Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilies on John
John ChrysostomHom. Jo. 11 · textus-receptusMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Textus receptus
11.1
ΟΜΙΛΙΑ ΙΑʹ. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. αʹ. Μίαν ὑμᾶς ἅπαντας αἰτῆσαι βούλομαι χάριν, πρὶν ἢ τῶν εὐαγγελικῶν ἅψασθαι ῥημάτων: ἀλλὰ μὴ ἀνανεύσητε πρὸς τὴν αἴτησιν. Οὔτε γὰρ βαρύ τι καὶ ἐπαχθὲς αἰτῶ, οὔτ' ἐμοὶ τῷ λαμβάνοντι μόνον χρήσιμον ἔσται τὸ διδόμενον, ἀλλὰ καὶ ὑμῖν τοῖς παρέχουσι: καὶ τάχα πολλῷ πλέον ὑμῖν. Τί ποτ' οὖν ἐστιν ὅπερ αἰτοῦμαι ὑμᾶς; Κατὰ μίαν Σαββάτων, ἢ καὶ κατὰ Σάββατον, τὴν μέλλουσαν ἐν ὑμῖν ἀναγνωσθήσεσθαι τῶν Εὐαγγελίων περικοπὴν, ταύτην πρὸ τούτων τῶν ἡμερῶν μετὰ χεῖρας λαμβάνων ἕκαστος οἴκοι καθήμενος ἀναγινωσκέτω συνεχῶς, καὶ πολλάκις περισκοπείτω μετὰ ἀκριβείας τὰ ἐγκείμενα, καὶ βασανιζέτω ταῦτα καλῶς: καὶ τί μὲν σαφὲς, τί δὲ ἄδηλον, σημειούσθω: τί δὲ αὐτῶν ἐναντίον εἶναι δοκοῦν, οὐκ ὂν δέ: καὶ πάντα ἁπλῶς διακωδωνίσαντες, οὕτως ἀπαντᾶτε πρὸς τὴν ἀκρόασιν. Οὐ γὰρ μικρὸν ἀπὸ τῆς τοιαύτης σπουδῆς καὶ ὑμῖν καὶ ἡμῖν ἔσται τὸ κέρδος. Ἡμεῖς μὲν γὰρ οὐ πολλοῦ δεησόμεθα πόνου πρὸς τὸ σαφῆ ποιῆσαι τῶν λεγομένων τὴν δύναμιν, τῆς διανοίας ὑμῖν ἤδη προοικειωθείσης τῇ τῶν ῥημάτων γνώσει: ὑμεῖς δὲ ὀξύτεροι καὶ διορατικώτεροι τούτῳ τῷ τρόπῳ γενήσεσθε, οὐ πρὸς τὴν ἀκρόασιν μόνον, οὐδὲ πρὸς τὴν μάθησιν, ἀλλὰ καὶ πρὸς τὸ διδάξαι ἑτέρους. Ἐπεὶ ὥς γε νῦν οἱ πολλοὶ τῶν ἐνταῦθα παραγινομένων ἀκούουσιν, ὁμοῦ πάντα ἀναγκαζόμενοι μαθεῖν τά τε ῥήματα, τά τε παρ' ἡμῶν εἰς αὐτὰ λεγόμενα, οὐδ' ἂν εἰ ἐνιαυτὸν ὅλον τοῦτο ποιοῦντες διατελοίημεν, μέγα τι καρπώσονται κέρδος. Πῶς γὰρ, ὅταν ἐκ παρέργου καὶ ἐνταῦθα μόνον κατὰ τὸν βραχὺν τοῦτον τοῖς λεγομένοις σχολάζωσι καιρόν; Εἰ δέ τινες πράγματα αἰτιῶνται καὶ φροντίδας, καὶ πολλὴν τήν τε τῶν πολιτικῶν καὶ τῶν ἰδιωτικῶν ἀσχολίαν: πρῶτον μὲν αὐτὸ τοῦτο ἔγκλημα οὐ μικρὸν, τὸ κυκλοῦσθαι τοσούτων πραγμάτων πλήθει, καὶ τοῖς βιωτικοῖς οὕτω προσηλῶσθαι διαπαντὸς, ὡς μηδὲ μικρὰν εἰς τὰ πάντων ἀναγκαιότερα