Homilies on John
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
10.1
ΟΜΙΛΙΑ Ιʹ. Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρ έλαβον. αʹ. Φιλάνθρωπος ὢν ὁ Θεὸς, ἀγαπητὲ, καὶ εὐεργετικὸς, πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε ἡμᾶς κατ' ἀρετὴν λάμπειν: καὶ βουλόμενος ἡμᾶς εὐδοκίμους εἶναι, καὶ τοῦτο, βίᾳ μὲν οὐδένα οὐδὲ ἀνάγκῃ, πειθοῖ δὲ καὶ τῷ ποιεῖν εὖ τοὺς βουλομένους ἅπαντας ἕλκει, καὶ πρὸς ἑαυτὸν ἐπισπᾶται. Διὰ τοῦτο ἐλθόντα αὐτὸν οἱ μὲν ἔλαβον, οἱ δὲ οὐκ ἐδέξαντο. Οὐδένα γὰρ βούλεται ἄκοντα οὐδὲ ἠναγκασμένον ἔχειν οἰκέτην, ἀλλ' ἑκόντας ἅπαντας καὶ προαιρουμένους, καὶ χάριν αὐτῷ τῆς δουλείας εἰδότας. Ἄνθρωποι μὲν γὰρ, ἅτε ἐν χρείᾳ καθεστῶτες τῆς τῶν οἰκετῶν διακονίας, καὶ μὴ βουλομένους αὐτοὺς τῷ τῆς δεσποτείας κατέχουσι νόμῳ: ὁ δὲ Θεὸς, ἀνενδεὴς ὢν, καὶ μηδενὸς τῶν ἡμετέρων ἐν χρείᾳ καθεστηκὼς, τῆς δὲ ἡμετέρας ἕνεκεν σωτηρίας μόνον ἅπαντα πράττων, ἡμᾶς αὐτοὺς ποιεῖ τούτου κυρίους: καὶ διὰ τοῦτο τῶν μὴ βουλομένων οὐδενὶ βίαν ἐπιτίθησιν οὐδὲ ἀνάγκην. Πρὸς γὰρ τὸ συμφέρον ἡμῖν ὁρᾷ μόνον. Τὸ γὰρ ἄκοντας πρὸς ταύτην ἕλκεσθαι τὴν δουλείαν, ἴσον τῷ μηδὲ ὅλως δουλεύειν ἐστί. Τί οὖν κολάζει, φησὶ, τοὺς οὐκ ἐθέλοντας ὑπακούειν αὐτῷ; τί δὲ καὶ γέενναν ἠπείλησε τοῖς οὐκ ἀκούουσι τῶν ἐπιταγμάτων αὐτοῦ; Ὅτι καὶ μὴ πειθομένων ἡμῶν σφόδρα κήδεται, λίαν ὢν ἀγαθὸς, καὶ ἀποπηδώντων καὶ φευγόντων οὐκ ἀφίσταται: ἀλλ' ἐπειδὴ τὴν προτέραν τῆς εὐεργεσίας ὁδὸν ἀπωσάμεθα, ἐλθεῖν μὴ βουληθέντες τὴν διὰ τῆς πειθοῦς καὶ τοῦ παθεῖν εὖ, τὴν ἑτέραν ἐπεισήγαγε, τὴν διὰ τῆς κολάσεως καὶ τῶν τιμωριῶν, πικροτάτην μὲν οὖσαν, ἀναγκαίαν δὲ ὅμως. Ὅταν γὰρ ἡ προτέρα ἀτιμάζηται, ἀναγκαία τῆς δευτέρας ἡ ἐπεισαγωγή. Ἐπεὶ καὶ οἱ νομοθέται πολλὰς καὶ χαλεπὰς κατὰ τῶν ἡμαρτηκότων τιθέασι τιμωρίας, καὶ ὅμως αὐτοὺς οὐκ ἀποστρεφόμεθα διὰ ταῦτα, ἀλλὰ καὶ μᾶλλον τιμῶμεν τῶν κολάσεων χάριν, καὶ ὅτι μηδενὸς δεόμενοι τῶν παρ' ἡμῶν, πολλάκις δὲ οὐδὲ εἰδότες τίνες ποτὲ ἔσονται οἱ μέλλοντες τῆς διὰ τῶν γραμμάτων αὐτῶν ἀπολαύσεσθαι βοηθείας, ὅμως ἐφρόντισαν τῆς κατὰ τὸν βίον τὸν ἡμέτερον εὐταξίας, τιμῶντες μὲν τοὺς ἐν ἀρετῇ ζῶντας, εἴργοντες δὲ διὰ τῶν τιμωριῶν τοὺς ἀκολάστους, καὶ τῇ τῶν λοιπῶν ἡσυχίᾳ λυμαινομένους. Εἰ δὲ τούτους θαυμάζομεν καὶ φιλοῦμεν, οὐ πολλῷ μᾶλλον τὸν Θεὸν ἐκπλήττεσθαι δεῖ καὶ ἀγαπᾷν τῆς τοσαύτης ἕνεκεν κηδεμονίας; Καὶ γὰρ ἄπειρον τὸ μέσον ἐστὶ τῆς τε ἐκείνων καὶ τῆς τούτου προνοίας τῆς εἰς ἡμᾶς. Ἄφατός τε ὄντως καὶ ὑπερβολὴν πᾶσαν νικῶν ὁ πλοῦτος τῆς χρηστότητος αὐτοῦ. Σκόπει δέ: Εἰς τὰ ἴδια ἦλθεν, οὐ τῆς αὑτοῦ χρείας ἕνεκεν( ἀνενδεὲς γὰρ, ὅπερ ἔφην, τὸ Θεῖον), ἀλλὰ τῆς τῶν ἰδίων ἕνεκεν εὐεργεσίας. Καὶ οὐδὲ οὕτως αὐτὸν οἱ ἴδιοι εἰς τὰ αὑτοῦ παραγενόμενον ἐπ' ὠφελείᾳ τῇ αὑτῶν παρέλαβον, ἀλλὰ καὶ διεκρούσαντο: καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἔξω τοῦ ἀμπελῶνος ἐκβαλόντες ἀπέκτειναν. Καὶ οὐδὲ οὕτω τῆς μετανοίας αὐτοὺς ἀπέκλεισεν, ἀλλ' ἔδωκεν, εἰ βουληθεῖεν μετὰ τὴν τοσαύτην παρανομίαν πάντα ἀπολούσασθαι τὰ πλημμεληθέντα, διὰ τῆς εἰς αὐτὸν πίστεως, καὶ τοῖς οὐδὲν τοιοῦτον εἰργασμένοις, ἀλλὰ μάλιστα πάντων αὐτῷ φίλοις ἐξισωθῆναι. Καὶ ὅτι οὐχ ἁπλῶς οὐδὲ ψυχαγωγίας ἕνεκεν ταῦτα φθέγγομαι, λαμπρὰν ὑπὲρ τούτων ἀφίησι τὴν φωνὴν τὰ κατὰ τὸν μακάριον Παῦλον ἅπαντα. Οὗτος γὰρ τὸν Χριστὸν διώκων μετὰ τὸν σταυρὸν, καὶ τὸν ἐκείνου μάρτυρα Στέφανον ταῖς πολλαῖς βαλὼν χερσὶν, ἐπειδὴ μετενόησε καὶ κατέγνω τῶν πρότερον ἁμαρτηθέντων αὐτῷ, καὶ τῷ διωχθέντι προσέδραμεν, εἰς τοὺς φίλους αὐτὸν εὐθέως καὶ τὰ πρωτεῖα ἔχοντας κατέλεξε, κήρυκα καὶ διδάσκαλον τῆς οἰκουμένης ἁπάσης ἀποφήνας αὐτὸν, τὸν βλάσφημον, τὸν διώκτην, τὸν ὑβριστήν: καθὼς καὶ αὐτὸς, ἀγαλλόμενος ἐπὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, ταῦτα ἀνεκήρυττε, καὶ οὐκ ᾐσχύνετο, ἀλλὰ καὶ ὥσπερ ἐν στήλῃ τοῖς γράμμασι τὰ πρότερον αὐτῷ τολμηθέντα καταθέμενος, ἅπασιν ἐπεδείκνυ, βέλτιον εἶναι νομίζων τὸν πρότερον αὐτοῦ παρὰ πάντων στηλιτεύεσθαι βίον ἐπὶ τὸ φανῆναι τὸ μέγεθος