Homilies on John
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Textus receptus
14.1
ΟΜΙΛΙΑ ΙΔʹ. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλά βομεν, καὶ χάριν ἀντὶ χάριτος. αʹ. Πρώην ἐλέγομεν ὅτι Ἰωάννης τὴν ἀπορίαν λύων τῶν μελλόντων πρὸς ἑαυτοὺς ζητεῖν, πόθεν ὁ Χριστὸς ὕστερον ἐπὶ τὸ κήρυγμα ἐλθὼν, πρῶτος αὐτοῦ γέγονε καὶ λαμπρότερος, ἐπήγαγε τὸ, Ὅτι πρῶτός μου ἦν. Καὶ μία μὲν αὕτη αἰτία: τίθησι δὲ καὶ δευτέραν πάλιν ἣν νῦν φησι. Τίς δέ ἐστιν αὕτη; Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς, φησὶ, πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. Καὶ μετὰ τούτων λέγει πάλιν καὶ ἄλλην. Ποίαν δὲ ταύτην; Ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ τί ποτέ ἐστι, φησὶ, τὸ, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν; Ἐπὶ γὰρ τοῦτο τέως ἀκτέον τὸν λόγον. Οὐ μεθεκτὴν, φησὶν, ἔχει τὴν δωρεὰν, ἀλλ' αὐτοπηγὴ καὶ αὐτόριζα ἐστὶ πάντων τῶν καλῶν, αὐτοζωὴ, καὶ αὐτοφῶς, καὶ αὐτοαλήθεια: οὐκ ἐν ἑαυτῷ συνέχων τῶν ἀγαθῶν τὸν πλοῦτον, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας ὑπερβλύζων αὐτὸν, καὶ μετὰ τὸ ὑπερβλύσαι μένων πλήρης: ἐν οὐδενὶ γὰρ ἐλαττούμενος ἐκ τῆς εἰς ἑτέρους χορηγίας, ἀλλ' ἀεὶ πηγάζων καὶ πᾶσι τούτων μεταδιδοὺς τῶν καλῶν, ἐπὶ τῆς αὐτῆς μένει τελειότητος. Ὃ δὲ ἐγὼ φέρω, μεθεκτόν τέ ἐστι( παρ' ἑτέρου γὰρ ἔλαβον αὐτὸ), καὶ μικρόν τι τοῦ παντὸς, καὶ οἱονεὶ σταγὼν εὐτελὴς πρὸς ἄβυσσον ἄφατον καὶ πέλαγος ἄπειρον: μᾶλλον δὲ οὐδὲ τοῦτο τὸ παράδειγμα παραστῆσαι δύναται ὅπερ ἐπιχειροῦμεν εἰπεῖν. Σταγόνα μὲν γὰρ ἀπὸ πελάγους ἂν ἐξέλῃς, αὐτῷ τούτῳ τὸ πέλαγος ἠλάττωσας, εἰ καὶ ἀφανὴς ἡ ἐλάττωσις. Ἐπὶ δὲ τῆς πηγῆς ἐκείνης οὐκ ἔστι τοῦτο εἰπεῖν: ἀλλ' ὅσον ἄν τις ἀρύσηται, μένει μηδὲν ἐλαττουμένη. Διὸ χρὴ μάλιστα ἐφ' ἕτερον ὑπόδειγμα ἐλθεῖν: ἀσθενὲς μὲν γὰρ αὐτὸ καὶ οὐ δυνάμενον ὅπερ ζητοῦμεν παραστῆσαι, μᾶλλον δὲ τοῦ προτέρου χειραγωγοῦν ἡμᾶς πρὸς τὴν ἔννοιαν τὴν προκειμένην ἡμῖν νῦν. Ὑποθώμεθα γὰρ εἶναι πυρὸς πηγὴν, εἶτα ἀπὸ τῆς πηγῆς ἐκείνης μυρίους ἀνάπτεσθαι λύχνους, καὶ δὶς τοσούτους, καὶ τρὶς, καὶ πολλάκις: ἆρα οὐκ ἐπὶ τῆς αὐτῆς μένει πληρότητος τὸ πῦρ καὶ μετὰ τὸ μεταδοῦναι τοσούτοις τῆς ἐνεργείας τῆς αὑτοῦ; Παντί που δῆλόν ἐστιν. Εἰ δὲ ἐπὶ τῶν σωμάτων, τῶν μεριστῶν, τῶν ἐλαττουμένων ὑπὸ τῆς ἀφαιρέσεως, εὑρέθη τι τοιοῦτον ὃ καὶ μετὰ τὸ παρασχεῖν ἑτέροις τὰ παρ' ἑαυτοῦ οὐδὲν παραβλάπτεται, πολλῷ μᾶλλον ἐπὶ τῆς ἀσωμάτου καὶ ἀκηράτου δυνάμεως ἐκείνης τοῦτο συμβήσεται. Εἰ γὰρ ἔνθα οὐσία ἐστὶ τὸ μεταλαμβανόμενον καὶ σῶμα, καὶ μερίζεται, καὶ οὐ μερίζεται, πολλῷ μᾶλλον ὅταν περὶ ἐνεργείας ὁ λόγος ᾖ, καὶ ἐνεργείας τῆς ἐξ ἀσωμάτου οὐσίας, οὐδὲν εἰκὸς τοιοῦτον παθεῖν. Διὰ τοῦτο καὶ Ἰωάννης ἔλεγεν, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν: καὶ συνείρει τὴν αὑτοῦ μαρτυρίαν τῇ τοῦ Βαπτιστοῦ. Τὸ γὰρ, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, οὐ τοῦ προδρόμου ἐστὶ ῥῆμα, ἀλλὰ τοῦ μαθητοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι: Μὴ νομίσητε, φησὶν, ὅτι ἡμεῖς οἱ συγγενόμενοι πολὺν αὐτῷ χρόνον, καὶ ἁλῶν, καὶ τραπέζης κοινωνήσαντες, χάριτι μαρτυροῦμεν. Καὶ γὰρ καὶ Ἰωάννης, ὁ μηδὲ εἰδὼς αὐτὸν πρὸ τούτου, ὁ μηδὲ συγγενόμενος, ἀλλὰ τοσοῦτον μόνον ὅτε ἐβάπτιζε, μετὰ τῶν ἄλλων αὐτὸν θεασάμενος, ἐβόα: Πρῶτός μου ἦν: ἐκεῖθεν πάντα λαβών: καὶ ἡμεῖς δὲ πάντες οἱ δώδεκα, οἱ τριακόσιοι, οἱ πεντακόσιοι, οἱ τρισχίλιοι, οἱ πεντακισχίλιοι, αἱ πολλαὶ τῶν Ἰουδαίων μυριάδες, ἅπαν τὸ πλήρωμα τῶν πιστῶν, καὶ τῶν τότε, καὶ τῶν νῦν, καὶ τῶν αὖθις ἐσομένων, ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν. Τί δὲ ἐλάβομεν; Χάριν ἀντὶ χάριτος, φησίν. Ἀντὶ ποίας ποίαν; Ἀντὶ τῆς Παλαιᾶς τὴν Καινήν. Ὥσπερ γὰρ ἦν δικαιοσύνη, καὶ δικαιοσύνη: Κατὰ δικαιοσύνην γὰρ, φησὶ, τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος: καὶ πίστις, καὶ πίστις: Ἐκ πίστεως γὰρ εἰς πίστιν: καὶ υἱοθεσία, καὶ υἱοθεσία Ὧν ἡ υἱοθεσία, φησί: καὶ δόξα, καὶ δόξα: Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ: καὶ νόμος, καὶ νόμος: Ὁ νόμος, γὰρ, φησὶ, τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με: καὶ λατρεία, καὶ λατρεία: Ὧν ἡ λατρεία, φησί: καὶ πάλιν, Πνεύματι Θεῷ λατρεύοντες: καὶ διαθήκη, καὶ διαθήκη: Διαθήσομαι γὰρ ὑμῖν διαθήκη: καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν: καὶ ἁγιασμὸς, καὶ ἁγιασμός: καὶ βάπτισμα, καὶ βάπτισμα: καὶ θυσία, καὶ θυσία: καὶ ναὸς, καὶ ναός: καὶ περιτομὴ, καὶ περιτομή: οὕτω καὶ χάρις, καὶ χάρις. Ἀλλ' ἐκεῖνα μὲν ὡς τύποι, ταῦτα δὲ ὡς ἀλήθεια, ὁμωνυμίαν τινὰ, ἀλλ' οὐχὶ συνωνυμίαν φυλάττοντα: ἐπεὶ καὶ ἐν τοῖς τύποις καὶ ἐν ταῖς εἰκόσι, καὶ ὁ ἐπὶ τῶν χρωμάτων τῶν λευκῶν διὰ τοῦ μέλανος χρώματος ἐγχαραττόμενος, ἄνθρωπος λέγεται, καὶ ὁ δεξάμενος τὴν τῶν χρωμάτων ἀλήθειαν: καὶ ἐπὶ τῶν ἀνδριάντων, ὅ τε χρυσοῦς, ὅ τε πήλινος, ἀνδριὰς προσηγόρευται: ἀλλὰ τὸ μὲν ὡς τύπος, τὸ δὲ ὡς ἀλήθεια. βʹ. Μὴ τοίνυν ὡς ἀπὸ τῆς τῶν ὀνομάτων κοινωνίας, ταὐτότητα πραγμάτων νομίσῃς, ἀλλὰ μηδὲ ἀλλοτρίωσιν. Εἰ μὲν γὰρ τύπος ἦν, οὐκ ἦν ἀλλότρια τῆς ἀληθείας: εἰ δὲ σκιὰν ἐφύλαττεν, ἐλάττω τῆς ἀληθείας ἦν. Τί οὖν τὸ μέσον τούτων ἁπάντων; Βούλεσθε ἐπεξέλθωμεν, ἓν ἢ δύο τῶν εἰρημένων προχειρισάμενοι; Οὕτω γὰρ καὶ τὰ ἄλλα ἔσται ὑμῖν δῆλα: καὶ ὀψόμεθα πάντες ὡς ἐκεῖνα μὲν παίδων ἦν διδάγματα, ταῦτα δὲ γενναίων καὶ μεγάλων ἀνδρῶν: καὶ τὰ μὲν ὡς ἀνθρώποις, τὰ δὲ ὡς ἀγγέλοις νενομοθέτητο. Πόθεν οὖν ποιησόμεθα τὴν ἀρχήν; Βούλεσθε ἀπὸ τῆς υἱοθεσίας αὐτῆς; Τί δὴ οὖν τὸ μέσον ταύτης κἀκείνης; Ἐκείνη, ῥήματος ἦν τιμή: ἐνταῦθα δὲ καὶ τὸ πρᾶγμα ἕπεται. Καὶ περὶ μὲν ἐκείνης φησίν: Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες: περὶ δὲ ταύτης, ὅτι Ἐκ Θεοῦ ἐγεννήθησαν. Πῶς καὶ τίνι τρόπῳ; Διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου. Κἀκεῖνοι μὲν μετὰ τὴν τῶν υἱῶν προσηγορίαν, ἔτι πνεῦμα δουλείας εἶχον: δοῦλοι γὰρ μένοντες, οὕτως ἐτιμῶντο τῇ κλήσει ταύτῃ: ἡμεῖς δὲ ἐλεύθεροι γενόμενοι, τότε οὐκ ὀνόματι, ἀλλὰ πράγματι τὴν τιμὴν ἐδεξάμεθα. Καὶ τοῦτο Παῦλος δηλῶν ἔλεγεν: Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ ὁ Πατήρ. Γεννηθέντες γὰρ ἄνωθεν, καὶ ὡς ἂν εἴποι τις ἀναστοιχειωθέντες, οὕτως ἐκλήθημεν υἱοί. Καὶ τῆς ἁγιωσύνης τὸν τρόπον εἴ τις καταμάθοι, τίς μὲν οὗτος, τίς δὲ ἐκεῖνος, πολλὴν ὄψεται πάλιν κἀνταῦθα τὴν διαφοράν. Ἐκεῖνοι μὲν