Homilies on Hebrews
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
9.0
∆ ιὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λό γον, ἐπὶ τὴν τελειότητα φερώµεθα, µὴ πάλιν θεµέλιον καταβαλλόµενοι µετανοίας ἀπὸ νε κρῶν ἔργων, καὶπίστεως ἐπὶ Θεὸν, βαπτισµῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίµατος αἰωνίου. Καὶ τοῦτο ποιήσοµεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός.
9.1
Ἠκούσατε ὅσα Ἑβραίοις ἐνεκάλεσεν ὁ Παῦλος βουλοµένοις ἀεὶ µανθάνειν περὶ τῶν αὐτῶν; καὶ εἰκότως. Ὀφείλοντες γὰρ εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑµᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ.∆ έδοικα δὲ µὴ καὶ πρὸς ὑµᾶς ταῦτα καιρὸν ἂν ἔχοι λέγεσθαι, ὅτι ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, οὐδὲ µαθητῶν τάξιν ἐπέχετε, ἀλλ' ἀεὶ τὰαὐτὰ ἀκούοντες, καὶ περὶ τῶν αὐτῶν, ὡς οὐδενὸς ἀκούοντες, οὕτω διάκεισθε· κἂν ἔρηταί τις ὑµᾶς, οὐδεὶς ἀποκρίνασθαι δυνήσεται, πλὴν ὀλίγων σφόδρα καὶ εὐαριθµήτων. Τοῦτο δὲ οὐ µικρὰ ζηµία. Πολλάκις γὰρ τὸν διδάσκαλον βουλόµενον προελθεῖν περαιτέρω, καὶ µυστικωτέρων ἅψασθαι, καὶ ὑψηλοτέρων λόγων, οὐκ ἀφίησιν ἡ ἀπροσεξίατῶν µαθητευοµένων. Καθάπερ γὰρ ἐπὶ τῶν γραµµατιστῶν, ἂν ἀεὶ τὰ στοιχεῖα ἀκούων ὁ παῖς µὴ κρατῇ, ἀεὶ ἔσται αὐτῷ ἀνάγκη τὰ αὐτὰ ἐνηχεῖν τῷ παιδὶ, καὶ οὐπρότερον ἀποστήσεται διδάσκων, ἕως ἂν ἐκεῖνα µαθεῖν ἀκριβῶς δυνηθῇ· καὶ γὰρ ἀνοίας ἐστὶ πολλῆς, τὰ πρότερα µὴ ἐνθέντα καλῶς, ἐφ' ἕτερα ἄγειν αὐτόν· οὕτω δὴ καὶ ἐπὶ τῆς ἐκκλησίας, ἂν ἀεὶ τὰ αὐτὰ λεγόντων ἡµῶν, µηδὲν πλέον µανθάνετε, οὐδέποτε τὰ αὐτὰ λέγοντες παυσόµεθα. Εἰ µὲν γὰρ ἐπιδείξεως ἦν ἡµῖν ὁ λόγος καὶ φιλοτιµίας, ἐχρῆν ἀεὶ µεταπηδᾷν καὶ µεταβαίνειν, οὐδὲν φροντίζοντας ὑµῶν ἕνεκεν, ἀλλὰ τῶν κρότων µόνοντῶν παρ' ὑµῶν· ἐπειδὴ δὲ οὐ πρὸς τοῦτο τὴν σπουδὴν ἐθέµεθα, ἀλλὰ πάντα ὑπὲρ τῆς ὠφελείας ἡµῖν πονεῖται τῆς ὑµετέρας, οὐ παυ σόµεθα περὶ τῶν αὐτῶνὑµῖν διαλεγόµενοι, ἕως ἂν αὐτὰ κατορθώσητε. Ἐπεὶ ἐνῆν πολλὰ καὶ περὶ Ἑλληνικῆς λέγειν δεισιδαιµονίας, καὶ περὶ Μανιχαίων, καὶ περὶ Μαρκιωνιστῶν, καὶ µεγάλα πλήττειν αὐτοὺς τῇ τοῦ Θεοῦ χάριτι· ἀλλ' οὐκ ἔχει καιρὸν ὁ λόγος. Τοῖς γὰρ οὐδέπω τὰ ἑαυτῶν εἰδόσιν ἀκριβῶς, τοῖς οὐδέπω µεµαθηκόσιν ὅτι τὸ πλεονεκτεῖν κακὸν, τίς ἂν τοὺς τοιούτους εἴποι λόγους, καὶ ἐφ' ἕτεραἀγάγοι πρὸ καιροῦ; Ἡµεῖς µὲν οὖν οὐ παυσόµεθα τὰ αὐτὰ λέγοντες, ἄν τε πεισθῆτε, ἄν τε µή· δεδοίκαµεν δὲ µὴ τῷ συνεχῶς τὰ αὐτὰ λέγειν, ἐὰν µὴ ἀκούητε, µείζονα τοῖς παρακούουσι τὴν καταδίκην ἐργασώµεθα. Οὐ πρὸς πάντας δέ µοι ταῦτα ῥητέον· οἶδα γὰρ πολλοὺς ὠφελουµένους ἀπὸ τῆς ἐνταῦθα εἰσόδου, οἳ δικαίως ἂν ἐκείνων καταβοήσαιεν ὡς ἐνεδρευόντων αὐτοὺς διὰ τῆς οἰκείας ἀµαθείαςκαὶ ἀπροσεξίας. Πλὴν ἀλλ' οὐδὲ οὕτως ἐνεδρευθήσονται· τὸ γὰρ συνεχῶς τὰ αὐτὰ ἀκούειν, καὶ τοῖς εἰδόσι χρήσιµον· ὃ γὰρ ἴσµεν πολλάκις ἀκούσαντες, µᾶλλον κατενύγηµεν. Οἷόν τι λέγω· Ἴσµεν ὅτι καλὸν ἡ ταπεινοφροσύνη, καὶ ὅτι πολλάκις διελέχθη περὶ αὐτῆς ὁ Χριστός· ἀλλ' ὅταν καὶ αὐτῶν τῶν ῥηµάτων