τῆς τοῦ Θεοῦ δωρεᾶς, ἢ συσκιάσαι τὴν ἄφατον αὐτοῦ καὶ ἀνεκδιήγητον φιλανθρωπίαν, ὀκνοῦντα τὴν οἰκείαν ἅπασιν ἐκπομπεῦσαι πλάνην. Διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει τὰς διώξεις, τὰς ἐπιβουλὰς, τοὺς πολέμους τοὺς κατὰ τῆς Ἐκκλησίας: νῦν μὲν λέγων, Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ: νῦν δὲ, Ὅτι ἦλθεν Ἰησοῦς ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ: καὶ πάλιν, Ἠκούσατε τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. βʹ. Καθάπερ γάρ τινα ταύτην ἀμοιβὴν ἀποδιδοὺς τῷ Χριστῷ τῆς εἰς αὐτὸν μακροθυμίας, τὸ δεῖξαι τίνα ὄντα, καὶ πῶς ἐχθρὸν καὶ πολέμιον ἔσωσεν: οὕτω μετὰ πολλῆς τῆς παῤῥησίας κηρύττει τὴν μάχην, ἣν πάσῃ προθυμίᾳ παρὰ τὴν ἀρχὴν ἐμαχήσατο τῷ Χριστῷ. Μετὰ δὲ τούτου καὶ τοῖς ἀπεγνωκόσιν ἑαυτῶν χρηστὰς ὑποτείνει τὰς ἐλπίδας. Καὶ γὰρ καὶ τὸν Χριστὸν διὰ τοῦτό φησι προσίεσθαι αὐτὸν, ἵνα ἐν αὐτῷ πρώτῳ ἐνδείξηται τὴν πᾶσαν μακροθυμίαν, καὶ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Καὶ γὰρ ἦν ἁπάσης αὐτοῖς συγγνώμης μείζονα τολμηθέντα: ἅπερ οὖν καὶ ὁ εὐαγγελιστὴς ἐμφαίνων ἔλεγεν: Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Πόθεν ἦλθεν ὁ πάντα πληρῶν, καὶ πανταχοῦ παρών; ποῖον κενώσας τόπον τῆς αὑτοῦ παρουσίας, ὁ πάντα τῇ χειρὶ συνέχων καὶ διακρατῶν; Τόπον μὲν οὐδένα ἤμειψεν( πῶς γάρ); τῇ δὲ πρὸς ἡμᾶς καταβάσει τοῦτο εἰργάσατο. Ἐπειδὴ γὰρ ἐν τῷ κόσμῳ ὢν, οὐκ ἐδόκει παρεῖναι, τῷ μήπω γνωρίζεσθαι, ὕστερον δὲ ἑαυτὸν ἐφανέρωσε, τὴν ἡμετέραν ὑποδῦναι σάρκα καταξιώσας, τὴν φανέρωσιν ταύτην καὶ τὴν κατάβασιν, παρουσίαν καλεῖ. Θαυμάσαι ἄξιον τὸν μαθητὴν μὴ αἰσχυνόμενον ἐπὶ τῇ τοῦ διδασκάλου ἀτιμίᾳ, ἀλλὰ καὶ μετὰ παῤῥησίας τὴν εἰς αὐτὸν γεγενημένην ἀναγράφοντα ὕβριν. Καὶ τοῦτο δὲ οὐ μικρὸν τοῦ φιλαλήθους αὐτοῦ τρόπου τεκμήριον. Καὶ ἄλλως δὲ τὸν αἰσχυνόμενον ὑπὲρ τῶν ὑβρικότων οὐχ ὑπὲρ τοῦ παροινηθέντος αἰσχύνεσθαι χρή. Οὗτος μὲν γὰρ ταύτῃ μᾶλλον ἔλαμψε, καὶ μετὰ τὴν ὕβριν, τοσαύτην τῶν ὑβρικότων ποιούμενος πρόνοιαν: ἐκεῖνοι δὲ ἀγνώμονες καὶ μιαροὶ παρὰ πᾶσιν ἐφάνησαν, τὸν ἐπὶ τοσούτοις παραγενόμενον ἀγαθοῖς, ὡς ἐχθρὸν ἀπωσάμενοι καὶ πολέμιον. Οὐ ταύτῃ δὲ μόνον ἐβλάβησαν, ἀλλὰ καὶ τῷ μὴ τυχεῖν ὧν ἔτυχον οἱ λαβόντες αὐτόν. Τίνος δὲ ἔτυχον οὗτοι; Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, φησί. Τί οὖν οὐ λέγεις ἡμῖν, ὦ μακάριε, καὶ τὴν τῶν μὴ δεξαμένων αὐτὸν κόλασιν, ἀλλ' ὅτι μὲν ἴδιοι ἦσαν, καὶ εἰς τὰ ἴδια παραγενόμενον οὐ παρέλαβον, εἶπες: τί δὲ ἀντὶ τούτου πείσονται, καὶ ποίαν ὑποστήσονται κόλασιν, τοῦτο οὐκέτι προσέθηκας; καίτοι μειζόνως ἂν αὐτοὺς οὕτως ἐφόβησας, καὶ τὸ σκληρὸν τῆς ἀπονοίας ἐμάλαξας διὰ τῆς ἀπειλῆς. Τίνος οὖν ἕνεκεν ἀπεσιώπησας; Καὶ τίς ταύτης, φησὶ, τῆς κολάσεως ἑτέρα μείζων ἄν ποτε γένοιτο, ὅταν προκειμένης ἐξουσίας αὐτοῖς τέκνα Θεοῦ γενέσθαι, μὴ γίνωνται, ἀλλ' ἑκόντες ἑαυτοὺς τῆς τοσαύτης ἀποστερῶσιν εὐγενείας τε καὶ τιμῆς; Πλὴν ἀλλ' οὐδὲ ἐνταῦθα μόνον αὐτοῖς τὰ τῆς τιμωρίας στήσεται, μέχρι τοῦ μηδὲν λαβεῖν ἀγαθόν: ἀλλὰ καὶ τὸ ἄσβεστον αὐτοὺς διαδέξεται πῦρ, ὃ καὶ προϊὼν σαφέστερον ἀπεκάλυψε. Τέως δὲ λέγει τὰ ἀπόῤῥητα ἀγαθὰ τῶν εἰληφότων αὐτὸν, καὶ ἐν βραχεῖ παρίστησιν αὐτοῖς ῥήμασι, λέγων οὕτως: Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Κἂν δοῦλοι, κἂν ἐλεύθεροι, κἂν Ἕλληνες, κἂν βάρβαροι, κἂν Σκύθαι, κἂν ἄσοφοι, κἂν σοφοὶ, κἂν γυναῖκες, κἂν ἄνδρες, κἂν παιδία, κἂν πρεσβῦται, κἂν ἄτιμοι, κἂν ἔντιμοι, κἂν πλούσιοι, κἂν πένητες, κἂν ἄρχοντες, κἂν ἰδιῶται, φησὶ, πάντες τῆς αὐτῆς ἠξίωνται τιμῆς. Ἡ γὰρ πίστις καὶ ἡ τοῦ Πνεύματος χάρις, τὴν ἐκ τῶν κοσμικῶν ἀξιωμάτων ἀνωμαλίαν περιελοῦσα, εἰς μίαν ἅπαντας ἔπλασε μορφὴν, καὶ εἰς ἕνα ἀπετύπωσε χαρακτῆρα τὸν βασιλικόν. Τί ταύτης ἂν γένοιτο τῆς φιλανθρωπίας ἴσον; Βασιλεὺς μὲν ὁ ἐκ τοῦ αὐτοῦ διηρτισμένος ἡμῖν πηλοῦ, τοὺς ὁμοδούλους καὶ τῆς αὐτῆς αὐτῷ κοινωνοῦντας φύσεως, πολλάκις δὲ καὶ τὸν τρόπον ἀμείνους ὄντας, οὐκ ἀξιοῖ καταλέγειν εἰς τὸ στρατόπεδον τὸ βασιλικὸν, ἂν δοῦλοι τύχωσιν ὄντες: ὁ δὲ μονογενὴς τοῦ Θεοῦ Παῖς, οὐκ ἀπηξίωσε καὶ τελώνας, καὶ μάγους, καὶ δούλους, καὶ τοὺς πάντων ἀτιμοτέρους, πολλοὺς δὲ καὶ τὰ σώματα ἀναπήρους, καὶ μυρίαν ἔχοντας λώβην, εἰς τὸν τῶν τέκνων καταλέξαι χορόν. Τοσαύτη τῆς εἰς αὐτὸν πίστεως ἡ ἰσχύς: τοσαύτη τῆς χάριτος ἡ ὑπερβολή. Καὶ καθάπερ ἡ τοῦ πυρὸς φύσις τῇ τῶν μετάλλων ὁμιλήσασα γῇ, χρυσὸν αὐτὸν ἀπὸ γῆς εὐθέως ἐποίησεν: οὕτω δὴ, καὶ πολλῷ μᾶλλον ἀντὶ πηλίνων χρυσοῦς τὸ βάπτισμα ἐργάζεται τοὺς λελουμένους, τοῦ Πνεύματος πυρὸς δίκην κατ' ἐκεῖνον τὸν καιρὸν εἰς τὰς ἡμετέρας ἐμπεσόντος ψυχάς: καὶ τὴν μὲν εἰκόνα τοῦ χοϊκοῦ κατακαίοντος, τὴν δὲ εἰκόνα τοῦ ἐπουρανίου νεοπαγῆ καὶ λαμπρὰν, καὶ ὡς ἀπὸ χωνευτηρίου στίλβουσαν ἀναφέροντος. Καὶ τί δήποτε οὐκ εἶπεν, ὅτι ἐποίησεν αὐτοὺς τέκνα Θεοῦ, ἀλλ', Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι; Δεικνὺς ὅτι πολλῆς δεῖ τῆς σπουδῆς, ὥστε τὴν ἐν τῷ βαπτίσματι τῆς υἱοθεσίας ἡμῖν ἐντυπωθεῖσαν εἰκόνα, ἀκηλίδωτον δι' ὅλου διατηρῆσαι καὶ ἀνέπαφον: ἅμα δὲ καὶ ἐμφαίνων, ὅτι τὴν ἐξουσίαν ταύτην οὐδεὶς ἡμᾶς ἀφελέσθαι δυνήσεται, ἂν μὴ προλαβόντες ἑαυτοὺς ἀφελώμεθα. Εἰ γὰρ οἱ παρὰ ἀνθρώπων κῦρος τινῶν πραγμάτων λαβόντες, τοσαύτην ἔχουσι τὴν ἰσχὺν, ὅσην σχεδὸν οἱ δεδωκότες αὐτοί: πολλῷ μᾶλλον οἱ παρὰ τοῦ Θεοῦ ταύτης τυχόντες τῆς τιμῆς, ἂν μηδὲν τῆς ἐξουσίας ταύτης ἀνάξιον πράξωμεν, πάντων ἐσόμεθα δυνατώτεροι, διὰ τὸ καὶ πάντων εἶναι μείζω τε καὶ ἀγαθώτερον τὸν ταύτην ἡμῖν ἐγχειρίσαντα τὴν τιμήν. Ἅμα δὲ καὶ ἐνδείξασθαι βούλεται, ὅτι οὐχ ἁπλῶς οὐδὲ ἡ χάρις ἔπεισιν, ἀλλὰ τοῖς βουλομένοις καὶ ἐσπουδακόσι: καὶ γὰρ καὶ ἐν τῇ ἐξουσίᾳ κεῖται τῇ τούτων, τὸ γενέσθαι τέκνα. Ἂν γὰρ μὴ ἕλωνται αὐτοὶ πρότερον, οὐκ ἔπεισιν ἡ δωρεὰ, οὐδὲ ἐργάζεταί τι. γʹ. Πανταχοῦ τοίνυν τὸ μὲν κατηναγκασμένον ἐκβαλὼν, τὸ δὲ αὐθαίρετον καὶ αὐτεξούσιον δεικνύς: τοῦτο καὶ νῦν εἴρηκε. Καὶ γὰρ ἐν αὐτοῖς τούτοις τοῖς ἀποῤῥήτοις τὸ μέν ἐστι τοῦ Θεοῦ, τὸ δοῦναι τὴν χάριν: τὸ δὲ τοῦ ἀνθρώπου, τὸ παρασχεῖν τὴν πίστιν. Καὶ ἐν τῷ μετὰ ταῦτα δὲ χρόνῳ, πολλῆς δεῖ λοιπὸν τῆς σπουδῆς. Οὐ γὰρ ἀρκεῖ πρὸς τὴν τῆς καθαρότητος ἡμῖν φυλακὴν, τὸ βαπτισθῆναι καὶ πιστεῦσαι μόνον: ἀλλὰ δεῖ, εἰ μέλλοιμεν ταύτης διαπαντὸς ἀπολαύσεσθαι τῆς φαιδρότητος, ἄξιον αὐτῆς παρέχεσθαι βίον. Τοῦτο δὲ ἐφ' ἡμῖν ἐποίησεν ὁ Θεός. Τὸ μὲν γὰρ γεννηθῆναι τὴν μυστικὴν γέννησιν, καὶ πάντων ἐκκαθαρθῆναι τῶν πρότερον ἡμαρτημένων ἡμῖν, ἀπὸ τοῦ βαπτίσματος γίνεται: τὸ δὲ μεῖναι εἰς τὸ ἑξῆς καθαροὺς, καὶ μηδεμίαν μετὰ ταῦτα δέξασθαι κηλῖδα πάλιν, τῆς ἡμετέρας ἐστὶν ἐξουσίας τε καὶ σπουδῆς. Διά τοι τοῦτο καὶ τοῦ τρόπου τῆς γεννήσεως ἡμᾶς ἀνέμνησε, καὶ ἀπὸ συγκρίσεως τῶν σαρκικῶν ὠδίνων τὴν ὑπεροχὴν ἔδειξεν εἰπών: Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Τοῦτο δὲ ἐποίησεν, ἵνα τὸ εὐτελὲς καὶ ταπεινὸν τοῦ προτέρου τόκου καταμαθόντες, τοῦ δι' αἱμάτων καὶ θελήματος σαρκὸς, καὶ τὸ ὑψηλὸν καὶ εὐγενὲς τοῦ δευτέρου τοῦ διὰ τῆς χάριτος ἐπιγνόντες, μεγάλην τινὰ κἀντεῦθεν περὶ αὐτοῦ λάβωμεν ἔννοιαν, καὶ τῆς τοῦ γεγεννηκότος ἀξίαν δωρεᾶς, καὶ πολλὴν μετὰ ταῦτα ἐπιδειξώμεθα σπουδήν. Δέος γὰρ οὐ μικρὸν, μήποτε τὴν καλὴν ταύτην μολύναντες στολὴν, τῇ μετὰ ταῦτα ῥᾳθυμίᾳ καὶ τοῖς πλημμελήμασιν ἐκβληθῶμεν τῆς παστάδος καὶ τοῦ νυμφῶνος, κατὰ τὰς πέντε παρθένους ἐκείνας τὰς μωρὰς, ἢ κατὰ τὸν οὐκ ἔχοντα ἔνδυμα γάμου. Καὶ γὰρ κἀκεῖνος τῶν δαιτυμόνων ἦν: ἐκλήθη γὰρ καὶ αὐτός: ἀλλ' ἐπειδὴ μετὰ τὴν κλῆσιν καὶ τὴν τοσαύτην τιμὴν ἐξύβρισεν εἰς τὸν κεκληκότα, ἄκουσον οἵαν δίδωσι δίκην, πῶς ἐλεεινὴν, καὶ πολλῶν ἀξίαν δακρύων. Παραγενόμενος γὰρ ἐπὶ τὸ τῆς λαμπρᾶς ἐκείνης τραπέζης μετασχεῖν, οὐ μόνον εἴργεται τῆς εὐωχίας, ἀλλὰ καὶ τὰς χεῖρας δεθεὶς καὶ τοὺς πόδας ὁμοίως, εἰς τὸ σκότος ἄγεται τὸ ἐξώτερον, τὸν αἰώνιον καὶ ἄπειρον ὀλοφυρμὸν, καὶ τὸν βρυγμὸν τῶν ὀδόντων ὑποστησόμενος. Μὴ τοίνυν, ἀγαπητοὶ, μηδὲ ἡμεῖς νομίζωμεν ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν τὴν πίστιν. Ἂν γὰρ μὴ βίον ἐπιδειξώμεθα καθαρὸν, ἀλλ' ἀνάξια τῆς μακαρίας κλήσεως ταύτης ἱμάτια