὴ, δῆλον ἐκεῖθεν·∆ ώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λιµὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιµὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Γάλα ὑµᾶς ἐπότισα, οὐ βρῶµα. Οὐκ εἶπεν, Ἔθρεψα, δεικνὺς ὅτι οὐκ ἔστι τὸ τοιοῦτον τροφὴ, ἀλλ' ὥσπερ ἐπὶ τῶν παιδίων τῶν µικρῶν τῶν οὐ δυναµένων ἄρτῳ τρέφεσθαι· τὰ γὰρ τοιαῦτα οὐ ποτίζεται, ἀλλ' ἡ τροφὴ αὐτοῖς ἀντὶ ποτοῦ γίνεται· οὕτω καὶ ἐνταῦθα. Καὶ οὐκ εἶπε, Χρείαν ἔχετε, ἀλλὰ, Γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς· τουτέστιν, Ὑµεῖς ἠθελήσατε, ὑµεῖς ἑαυτοὺς εἰς τοῦτο κατεστήσατε, εἰς ταύτην τὴν χρείαν. Πᾶς γὰρ ὁ µετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι. Τί ἐστιν ὁ λόγος τῆς δικαιοσύνης; Ἐνταῦθά µοι δοκεῖ καὶ βίον αἰνίττεσθαι· ὅπερ καὶ ὁ Χριστὸς ἔλεγεν, Ἐὰν µὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑµῶν πλέον τῶν Γραµµατέων καὶ Φαρισαίων. Τοῦτο καὶ αὐτός φησιν· Ἄπειρος λόγου δικαιοσύνης· τουτέστι, τῆς ἄνω φιλοσοφίας ἄπειρος, οὐ δύναται παραδέξασθαι βίον ἄκρον καὶ ἠκριβωµένον. Ἢ καὶ δικαιοσύνην ἐνταῦθα τὸν Χριστόν φησι, καὶ τὸν ὑψηλὸν περὶ αὐτοῦ λόγον. Ὅτι µὲν οὖν νωθροὶ γεγόνασιν, εἶπε· πόθεν δὲ, οὐκέτι προσέθηκεν, αὐτοῖς ἀφιεὶς εἰδέναι, καὶ µὴ βουλόµενος ἐπαχθῆ τὸν λόγον ἐργάσασθαι. Ἐπὶ δὲ τῶν Γαλατῶν καὶ ἐθαύµασε καὶ ἠπόρησεν· ὃ πολλῷ µεῖζον πρὸς παραµυθίαν ἐστίν· ὡς οὐκ ἂν προσδοκήσαντός ποτε τοῦτο γενέσθαι. Τοῦτο γάρ ἐστιν ἡ διαπόρησις. Ὁρᾷς νηπιότητα ἑτέραν οὖσαν; ὁρᾷς τελειότητα ἑτέραν; Γενώµεθα τέλειοι τοίνυν ταύτην τὴν τελειότητα· ἔνεστι καὶ παῖδας ὄντας καὶ νέους. πρὸς ἐκείνην ἐλθεῖν τὴν τελειότητα· οὐ γάρ ἐστι φύσεως, ἀλλ' ἀρετῆς. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυµνασµένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Τί δαί; οὐκ εἶχον τὰ αἰσθητήρια γεγυµνασµένα ἐκεῖνοι, οὐδὲ ᾔδεισαν τί καλὸν καὶ κακόν; Νῦν οὐ περὶ βίου αὐτῷ ὁ λόγος, ὅταν λέγῃ, Πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ· τοῦτο γὰρ παντὶ ἀνθρώπῳ δυνατὸν εἰδέναι καὶ εὔκολον· ἀλλὰ περὶ δογµάτων ὑγιῶν καὶ ὑψηλῶν, διεφθαρµένων τε καὶ ταπεινῶν. Τὸ παιδίον οὐκ οἶδε τὴν φαύλην καὶ τὴν δόκιµον τροφὴν διαιρεῖν· πολλάκις γοῦν καὶ χοῦν ἐνέβαλεν εἰς τὸ στόµα, καὶ τὸ βλαβερὸν ἐδέξατο, καὶ πάντα ἀδιακρίτως ποιεῖ· ἀλλ' οὐ τὸ τέλειον τοιοῦτον. Τοιοῦτοί εἰσιν οἱ πᾶσιν ἁπλῶς προσέχοντες, καὶ ἀδιακρίτως τὰς ἀκοὰς ἐκδιδόντες ἀδοκίµοις. Καὶ τούτους αἰτιᾶται, ὡς ἁπλῶς περιφεροµένους, καὶ νῦν µὲν τούτοις, νῦν δὲ ἐκείνοις διδόντας ἑαυτούς· ὃ καὶ πρὸς τῷ τέλει ᾐνίξατο λέγων,∆ ιδαχαῖς ποικίλαις καὶ ξέναις µὴ παραφέρεσθε. Τοῦτό ἐστι, Πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Λάρυγξ µὲν γὰρ σῖτα γεύεται, ψυχὴ δὲ δοκιµάζει λόγους.
8.4
Καὶ ἡµεῖς τοίνυν τοῦτο µάθωµεν, καὶ µὴ, ἐὰν ἀκούσῃς, ὅτι οὐκ ἔστιν Ἕλλην, οὐδὲ Ἰουδαῖος, εὐθέως Χριστιανὸν εἶναι νοµίσῃς, ἀλλ' ἐξέτασον καὶ τὰἄλλα ἅπαντα· ἐπεὶ καὶ Μανιχαῖοι καὶ πᾶσαι αἱρέσεις τοῦτο ὑπέδυσαν τὸ προσωπεῖον, πρὸς τὸ οὕτως ἀπατᾷν τοὺς ἀφελεστέρους· ἀλλ' ἐὰν ἔχωµεν τὰ αἰσθητήρια τῆς ψυχῆς γεγυµνασµένα πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ, δυνησόµεθα τοὺς τοιούτους διακρίνειν. Πῶς δὲ γεγυµνασµένα γίνεται ἡµῶν τὰ αἰσθητήρια; Ἀπὸ τῆς συνεχοῦς ἀκροάσεως, ἀπὸ τῆς τῶν Γραφῶν ἐµπειρίας. Ὅταν γὰρ προθῶµεν αὐτῶν τὴν πλάνην, καὶ σήµερον ἀκούσῃς καὶ αὔριον, καὶ δοκιµάσῃς µὴ καλῶς ἔχειν, τὸ πᾶν ἔµαθες, τὸ πᾶν ἔγνως· κἂν σήµερον µὴ καταλάβῃς, αὔριον καταλήψῃ· Τῶν τὰ αἰσθητήρια, φησὶ, γεγυµνασµένα ἐχόντων. Ὁρᾷς ὅτι χρὴ γυµνάζειν ἡµῶν τὴν ἀκοὴν ταῖς ἀκροάσεσι ταῖς θείαις, ὥστε µὴ ξενοφωνεῖσθαι; Γεγυµνασµένα, φησὶ, πρὸς διάκρισιν· τουτέστιν, ἔµπειρον εἶναι. Ὁ µὲν λέγει µὴ εἶναι ἀνάστασιν, ὁ δὲ οὐδὲν τῶν µελλόντων προσδοκᾷ, ἄλλος ἕτερον λέγει Θεὸν, ἄλλος ἀπὸ Μαρίας αὐτὸν ἔχειν τὴν ἀρχήν. Καὶ θέα εὐθέως πῶς ἐξ ἀµετρίας πάντες ἐξέπεσον, οἱ µὲν πλεονάσαντες, οἱ δὲ ἐλαττώσαντες. Οἷον, πρώτη µὲν πάντων αἵρεσις ἡ Μαρκίωνος· ἐκείνη ἕτερον Θεὸν ἐπεισήγαγε τὸν οὐκ ὄντα. Ἰδοὺ τὸ πλέον· Μετ' ἐκείνην ἡ Σαβελλίου, τὸν Υἱὸν καὶ τὸν Πατέρα καὶ τὸ Πνεῦµα ἓν πρόσωπον εἶναι λέγουσα. Εἶτα ἡ Μαρκέλλου καὶ Φωτεινοῦ, καὶ αὕτη τὰ αὐτὰ πρεσβεύουσα. Εἶτα ἡ Παύλου τοῦ Σαµοσατέως, ἐκ Μαρίας λέγουσα τὴν ἀρχὴν αὐτὸν ἐσχηκέναι. Εἶτα ἡ Μανιχαίων· αὕτη γὰρ πασῶν νεωτέρα. Μετ' ἐκείνας, ἡ Ἀρείου. Εἰσὶ δὲ καὶ ἕτεραι. Ἡµεῖς δὲ διὰ τοῦτο τὴν πίστιν παρελάβοµεν ἁπλῶς, ἵνα µὴ ἀναγκαζώµεθα µυρίαις ἐπιέναι αἱρέσεσι, καὶ πράγµατα ἔχειν, ἀλλ' ὅπερ ἂν ἢ προσθεῖναι, ἢ ἀφελεῖν τις ἐπιχειρήσειεν ἐκείνης, τοῦτο νόθον εἶναι νοµίσωµεν. Καθάπερ γὰρ οἱ τοὺς κανόνας διδόντες οὐκ ἀναγκάζουσι µυρία µέτρα περιεργάζεσθαι, ἀλλὰ τὸ δοθὲν ἐκεῖνο κατέχειν κελεύουσιν· οὕτω καὶ ἐπὶ τῶν δογµάτων. Ἀλλ' οὐδεὶς βούλεται ταῖς Γραφαῖς προσέχειν· εἰ γὰρ προσείχοµεν, οὐ µόνον οὐκ ἂν περιεπέσοµεν τῇ ἀπάτῃ, ἀλλὰ καὶ ἑτέρους ἀπατωµένους ἀπηλλάξαµεν ἂν, καὶ τῶν κινδύνων ἐξειλκύσαµεν. Ὁ γὰρ ἰσχυρὸς στρατιώτης οὐ µόνον ἑαυτῷ ἀρκέσαι δύναται, ἀλλὰ καὶ τὸν παραστάτην διαφυλάξαι, καὶ τῆς τῶν πολεµίων βλάβης ἐλευθερῶσαι. Νῦν δὲ οὐδὲ ὅτι Γραφαὶ εἰσὶν ἴσασί τινες· καίτοι τὸ Πνεῦµα τὸ ἅγιον τοσαῦτα ᾠκονόµησεν, ὥστε αὐτὰς φυλαχθῆναι. Καὶ ὁρᾶτε ἄνωθεν, ἵνα µάθητε τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν· Ἐνέπνευσε τῷ µακαρίῳ Μωϋσεῖ, τὰς πλάκας ἐκόλαψε, κατέσχεν αὐτὸν τεσσαράκοντα ἡµέρας ἐπὶ τοῦ ὄρους, καὶ πάλιν τοσαύτας ἑτέρας, ὥστε δοῦναιτὸν νόµον. Μετὰ δὲ ταῦτα προφήτας ἔπεµψε µυρία παθόντας δεινά. Ἐπῆλθε πόλεµος, ἀνεῖλον πάντας, κατέκοψαν, ἐνεπρήσθησαν αἱ βίβλοι. Ἑτέρῳ πάλιν ἀνδρὶ θαυµαστῷ ἐνέπνευσεν, ὥστε αὐτὰς ἐκθέσθαι, τῷ Ἔσδρᾳ λέγω, καὶ ἀπὸ λειψάνων συντεθῆναι ἐποίησε. Μετὰ δὲ τοῦτο ᾠκονόµησεν ἑρµηνευθῆναι αὐτὰς ὑπὸ τῶν Ἑβδοµήκοντα· ἡρµήνευσαν ἐκεῖνοι. Παρεγένετο ὁ Χριστὸς, δέχεται αὐτὰς, οἱ ἀπόστολοι εἰς πάντας αὐτὰς διασπείρουσι, σηµεῖα ἐποίησε καὶ θαύµατα ὁ Χριστός. Εἶτα τί; Μετὰ τοσαύτην πραγµατείαν καὶ οἱ ἀπόστολοι ἔγραψαν, καθὼς καὶ Παῦλος εἶπεν· Ἐγράφη δὲ πρὸς νουθεσίαν ἡµῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. Καὶ ὁ Χριστὸς ἔλεγε· Πλανᾶσθε, µὴ εἰδότες τὰς Γραφάς. Καὶ Παῦλος πάλιν ἔλεγε·∆ ιὰ τῆς ὑποµονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωµεν· καὶ πάλιν· Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιµος· καί· Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑµῖν πλουσίως. Καὶ ὁ προφήτης· Ἐν τῷ νόµῳ αὐτοῦ µελετήσει ἡµέρας καὶ νυκτός· καὶ ἑτέρωθι πάλιν· Πᾶσα διήγησίς σου ἔστω ἐν νόµῳ Ὑψίστου. Καὶ πάλιν· Ὡς γλυκέα τῷ λάρυγγί µου τὰ λόγιά σου( οὐκ εἶπε, Τῇ ἀκοῇ µου, ἀλλὰ, Τῷ λάρυγγί µου), ὑπὲρ µέλι καὶ κηρίον τῷ στόµατί µου. Καὶ ὁ Μωϋσῆς, Μελετήσεις ἐν αὐτοῖς, φησὶ, διαπαντὸς, ἀνιστάµενος, καθεζόµενος, κοιταζόµενος.∆ ιὰ τοῦτο καὶ ὁ Παῦλος γράφων πρὸς Τιµόθεον ἔλεγεν· Ἐν αὐτοῖς ἴσθι, ταῦτα µελέτα. Καὶ µυρία ἄν τις περὶ αὐτῶν εἴποι. Ἀλλ' ὅµως µετὰ τοσαῦτα εἰσί τινες οὐδὲ εἰδότες ὅτι εἰσί ποτε Γραφαί.∆ ιά τοι τοῦτο οὐδὲν ὑγιὲς, οὐδὲν χρήσιµον παρ' ἡµῶν γίνεται. Ἀλλ' εἰ µέν τις τὰ τῆς στρατείας εἰδέναι βούλοιτο, ἀνάγκη τοὺς νόµους αὐτὸν µανθάνειν τοὺς στρατιωτικούς· καὶ εἴ τις τὴν κυβερνητικὴν, ἢ τὴν τεκτονικὴν ἐπιστήµην γινώσκειν ἐθέλοι, ἢ εἴ τι ἕτερον, τὰ τῆς τέχνης αὐτὸν ἀνάγκη µανθάνειν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔστι ποιοῦντας ἰδεῖν· καὶ ταῦτα τῆς ἐπιστήµης ταύτης πολλῆς δεοµένης τῆς ἀγρυπνίας. Ὅτι γὰρ καὶ τοῦτο τέχνη ἐστὶ διδασκαλίας δεοµένη, ἄκουσον τοῦ Προφήτου λέγοντος·∆ εῦτε, τέκνα, ἀκούσατέ µου, φόβον Κυρίου διδάξω ὑµᾶς. Ἄρα ἀληθῶς διδασκαλίας δεῖται ὁ τοῦ Θεοῦ φόβος. Εἶτά φησι, Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; ζωὴν τὴν ἐκεῖ λέγει. Καὶ πάλιν, Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ µὴ λαλῆσαι δόλον· ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν· Ἆρα ἴστε, τίς ταῦτα εἶπε προφήτης, ἢ ἱστοριογράφος, ἢ ἀπόστολος, ἢ εὐαγγελιστής; Οὐκ ἔγωγε οἶµαι, πλὴν ὀλίγων· καὶ αὐτοὶ δὲ οὗτοι πάλιν, ἐὰν παραγάγωµεν µαρτυρίαν ἑτέρωθεν, τὸ αὐτὸ ὑµῖν πείσονται. Ἰδοὺ γὰρ, ἐρῶ τὸ αὐτὸ τοῦτο ῥητὸν, ῥήµασιν ἑτέροις εἰρηµένον· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ὑµῶν ἀπὸ τῶν ψυχῶν ὑµῶν ἀπέναντι τῶν ὀφθαλµῶν µου, µάθετε καλὸν ποιεῖν, ἐκζητήσατεκρίσιν, παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, µάθετε καλὸν ποιεῖν. Ὁρᾷς ὅτι διδασκαλίας δεῖται ἡ ἀρετή; Οὗτος µὲν γὰρ λέγει, Φόβον Κυρίου διδάξω ὑµᾶς· ἐκεῖνος δέ· Μάθετε καλὸν ποιεῖν. Ἆρ' οὖν ἴστε ποῦ ταῦτα ἔγκειται; Οὐκ ἔγωγε οἶµαι, πλὴν ὀλίγων. Καίτοι καθ' ἑκάστην ἑβδοµάδα δὶς ἢ καὶ τρὶς ταῦτα ὑµῖν ἀναγινώσκεται· καὶ ἀνελθὼν ὁ ἀναγνώστης λέγει πρῶτον τὸ βιβλίον τίνος ἐστὶ, τοῦ δεῖνος τυχὸν προφήτου, ἢ ἀποστόλου, ἢ εὐαγγελιστοῦ, καὶ τότε λέγει ἃ λέγει, ὥστε εὐσηµότερα ὑµῖν εἶναι, καὶ µὴ µόνον τὰ ἐγκείµενα εἰδέναι, ἀλλὰ καὶ τὴν αἰτίαν τῶν γεγραµµένων, καὶ τίς ταῦτα εἴρηκεν. Ἀλλὰ πάντα εἰκῆ, ἀλλὰ πάντα µάτην· πᾶσα γὰρ ἡ σπουδὴ εἰς τὰ βιωτικὰ κεκένω ται, καὶ τῶν πνευµατικῶν λόγος οὐδείς.∆ ιὰ τοῦτο οὐδὲ ἐκεῖνα ὑµῖν κατὰ γνώµην ἐκβαίνει, ἀλλὰ πολλαὶ κἀκεῖ δυσκολίαι. Ὁ µὲν οὖν Χριστός φησιν· Αἰτεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑµῖν· καὶ ταῦτα µὲν ἐν προσθήκης εἶπε µέρει δοθήσεσθαι· ἡµεῖς δὲ τὴν τάξιν ἀντεστρέψαµεν, καὶ ζητοῦµεν τὴν γῆν, καὶ τὰ ἀγαθὰ τὰ ἐντῇγῇ, ὡς ἐκείνων ἐν προσθήκης µέρει δοθησοµένων ἡµῖν.∆ ιὰ τοῦτο οὔτε ταῦτα, οὔτε ἐκεῖνα ἔχοµεν. Ἀνανήψωµεν οὖν ποτε, καὶ γενώµεθα τῶν µελλόντων ἀγαθῶν ἐπιθυµηταί· οὕτω γὰρ καὶ ταῦτα ἕψεται. Οὐδὲ γὰρ ἔνι τὸν τὰ κατὰ Θεὸν ζητοῦντα, µὴ καὶ τῶν ἀνθρωπίνων ἐπιτυχεῖν· ἀπόφασίς ἐστι τῆς ἀληθείας αὐτῆς τοῦτο λεγούσης. Μὴ τοίνυν ἄλλως ποιῶµεν, ἀλλ' ἀντεχώµεθα τῆς συµβουλῆς τοῦ Χριστοῦ, ἵνα µὴ πάντων ἐκπέσωµεν. Ὁ δὲ Θεὸς ἱκανός ἐστι κατανύξαι ἡµᾶς, καὶ ποιῆσαι βελτίους, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.