ἐπακούσωµεν, καὶ τῶν εἰς αὐτὰ θεωρηµάτων, πλέον τι πάσχοµεν, κἂν µυριάκις ἀκούσωµεν. Εὔκαιρον οὖν καὶ ἡµᾶς νῦν εἰπεῖν ὑµῖν·∆ ιόπερ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώµεθα. Τί δέ ἐστιν ἡ ἀρχὴ τοῦ λόγου, αὐτὸς ἐφεξῆς ἑρµηνεύει, λέγων· Μὴ πάλιν θεµέλιον, φησὶ, καταβαλλόµενοι µετανοίας ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισµῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώςτε νεκρῶν, καὶ κρίµατος αἰωνίου. Εἰ δὲ τοῦτο ἀρχὴ, τί ἄλλο ἐστὶ τὸ δόγµα τὸ ἡµέτερον, ἢ τὸ µετανοῆσαι ἀπὸ νεκρῶν ἔργων, καὶ διὰ τοῦ Πνεύµατος λαβεῖν τὴν πίστιν εἰςἀνάστασιν νεκρῶν, καὶ κρίµατος αἰωνίου; Τί δέ ἐστιν ἀρχή; Οὐδὲν ἄλλο, ἢ τοῦτο ἀρχήν φησιν, ὅταν µὴ βίος ἀκριβὴς παρῇ. Καθάπερ γὰρ τὸν εἰς τὴν µάθησιν τῶν γραµµάτων εἰσερχόµενον, τὰ στοιχεῖα δεῖ πρῶτον ἀκοῦσαι· οὕτω καὶ τὸν Χριστιανὸν ταῦτα εἰδέναι ἀκριβῶς πρῶτον χρὴ, καὶ µηδὲν ἀµφιβάλλειν περὶ αὐτῶν. Εἰ δὲ δέοιτο πάλιν διδασκαλίας, οὔπω τὸν θεµέλιον ἔχει· τὸν γὰρ ἑδραῖον πεπηγέναι προσῆκε καὶ ἑστάναι, καὶ µὴ µετακινεῖσθαι. Εἰ δὲ µέλλοι τις κατηχηθεὶς, καὶ βαπτισθεὶς µετὰ ἔτη δέκα περὶ πίστεως πάλιν ἀκούειν, καὶ ὅτι πιστεῦσαι χρὴ εἰς ἀνάστασιν νεκρῶν· οὔπω τὸν θεµέλιον ἔχει, πάλιν τὴν ἀρχὴν τοῦ Χριστιανισµοῦ ζητεῖ. Ὅτι γὰρ ἡ πίστις θεµέλιον, τὸ δὲ λοιπὸν οἰκοδοµὴ, ἄκουε αὐτοῦ λέγοντος· Ἐγὼ θεµέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδοµεῖ. Εἴ τις ἐποικοδοµεῖ ἐπὶ τὸν θεµέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιµίους, ξύλα, χόρτον, καλάµην.∆ ιὰ τοῦτο ἔλεγε· Μὴ πάλιν θεµέλιον καταβαλλόµενοι µετανοίας ἀπὸ νεκρῶν ἔργων.
9.2
Τί δέ ἐστιν, Ἐπὶ τὴν τελειότητα φερώµεθα; Πρὸς αὐτὴν χωρῶµεν λοιπὸν, φησὶ, τὴν ὀροφήν· τουτέστι, βίον ἄριστον ἔχωµεν. Ὥσπερ γὰρ ἐπὶ τῶν στοιχείων τὸ πᾶν ἄλφα συνέχει, καὶ ὁ θεµέλιος τὴν πᾶσαν οἰκοδοµήν· οὕτω καὶ τοῦ βίου τὴν καθαρότητα, ἡ περὶ τὴν πίστιν πληροφορία. Ταύτης δὲ ἄνευ οὐκ ἔστιν εἶναι Χριστιανόν· ὥσπερ οὐδὲ θεµελίων ἄνευ οἰκοδοµὴν, οὐδὲ στοιχείων χωρὶς ἔµπειρον γραµµάτων εἶναι. Ἀλλ' ὥσπερ ἐάν τις ἀεὶ περὶ τὰ στοιχεῖα καταγίνηται, ἢ εἴ τις περὶ τὸν θεµέλιον στρέφηται, καὶ οὐκ ἀνέρχηται ἐπὶ τὴν οἰκοδοµὴν, οὐδέποτε ἔσται αὐτῷτι πλέον· οὕτω καὶ ἐφ' ἡµῶν· ἂν γὰρ ἀεὶ ἐπὶ τὴν ἀρχὴν τῆς πίστεως µένωµεν, οὐδέποτε πρὸς τὸ τέλειον ταύτης ἀναβησόµεθα. Σὺ δὲ µὴ νοµίσῃς ἠλαττῶσθαι τὴν πίστιν διὰ τὸ στοιχεῖον κληθῆναι· ἡ γὰρ πᾶσα δύναµις αὕτη ἐστίν. Ὅταν γὰρ λέγῃ· Πᾶς γὰρ ὁ µετέχων γάλακτος, ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστιν, οὐ γάλα ταύτην καλεῖ· ἀλλὰ τὸ ἀµφιβάλλειν ἔτι περὶ τούτων, τοῦτό ἐστιν ἀσθενοῦς διανοίας καὶ λόγων δεοµένης πολλῶν. Τὰ γὰρ δόγµατα ταῦτά ἐστι τὰ ὑγιῆ· τέλειον γὰρ ἐκεῖνον καλοῦµεν τὸν µετὰ τῆς πίστεως βίον ἔχοντα ὀρθόν. Ἐὰν δέ τις πίστιν µὲν ἔχῃ, πράττῃ δὲ πονηρὰ, καὶ περὶ αὐτῆς δὲ ταύτης ἀµφιβάλλῃ, καὶ ὑβρίζῃ τὴν διδασκαλίαν· εἰκότως αὐτὸν φήσοµεν νήπιον, ἐπὶ τὴν ἀρχὴν ἀναδραµόντα. Ὥστε κἂν µυρία ἔτη ἐν τῇ πίστει ἔχωµεν, καὶ µὴ βέβαιοι ὦµεν ἐν