γὰρ ἡνίκα μὴ εἰδωλολάτρουν, μηδὲ ἐπόρνευον, μηδὲ ἐμοίχευον, τοῦτο ἐκαλοῦντο τὸ ὄνομα: ἡμεῖς δὲ, οὐκ ἐν τῇ τούτων ἀποχῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ τῶν μειζόνων κτήσει γινόμεθα ἅγιοι. Καὶ πρῶτον μὲν ἀπ' αὐτῆς τοῦ Πνεύματος τῆς ἐπιφοιτήσεως, ταύτης τυγχάνομεν τῆς δωρεᾶς: ἔπειτα δὲ καὶ ἐκ πολιτείας, πολλῷ μείζονος τῆς Ἰουδαϊκῆς. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, ἄκουσον ἐκείνοις μὲν τί φησιν: Οὐ φοιβάσεσθε, οὐ περικαθαριεῖτε τὰ τέκνα ὑμῶν, ὅτι λαὸς ἅγιός ἐστε. Ὥστε παρ' ἐκείνοις τοῦτο ἡ ἁγιωσύνη, τὸ τῶν εἰδωλικῶν ἀπηλλάχθαι νόμων: παρὰ δὲ ἡμῖν οὐχ οὕτως, ἀλλ', Ἵνα ᾖ ἁγία, φησὶ, καὶ σώματι καὶ πνεύματι. Εἰρήνην διώκετε καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον: καὶ, Ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Οὐ γὰρ ἀρκεῖ τὸ, ἅγιος, ὄνομα, ἐπὶ πάντων ὧν ἂν λέγηται τὴν αὐτὴν ἔννοιαν παραστῆσαι: ἐπεὶ καὶ ὁ Θεὸς ἅγιος λέγεται, ἀλλ' οὐχ ὡς ἡμεῖς. Ὅτε γοῦν ἤκουσε τὴν φωνὴν ταύτην παρὰ τῶν Σεραφὶμ φερομένην ὁ Προφήτης, ὅρα τί φησιν: Οἴμοι τάλας ἐγὼ, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ. Καίτοι καὶ ἅγιος καὶ καθαρὸς ἦν: ἀλλὰ πρὸς τὴν ἁγιωσύνην ἡμεῖς τὴν ἄνω κρινόμενοι, ἀκάθαρτοί ἐσμεν. Ἅγιοι καὶ οἱ ἄγγελοι, ἅγιοι οἱ ἀρχάγγελοι, καὶ αὐτὰ τὰ Σεραφὶμ καὶ Χερουβίμ: ἀλλὰ καὶ ταύτης τῆς ἁγιωσύνης ἑτέρα πάλιν διαφορὰ καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὰς ὑπερεχούσας δυνάμεις: Ἐνῆν καὶ τοῖς ἄλλοις ἅπασιν ἐπεξελθεῖν, ἀλλ' ὁρῶ τὸν λόγον εἰς μῆκος πολὺ ἐκτεινόμενον: διὸ περαιτέρω παυσάμενοι προελθεῖν, ὑμῖν ἀφήσομεν τὰ λειπόμενα μεταχειρίσαι. Ἔξεστι γὰρ καὶ ὑμῖν κατ' οἶκον ταῦτα συλλέγουσι συνιδεῖν τὴν διαφορὰν, καὶ τοῖς λοιποῖς ὁμοίως ἐπεξιέναι. Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Ἡ μὲν γὰρ ἀρχὴ παρ' ἡμῶν, τὸ δὲ τέλος ἔσται παρ' ὑμῶν. Ἡμῖν δὲ ἀναγκαῖον πάλιν ἅψασθαι τῆς ἀκολουθίας. Εἰπὼν, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, ἐπήγαγε, Καὶ χάριν ἀντὶ χάριτος: δεικνὺς ὅτι χάριτι καὶ Ἰουδαῖοι ἐσώζοντο. Οὐ γὰρ διὰ τὸ πολυπληθεῖν ὑμᾶς, φησὶν, ἀλλὰ διὰ τοὺς πατέρας