ἄγειν σχολήν. Ἔπειτα ὅτι σκῆψις ταῦτα καὶ πρόφασις, κατηγορήσαιεν ἂν αὐτῶν καὶ φίλων συνουσίαι, καὶ αἱ ἐν τοῖς θεάτροις διατριβαὶ, καὶ τὰ συνέδρια, ἅπερ θέας ἕνεκεν τῆς τῶν ἵππων ἁμίλλης ποιοῦνται, ἐν αἷς πολλάκις ἡμέρας ἀνήλωσαν ὁλοκλήρους[ καὶ φίλοις συνεγένεσθε ἐπιπολὺ], καὶ οὐδαμοῦ τὴν τῶν πραγμάτων ἀσχολίαν ᾐτιάσατό τις ἐν τούτοις αὐτῶν. Εἶτα ἐν μὲν τοῖς εὐτελέσιν ἀπροφάσιστοι πανταχοῦ, καὶ σχολὴν ἄγειν βαθεῖαν δύνασθε: εἰ δὲ τοῖς τοῦ Θεοῦ δέοι προσέχειν, τοσοῦτον ὑμῖν ταῦτα περιττότερα καὶ ἀτιμότερα πάντων εἶναι δοκεῖ, ὡς μηδὲ μικρὰν οἴεσθαι δεῖν ἀπονέμειν αὐτοῖς σχολήν. Καὶ πῶς ἄξιον οὕτω διακειμένους ἀναπνεῖν, ἢ τὸν ἥλιον τοῦτον ὁρᾷν; Ἔστι καὶ ἑτέρα πρόφασις τοῖς οὕτω ῥᾳθύμοις ἀλογωτάτη, τὸ μὴ κεκτῆσθαι μηδὲ ἔχειν βιβλία. Καὶ πρὸς μὲν τοὺς πλουτοῦντας, γέλως ὑπὲρ ταύτης ἡμᾶς ἀποτείνεσθαι τῆς προφάσεως: ἐπειδὴ δὲ τῶν πενεστέρων πολλοὺς οἶμαι κατακεχρῆσθαι αὐτῇ συνεχῶς, ἐκεῖνο ἂν ἡδέως ἐροίμην αὐτοὺς, εἰ μὴ πάντα τὰ τῆς τέχνης ὄργανα, ἧς ἕκαστός ἐστι δημιουργὸς, πλήρη καὶ ὁλόκληρα ἔχει, κἂν μυρία κωλύῃ πενία. Πῶς οὖν οὐκ ἄτοπον, ἐκεῖ μὲν μὴ αἰτιᾶσθαι πενίαν, ἀλλὰ πάντα πράττειν πρὸς τὸ μηδὲν γενέσθαι ἐμπόδιον μηδαμόθεν: μέλλοντας δὲ τοσαύτην ὠφέλειαν καρποῦσθαι, ἀσχολίαν ἀποδύρεσθαι καὶ πενίαν; Πλὴν ἀλλὰ καὶ εἴ τινες οὕτω πένητες εἶεν, ἔνεστιν ἐκ τῆς συνεχοῦς ἐνταῦθα γινομένης ἀναγνώσεως μηδὲν ἀγνοεῖν τῶν ἐγκειμένων ἐν ταῖς θείαις Γραφαῖς. Εἰ δὲ ἀδύνατον ὑμῖν τοῦτο εἶναι δοκεῖ, εἰκότως τοῦτο δοκεῖ. Οὐδὲ γὰρ μετὰ πολλῆς πολλοὶ παραγίνονται τῆς προθυμίας τῶν λεγομένων ἀκροασόμενοι, ἀλλὰ αὐτὸ τοῦτο μόνον ἀφοσιωσάμενοι πρὸς τὴν ἡμέραν, εὐθέως ὑποστρέφουσιν οἴκαδε. Εἰ δέ τινες καὶ ἐνδιατρίψαιεν, τῶν ἀναχωρησάντων οὐδὲν ἄμεινον διάκεινται, τῷ σώματι μόνον ἐνταῦθα παρόντες ἡμῖν. Ἀλλ' ἵνα μὴ ἐπιπλέον ταῖς αἰτίαις ὑμᾶς βαρύνωμεν, καὶ ἐν ταῖς μέμψεσι τὸν καιρὸν ἀναλώσωμεν ἅπαντα, ἴωμεν ἐπὶ τὰ τοῦ Εὐαγγελίου ῥήματα: ὥρα γὰρ λοιπὸν εἰς τὰ προκείμενα καθεῖναι τὸν λόγον. Ἀλλὰ διανάστητε, ὥστε μηδὲν ὑμᾶς τῶν λεγομένων παρελθεῖν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, φησὶ, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Εἰπὼν ὅτι ἐκ Θεοῦ ἐγεννήθησαν οἱ λαβόντες αὐτὸν, καὶ τέκνα Θεοῦ γεγόνασι, τῆς ἀφάτου ταύτης τιμῆς τίθησι τὴν αἰτίαν καὶ τὴν ὑπόθεσιν. Αὕτη δέ ἐστι, τὸ γενέσθαι σάρκα τὸν Λόγον, καὶ τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν τὸν Δεσπότην. Ἐγένετο γὰρ Υἱὸς ἀνθρώπου, Θεοῦ γνήσιος ὢν Υἱὸς ἵνα τοὺς τῶν ἀνθρώπων υἱοὺς τέκνα ποιήσῃ Θεοῦ. Τὸ γὰρ ὑψηλὸν τῷ ταπεινῷ προσομιλοῦν, αὐτὸ μὲν οὐδὲν εἰς τὴν οἰκείαν παραβλάπτεται δόξαν: ἐκεῖνο δὲ ἀπὸ τῆς πολλῆς ἀνίστησι ταπεινότητος. Ὅπερ οὖν καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονε. Τήν τε γὰρ ἰδίαν φύσιν οὐδὲν ἀπὸ ταύτης ἠλάττωσε τῆς καταβάσεως, ἡμᾶς τε τοὺς διαπαντὸς ἐν ἀδοξίᾳ καθημένους καὶ σκότῳ, πρὸς δόξαν ἄφατον ἀνήγαγεν. Οὕτω που καὶ βασιλεὺς πτωχῷ καὶ πένητι διαλεγόμενος μετὰ σπουδῆς καὶ εὐνοίας, ἑαυτὸν μὲν οὐδὲν ᾔσχυνεν, ἐκεῖνον δὲ παρὰ πᾶσι περίβλεπτον ἐποίησεν εἶναι καὶ λαμπρόν. Εἰ δὲ ἐπὶ τῆς ἐπεισάκτου τῶν ἀνθρώπων ἀξίας οὐδὲν τὸν ἐντιμότερον ἡ πρὸς τὸν εὐτελέστερον ὁμιλία παρέβλαψε, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀκηράτου καὶ μακαρίας ἐκείνης οὐσίας, τῆς ἐπείσακτον μὲν ἐχούσης οὐδὲν, οὐδὲ γινόμενον καὶ ἀπογινόμενον, πάντα δὲ κεκτημένης ἀκίνητα καὶ πεπηγότα εἰς τέλος τὰ ἀγαθά. Ὥστε ὅταν ἀκούσῃς, ὅτι Ὁ λόγος σὰρξ ἐγένετο, μὴ θορυβηθῇς, μηδὲ καταπέσῃς. Οὐδὲ γὰρ ἡ οὐσία μετέπεσεν εἰς σάρκα( τοῦτο γὰρ ὄντως ἀσεβές ἐστι καὶ ἐννοῆσαι), ἀλλὰ μένουσα ὅπερ ἐστὶν, οὕτω τοῦ δούλου τὴν μορφὴν ἀνέλαβε. βʹ. Τίνος οὖν ἕνεκεν τῷ Ἐγένετο κέχρηται ῥήματι; Τὰ τῶν αἱρετικῶν ἐμφράττων στόματα. Ἐπειδὴ γὰρ εἰσὶν οἱ λέγοντες, ὅτι φαντασία τις ἦν καὶ ὑπόκρισις καὶ ὑπόνοια τὰ τῆς οἰκονομίας ἅπαντα, ἄνωθεν αὐτῶν προαναιρῶν τὴν βλασφημίαν, τὸ Ἐγένετο τέθεικεν: οὐ μεταβολὴν οὐσίας, ἄπαγε, ἀλλὰ σαρκὸς ἀληθινῆς ἀνάληψιν παραστῆσαι βουλόμενος. Ὥσπερ γὰρ ὅταν λέγῃ, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, οὐ τοῦτό φησιν, ὅτι ἡ οὐσία αὐτοῦ, τῆς οἰκείας ἀποστᾶσα δόξης, εἰς κατάραν οὐσιώθη: τοῦτο