ἀμφιασάμενοι παραγενώμεθα, οὐδὲν κωλύει καὶ ἡμᾶς παθεῖν τὰ αὐτὰ, ἅπερ ἐκεῖνος ὁ δείλαιος. Καὶ γὰρ ἄτοπον, αὐτὸν μὲν, Θεὸν ὄντα καὶ βασιλέα, ἀνθρώπους εὐτελεῖς, καὶ ἀγύρτας, καὶ μηδενὸς ἀξίους ὄντας μὴ ἐπαισχύνεσθαι, ἀλλὰ τοὺς ἀπὸ τῆς τριόδου πρὸς τὴν τράπεζαν ἄγειν ἐκείνην: ἡμᾶς δὲ τοσαύτην ἀναισθησίαν ἐπιδείκνυσθαι, ὡς μηδὲ τῇ τοσαύτῃ τιμῇ γενέσθαι βελτίους, ἀλλὰ καὶ μετὰ τὴν κλῆσιν ἐπὶ τῆς αὐτῆς μένειν κακίας, εἰς τὴν ἄφατον τοῦ κεκληκότος ἐμπαροινοῦντας φιλανθρωπίαν. Οὐδὲ γὰρ διὰ τοῦτο ἡμᾶς ἐπὶ τὴν πνευματικὴν ταύτην καὶ φρικτὴν τῶν μυστηρίων ἐκάλεσε κοινωνίαν, ἵνα μετὰ τῆς προτέρας εἰσερχώμεθα κακίας, ἀλλ' ἵνα ἀποδυσάμενοι τὴν αἰσχρότητα, μεταμφιασώμεθα ἃ τοὺς ἐν τοῖς βασιλείοις ἑστιωμένους ἠμφιάσθαι χρή. Εἰ δὲ μὴ βουλοίμεθα ἄξια τῆς κλήσεως πρᾶξαι ἐκείνης, οὐκ ἔστι τοῦτο παρὰ τὸν τετιμηκότα, ἀλλὰ παρ' ἡμᾶς. Οὐδὲ γὰρ ἐκεῖνος ἡμᾶς ἐκβάλλει τοῦ θαυμαστοῦ τῶν δαιτυμόνων χοροῦ, ἀλλ' ἡμεῖς ἑαυτούς. Ὁ μὲν γὰρ τὸ ἑαυτοῦ πᾶν ἤνυσε. Καὶ γὰρ τοὺς γάμους ἐποίησε, καὶ τὴν τράπεζαν παρεσκεύασε, καὶ τοὺς καλέσαντας ἔπεμψε, καὶ παραγενομένους ἐδέξατο, καὶ τὴν ἄλλην ἅπασαν τετίμηκε τιμήν: ἡμεῖς δὲ καὶ εἰς αὐτὸν, καὶ εἰς τοὺς παρόντας, καὶ εἰς τὸν γάμον ὑβρίσαντες διὰ τῶν ῥυπαρῶν ἱματίων, τουτέστι, τῶν ἀκαθάρτων πράξεων, εἰκότως ἐκβαλλόμεθα λοιπόν. Ταύτῃ γὰρ καὶ τὸν γάμον τιμῶν, καὶ τοὺς κεκλημένους, ἀπελαύνει τοὺς ἰταμοὺς καὶ τοὺς ἀναισχύντους ἐκείνους. Εἰ γὰρ εἴασε τοὺς ἐκεῖνο ἠμφιεσμένους τὸ ἱμάτιον, αὐτὸς ἂν ἔδοξε καὶ τοὺς ἄλλους ὑβρίζειν. Ἀλλὰ μηδένα γένοιτο τοιούτου πειραθῆναι τοῦ κεκληκότος, μήτε ἡμῶν, μήτε ἑτέρων τινῶν. Διὰ γὰρ τοῦτο, πρὶν ἢ γενέσθαι ταῦτα πάντα, ἀναγέγραπται: ἵνα ἐν τῇ τῶν γραμμάτων ἀπειλῇ σωφρονισθέντες, μὴ συγχωρήσωμεν εἰς ἔργον ἐλθεῖν τὴν ἀτιμίαν καὶ τὴν κόλασιν ταύτην, ἀλλ' ἐπὶ τῶν ῥημάτων αὐτὴν στήσωμεν μόνον, καὶ μετὰ λαμπρᾶς ἕκαστος στολῆς εἰς τὴν κλῆσιν ἐκείνην παραγενώμεθα: ἧς ἀπολαῦσαι γένοιτο πάντας ἡμᾶς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.