ὑμᾶς ἐξελεξάμην. Εἰ τοίνυν οὐκ ἐξ οἰκείων κατορθωμάτων ἐξελέγησαν παρὰ Θεοῦ, δῆλον ὅτι χάριτι ταύτης ἔτυχον τῆς τιμῆς. Καὶ ἡμεῖς δὲ χάριτι πάντες ἐσώθημεν, ἀλλ' οὐχ ὁμοίως. Οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς, ἀλλ' ἐπὶ πολλῷ μείζοσι καὶ ὑψηλοτέροις. Οὐ τοίνυν τοιαύτη παρ' ἡμῖν χάρις. Οὐδὲ γὰρ δὴ μόνον ἁμαρτημάτων συγχώρησις ἡμῖν ἐδόθη( ἐπεὶ κατὰ τοῦτο κοινωνοῦμεν ἐκείνοις: πάντες γὰρ ἥμαρτον), ἀλλὰ καὶ δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ υἱοθεσία, καὶ Πνεύματος χάρις φαιδροτέρα πολλῷ καὶ δαψιλεστέρα. Διὰ ταύτης τῆς χάριτος ἐγενόμεθα τῷ Θεῷ ποθεινοὶ, οὐκ ἔτι μόνον ὡς δοῦλοι, ἀλλὰ καὶ ὡς υἱοὶ καὶ ὡς φίλοι. Διὰ τοῦτό φησι, Χάριν ἀντὶ χάριτος. Καὶ γὰρ τὰ τοῦ νόμου καὶ αὐτὰ χάριτος ἦν, καὶ αὐτὸ τὸ γενέσθαι ἡμᾶς ἐξ οὐκ ὄντων. Οὐ γὰρ κατορθωμάτων προϋπηργμένων ταύτην ἐλάβομεν τὴν ἀμοιβήν,( πῶς γὰρ οἱ μηδὲ ὄντες;) ἀλλὰ Θεοῦ πανταχόθεν τῆς εὐεργεσίας κατάρχοντος. Οὐ τὸ γενέσθαι δὲ μόνον ἐξ οὐκ ὄντων, ἀλλὰ καὶ τὸ γενομένους εὐθέως μαθεῖν τά τε πρακτέα. καὶ τὰ μὴ πρακτέα, καὶ τοῦτον ἐν τῇ φύσει λαβεῖν τὸν νόμον, καὶ τὸ τοῦ συνειδότος κριτήριον ἀδέκαστον ἡμῖν παρακαταθέσθαι τὸν ποιήσαντα, χάριτος ἦν μεγίστης καὶ φιλανθρωπίας ἀφάτου. Καὶ τὸ τὸν νόμον δὲ τοῦτον διαφθαρέντα ἀνακτήσασθαι διὰ τοῦ γραπτοῦ, χάριτος ἦν. Τὸ μὲν γὰρ ἑπόμενον ἦν, τοὺς τὴν ἅπαξ δοθεῖσαν ἐντολὴν παραχαράττοντας, κολάζεσθαι καὶ τιμωρεῖσθαι: τὸ δὲ γενόμενον οὐ τοῦτο ἦν, ἀλλὰ πάλιν διόρθωσις, καὶ συγγνώμη οὐκ ὀφειλομένη. ἀλλ' ἀπὸ ἐλέου καὶ χάριτος διδομένη. Ὅτι γὰρ χάριτος ἦν καὶ ἐλέου, ἄκουσον τί φησιν ὁ Δαυΐδ: Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσεῖ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Καὶ πάλιν: Χρηστὸς καὶ εὐθὴς ὁ Κύριος: διὰ τοῦτο νομοθετήσει ἐν ὁδῷ ἁμαρτάνοντας. γʹ. Ἐλεημοσύνης οὖν ἄρα καὶ οἰκτιρμῶν καὶ χάριτος τὸ τὸν νόμον λαβεῖν. Διὰ τοῦτο εἰπὼν, Χάριν ἀντὶ χάριτος, ἔτι θερμότερον ἐπαγωνιζόμενος τῷ μεγέθει τῶν δεδομένων, ἐπάγει λέγων: Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Εἴδετε πῶς ἠρέμα καὶ κατὰ μικρὸν ἑνὶ ῥήματι, ὅ τε