αὐτῇ, νήπιοί ἐσµεν, ὅταν βίον αὐτῇ µὴ συµβαίνοντα ἐπιδεικνυώµεθα, ὅταν ἔτιθεµέλιον καταβαλλώµεθα. Τούτοις δὲ µετὰ τοῦ βίου καὶ ἄλλο καλεῖ, ὡς παρασαλευθεῖσι, καὶ δεοµένοις θεµέλιον καταβάλλειν µετανοίας ἀπὸ νεκρῶν ἔργων. Τὸν γὰρ ἀπό τινος εἰς ἕτερον µετατιθέµενον, καὶ τὸ µὲν ἀφιέντα, τοῦτο δὲ αἱρούµενον, πρότερον αὐτοῦ καταγνῶναι χρὴ, καὶ ἀποστῆναι τῇ διαθέσει, καὶτότε ἐλθεῖν ἐφ' ἕτερον· εἰ δὲ τοῦ προτέρου πάλιν ἔχεσθαι µέλλοι, πῶς τοῦ δευτέρου ἅψεται; Τί οὖν, φησὶ, περὶ τοῦ νόµου; Κατέγνωµεν αὐτοῦ, καὶ πάλιν ἐπ' αὐτὸν ἀνατρέχοµεν. Τοῦτο οὐκ ἔστι µετάθεσις· καὶ γὰρ ἐνταῦθα ἔχοµεν νόµον. Νόµον οὖν, φησὶ, καταργοῦµεν διὰ τῆς πίστεως; Μὴ γένοιτο, ἀλλὰ νόµον ἱστῶµεν. Ἐγὼ δὲ περὶ πονηρῶν εἶπον πραγµάτων. Ὁ γὰρ µέλλων ἐπ' ἀρετὴν µετιέναι, πρότερον τῆς κακίας καταγνῶναι ὀφείλει, καὶ τότε αὐτὴν µετελθεῖν· οὐ γὰρ ἴσχυεν ἡ µετάνοια καθαροὺς αὐτοὺς δεῖξαι.∆ ιὰ τοῦτο εὐθέως ἐβαπτίζοντο, ἵν', ὅπερ ἀδυνάτως εἶχον ἐργάσασθαι δι' ἑαυτῶν, τοῦτο διὰ τῆς τοῦ Χριστοῦ γένηται χάριτος. Οὔτε οὖν µετάνοια ἀρκεῖ πρὸς τὸν καθαρισµὸν, ἀλλὰ δεῖ τὸ βάπτισµα παραλαβεῖν. Ἐπὶ γοῦν τὸ βάπτισµα ἔρχεσθαι δεῖ, πρότερον καταγνόντα τῶν ἡµαρτηµένων αὐτῷ, καὶ καταψηφισάµενον. Τί δέ ἐστι, Βαπτισµῶν διδαχῆς; Οὐχ ὡς πολλῶν ὄντων τῶν βαπτισµῶν, ἀλλ' ἑνός. Τί οὖν αὐτὸ πληθυντικῶς εἶπε;∆ ιὰ τὸ εἰπεῖν, Μὴ πάλιν θεµέλιον καταβαλλόµενοι µετανοίας. Εἰ γὰρ πάλιν αὐτοὺς ἐβάπτισε, καὶ ἄνωθεν κατήχησε, καὶ πάλιν ἐξ ἀρχῆς βαπτισθέντες ἐδιδάσκοντο τὰ πρακτέα, καὶ τὰ µὴ πρακτέα, διηνεκῶςἔµελλον ἀδιόρθωτοι µένειν. Καὶ ἐπιθέσεως χειρῶν. Οὕτω γὰρ τὸ Πνεῦµα ἐλάµβανον. Ἐπιθέντος γὰρ αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, φησὶν, ἦλθε τὸ Πνεῦµα τὸ ἅγιον. Ἀναστάσεώς τε νεκρῶν. Τοῦτο γὰρ ἔν τε τῷ βαπτίσµατι γίνεται, καὶ ἐν τῇ ὁµολογίᾳ βεβαιοῦται. Καὶ κρίµατος αἰωνίου.∆ ιὰ τί δὲ ταῦτά φησιν; Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἢ παρασαλεύεσθαι ἤδη πεπιστευκότας, ἢ κακῶς βιοῦν καὶ ῥᾳθύµως. Λέγει οὖν· Νήψατε. Ἀπάγων οὖν αὐτοὺς τῆς τοιαύτης ῥᾳθυµίας, καὶ προσεκτικωτέρους ποιῶν, τοῦτον τὸν λόγον κινεῖ. Οὐκ ἔνι γὰρ εἰπεῖν, ὅτι Ἂν νῦν ῥᾳθύµως ζήσωµεν, πάλιν βαπτισθησόµεθα, πάλιν κατηχηθησόµεθα, καὶ πάλιν ληψόµεθα τὸ Πνεῦµα· ἢ, ὅτι Ἂν νῦν τῆς πίστεως ἐκπέσωµεν, πάλιν δυνησόµεθα βαπτιζόµενοι τὰ ἁµαρτήµατα ἀπολούσασθαι, καὶ τῶν αὐτῶν τυχεῖν ὧνπερ καὶ πρότερον. Σφάλλεσθε, φησὶ, ταῦτα νοµίζοντες. Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαµένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ µετόχους γενηθέντας Πνεύµατος ἁγίου, καὶ καλὸνγευσαµένους Θεοῦ ῥῆµα, δυνάµεις τε µέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς µετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦκαὶ παραδειγµατίζοντας. Καὶ ὅρα πῶς ἐντρεπτικῶς καὶ ἀπαγορευτικῶς ἄρχεται· Ἀδύνατον, φησί· τουτέστι, Μηκέτι προσδόκα τὸ µὴ δυνατόν. Οὐ γὰρ εἶπεν, Οὐ πρέπει, οὐδὲ συµφέρει, οὐδὲ ἔξεστιν, ἀλλ', Ἀδύνατον· ὥστε εἰς ἀπόγνωσιν ἐµβαλεῖν, εἰ ὅλως ἐφωτίσθητε ἅπαξ.
9.3
Εἶτα ἐπάγει, Γευσαµένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου· τουτέστι, τῆς ἀφέσεως. Καὶ µετόχους γενηθέντας Πνεύµατος ἁγίου, καὶ καλὸν γευσαµένους Θεοῦ ῥῆµα. Τὴν διδασκαλίαν ἐνταῦθα λέγει.∆ υνάµεις τε µέλλοντος αἰῶνος. Τίνας λέγεις δυνάµεις; Ἢ τὸ θαύµατα ἐπιτελεῖν, ἢ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύµατος. Καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς µετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγµατίζοντας. Ἀνακαινίζειν, φησὶν, εἰς µετάνοιαν· τουτέστι, διὰ µετανοίας· τί οὖν; ἐκβέβληται ἡ µετάνοια; Οὐχ ἡ µετάνοια, µὴ γένοιτο, ἀλλ' ὁ διὰ λουτροῦ πάλιν ἀνακαινισµός. Οὐ γὰρ εἶπεν, Ἀδύνατον ἀνακαινισθῆναι εἰς µετάνοιαν, καὶ ἐσίγησεν· ἀλλ' εἰπὼν, Ἀδύνατον ἐπήγαγεν, Ἀνασταυροῦντας. Ἀνακαινισθῆναι· τουτέστι, καινὸν γενέσθαι· τὸ γὰρ καινοὺς ποιῆσαι, τοῦ λουτροῦ µόνον ἐστίν· Ἀνακαινισθήσεται γὰρ, φησὶν, ὡς ἀετοῦ ἡ νεότης σου. Τῆς δὲ µετανοίας ἐστὶ τὸ, καινοὺς γενοµένους, εἶτα παλαιωθέντας ὑπὸ τῶν ἁµαρτηµάτων, ἀπαλλάξαι τῆς παλαιότητος καὶ καινοὺς ἐργάσασθαι· εἰς ἐκείνην µέντοι τὴν λαµπρότητα ἀγαγεῖν οὐκ ἔνι· ἐκεῖ γὰρ τὸ ὅλον ἡ χάρις ἦν. Ἀνασταυροῦντας ἑαυτοῖς, φησὶ, τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγµατίζοντας. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τὸ βάπτισµα σταυρός ἐστι· Συνεσταυρώθη γὰρ ὁ παλαιὸς ἡµῶν ἄνθρωπος. Καὶ πάλιν· Σύµµορφοι γεγόναµεν τῷ ὁµοιώµατι τοῦ θανάτου αὐτοῦ· καὶ πάλιν· Συνετάφηµεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσµατος εἰς τὸν θάνατον. Ὥσπερ οὖν οὐκ ἔνι δεύτερον σταυρωθῆναι τὸν Χριστόν· τοῦτο γὰρ παραδειγµατίσαι αὐτόν ἐστιν· οὕτως οὐδὲ βαπτισθῆναι. Εἰ γὰρ θάνατος αὐτοῦ οὐκέτι κυριεύσει, εἰ ἀνέστη, τῇ ἀναστάσει κρείττων γενόµενος τοῦ θανάτου, εἰ διὰ τοῦ θανάτου τὸν θάνατον κατεπάλαισεν, εἶταπάλιν σταυροῦται· µῦθος πάντα ἐκεῖνα καὶ παραδειγµατισµός. Ὁ τοίνυν δεύτερον ἑαυτὸν βαπτίζων, πάλιν αὐτὸν σταυροῖ. Τί δέ ἐστιν, Ἀνασταυροῦντας; Ἄνωθεν πάλιν σταυροῦντας. Ὥσπερ γὰρ ἀπέθανεν ὁ Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡµεῖς ἐν τῷ βαπτίσµατι, οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁµαρτίᾳ. Ὅρα θάνατον, καὶ θάνατον· ἐκεῖνος ἀπέθανεν ἐν τῇ σαρκὶ, ἡµεῖς δὲ τῇ ἁµαρτίᾳ.∆ ιὰ τοῦ βαπτίσµατος ἡµῶν ὁ παλαιὸς ἄνθρωπος ἐτάφη, καὶ ἀνέστη ὁ καινὸς, ὁ σύµµορφος γενόµενος τῷ ὁµοιώµατι τοῦ θανάτου αὐτοῦ. Εἰ τοίνυν ἀνάγκη πάλιν βαπτισθῆναι, ἀνάγκη πάλιν αὐτὸν ἀποθανεῖν τοῦτον· τὸ γὰρ βάπτισµα οὐδέν ἐστιν ἄλλο, ἢ ἀναίρεσις τοῦ βαπτιζοµένου, καὶ ἔγερσις ἐκείνου. Καὶ καλῶς εἶπεν, Ἑαυτοῖς ἀνασταυροῦντας· ὁ γὰρ τοῦτο ποιῶν, ὡς τῆς προτέρας χάριτος ἐπιλαθόµενος, καὶ ῥᾳθύµως τὸν ἑαυτοῦ βίον οἰκονοµῶν, ὡς ὄντος ἑτέρου βαπτίσµατος, οὕτωπάντα διαπράττεται.