γὰρ οὐδ' ἂν δαίμονες ἐννοήσαιεν, οὔτε οἱ σφόδρα ἀνόητοι καὶ τῶν κατὰ φύσιν ἀπεστερημένοι φρενῶν: τοσαύτην ἔχει μετὰ τῆς ἀσεβείας καὶ τὴν παράνοιαν: οὐ δὴ τοῦτο οὖν λέγει, ἀλλ' ὅτι τὴν καθ' ἡμῶν κατάραν δεξάμενος, οὐκ ἀφίησιν ἡμᾶς ἐπαράτους εἶναι λοιπόν: οὕτω δὴ καὶ ἐνταῦθα σάρκα, φησὶν, αὐτὸν γενέσθαι, οὐ μεταβαλόντα εἰς σάρκα τὴν οὐσίαν, ἀλλ' ἀναλαβόντα αὐτὴν, ἀνεπάφου μενούσης ἐκείνης. Εἰ δὲ λέγοιεν, ὅτι Θεὸς ὢν ἅπαντα δύναται, ὥστε καὶ εἰς σάρκα μεταπεσεῖν ἐδύνατο: ἐκεῖνο πρὸς αὐτοὺς ἐροῦμεν, ὅτι πάντα δύναται, ἕως ἂν μένῃ Θεὸς ὤν: εἰ δὲ μεταβολὴν ἐδέξατο, καὶ μεταβολὴν ἐπὶ τὸ χεῖρον, πῶς ἂν εἴη Θεός; Τὸ γὰρ μεταβάλλεσθαι, πόῤῥω τῆς ἀκηράτου φύσεως ἐκείνης. Διὸ καὶ ὁ Προφήτης ἔλεγε: Πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Πάσης γὰρ ἀνωτέρα μεταβολῆς ἡ οὐσία αὕτη. Οὔτε γὰρ κρεῖττόν τί ἐστιν αὐτοῦ, ὥστε προκόψαντα αὐτὸν ἐπὶ τοῦτο ἐλθεῖν. Τί λέγω κρεῖττον; Οὐδὲν ἴσον, οὐδὲ μικρὸν ἐγγύς. Οὐκοῦν λείπεται τὴν ἐπὶ τὸ χεῖρον αὐτὸν δέξασθαι μεταβολὴν, εἴ γε μεταβάλ[ λ] οιτο. Τοῦτο δὲ οὐκ ἂν εἴη Θεός. Ἀλλ' ἡ βλασφημία τραπείη εἰς τὴν τῶν ταῦτα λεγόντων κεφαλήν. Ὅτι γὰρ διὰ τοῦτο μόνον εἴρηται τὸ, Ἐγένετο, ἵνα μὴ φαντασίαν ὑπολάβῃς, σκόπει διὰ τῶν ἑξῆς, πῶς ἐκκαθαίρει τὸν λόγον, καὶ τὴν ὑπόνοιαν ἀνατρέπει τὴν πονηράν. Ἐπήγαγε γάρ: Καὶ ἐσκήνωσεν ἐν ἡμῖν: μονονουχὶ λέγων, μηδὲν ἄτοπον ὑποπτεύσῃς ἀπὸ τοῦ, Ἐγένετο. Οὐ γὰρ τροπὴν εἶπον τῆς ἀτρέπτου φύσεως ἐκείνης, ἀλλὰ σκήνωσιν καὶ κατοίκησιν. Τὸ δὲ σκηνοῦν, οὐ ταὐτὸν ἂν εἴη τῇ σκηνῇ, ἀλλ' ἕτερον. Ἕτερον γὰρ ἐν ἑτέρῳ σκηνοῖ: ἐπεὶ οὐδ' ἂν εἴη σκήνωσις: οὐδὲν γὰρ ἐν ἑαυτῷ κατοικεῖ. Ἕτερον δὲ εἶπον κατὰ τὴν οὐσίαν. Τῇ γὰρ ἑνώσει καὶ τῇ συναφείᾳ ἕν ἐστιν ὁ Θεὸς Λόγος καὶ ἡ σὰρξ, οὐ συγχύσεως γενομένης, οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν, ἀλλ' ἑνώσεως ἀῤῥήτου τινὸς καὶ ἀφράστου. Τὸ δὲ ὅπως, μὴ ζήτει: ἐγένετο γὰρ ὡς οἶδεν αὐτός. Τίς οὖν ἐστιν ἡ σκηνὴ ἣν κατεσκήνωσεν; Ἄκουσον τοῦ Προφήτου λέγοντος: Ἀναστήσω τὴν σκηνὴν Δαυῒδ τὴν πεπτωκυῖαν. Πεπτώκει γὰρ ὄντως, πεπτώκει πτῶμα ἀνίατον ἡ φύσις ἡ ἡμετέρα, καὶ τῆς κραταιᾶς ἐκείνης ἐδεῖτο μόνης χειρός. Οὐδὲ γὰρ ἦν ἑτέρως ἀναστῆναι αὐτὴν, μὴ τοῦ τὴν ἀρχὴν διαπλάσαντος αὐτῇ χεῖρα ὀρέξαντος, καὶ διατυπώσαντος ἄνωθεν τῇ δι' ὕδατος ἀναγεννήσει καὶ Πνεύματος. Καὶ θέα μοι τὸ φρικτὸν καὶ ἀπόῤῥητον τοῦ μυστηρίου: Διαπαντὸς κατοικεῖ τὴν σκηνήν: τὴν γὰρ σάρκα τὴν ἡμετέραν περιεβάλετο, οὐχ ὡς πάλιν αὐτὴν ἀφήσων, ἀλλ' ὡς διαπαντὸς ἕξων μεθ' ἑαυτοῦ. Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, καὶ τοῦ θρόνου κατηξίωσεν αὐτὴν τοῦ βασιλικοῦ, καὶ φορῶν αὐτὴν προσεκυνεῖτο ὑπὸ πάσης τῆς ἄνω στρατιᾶς, ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν. Ποῖος λόγος, ποία διάνοια τὴν τοσαύτην τιμὴν τὴν εἰς τὸ γένος γεγενημένην τὸ ἡμέτερον, τὴν ὄντως ὑπερφυῆ καὶ φρικτὴν παραστῆσαι δυνήσεται; τίς ἄγγελος; τίς ἀρχάγγελος; Οὐδεὶς οὐδαμοῦ, οὐ τῶν ἐν οὐρανῷ, οὐ τῶν ἐπὶ γῆς. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ κατορθώματα, καὶ οὕτω μεγάλαι καὶ ὑπερφυεῖς αἱ εὐεργεσίαι αὐτοῦ, ὡς μὴ μόνον ἀνθρωπίνην γλῶτταν, ἀλλὰ καὶ ἀγγελικὴν δύναμιν ὑπερβαίνειν αὐτῶν τὴν ἀκριβῆ διήγησιν. Διὸ καὶ ἡμεῖς εἰς σιγὴν τέως τὸν λόγον κατακλείσομεν, τοσοῦτον ὑμῖν παρεγγυήσαντες, ἀμείψασθαι τὸν τηλικοῦτον ἡμῶν εὐεργέτην ἀμοιβαῖς, αἳ πάλιν εἰς ἡμᾶς τὸ κέρδος περιστήσουσιν ἅπαν. Αὗται δέ εἰσι, τὸ τῆς ψυχῆς ἡμᾶς μετὰ ἀκριβείας ἐπιμελεῖσθαι τῆς ἡμετέρας. Καὶ γὰρ καὶ τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας ἔργον, τὸ μηδενὸς ἐν χρείᾳ τῶν ἡμετέρων καθεστηκότα αὐτὸν λέγειν κομίζεσθαι τὰς ἀμοιβὰς, ὅταν ἡμεῖς τῆς ψυχῆς ἐπιμελώμεθα τῆς ἑαυτῶν. Διὸ καὶ ἐσχάτης ἀνοίας καὶ μυρίων κολάσεων ἄξιον, τὸ τοσαύτης ἀπολελαυκότας τιμῆς, μηδὲ τὰ κατὰ δύναμιν εἰσενεγκεῖν: καὶ ταῦτα, τῆς ἐκ τούτων ὠφελείας εἰς ἡμᾶς περιερχομένης πάλιν, καὶ μυρίων ἐπὶ τούτοις κειμένων ἡμῖν ἀγαθῶν. Ὑπὲρ δὴ τούτων ἁπάντων δόξαν ἀναπέμψωμεν τῷ φιλανθρώπῳ Θεῷ, μὴ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ πολλῷ μᾶλλον διὰ τῶν πραγμάτων, ἵνα καὶ τῶν μετὰ ταῦτα τύχωμεν ἀγαθῶν: ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note