Βαπτιστὴς Ἰωάννης, ὅ τε μαθητὴς πρὸς τὴν ὑψηλοτάτην τοὺς ἀκροατὰς ἐνάγουσι γνῶσιν, πρότερον τοῖς ταπεινοτέροις ἐγγυμνάσαντες; Ἐκεῖνος μὲν γὰρ πρὸς ἑαυτὸν συγκρίνας τὸν ἀσυγκρίτως ἁπάντων ὑπερέχοντα, οὕτως αὐτοῦ μετὰ ταῦτα δείκνυσι τὴν ὑπεροχὴν λέγων, Ὃς ἔμπροσθέν μου γέγονεν: εἶτα ἐπάγων τὸ, Πρῶτός μου ἦν: οὗτος δὲ ἐκείνου μὲν πολλῷ μεῖζον ἐποίησε, τῆς δὲ ἀξίας τῆς τοῦ Μονογενοῦς ἔλαττον. Οὐ γὰρ πρὸς Ἰωάννην, ἀλλὰ πρὸς τὸν ἐκείνου μᾶλλον θαυμαζόμενον παρὰ Ἰουδαίοις ποιεῖται τὴν σύγκρισιν, τὸν Μωϋσέα λέγω: Ὁ νόμος γὰρ, φησὶ, διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ θέα τὴν σύνεσιν: Οὐ τοῦ προσώπου ποιεῖται τὴν ἐξέτασιν, ἀλλὰ τῶν πραγμάτων. Τούτων γὰρ ἀποδειχθέντων πολλῷ μειζόνων, ἐξ ἀνάγκης καὶ τοὺς ἀγνώμονας εἰκὸς ἦν παραδέξασθαι τὴν ψῆφον καὶ τὴν ὑπόνοιαν περὶ τοῦ Χριστοῦ. Ὅταν γὰρ τὰ πράγματα μαρτυρῇ, τὰ μηδεμίαν ἔχοντα ὑποψίαν ὡς πρὸς χάριν τινὸς, ἢ καὶ πρὸς ἀπέχθειαν τοῦτο ποιοῦντα, ἀναμφισβήτητον καὶ τοῖς ἀγνώμοσι τὴν ψῆφον παρίστησιν. Οἷα γὰρ ἂν αὐτὰ διαθῶσιν οἱ ποιήσαντες, τοιαῦτα μένει φαινόμενα: διὸ μάλιστα πάντων ἀνύποπτος ἡ παρὰ τούτων ἐστὶ μαρτυρία. Ὅρα δὲ καὶ πῶς ἀνεπαχθῆ ποιεῖται τὴν παράθεσιν καὶ παρὰ τοῖς ἀσθενεστέροις. Οὐ γὰρ κατασκευάζει τῷ λόγῳ τὴν ὑπεροχὴν, ἀλλ' ἀπὸ τῶν ὀνομάτων γυμνῶν τὴν διαφορὰν παραδείκνυσι, χάριν καὶ ἀλήθειαν ἀντιθεὶς νόμῳ, καὶ τὸ, Ἐγένετο, τῷ, Ἐδόθη. Πολὺ δὲ τὸ μέσον ἑκατέρων. Τὸ μὲν γὰρ διακονουμένου ἦν τὸ, Ἐδόθη, λαβόντος παρ' ἑτέρου καὶ δόντος οἷς προσετάγη δοῦναι: τὸ δὲ, Ἐγένετο, ἡ χάρις καὶ ἡ ἀλήθεια, βασιλέως μετὰ ἐξουσίας πάντα ἀφιέντος τὰ ἁμαρτήματα, καὶ αὐτοῦ κατασκευάζοντος τὴν δωρεάν. Διὸ ἔλεγεν: Ἀφέωνταί σου αἱ ἁμαρτίαι: καὶ πάλιν: Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας, λέγει τῷ παραλυτικῷ: Ἐγερθεὶς ἆρον τὴν κλίνην σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Ὁρᾷς πῶς ἡ χάρις γίνεται δι' αὐτοῦ; Σκόπει δὲ καὶ τὴν ἀλήθειαν. Τὴν μὲν οὖν χάριν, καὶ ταῦτα καὶ τὰ κατὰ τὸν λῃστὴν, καὶ ἡ τοῦ βαπτίσματος δωρεὰ, καὶ ἡ τοῦ Πνεύματος χάρις ἡ δι' αὐτοῦ διδομένη δείκνυσι, καὶ ἕτερα πολλά: τὴν δὲ ἀλήθειαν σαφεστέραν εἰσόμεθα, ἂν τοὺς τύπους καταμάθωμεν. Τὰς γὰρ μελλούσας ἐπιτελεῖσθαι ἐν τῇ Καινῇ οἰκονομίας προλαβόντες προδιέγραψαν οἱ τύποι ὡς τύποι: ἐλθὼν δὲ ἐπετέλεσεν αὐτὴν ὁ Χριστός. Ἴδωμεν τοίνυν καὶ τοὺς τύπους ἐν ὀλίγοις: οὐδὲ γὰρ ἅπαντα διελθεῖν τὰ τῶν τύπων τοῦ νῦν καιροῦ: ἀφ' ὧν δὲ παραθήσομαί τινα μαθόντες, καὶ τὰ λοιπὰ εἴσεσθε. Βούλεσθε οὖν ἀπ' αὐτοῦ τοῦ πάθους ἀρξώμεθα; Τί οὖν φησιν ὁ τύπος; Λάβετε ἀρνίον κατ' οἰκίαν, καὶ θύσατε, καὶ ποιήσατε ὡς προσέταξε καὶ ἐνομοθέτησεν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως: οὐ γὰρ προστάττει τοῦτο γενέσθαι: ἀλλ' αὐτὸς αὐτὸ γίνεται, θυσίαν ἑαυτὸν καὶ προσφορὰν τῷ Πατρὶ προσενεγκών. δʹ. Ὅρα πῶς ὁ μὲν τύπος ἐδόθη διὰ Μωϋσέως, ἡ δὲ ἀλήθεια ἐγένετο διὰ Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν ἐν τῷ ὄρει Σινᾷ τῶν Ἀμαληκιτῶν πολεμούντων Ἑβραίοις, αἱ χεῖρες μὲν ἐστηρίζοντο τοῦ Μωϋσέως, αἰρόμεναι ὑπὸ Ἀαρὼν καὶ Ὢρ ἑκατέρωθεν ἑστώτων: ὁ δὲ Χριστὸς παραγενόμενος, αὐτὸς δι' ἑαυτοῦ τὰς χεῖρας τείνας εἶχεν ἐν τῷ σταυρῷ. Εἶδες πῶς ὁ μὲν τύπος ἐδίδοτο, ἡ δὲ ἀλήθεια ἐγίνετο; Πάλιν ὁ νόμος ἔλεγεν: Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ: ἡ δὲ χάρις τί φησι; Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς: καὶ ὁ Παῦλος, Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Ἐπεὶ οὖν τοσαύτης ἀπολελαύκαμεν χάριτος καὶ ἀληθείας, παρακαλῶ, μὴ διὰ τὸ μέγεθος τῆς δωρεᾶς γενώμεθα ῥᾳθυμότεροι. Ὅσῳ γὰρ μείζονος ἠξιώθημεν τιμῆς, τοσούτῳ καὶ πλείονός ἐσμεν ἀρετῆς ὀφειλέται. Ὁ μὲν γὰρ μικρὰ εὐεργετηθεὶς, κἂν μικρὰ ἐπιδείξηται, οὐ τοσαύτης καταγνώσεως ἄξιός ἐστιν: ὁ δὲ πρὸς τὴν ἀνωτάτω κορυφὴν τῆς τιμῆς ἀναβὰς, εἶτα χαμαίζηλα καὶ ταπεινὰ ἐπιδεικνύμενος, πολλῷ μείζονος ἔσται κολάσεως ἄξιος. Ἀλλὰ μὴ γένοιτο περὶ ὑμῶν τοιαῦτα ὑποπτεῦσαί ποτε. Πεποίθαμεν γὰρ ἐν Κυρίῳ, ὅτι πρὸς τὸν οὐρανὸν τὰς ψυχὰς ὑμῶν ἐπτερώσατε, καὶ τῆς γῆς ἀπανέστητε, καὶ ἐν τῷ κόσμῳ ὄντες, οὐ τὰ τοῦ κόσμου μεταχειρίζεσθε. Ἀλλ' ὅμως καὶ πεπεισμένοι, οὐ παυόμεθα συνεχῶς τὰ αὐτὰ παρακαλοῦντες. Ἐπεὶ καὶ ἐν τοῖς ἔξωθεν ἀγῶσιν, οὐ τοὺς