∆ ιόπερ προσέχειν χρὴ καὶ ἀσφαλίζεσθαι. Τί ἐστι, Γευσαµένους τῆς δωρεᾶς τῆς ἐπουρανίου; Τουτέστι, τῆς ἀφέσεως τῶν ἁµαρτηµάτων· τοῦτο γὰρ Θεοῦ µόνου χαρίζεσθαι, καὶ ἡ χάρις ἅπαξ ἐστὶ χάρις. Τί οὖν ἐπιµενοῦµεν τῇ ἁµαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο. Εἰ δὲ ἀεὶ µέλλοµεν χάριτι σώζεσθαι, οὐδέποτε ἐσόµεθα ἀγαθοί. Ὅπου γὰρ µία ἐστὶ χάρις, καὶ οὕτω ῥᾳθυµοῦµεν· εἰ ᾔδειµεν ὅτι πάλιν ἔστιν ἀπολούσασθαι τὰ ἁµαρτήµατα, ἆρα ἂν ἐπαυσάµεθα ἁµαρτάνοντες; Οὐκ ἔγωγε οἶµαι. Πολλὰ ἐνταῦθα δείκνυσι τὰ δῶρα· καὶ ἵνα µάθῃς, ἄκουσον· Κατηξιώθης, φησὶ, τοσαύτης ἀφέσεως, ἐν σκότῳ καθεζόµενος ὁ ἐχθρὸς, ὁ πολέµιος, ὁ ἀπηλλοτριωµένος, ὁ θεοστυγὴς, ὁ ἀπολλύµενος· ὁ τοιοῦτος οὖν ἐξαίφνης φωτισθεὶς, Πνεύµατος ἀξιωθεὶς, δωρεᾶς ἐπουρανίου, υἱοθεσίας, βασιλείας οὐρανῶν, τῶν ἄλλων ἀγαθῶν, µυστηρίων ἀποῤῥήτων, καὶ οὐδὲ οὕτω βελτίων γενόµενος, ἀλλ' ἄξιος µὲν ὢν ἀπωλείας, τυχὼν δὲ σωτηρίας καὶ τιµῆς, ὡς τὰ µεγάλα κατωρθωκὼς, πῶς ἂν δύναιτοβαπτισθῆναι πάλιν;∆ ύο τοίνυν τρόποις τὸ πρᾶγµα ἀδύνατον ἔφησεν εἶναι, καὶ τὸν ἰσχυρότερον ὕστερον ἔθηκεν· ἑνὶ µὲν, ὅτι οὐκ ἄξιος ὁ τοιούτων καταξιωθεὶς, καὶ πάντα προδοὺς τὰ δωρηθέντα αὐτῷ, πάλιν ἀνακαινισθῆναι· δευτέρῳ δὲ, ὅτι οὐ δυνατόν ἐστιν αὐτὸν πάλιν ἀνασταυροῦσθαι· τοῦτο γάρ ἐστι παραδειγµατίσαι. Οὐκ ἔστι τοίνυν δεύτερον λουτρὸν, οὐκ ἔστιν· εἰ δὲ ἔστι, καὶ τρίτον ἐστὶ, καὶ τέταρτόν ἐστι, καὶ ὑπὸ τοῦ ὑστέρου ἀεὶ τὸ πρῶτον καταλύεται, καὶ τοῦτο πάλιν ὑπὸ τοῦ ἄλλου, καὶ τοῦτο εἰς ἄπειρον. Εἰπὼν δὲ, Καὶ καλὸν Θεοῦ γευσαµένους Ῥῆµα, δυνάµεις τε αἰῶνος µέλλοντος, οὐκ ἀποκαλύπτει αὐτὸ, ἀλλ' αἰνίττεται, καὶ µονονουχὶ ταῦτα λέγει· ὅτι τὸ ζῇν ὡς ἀγγέλους, τὸ µηδενὸς δεῖσθαι τῶν ἐνταῦθα, τὸ εἰδέναι ὅτι τῆς τῶν µελλόντων αἰώνων ἀπολαύσεως πρόξενος ἡµῖν ἡ υἱοθεσία γίνεται, τὸ εἰςτὰ ἄδυτα ἐκεῖνα εἰσελθεῖν προσδοκᾷν, διὰ τοῦ Πνεύµατος ἔστι ταῦτα µαθεῖν. Τί ἐστι,∆ υνάµεις τε τοῦ µέλλοντος αἰῶνος; Ἡ ζωὴ ἡ αἰώνιος, ἡ ἀγγελικὴ διαγωγή. Τούτων ἤδη τὸν ἀῤῥαβῶνα ἐλάβοµεν διὰ τῆς πίστεως παρὰ τοῦ Πνεύµατος. Εἰπέ µοι τοίνυν εἰ εἰς βασίλεια εἰσαχθεὶς, καὶ πάντα ἐµπιστευθεὶς τὰ ἐκεῖ, εἶτα προὔδωκας ἅπαντα, ἆρα ἂν ἐνεπιστεύθης τὰ ἐκεῖ πάλιν;
9.4
Τί οὖν; οὐκ ἔστι µετάνοια, φησίν; Ἔστι µετάνοια, ἀλλὰ βάπτισµα οὐκ ἔστι δεύτερον. Μετάνοια δὲ ἔστι πολλὴν ἔχουσα τὴν ἰσχὺν, καὶ τὸν σφόδρα τοῖς ἁµαρτήµασι βεβαπτισµένον, εἰ βουληθείη, δυναµένη ἀπαλλάξαι τοῦ τῶνἁµαρτηµάτων φορτίου, καὶ τὸν κινδυνεύοντα καταστῆσαι ἐν ἀσφαλείᾳ, κἂν πρὸς αὐτὸν ἔλθῃ τῆς κακίας τὸν πυθµένα. Καὶ τοῦτο πολλαχόθεν δυνατὸν ἀποδεῖξαι. Μὴ ὁ πίπτων γὰρ, φησὶν, οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; Ἔστιν, ἐὰν βουλώµεθα, µορφωθῆναι τὸν Χριστὸν ἐν ἡµῖν πάλιν· ἄκουε γὰρ Παύλου λέγοντος, Τεκνία µου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ µορφωθῇ Χριστὸς ἐν ὑµῖν· µόνον ἁψώµεθα τῆς µετανοίας. Ὅρα γὰρ Θεοῦ φιλανθρωπίαν· ἔδει ἡµᾶς παντὶ τρόπῳ κολασθῆναι παρὰ τὴν ἀρχὴν, ὅτι καὶ νόµον λαβόντες τὸν φυσικὸν καὶ µυρίων ἀπολαύσαντες ἀγαθῶν, τόν τε∆ εσπότηνἠγνοήκαµεν, καὶ βίον ἀκάθαρτον βεβιώκαµεν· ὁ δὲ οὐ µόνον οὐκ ἐκόλασεν, ἀλλὰ καὶ µυρίων µετέδωκεν ἀγαθῶν, ὡς ἂν εἰ µεγάλα κατωρθωκότες ἦµεν. Πάλιν ἐξεπέσοµεν, καὶ οὐδὲ οὕτω κολάζει, ἀλλ' ἔδωκε τὸ τῆς µετανοίας φάρµακον, πάντα ἡµῶν τὰ ἁµαρτήµατα ἱκανὸν ἀφανίσαι καὶ ἀπαλεῖψαι, µόνονἐὰν εἰδῶµεν τὸ φάρµακον ὁποῖόν ἐστι, καὶ πῶς αὐτὸ ἐπιτιθέναι δεῖ. Ποῖον οὖν ἐστι τὸ φάρµακον τῆς µετανοίας, καὶ πῶς αὐτὸ κατασκευάζεται; Πρῶτον, ἀπὸ καταγνώσεως τῶν οἰκείων ἁµαρτηµάτων, καὶ ἀπὸ ἐξαγορεύσεως. Τὴν ἀνοµίαν γάρ µου, φησὶν, ἐγνώρισα, καὶ τὴν ἁµαρτίαν µου οὐκ ἐκάλυψα· καὶ, Ἐξαγορεύσω κατ' ἐµοῦ τὴν ἀνοµίαν µου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας µου· καὶ πάλιν· Λέγε σὺ τὰς ἁµαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς· καὶ,∆ ίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.∆ εύτερον, ἀπὸ ταπεινοφροσύνης πολλῆς· ὥσπερ γὰρ σειρά τίς ἐστι χρυσῆ, κἂν ἀρχὴν λάβῃ, πάντα ἕπεται. Ἐὰν γὰρ ὁµολογή σῃς τὴν ἁµαρτίαν ὡς ὁµολογῆσαι χρὴ, ταπεινοῦται ἡ ψυχή· τὸ γὰρ συνειδὸς αὐτὴν συστρέφον, κατεστάλθαι ποιεῖ.∆ εῖ δὲ καὶ ἕτερα προσεῖναι τῇ ταπεινοφροσύνῃ, ἵνα τοιαύτη ᾖ οἵαν ὁ µακάριος∆ αυῒδ ηὔχετο λέγων· Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοὶ, ὁ Θεός· καὶ πάλιν· Καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Τὸ γὰρ συντριβὲν οὐ διανίσταται, οὐ πλήττει, ἀλλὰ πρὸς τὸ παθεῖν κακῶς ἐστὶν ἕτοιµον, αὐτὸ δὲ οὐ διανίσταται. Τοιοῦτόν ἐστι συντριβὴ καρδίας· κἂν ὑβρισθῇ, κἂν πάθῃ κακῶς, ἡσυχάζει, καὶ οὐχ ὁρµᾷ πρὸς ἄµυναν. Μετὰ δὲ τὴν ταπεινοφροσύνην, εὐχῶν δεῖ ἐκτενῶν, δακρύων πολλῶν, τῶν ἐν ἡµέρᾳ, τῶν ἐν νυκτί· Λούσω γὰρ, φησὶ, καθ' ἑκάστην νύκτα τὴν κλίνην µου· ἐν δὲ δάκρυσί µου τὴν στρωµνήν µου βρέξω· ἐκοπίασα ἐν τῷ στεναγµῷ µου· καὶ πάλιν· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόµα µου µετὰ κλαυθµοῦ ἐκίρνων. Καὶ µετὰ τὴν εὐχὴν τὴν οὕτως ἐκτενῆ, ἐλεηµοσύνης δεῖ πολλῆς. Τὸ γὰρ µάλιστα ἰσχυρὸν ἐργαζόµενον τὸ φάρµακον τῆς µετανοίας, τοῦτό ἐστι. Καὶ καθάπερ ἐπὶ τῶν ἰατρικῶν βοηθηµάτων ἔστι φάρµακον πολλὰς µὲν λαµβάνον βοτάνας, µίαν δὲ τὴν κυριωτάτην· οὕτω καὶ ἐπὶ τῆς µετανοίας αὕτη ἡ βοτάνη κυριωτέρα, καὶ τὸ πᾶν αὕτη γένοιτο ἄν. Ἄκουε γὰρ τί φησιν ἡ θεία Γραφή·∆ ότε ἐλεηµοσύνην, καὶ πάντα ἔσται καθαρά· καὶ πάλιν· Ἐλεηµοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁµαρτίαι· καὶ πάλιν· Πῦρ φλογιζόµενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεηµοσύνη καταπαύσει ἁµαρτίας µεγάλας. Εἶτα τὸ µὴ ὀργίζεσθαι, µηδὲ µνησικακεῖν, τὸ πᾶσιν ἀφιέναι τὰ ἁµαρτήµατα· Ἄνθρωπος γὰρ ἀνθρώπῳ συντηρεῖ ὀργὴν, φησὶ, καὶ παρὰ Κυρίου ζητεῖ ἴασιν. Ἄφετε, ἵνα ἀφεθῇ ὑµῖν. Καὶ τὸ ἐπιστρέφειν ἀδελφοὺς ἀπὸ τῆς πλάνης· Πορεύου γὰρ, φησὶ, καὶ ἐπίστρεφε τοὺς ἀδελφούς σου, ἵνα ἀφεθῶσί σοι αἱ ἁµαρτίαι σου· τὸ πρὸς τοὺς ἱερεῖς ἔχειν οἰκείως. Κἂν γὰρ ἁµαρτίας ᾖ, φησὶ, πεποιηκώς τις, ἀφεθήσεται αὐτῷ· τὸ προΐστασθαι τῶν ἀδικουµένων, τὸ µὴ ἔχειν ὀργὴν, τὸ πάντα πράως φέρειν.