ἀναπεπτωκότας, οὐδὲ τοὺς ὑπτίους κειμένους, ἀλλὰ τοὺς ἐνεργοῦντας, τοὺς ἔτι τρέχοντας ἅπαντες προτρέπονται οἱ θεαταί. Ἐπ' ἐκείνων μὲν γὰρ ὡς ἀνόνητα πονοῦντες, καὶ οὐ δυνάμενοι διὰ τῶν παρακλήσεων αὐτοὺς ἀναστῆσαι, ἀποῤῥαγέντας καθάπαξ τῆς νίκης, οὕτω παύονται καταγινώσκοντες: ἐνταῦθα δὲ οὐκ ἐφ' ὑμῶν μόνον τῶν νηφόντων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀναπεσόντων, εἰ βουληθεῖεν μεταβαλέσθαι, ἔστι τι προσδοκῆσαι χρηστόν. Διὸ καὶ πάντα πράττομεν, παρακαλοῦντες, ὀνειδίζοντες, προτρέποντες, ἐπαινοῦντες, ὥστε τὴν ὑμετέραν πραγματεύσασθαι σωτηρίαν. Μὴ τοίνυν τῇ συνεχεῖ τῇ περὶ τῆς πολιτείας δυσχεράνητε παραινέσει. Οὐ γὰρ ῥᾳθυμίαν κατεγνωκότων ἐστὶ τὰ λεγόμενα, ἀλλὰ χρηστὰς σφόδρα ἐλπίδας ἐχόντων περὶ ὑμῶν. Οὐ πρὸς ὑμᾶς δὲ μόνον, ἀλλὰ καὶ πρὸς ἡμᾶς τοὺς λέγοντας ταῦτα εἴρηται καὶ εἰρήσεται: καὶ γὰρ καὶ αὐτοὶ τῆς αὐτῆς δεόμεθα διδασκαλίας. Εἰ γὰρ καὶ παρ' ἡμῶν λέγεται, ἀλλὰ καὶ πρὸς ἡμᾶς οὐδὲν κωλύει ταῦτα λέγεσθαι. Τὸν μὲν γὰρ εὑρὼν ὑπεύθυνον ὄντα, ὁ λόγος διωρθώσατο, τὸν δὲ ἐκτὸς καὶ ἀπηλλαγμένον, ὡς ποῤῥωτάτω, πάλιν ἀπήγαγεν. Οὐδὲ γὰρ αὐτοὶ τῶν ἁμαρτημάτων ἐσμὲν καθαροί. Ἥ τε οὖν ἰατρεία κοινὴ, τά τε φάρμακα ἅπασι πρόκειται: ἡ δὲ θεραπεία λοιπὸν οὐ κοινὴ, ἀλλὰ παρὰ τὴν τῶν χρωμένων προαίρεσιν γίνεται. Διὸ καὶ ὁ μὲν δεόντως μεταχειρίσας τὸ φάρμακον, ἀπώνατό τι τῆς θεραπείας: ὁ δὲ μὴ ἐπιθεὶς τῷ τραύματι, μεῖζον εἰργάσατο τὸ κακὸν, καὶ εἰς τὴν χαλεπωτάτην κατέστρεψε τελευτήν. Μὴ τοίνυν ἀλγῶμεν ἰατρευόμενοι, ἀλλὰ πολλῷ μᾶλλον χαίρωμεν, κἂν πικρὰς φέρῃ τὰς ὀδύνας τῆς διδασκαλίας ἡ μεθοδεία: πολὺ γὰρ ἥδιστον ἡμῖν ὕστερον ἐπιδείξεται τὸν καρπόν. Πάντα οὖν εἰς τοῦτο πράττωμεν, ὅπως καθαροὶ τραυμάτων καὶ πληγῶν, ἃς οἱ τῆς ἁμαρτίας ὀδόντες ἐντιθέασι τῇ ψυχῇ, εἰς τὸν αἰῶνα ἀπάρωμεν ἐκεῖνον, ἵνα ἄξιοι τῆς ὄψεως γενόμενοι τοῦ Χριστοῦ, μὴ ταῖς τιμωρητικαῖς καὶ ἀποτόμοις δυνάμεσι κατὰ τὴν ἡμέραν παραδοθῶμεν ἐκείνην, ἀλλὰ ταῖς δυναμέναις πρὸς τὴν κληρονομίαν εἰσαγαγεῖν ἡμᾶς τῶν οὐρανῶν, τὴν ἡτοιμασμένην τοῖς ἀγαπῶσιν αὐτόν: ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.