9.5
Ἆρα πρὸ µὲν τοῦ µαθεῖν ὅτι ἔστι διὰ µετανοίας ἀπολούσασθαι τὰ ἁµαρτήµατα, οὐκ ἐναγώνιοι ἦτε, γνόντες ὅτι οὐκ ἔστιν ἕτερον λουτρὸν, καὶἀπεγινώσκετε ἑαυτῶν; Νυνὶ δὲ µαθόντες δι' ὅσων ἡ µετάνοια καὶ ἡ ἄφεσις κατορθοῦται, καὶ ὅτι δυνησόµεθα τὸ πᾶν ἐκφυγεῖν, ἂν βουληθῶµεν αὐτῇ χρήσασθαι δεόντως, ποίας τύχοιµεν ἂν συγγνώµης, οὐδὲ εἰς νοῦν ἐρχόµενοι τῶν ἡµετέρων ἁµαρτηµάτων; Εἰ γὰρ τοῦτο ἦν, πάντα ἤνυστο. Ὥσπερ γὰρ ὁ τὴν θύραν εἰσελθὼν, ἔνδον ἐστίν· οὕτως ὁ τὰ οἰκεῖα λογιζόµενος κακά. Ἂν γὰρ ἀναλογίζηται αὐτὰ καθ' ἑκάστην, καὶ ἐπὶ τὴν θεραπείαν αὐτῶν πάντως ἥξει· ἂν δὲ λέγῃ, Ἁµαρτωλός εἰµι, µὴ ἀναλογίζηται δὲ αὐτὰ κατ' εἶδος, καὶ λέγῃ, ὅτι Τόδε καὶ τόδε ἥµαρτον· οὐδέποτε παύσεται, ἀεὶ µὲν ὁµολογῶν, φροντίζων δὲ οὐδέποτε τῆς διορθώσεως. Ἐὰν γὰρ ἄρξηται, πάντως καὶ τὰ ἄλλα ἕπεται, ἂν εἴσοδον ἐπιδείξηται· πανταχοῦ γὰρ ἡ ἀρχὴ καὶ τὰ προοίµια δύσκολα. Ταῦτα οὖν καταβαλώµεθα, καὶ πάντα εὔκολα ἔσται καὶ ῥᾷστα. Ἀρξώµεθα τοίνυν, παρακαλῶ, ὁ µὲν ἀπὸ τοῦ τὰς εὐχὰς ἐπιτεῖναι, ὁ δὲ ἀπὸ τοῦ δακρύειν συνεχῶς, ὁ δὲ ἀπὸ τοῦ κατηφεῖν· οὐδὲ γὰρ οὐδὲ τοῦτο τὸ οὕτω µικρὸν ἀνόνητον. Εἶδον γὰρ, φησὶν, ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάµην τὰς ὁδοὺς αὐτοῦ. Πάντες δὲ ἀπὸ ἐλεηµοσύνης, καὶ τοῦ ἀφιέναι τοῖς πλησίον τὰ ἁµαρτήµατα, καὶ ἀπὸ τοῦ µὴ µνησικακεῖν µηδὲ ἀµύνεσθαι, ταπεινώσωµεν ἑαυτῶν τὰς ψυχάς. Ἐὰν ἐννοῶµεν συνεχῶς τὰ ἡµαρτηµένα ἡµῖν, οὐδὲν ἡµᾶς ἐπᾶραι τῶν ἔξωθεν δυνήσεται, οὐ πλοῦτος, οὐ δυναστεία, οὐκ ἀρχὴ, οὐ τιµὴ, ἀλλὰ κἂν εἰς αὐτὸτὸ ὄχηµα τὸ βασιλικὸν καθίσωµεν, στενάξοµεν πικρόν. Ἐπεὶ καὶ ὁ µακάριος∆ αυῒδ βασιλεὺς ἦν, καὶ ἔλεγε· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην µου· καὶ οὐδὲν ἀπὸ τῆς ἁλουργίδος καὶ τοῦ διαδήµατος παρεβλάβη, καὶ οὐκ ἐτυφώθη· ᾔδει γὰρ ἑαυτὸν ἄνθρωπον ὄντα· καὶ ἐπειδὴ συντετριµµένην εἶχε τὴν καρδίαν, ἐθρήνει. Τί γάρ ἐστι τὰ ἀνθρώπινα πράγµατα; Τέφρα καὶ κόνις, καὶ ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέµου, καπνὸς καὶ σκιὰ, καὶ φύλλον περιφερόµενον καὶ ἄνθος, ὄναρ καὶ διήγηµα, καὶ µῦθος, ἄνεµοςκαὶ ἀὴρ χαῦνος ἁπλῶς διαῤῥέων, πτερὸν οὐχ ἱστάµενον, ῥεῦµα παρατρέχον, καὶ εἴ τι τούτων οὐδαµινέστερον· τί γὰρ, εἰπέ µοι, µέγα νοµίζεις; ποῖον ἡγῇ µέγα ἀξίωµα εἶναι; τὸ τοῦ ὑπάτου; οὐδὲν γὰρ τούτου τοῦ ἀξιώµατος εἶναι µεῖζον νοµίζουσιν οἱ πολλοί. Τοῦ ἐν τοσαύτῃ τοίνυν λαµπρότητι γενοµένου, τοῦ µεγάλως θαυµασθέντος, ὁ µὴ ὕπατος ἔλαττον ἔχει οὐδέν· ἐν τῷ αὐτῷ καὶ οὗτος κἀκεῖνός ἐστιν ἀξιώµατι· ὁµοίως ἑκάτεροι µετ' ὀλίγον οὐκ εἰσί. Πότε ἐγένετο, πόσον χρόνον, εἰπέ µοι; ἡµερῶν δύο; Τοῦτο καὶ ἐν ὀνείροις γίνεται. Ἀλλ' ὄναρ, φησὶν, ἐστί. Καὶ τί τοῦτο; τὸ γὰρ ἐν ἡµέρᾳ, οὐκ ὄναρ; Εἰπέ µοι, διὰ τί µὴ ταῦτα µᾶλλον λέγοµεν ὄναρ; Ὥσπερ γὰρ τὰ ὀνείρατα, τῆς ἡµέρας καταλαβούσης, ἐλέγχεται οὐδὲν ὄντα· οὕτω καὶ ταῦτα, τῆς νυκτὸς καταλαβούσης, ἐλέγχεται οὐδὲν ὄντα· τὸ γὰρ ἴσον ἥ τε νὺξ καὶ ἡ ἡµέρα ἀπέλαβον τοῦ χρόνου, καὶ ἐξ ἴσης διενείµαντο τὸν πάντα χρόνον. Ὥσπερ τοίνυν ἐν ἡµέρᾳ τοῖς ἐν νυκτὶ γενοµένοις οὐ γάννυταί τις· οὕτως οὐδὲ ἐν νυκτὶ τῶν µεθ' ἡµέραν ἀπολαῦσαι δυνατόν. Γέγονας ὕπατος; κἀγώ. Ἀλλὰ σὺ ἐν ἡµέρα, ἐγὼ δὲ ἐν νυκτί. Καὶ τί τοῦτο; οὐδὲ οὕτω µου πλέον τι ἔχεις, εἰ µὴ ἄρα τὸ λέγεσθαι, Ὁ δεῖνα ὁ ὕπατος, καὶ τὸ τὴν ἀπὸ τῶν ῥηµάτων ἔχειν ἡδονὴν πλέον ἔχειν ποιεῖ· οἷόν τι λέγω, σαφέστερον γὰρ αὐτὸ ἐρῶ, ἐὰν εἴπω· Ὁ δεῖνα ὕπατός ἐστι, καὶ χαρίσωµαι τὸ ῥῆµα, οὐχ ἅµα ἐλέχθη, καὶ ἀπῆλθεν; Οὕτω καὶ τὰ πράγµατά ἐστιν· ἅµα ἐφάνη ὕπατος, καὶ οὐκέτι ἐστί. Θῶµεν δὲ ἐνιαυτὸν εἶναι, καὶ δύο ἐνιαυτοὺς, καὶ τρεῖς, καὶ τέσσαρας· ποῦ οὖν εἰσιν οἱ δέκα ὕπατοι γενόµενοι; Οὐδαµοῦ. Ἀλλ' ὁ Παῦλος οὐχ οὕτως· ἦν µὲν γὰρ καὶ ζῶν λαµπρὸς διαπαντὸς, οὐ µίαν ἡµέραν, οὐδὲ δύο, οὐδὲ δέκα, οὐκ εἴκοσιν, οὐ τριάκοντα, οὐδὲ ἐνιαυτοὺς δέκα, καὶ εἴκοσι, καὶ τριάκοντα· ἀλλὰ ἐξ οὗ ἐτελεύτησε, τετρακοσιοστὸν λοιπὸν ἔτος παρελήλυθε, καὶ ἔτι καὶ νῦν λαµπρότερός ἐστι, καὶ πολλῷ λαµπρότερος ἢ ὅτε ἔζη. Καὶ ταῦτα µὲν ἐν τῇ γῇ· τὴν δὲ ἐν τοῖς οὐρανοῖς λαµπρότητα τῶν ἁγίων τίς ἂν παραστήσειε λόγος;∆ ιὸ, παρακαλῶ, ταύτην ζητήσωµεν τὴν λαµπρότητα, ταύτην διώξωµεν, ἵνα αὐτῆς τύχωµεν· ἡ γὰρ ὄντως λαµπρότης αὕτη ἐστίν. Ἀποστῶµεν λοιπὸν τῶν βιωτικῶν, ἵνα εὕρω µεν χάριν καὶ ἔλεον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡµῶν, µεθ' οὗ τῷ Πατρὶ ἅµα τῷ ἁγίῳ Πνεύµατι δόξα, κράτος, τιµὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.